Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on John
John ChrysostomHom. Jo. 21 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
21.1
ΟΜΙΛΙΑ ΚΑʹ. Ἀπεκρίθη Ναθαναὴλ, καὶ λέγει αὐτῷ:« Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσ ραήλ.» Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ:« Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει.» αʹ. Πολλῆς ἡμῖν, ἀγαπητοὶ, δεῖ τῆς μερίμνης, πολλῆς τῆς ἀγρυπνίας, ὥστε δυνηθῆναι τὸ βάθος κατοπτεῦσαι τῶν θείων Γραφῶν. Οὐ γὰρ ἁπλῶς, οὐδὲ καθεύδοντας ἔνι τὸ βούλημα αὐτῶν εὑρεῖν, ἀλλὰ δεῖ μὲν ἐρεύνης ἀκριβοῦς, δεῖ δὲ καὶ εὐχῆς ἐκτενοῦς, ἵνα δυνηθῶμεν μικρόν τι διαβλέψαι πρὸς τὰ ἄδυτα τῶν θείων λογίων. Ἰδοὺ γὰρ καὶ τήμερον οὐ μικρὸν ἡμῖν ζήτημα πρόκειται, ἀλλὰ καὶ πολλῆς δεόμενον τῆς σπουδῆς καὶ τῆς ἐρεύνης. Εἰπόντος γὰρ τοῦ Ναθαναὴλ, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Χριστός φησιν: Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζονα τούτων ὄψει. Τί ποτ' οὖν ἐν τοῖς εἰρημένοις ἐστὶ τὸ ζητούμενον; Ὅτι Πέτρος μὲν μετὰ τοσαῦτα θαύματα καὶ διδασκαλίαν τοιαύτην ὁμολογήσας, ὅτι Σὺ Υἱὸς εἶ τοῦ Θεοῦ, μακαρίζεται, ὡς παρὰ τοῦ Πατρὸς τὴν ἀποκάλυψιν δεξάμενος: ὁ δὲ Ναθαναὴλ καὶ πρὸ τῶν σημείων, καὶ πρὸ τῆς διδασκαλίας τὸ αὐτὸ τοῦτο εἰπὼν, οὐδὲν τοιοῦτον ἤκουσεν, ἀλλὰ καὶ ὡς οὐδὲν εἰρηκὼς τοσοῦτον, ὅσον ἐχρῆν εἰπεῖν, ἐπὶ μείζω προσάγεται. Τί ποτ' οὖν τὸ αἴτιον; Ὅτι τὰ μὲν ῥήματα τὰ αὐτὰ ἐφθέγξατο καὶ ὁ Πέτρος καὶ ὁ Ναθαναὴλ, οὐ μετὰ τῆς αὐτῆς δὲ διανοίας ἑκάτερος, ἀλλ' ὁ μὲν Πέτρος ὡμολόγησεν Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν ἀληθῆ, ὁ δὲ ἄνθρωπον ψιλόν. Καὶ πόθεν δῆλον τοῦτο ἡμῖν; Ἐκ τῶν μετὰ ταῦτα εἰρημένων. Εἰπὼν γὰρ, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ἐπήγαγε: Σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ὁ δὲ τοῦ Θεοῦ Υἱὸς οὐ τοῦ Ἰσραήλ ἐστι βασιλεὺς μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης. Οὐκ ἀπὸ τούτου δὲ μόνον τοῦτο δῆλον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς. Τῷ μὲν γὰρ Πέτρῳ οὐδὲν ὕστερον προσέθηκεν ὁ Χριστὸς, ἀλλ' ὡς ἀπηρτισμένης αὐτῷ τῆς πίστεως, τὴν Ἐκκλησίαν ἔφησεν ἐπὶ τὴν ὁμολογίαν οἰκοδομήσειν τὴν ἐκείνου. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἐποίησεν, ἀλλὰ καὶ τὸ ἐναντίον. Ὡς γὰρ πολλοῦ τινος καὶ τοῦ βελτίονος μέρους τῇ ὁμολογίᾳ λείποντος, τὰ λοιπὰ προσέθηκε. Τί γάρ φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν: ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Ὁρᾷς πῶς αὐτὸν ἀπὸ τῆς γῆς ἀνάγει κατὰ μικρὸν, καὶ ποιεῖ μηκέτι φαντάζεσθαι ἄνθρωπον ἁπλῶς; Ὧ| γὰρ ἄγγελοι διακονοῦσι, καὶ ἐφ' ὃν ἄγγελοι ἀναβαίνουσι καὶ καταβαίνουσι, πῶς ἂν οὗτος ἄνθρωπος εἴη; Διὰ τοῦτο εἶπε, Μείζονα τούτων ὄψει: καὶ δεικνὺς αὐτὸ, ἐπήγαγε τὴν τῶν ἀγγέλων διακονίαν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι: Μέγα σοι, φησὶν, ὦ Ναθαναὴλ, ἔδοξεν εἶναι τοῦτο, καὶ διὰ τοῦτό με βασιλέα τοῦ Ἰσραὴλ ὡμολόγησας: τί οὖν ἐρεῖς, ὅταν ἴδῃς τοὺς ἀγγέλους ἐπ' ἐμὲ ἀναβαίνοντας καὶ καταβαίνοντας; διὰ τούτων πείθων, καὶ τῶν ἀγγέλων αὐτὸν ὁμολογῆσαι Δεσπότην. Ὡς γὰρ ἐπὶ υἱὸν βασιλέως γνήσιον, οὕτως ἀνῄεσαν καὶ κατῄεσαν οἱ διάκονοι οἱ βασιλικοὶ, τοῦτο μὲν παρὰ τὸν καιρὸν τοῦ σταυροῦ, τοῦτο δὲ παρὰ τὸν καιρὸν τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως, καὶ πρὸ τούτου δὲ, ὅτε προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὅτε εὐηγγελίζοντο αὐτοῦ τὸν τόκον, ὅτε ἐβόων: Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη: ὅτε πρὸς τὴν Μαριὰμ ἦλθον, ὅτε πρὸς τὸν Ἰωσήφ. Ὅπερ δὲ ἐπὶ πολλῶν ἐποίησε, τοῦτο καὶ νῦν ποιεῖ. Δύο λέγει προῤῥήσεις, καὶ τῆς μὲν ἤδη τὸν ἔλεγχον δίδωσι, τὴν δὲ μέλλουσαν ἀπὸ τῆς παρούσης βεβαιοῖ. Καὶ γὰρ τῶν λεχθέντων τὰ μὲν τὴν ἀπόδειξιν ἔλαβεν, οἶόν ἐστι, Πρὸ τοῦ Φίλιππον φωνῆσαί σε, ὑπὸ τὴν συκῆν εἶδόν σε: τὰ δὲ ἐκβήσεσθαι ἔμελλε, καὶ ἐκ μέρους ἐξέβη, ἡ τῶν ἀγγέλων κατάβασις καὶ ἀνάβασις, ἡ ἐπὶ τοῦ σταυροῦ, ἡ ἐπὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως: ὃ καὶ αὐτὸ διὰ τῶν εἰρημένων ἀξιόπιστον ποιεῖ καὶ πρὸ τῆς ἐκβάσεως. Ὁ γὰρ ἐπὶ τοῖς παρελθοῦσιν αὐτοῦ τὴν δύναμιν γνοὺς, καὶ περὶ τῶν μελλόντων ἀκούων, εὐκολώτερον καταδέχοιτο ἂν καὶ ταύτην τὴν πρόῤῥησιν. Τί οὖν ὁ Ναθαναήλ; Οὐδὲν πρὸς τοῦτο ἀποκρίνεται. Διὸ καὶ ὁ Χριστὸς μέχρι τούτου τὸν λόγον ἔστησε τὸν πρὸς αὐτὸν, συγχωρῶν κατ' ἰδίαν ἀναλογίσασθαι τὰ λεχθέντα, καὶ οὐ βουλόμενος πάντα ἀθρόως ἐκχέειν, ἀλλὰ καταβαλὼν εἰς εὔφορον γῆν τὰ σπέρματα, ἀφίησιν αὐτὴν ἐπὶ σχολῆς βλαστῆσαι λοιπόν. Ὅπερ καὶ ἀλλαχοῦ δεικνὺς ἔλεγεν: Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα. Καὶ ἐν τῷ καθεύδειν αὐτὸν, ἐπέρχεται ὁ ἐχθρὸς, καὶ σπείρει ζιζάνια ἀνὰ μέσον τοῦ σίτου. Ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. Καὶ ἐκλήθη ὁ Ἰησοῦς εἰς τοὺς γάμους. Ἦν δὲ καὶ ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Εἶπον καὶ φθάσας, ὅτι ἐν τῇ Γαλιλαίᾳ μᾶλλον γνώριμος ἦν: διὸ καὶ καλοῦσιν αὐτὸν εἰς τὸν γάμον, καὶ παραγίνεται. Οὐδὲ γὰρ πρὸς τὴν ἀξίαν ἑώρα τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὴν εὐεργεσίαν τὴν ἡμετέραν. Ὁ γὰρ μὴ ἀπαξιώσας δούλου μορφὴν λαβεῖν, πολλῷ μᾶλλον οὐκ ἂν ἐπηξίωσεν εἰς γάμον ἐλθεῖν δούλων: ὁ τελώναις καὶ ἁμαρτωλοῖς συναναπεσὼν, πολλῷ μᾶλλον οὐκ ἂν παρῃτήσατο τοῖς ἐν τῷ γάμῳ παροῦσι συγκατακλίνεσθαι. Οὐ μὴν οἱ καλέσαντες τὴν προσήκουσαν περὶ αὐτοῦ κρίσιν εἶχον, οὐδ' ὡς μέγαν τινὰ ἐκάλουν, ἀλλ' ἁπλῶς ὡς τῶν πολλῶν ἕνα καὶ ὡς γνώριμον. Καὶ τοῦτο ᾐνίξατο ὁ εὐαγγελιστὴς εἰπών: Ἦν δὲ ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Ὥσπερ οὖν ἐκείνην καὶ τοὺς ἀδελφοὺς ἐκάλεσαν, ἐκάλεσαν καὶ τὸν Ἰησοῦν. Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ αὐτοῦ: Οἶνον οὐκ ἔχουσιν. Ἄξιον ἐνταῦθα ζητῆσαι, πόθεν ἐπῆλθε τῇ μητρὶ μέγα τι φαντασθῆναι περὶ τοῦ παιδός. Οὐδὲ γὰρ σημεῖον ἦν τι πεποιηκώς. Ταύτην γὰρ, φησὶν, ἀρχὴν ἐποίησε τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας. βʹ. Εἰ δὲ λέγοι τις, μὴ εἶναι τοῦτο τεκμήριον ἱκανὸν τοῦ ταύτην ἀρχὴν εἶναι τῶν σημείων, διὰ τὸ ἁπλῶς προσκεῖσθαι, Ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς ἐγχωροῦν πρῶτον ἐκεῖ γεγενῆσθαι, μὴ μέντοι πάντως καὶ πρῶτον( εἰκὸς γὰρ αὐτὸν ἀλλαχοῦ πεποιηκέναι ἕτερα): ἐκεῖνο πρὸς αὐτὸν ἐροῦμεν, ὃ καὶ ἔμπροσθεν εἴπομεν. Ποῖον δὴ τοῦτο; Ὅπερ Ἰωάννης φησίν: Ἐγὼ δὲ οὐκ ᾔδειν αὐτόν: ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων. Εἰ δὲ κατὰ τὴν πρώτην ἡλικίαν ἐθαυματούργει, οὐκ ἂν ἐδεήθησαν Ἰσραηλῖται ἑτέρου τοῦ φανερώσοντος αὐτόν. Ὁ γὰρ εἰς ἄνδρας ἐλθὼν, καὶ οὕτως ἀπὸ τῶν θαυμάτων οὐ τοῖς ἐν Ἰουδαίᾳ γνωρισθεὶς μόνον, ἀλλὰ καὶ τοῖς ἐν Συρίᾳ καὶ περαιτέρω, καὶ ταῦτα ἐν τρισὶν ἔτεσι μόνον ταῦτα πεποιηκὼς, μᾶλλον δὲ οὐδὲ τῶν τριῶν τούτων δεηθεὶς εἰς τὸ δεῖξαι ἑαυτόν: εὐθέως γὰρ καὶ ἐκ τῆς