Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on John
John ChrysostomHom. Jo. 15 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
15.1
ΟΜΙΛΙΑ ΙΕʹ. Θεὸν οὐδεὶς ἑώρακε πώποτε: ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγή σατο. αʹ. Τῶν ὀνομάτων καὶ τῶν ῥημάτων τῶν ἐν ταῖς Γραφαῖς κειμένων, οὐχ ἁπλῶς ἡμᾶς ὁ Θεὸς ἐπακούειν βούλεται, ἀλλὰ μετὰ πολλῆς τῆς συνέσεως. Διὰ τοῦτο ὁ μὲν μακάριος Δαυῒδ πολλαχοῦ τῶν Ψαλμῶν προέγραφε τῶν ἑαυτοῦ τὸ, Εἰς σύνεσιν, καὶ ἔλεγεν: Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Μετὰ δὲ τοῦτον καὶ ὁ τούτου παῖς ὑποτιθεὶς δείκνυσιν, ὅτι δεῖ καθάπερ ἀργύριον ἐκζητεῖν τὴν σοφίαν: μᾶλλον δὲ ὑπὲρ χρυσίον αὐτὴν ἐμπορεύεσθαι. Καὶ ὁ Κύριος δὲ τοῖς Ἰουδαίοις παραινῶν τὰς Γραφὰς ἐρευνᾷν, ἐπὶ πλέον ἡμᾶς εἰς ζήτησιν ἐνάγει. Οὐκ ἂν γὰρ οὕτως εἶπεν, εἴ γε αὐτόθεν καὶ ἐκ πρώτης αὐτὰς καταλαβεῖν δυνατὸν ἦν τῆς ἀναγνώσεως. Τὸ γὰρ ἐν μέσῳ κείμενον, καὶ πρόχειρον, οὐδείς ποτ' ἂν ἐρευνήσαιτο, ἀλλὰ τὸ συνεσκιασμένον, καὶ μετὰ πολλῆς εὑρισκόμενον τῆς ζητήσεως. Διὰ τοῦτο καὶ θησαυρὸν κεκρυμμένον αὐτὰς εἶναί φησι, πρὸς τὴν ζήτησιν ἡμᾶς διεγείρων. Ταῦτα δὲ ἡμῖν εἴρηται, ἵνα μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχε προσβάλλωμεν τοῖς τῶν Γραφῶν ῥήμασιν, ἀλλὰ μετὰ ἀκριβείας πολλῆς. Εἰ μὲν γὰρ ἀνεξετάστως τις ἐπακούσειε τῶν λεγομένων ἐν αὐταῖς, καὶ δέξαιτο πάντα οὕτως ὡς εἴρηται κατὰ τὸ γράμμα, πολλὰ τὰ ἄτοπα ὑποπτεύσει περὶ τοῦ Θεοῦ. Καὶ γὰρ καὶ ἄνθρωπον αὐτὸν εἶναι, καὶ ἀπὸ χαλκοῦ συνεστάναι, καὶ ὀργίλον, καὶ θυμώδη, καὶ πολλὰ ἔτι τούτων χείρονα περὶ αὐτοῦ δέξεται δόγματα. Εἰ δὲ τὸν νοῦν τὸν ἐν τῷ βάθει κείμενον καταμάθοι, πάσης ταύτης ἀπαλλαγήσεται τῆς ἀτοπίας. Ἐπεὶ καὶ τὸ νῦν προκείμενον ἡμῖν ἀνάγνωσμα κόλπον φησὶ τὸν Θεὸν ἔχειν, ὅπερ σωμάτων ἐστιν ἴδιον. Ἀλλ' οὐδεὶς οὕτω μέμηνεν, ὥστε σῶμα ὑποπτεῦσαι τὸν ἀσώματον εἶναι. Ἵν' οὖν ἀξίως τῆς πνευματικῆς ἐννοίας τὸ πᾶν ἐκλάβωμεν, φέρε ἄνωθεν τὸ χωρίον διερευνησώμεθα. Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ἐκ ποίας ἐπὶ τοῦτο ἦλθεν ἀκολουθίας ὁ Εὐαγγελιστής; Δείξας πολλὴν τῶν τοῦ Χριστοῦ δωρεῶν τὴν ὑπερβολήν, ὡς εἶναι τὸ μέσον ἄπειρον τούτων τε καὶ τῶν διὰ Μωϋσέως οἰκονομηθέντων, θέλει λοιπὸν καὶ αἰτίαν εὔλογον τῆς διαφορᾶς εἰπεῖν. Ἐκεῖνος μὲν γὰρ ὑπηρέτης ὢν, ταπεινοτέρων γέγονε πραγμάτων διάκονος: οὗτος δὲ Δεσπότης, καὶ βασιλεὺς, καὶ βασιλέως Υἱὸς ὢν, τὰ πολλῷ μείζονα ἡμῖν ἐκόμισε, συνὼν ἀεὶ τῷ Πατρὶ, καὶ ὁρῶν αὐτὸν διηνεκῶς. Διὸ καὶ οὕτως ἐπήγαγε λέγων: Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Τί οὖν ἐροῦμεν τῷ μεγαλοφωνοτάτῳ Ἡσαΐᾳ λέγοντι: Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου; τί δὲ τῷ Ἰωάννῃ προσμαρτυροῦντι αὐτῷ ὅτι ταῦτα εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ; τί δὲ τῷ Ἰεζεκιήλ; καὶ γὰρ καὶ αὐτὸς ἐπὶ τῶν Χερουβὶμ καθήμενον αὐτὸν ὁρᾷ: τί δὲ καὶ τῷ Δανιήλ; καὶ γὰρ καὶ οὗτός φησιν: Ὁ Παλαιὸς τῶν ἡμερῶν ἐκάθητο: τί δὲ καὶ αὐτῷ τῷ Μωϋσεῖ λέγοντι: Δεῖξόν μοι τὴν δόξαν σου ὅπως γνωστῶς ἴδω σε; Ὁ δὲ Ἰακὼβ καὶ ἀπὸ τούτου τὴν προσηγορίαν ἔλαβεν, Ἰσραὴλ ἐπικληθείς: Ἰσραὴλ γὰρ ὁ τὸν Θεὸν ὁρῶν ἐστι. Καὶ ἕτεροι δὲ αὐτὸν ἑωράκασι. Πῶς οὖν ὁ Ἰωάννης εἶπε, Θεὸν οὐδεὶς ἑώρακε πώποτε; Δηλῶν ὅτι πάντα ἐκεῖνα συγκαταβάσεως ἦν, οὐκ αὐτῆς τῆς οὐσίας γυμνῆς ὄψις. Εἰ γὰρ αὐτὴν ἑώρων τὴν φύσιν, οὐκ ἂν διαφόρως αὐτὴν ἐθεάσαντο. Ἁπλῆ γάρ τις καὶ ἀσχημάτιστος αὕτη, καὶ ἀσύνθετος, καὶ ἀπερίγραπτος, οὐ κάθηται, οὐδὲ ἕστηκεν, οὐδὲ περιπατεῖ. Ταῦτα γὰρ πάντα σωμάτων. Πῶς δέ ἐστιν, αὐτὸς οἶδε μόνος. Καὶ τοῦτο διὰ προφήτου τινὸς ὁ Θεὸς καὶ Πατὴρ ἐμφαίνων ἔλεγεν: Ἐγὼ ὁράσεις, φησὶν, ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην: τουτέστι, Συγκατέβην, οὐ τοῦτο ὅπερ ἤμην ἐφάνην. Ἐπειδὴ γὰρ ἔμελλεν αὐτοῦ ὁ Υἱὸς δι' ἀληθινῆς σαρκὸς φανήσεσθαι ἡμῖν, ἄνωθεν αὐτοὺς προεγύμναζεν ὁρᾷν τοῦ Θεοῦ τὴν οὐσίαν, ὡς αὐτοῖς δυνατὸν ἦν ἰδεῖν. Ἐπεὶ αὐτὸ ὅπερ ἐστὶν ὁ Θεὸς, οὐ μόνον προφῆται, ἀλλ' οὐδὲ ἄγγελοι εἶδον, οὔτε ἀρχάγγελοι: ἀλλ' ἐὰν ἐρωτήσῃς αὐτοὺς, ἀκούσῃ περὶ μὲν τῆς οὐσίας οὐδὲν ἀποκρινομένους, Δόξα δὲ ἐν ὑψίστοις, μόνον ᾄδοντας, τῷ Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Κἂν παρὰ τῶν Χερουβὶμ ἢ τῶν Σεραφὶμ ἐπιθυμήσῃς τι μαθεῖν, τὸ μυστικὸν τοῦ ἁγιασμοῦ μέλος ἀκούσῃ, καὶ ὅτι Πλήρης ὁ οὐρανὸς, καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἂν τὰς ἀνωτέρω δυνάμεις ἐξετάσῃς, οὐδὲν ἄλλο εὑρήσεις, ἢ ὅτι ἓν ἔργον αὐταῖς ἐστι, τὸ αἰνεῖν τὸν Θεόν: Αἰνεῖτε γὰρ αὐτὸν, φησὶ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Μόνος οὖν αὐτὸν ὁρᾷ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἡ γὰρ κτιστὴ φύσις ἅπασα πῶς καὶ ἰδεῖν δυνήσεται τὸν ἄκτιστον; Εἰ γὰρ ἁπλῶς τῆς ὁποιασοῦν ἀσωμάτου δυνάμεως, καίτοι γε γενητῆς οὔσης, οὐ δυνάμεθα δέξασθαι θεωρίαν σαφῆ, καὶ τοῦτο πολλάκις ἐπὶ τῶν ἀγγέλων ἐδείχθη: πολλῷ μᾶλλον τῆς καὶ ἀσωμάτου καὶ ἀγενήτου οὐσίας. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν, Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται. Ἆρ' οὖν τῷ Πατρὶ μόνῳ τὸ ἐξαίρετον τοῦτο πρόσεστι, τῷ δὲ Υἱῷ οὐκέτι; Ἄπαγε: ἀλλὰ καὶ τῷ Υἱῷ. Ὅτι δὲ καὶ αὐτῷ, ἄκουε Παύλου τοῦτο δηλοῦντος, καὶ λέγοντος: Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Ὁ δὲ τοῦ ἀοράτου εἰκὼν ὢν, καὶ αὐτὸς ἀόρατος: ἐπεὶ οὐκ ἂν εἴη εἰκών. Εἰ δὲ ἀλλαχοῦ φησι, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, μὴ θαυμάσῃς: ὅτι ἡ φανέρωσις διὰ τῆς σαρκὸς, οὐ μὴν κατὰ τὴν οὐσίαν γέγονεν. Ἐπεὶ ὅτι καὶ αὐτὸς ἀόρατος οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσι, δείκνυσιν ὁ Παῦλος. Εἰπὼν γὰρ, ὅτι Ἐφανερώθη ἐν σαρκὶ, ἐπήγαγεν, ὅτι Ὤφθη ἀγγέλοις. βʹ. Ὥστε καὶ τοῖς ἀγγέλοις τότε ὤφθη, ὅτε σάρκα περιεβάλετο: πρὸ τούτου δὲ οὐχ ἑώρων αὐτὸν οὕτως, ἐπειδὴ καὶ αὐτοῖς ἀόρατος ἡ οὐσία ἦν. Καὶ πῶς, φησὶν, ὁ Χριστὸς εἶπε, Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων: λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; Τί γάρ; καὶ πρόσωπον ὁ Θεὸς ἔχει, καὶ ἐν οὐρανοῖς περιγέγραπται; Ἀλλ' οὐκ ἄν τις οὕτω μανείη, ὥστε ταῦτα εἰπεῖν. Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον; Ὥσπερ ὅταν λέγῃ: Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται: τὴν κατὰ διάνοιαν ὄψιν φησὶ, τὴν ἡμῖν δυνατὴν, καὶ τὴν ἔννοιαν τὴν περὶ Θεοῦ: οὕτω καὶ ἐπὶ τῶν ἀγγέλων εἰπεῖν ἐστιν, ὅτι διὰ τὴν καθαρὰν αὐτῶν καὶ ἄγρυπνον φύσιν οὐδὲν ἕτερον, ἀλλ' ἢ τὸν Θεὸν ἀεὶ φαντάζονται. Διὰ τοῦτο καὶ αὐτὸς πάλιν φησὶν, Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός. Τί οὖν; πάντες ἐν ἀγνοίᾳ ἐσμέν; Μὴ γένοιτο: ἀλλ' οὕτως οὐδεὶς οἶδεν ὡς ὁ Υἱός. Ὥσπερ οὖν εἶδον αὐτὸν οἱ πολλοὶ κατὰ τὴν ἐγχωροῦσαν αὐτοῖς ὄψιν, τὴν δὲ οὐσίαν οὐδεὶς ἐθεάσατο: οὕτω καὶ νῦν ἴσμεν πάντες μὲν τὸν Θεὸν, τὴν δὲ οὐσίαν οὐδεὶς οἶδεν ὅ τί ποτέ ἐστιν, εἰ μὴ μόνος ὁ γεννηθεὶς ἐξ αὐτοῦ. Γνῶσιν γὰρ ἐνταῦθα τὴν ἀκριβῆ λέγει θεωρίαν τε καὶ κατάληψιν, καὶ τοσαύτην ὅσην ὁ Πατὴρ ἔχει περὶ τοῦ Παιδός. Καθὼς γὰρ γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Διὸ καὶ ὁ Εὐαγγελιστὴς ὅρα μεθ' ὅσης φθέγγεται τῆς περιουσίας. Εἰπὼν γὰρ, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, οὐκ εἶπεν, ὅτι ὁ Υἱὸς ἰδὼν ἐξηγήσατο, ἀλλ' ἕτερόν τι πλέον τοῦ ἰδεῖν ἔθηκεν, εἰπὼν, ὅτι Ὁ ὢν ἐν τῷ κόλπῳ τοῦ Πατρός. Τοῦ γὰρ ἰδεῖν τὸ καὶ ἐν τῷ κόλπῳ ἐνδιαιτᾶσθαι πολλῷ πλέον ἐστίν. Ὁ μὲν γὰρ ἁπλῶς ὁρῶν, οὐ πάντως ἀκριβῆ τοῦ φαινομένου τὴν γνῶσιν ἔχει: ὁ δὲ τοῖς κόλποις ἐνδιατρίβων, οὐδὲν ἀγνοήσειέ ποτε. Ἀκούων οὖν, ὅτι Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, ἵνα μὴ λέγῃς, ὅτι εἰ πλέον ἁπάντων οἶδε τὸν Πατέρα, ἀλλ' οὐχ ὅσος ἐστὶν οἶδε: διὰ τοῦτο ὅ τε Εὐαγγελιστὴς ἐν τῷ κόλπῳ αὐτὸν διαιτᾶσθαι τοῦ Πατρὸς λέγει, αὐτός τε ὁ Χριστὸς τοσοῦτον αὐτὸν εἰδέναι φησὶν, ὅσον ὁ Πατὴρ τὸν Υἱόν. Ἐρώτησον οὖν τὸν ἀντιλέγοντα: Ἆρά γε, εἰπὲ, γινώσκει τὸν Υἱὸν ὁ Πατήρ; Καὶ ἐρεῖ πάντως, ἂν μὴ μαίνηται, ὅτι Ναί. Μετὰ τοῦτο κἀκεῖνο ἐρώμεθα πάλιν αὐτόν: Τί δὲ, ἀκριβῆ τινα ὅρασιν καὶ γνῶσιν αὐτὸν ὁρᾷ καὶ γινώσκει, καὶ τοῦτο ὅπερ ἐστὶν οἶδε σαφῶς; Καὶ πάντως καὶ τοῦτο ἐρεῖ. Ἀπὸ γοῦν τούτου λοιπὸν συνάγαγε τὴν ἀκριβῆ τοῦ Υἱοῦ περὶ τοῦ Πατρὸς κατάληψιν. Αὐτὸς γὰρ εἶπεν, ὅτι Ὡς γινώσκει με ὁ Πατὴρ, οὕτω καὶ ἐγὼ αὐτὸν γινώσκω: καὶ ἀλλαχοῦ, Οὐχ ὅτι Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ. Διὰ τοῦτο, ὅπερ ἔφην, καὶ ὁ Εὐαγγελιστὴς τοῦ κόλπου μέμνηται, πάντα διὰ τοῦ ἑνὸς ῥήματος τούτου ἡμῖν ἐμφαίνων, ὅτι πολλὴ τῆς οὐσίας ἡ συγγένεια καὶ ἡ ἑνότης, ὅτι ἀπαράλλακτος ἡ γνῶσις, ὅτι ἴση ἡ ἐξουσία. Οὐ γὰρ τὸν ἑτερούσιον ἐν τοῖς κόλποις ἂν ἔσχεν ὁ Πατήρ: ἀλλ' οὐδὲ ἂν αὐτὸς ἐτόλμησε, δοῦλος ὢν καὶ τῶν πολλῶν εἷς, ἐν τῷ κόλπῳ στρέφεσθαι τοῦ Δεσπότου: τοῦτο γὰρ υἱοῦ γνησίου μόνον καὶ πολλῇ τῇ παῤῥησίᾳ πρὸς τὸν γεγεννηκότα χρωμένου, καὶ οὐδὲν ἔλαττον ἔχοντος. Βούλει καὶ τὸ ἀΐδιον μαθεῖν; Ἄκουσον τί φησιν ὁ Μωϋσῆς περὶ τοῦ Πατρός. Ἐρωτήσας γὰρ, εἰ ἐρωτηθείη παρὰ τῶν Αἰγυπτίων, τίς ὁ ἀπεσταλκὼς αὐτὸν εἴη, τί ποτε δὴ καὶ ἀποκρίνηται πρὸς αὐτοὺς, κελεύεται εἰπεῖν, ὅτι Ὁ ὢν ἀπέσταλκέ με. Τὸ δὲ, Ὁ ὢν, τοῦ ἀεὶ εἶναι σημαντικόν ἐστι, καὶ τοῦ ἀνάρχως εἶναι, καὶ τοῦ ὄντως εἶναι καὶ κυρίως. Τοῦτο καὶ τὸ, Ἐν ἀρχῇ ἦν, ἐμφαίνει, τοῦ ἀεὶ εἶναι δηλωτικὸν ὄν. Τούτῳ δὴ οὖν ἐνταῦθα κέχρηται τῷ ῥητῷ ὁ Ἰωάννης, δεικνὺς ὅτι ἀνάρχως καὶ ἀϊδίως ἐν τῷ κόλπῳ τοῦ Πατρός ἐστιν ὁ Υἱός. Ἵνα τοίνυν μὴ διὰ τὴν τοῦ ὀνόματος κοινωνίαν ἕνα τινὰ τῶν χάριτι γενομένων υἱῶν εἶναι νομίσῃς αὐτὸν, πρῶτον μὲν πρόσκειται τὸ ἄρθρον διαιροῦν αὐτὸν τῶν κατὰ χάριν. Εἰ δὲ μὴ τοῦτο ἀρκεῖ σοι, ἀλλ' ἔτι κάτω κύπτεις, τούτου κυριώτερον ἄκουε ὄνομα τὸ, Μονογενής. Εἰ δὲ καὶ μετὰ τοῦτο πάλιν κάτω βλέπεις, οὐ παραιτήσομαί πως καὶ ἀνθρωπίνην τινὰ ῥῆσιν εἰπεῖν περὶ τοῦ Θεοῦ, τὴν τοῦ κόλπου λέγω, μόνον ἵνα μηδὲν ὑποπτεύσῃς ταπεινόν. Εἶδες φιλανθρωπίαν καὶ κηδεμονίαν Δεσπότου; Ἀνάξια ῥήματα περιτίθησιν ἑαυτῷ ὁ Θεὸς, ἵνα κἂν οὕτω διαβλέψῃς, καὶ μέγα τι καὶ ὑψηλὸν ἐννοήσῃς: καὶ σὺ κάτω μένεις; Εἰπὲ γάρ μοι: τίνος ἕνεκεν ὁ κόλπος ἐνταῦθα παρείληπται, τὸ παχὺ τοῦτο ὄνομα καὶ σαρκικόν; ἵνα σῶμα τὸν Θεὸν ὑποπτεύσωμεν; Ἄπαγε, οὐδαμῶς, φησί. Τίνος οὖν ἕνεκεν εἴρηται; Εἰ γὰρ μήτε ἡ γνησιότης τοῦ Υἱοῦ παρίσταται διὰ τούτου, μήτε τὸ μὴ σῶμα εἶναι τὸν Θεὸν, περιττῶς προσέῤῥιπται τὸ ῥητὸν, οὐδεμίαν χρείαν πληροῦν. Τίνος οὖν ἕνεκεν εἴρηται; οὐ γὰρ ἀποστήσομαί σου τοῦτο πυνθανόμενος. Οὐκ εὔδηλον ὅτι οὐδὲν ἕτερον ἢ ἵνα μὴ ὑπολάβωμεν δι' αὐτοῦ, ἀλλ' ἢ τὸ γνήσιον τοῦ Μονογενοῦς, καὶ τὸ συναΐδιον τῷ Πατρί; Ἐκεῖνος ἐξηγήσατο, φησί. Τί ἐξηγήσατο; Ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε: ὅτι εἷς ἐστιν ὁ Θεός. Ἀλλὰ τοῦτο μὲν καὶ οἱ λοιποὶ προφῆται, καὶ Μωϋσῆς ἄνω καὶ κάτω βοᾷ: Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι: καὶ ὁ Ἡσαΐας: Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔστιν. γʹ. Τί οὖν πλέον ἐμάθομεν παρὰ τοῦ Υἱοῦ, ὡς ἐν τοῖς κόλποις ὄντος τοῖς πατρικοῖς; τί παρὰ τοῦ Μονογενοῦς; Ὅτι πρῶτον μὲν καὶ αὐτὰ ταῦτα τῆς ἐνεργείας ἐστὶ τῆς ἐκείνου: ἔπειτα, πολλῷ τρανοτέραν ἐδεξάμεθα τὴν διδασκαλίαν, καὶ ἔγνωμεν ὅτι πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν: καὶ ἔτι αὐτὸ τοῦτο, ὅτι Θεὸν ἰδεῖν ἀδύνατον, καὶ ὅτι οὐδεὶς αὐτὸν γινώσκει, εἰ μὴ ὁ Υἱός: καὶ ὅτι ὁ Πατήρ ἐστι γνησίου Μονογενοῦς: καὶ τὰ ἄλλα ὅσα περὶ αὐτοῦ διελέχθη. Τὸ δὲ, Ἐξηγήσατο, τὴν τρανοτέραν καὶ σαφεστέραν δείκνυσι διδασκαλίαν, ἢν οὐ πρὸς Ἰουδαίους μόνον, ἀλλὰ καὶ πρὸς ἅπασαν ἐποιήσατο τὴν οἰκουμένην καὶ κατώρθωσε. Τοῖς μὲν οὖν προφήταις οὐδὲ Ἰουδαῖοι πάντες προσεῖχον: τῷ δὲ Μονογενεῖ τοῦ Θεοῦ πᾶσα ἡ οἰκουμένη καὶ εἶξε καὶ ἐπείσθη. Ἡ τοίνυν ἐξήγησις ἐνταῦθα τὸ σαφέστερον τῆς διδασκαλίας δηλοῖ: διὸ καὶ Λόγος λέγεται, καὶ Μεγάλης βουλῆς ἄγγελος. Ἐπεὶ οὖν καὶ μείζονος καὶ τελειοτέρας κατηξιώθημεν τῆς διδασκαλίας, οὐκ ἔτι διὰ προφητῶν, ἀλλὰ διὰ τοῦ Υἱοῦ λαλήσαντος ἡμῖν τοῦ Θεοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων, πολλῷ μείζονα καὶ ἀξίαν πολιτείαν ἐπιδειξώμεθα τῆς τιμῆς. Καὶ γὰρ ἄτοπον, αὐτὸν μὲν καταβῆναι τοσοῦτον, ὡς μηκέτι διὰ τῶν δούλων ἡμῖν ἐθέλειν διαλέγεσθαι, ἀλλὰ δι' ἑαυτοῦ: ἡμᾶς δὲ τῶν προτέρων μηδὲν ἐπιδείξασθαι πλέον. Ἐκεῖνοι μὲν οὖν Μωϋσέα, ἡμεῖς δὲ τὸν Μωϋσέως Δεσπότην διδάσκαλον ἔχομεν. Οὐκοῦν ταύτης τῆς τιμῆς ἀξίαν φιλοσοφίαν ἐπιδειξώμεθα, καὶ μηδὲν ἔχωμεν κοινὸν πρὸς τὴν γῆν. Διὰ γὰρ τοῦτο ἡμῖν ἄνωθεν ἐκ τῶν οὐρανῶν διδασκαλίαν ἐκόμισεν, ἵνα ἐκεῖ μεταστήσῃ τὴν διάνοιαν, ἵνα μιμηταὶ τοῦ διδασκάλου γενώμεθα κατὰ δύναμιν τὴν ἡμετέραν. Καὶ πῶς, φησὶν, ἔστι μιμητὰς γενέσθαι τοῦ Χριστοῦ, εἰς τὸ κοινωφελὲς ἅπαντα πραγματευομένους, καὶ μὴ τὰ ἑαυτῶν ζητοῦντας. Καὶ γὰρ ὁ Χριστὸς, φησὶν, οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται: Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. Μηδεὶς τοιγαροῦν τὸ ἑαυτοῦ ζητείτω. Οὕτω γάρ τις τὸ ἑαυτοῦ ζητεῖ, ἂν τὸ τοῦ πλησίον σκοπῇ: καὶ γὰρ τὰ ἐκείνων ἡμέτερα. Σῶμά ἐσμεν ἓν, καὶ ἀλλήλων μέρη καὶ μέλη. Μὴ τοίνυν ὡς διεσπασμένοι διακεώμεθα, μηδὲ λεγέτω τις: Ὁ δεῖνά μοι φίλος οὐκ ἔστιν, οὐδὲ συγγενὴς, οὐδὲ γείτων, οὐδὲ ἔχω τι κοινὸν πρὸς αὐτόν: πῶς προσελεύσομαι; πῶς διαλέξομαι; Εἰ γὰρ καὶ μὴ συγγενὴς, μηδὲ φίλος ἐστὶν, ἀλλ' ἄνθρωπός ἐστι, τῆς αὐτῆς σοὶ μετέχων φύσεως, τὸν αὐτὸν ἔχων Δεσπότην, ὁμόδουλος καὶ ὁμόσκηνος: ἐν γὰρ τῷ αὐτῷ γέγονε κόσμῳ. Εἰ δὲ καὶ τῆς πίστεως μετέχει τῆς αὐτῆς, ἰδού σοι καὶ μέλος γέγονε. Ποία γὰρ φιλία τοσαύτην ἕνωσιν ἐργάσασθαι δύναιτ' ἂν, ὅσην τῆς πίστεως ἡ συγγένεια; Οὐ γὰρ ὅσην φίλους πρὸς φίλους ἐπιδείκνυσθαι χρὴ τὴν ἐγγύτητα, καὶ τοσαύτην ἡμᾶς ἔχειν δεῖ τὴν πρὸς ἀλλήλους οἰκείωσιν: ἀλλ' ὅσην μέλος πρὸς μέλος. Τούτου γὰρ τοῦ τρόπου τῆς φιλίας καὶ κοινωνίας ἄλλην μείζονα οἰκείωσιν οὐκ ἄν τις εὕροι ποτέ. Ὥσπερ οὖν οὐκ ἂν δύναιο λέγειν: Πόθεν μοι οἰκειότης καὶ ἐγγύτης πρὸς αὐτόν; καταγέλαστον γὰρ τοῦτο: οὕτως οὐδὲ περὶ τοῦ ἀδελφοῦ δυνήσῃ τοῦτο εἰπεῖν. Οἱ γὰρ πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, φησί. Διατί εἰς ἓν σῶμα; Ὥστε μὴ διεσπάσθαι, ἀλλὰ τῇ πρὸς ἀλλήλους συνόδῳ καὶ φιλίᾳ σώματος ἑνὸς ἀκολουθίαν διατηρεῖν. Μὴ δὴ καταφρονήσωμεν ἀλλήλων, ἵνα μὴ ἑαυτῶν ὑπερίδωμεν. Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησε, φησὶν, ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν. Διὰ τοῦτο οἰκίαν μίαν τοῦτον ἡμῖν τὸν κόσμον ἔδωκεν ὁ Θεὸς, πάντα ἐξίσου διένειμεν, ἕνα ἀνῆψε πᾶσιν ἥλιον, ἕνα ἐξέτεινεν ὄροφον, τὸν οὐρανὸν, μίαν ἀνῆκε τράπεζαν, τὴν γῆν. Ἔδωκε καὶ ἑτέραν ταύτης πολλῷ μείζονα τράπεζαν, ἀλλὰ καὶ ταύτην μίαν: ἴσασιν οἱ συμμύσται τὸ λεγόμενον: ἕνα τρόπον γεννήσεως ἅπασιν ἐχαρίσατο τὸν πνευματικόν: μία πᾶσι πατρὶς, ἡ ἐν τοῖς οὐρανοῖς: ἐκ τοῦ ποτηρίου τοῦ αὐτοῦ πάντες πίνομεν. Οὐ τῷ μὲν πλουτοῦντι πλέον καὶ τιμιώτερον, τῷ πένητι δὲ εὐτελέστερον καὶ ἔλαττον ἐχαρίσατο, ἀλλὰ πάντας ἐξίσης ἐκάλεσε: τὰ σαρκικὰ ὁμοτίμως, τὰ πνευματικὰ ὁμοίως παρέσχε. Πόθεν οὖν ἡ ἀνωμαλία πολλὴ κατὰ τὸν βίον; Ἐκ τῆς τῶν πλουτούντων πλεονεξίας τε καὶ ἀλαζονείας. Ἀλλὰ μὴ, ἀδελφοὶ, μηκέτι ταῦτα γενέσθω, μηδὲ τῶν καθολικῶν καὶ ἀναγκαιοτέρων εἰς τὸ αὐτὸ συναγόντων ἡμᾶς, ἀπὸ τῶν γηΐνων καὶ εὐτελῶν διαιρώμεθα, πλούτου λέγω, καὶ πενίας, καὶ συγγενείας σωματικῆς, καὶ ἔχθρας καὶ φιλίας. Ταῦτα γὰρ πάντα σκιὰ, καὶ σκιᾶς εὐτελέστερα, τοῖς τὸν σύνδεσμον ἔχουσι τῆς ἀγάπης ἄνωθεν. Τοῦτον οὖν φυλάττωμεν ἀῤῥαγῆ, καὶ οὐδὲν ἐπεισελθεῖν δυνήσεται τῶν πνευμάτων τῶν πονηρῶν καὶ διαιρούντων τὴν τοσαύτην ἕνωσιν: ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note