πρώτης πανταχοῦ ἡ ἀκοὴ αὐτοῦ ἀπῆλθεν: ὁ τοίνυν ἐν βραχεῖ καιρῷ οὕτω διὰ τοῦ πλήθους τῶν θαυμάτων ἐκλάμψας, ὥστε αὐτοῦ τὸ ὄνομα κατάδηλον γενέσθαι πᾶσι: πολλῷ μᾶλλον εἰ παῖς ὢν ἐκ πρώτης ἡλικίας ἐθαυματούργει, ἐπὶ τοσοῦτον χρόνον οὐκ ἔμελλε λήσεσθαι. Τά τε γὰρ γινόμενα παραδοξότερα ἂν ἔδοξεν εἶναι, ἅτε παρὰ μειρακίου γινόμενα, ὅ τε χρόνος διπλασίων καὶ τριπλασίων καὶ πολλῷ πλείων ἦν ἄν. Ἀλλὰ γὰρ οὐδὲν ἐποίησε παῖς ὤν: ἀλλ' ἓν τοῦτο μόνον ἐμαρτύρησεν ὁ Λουκᾶς, ὅτι ἐκαθέζετο δωδεκαετὴς ὢν τῶν διδασκάλων ἀκροώμενος, καὶ διὰ τῆς ἐρωτήσεως ἐδόκει θαυμαστὸς εἶναι: καὶ ἄλλως δὲ εἰκότως καὶ κατὰ λόγον οὐκ ἤρξατο τῶν σημείων ἐκ πρώτης ἡλικίας εὐθέως. Ἐνόμισαν γὰρ ἂν φαντασίαν εἶναι τὸ πρᾶγμα. Εἰ γὰρ ἐν ἡλικίᾳ γενομένου πολλοὶ τοῦτο ὑπώπτευσαν, πολλῷ μᾶλλον, ἐὰν μειράκιον ὢν κομιδῇ ἐθαυματούργει, καὶ θᾶττον δὲ καὶ πρὸ τοῦ προσήκοντος καιροῦ ἐπὶ τὸν σταυρὸν ὥρμησαν ἂν, τῇ βασκανίᾳ τηκόμενοι: καὶ αὐτὰ τὰ τῆς οἰκονομίας δ' ἂν ἠπιστήθη πράγματα. Πόθεν οὖν ἐπῆλθε τῇ μητρὶ μέγα τι φαντασθῆναι περὶ αὐτοῦ; φησίν. Ἀποκαλύπτεσθαι λοιπὸν ἤρχετο, καὶ ἐξ Ἰωάννου κατάδηλος ἦν, καὶ ἀπὸ τῶν πρὸς τοὺς μαθητὰς εἰρημένων αὐτῷ: καὶ πρὸ τούτων δὲ ἁπάντων, αὐτὴ ἡ σύλληψις, καὶ τὰ μετὰ τὴν γέννησιν γενόμενα πάντα, μεγίστην αὐτῇ περὶ τοῦ παιδὸς ἐνέθηκε τὴν ὑπόνοιαν. Ἤκουσε γὰρ, φησὶ, πάντα τὰ περὶ τοῦ παιδός, Καὶ συνετήρει ἐν τῇ καρδίᾳ αὐτῆς. Τίνος οὖν ἕνεκεν, φησὶν, οὐ πρὸ τούτου ταῦτα ἔλεγεν; Ὅτι, ὅπερ ἔφην, τότε λοιπὸν ἀρχὴν τοῦ φανεροῦσθαι ἐλάμβανε. Πρὸ μὲν γὰρ τούτου ὡς τῶν πολλῶν εἷς ὢν, οὕτω διῆγεν: ὅθεν οὐδὲ ἐθάῤῥει τοιοῦτόν τι πρὸς αὐτὸν ἡ μήτηρ εἰπεῖν. Ἐπειδὴ δὲ ἤκουσεν, ὅτι Ἰωάννης δι' αὐτὸν ἦλθε, καὶ ὅτι αὐτῷ ἐμαρτύρησεν ἅπερ ἐμαρτύρησε, καὶ ὅτι μαθητὰς ἔσχε, τότε λοιπὸν θαῤῥοῦσα παρακαλεῖ, καὶ ὑστερήσαντος οἴνου, λέγει: Οἶνον οὐκ ἔχουσιν. Ἐβούλετο γὰρ καὶ ἐκείνοις καταθέσθαι χάριν, καὶ ἑαυτὴν λαμπροτέραν ποιῆσαι διὰ τοῦ παιδός. Καὶ τάχα τι καὶ ἀνθρώπινον ἔπασχε, καθάπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, λέγοντες, Δεῖξον σεαυτὸν τῷ κόσμῳ, βουλόμενοι τὴν ἀπὸ τῶν θαυμάτων δόξαν καρπώσασθαι. Διὰ τοῦτο καὶ αὐτὸς σφοδρότερον ἀπεκρίνατο, λέγων: Τί ἐμοὶ καὶ σοὶ, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου. Ἐπεὶ ὅτι σφόδρα ᾐδεῖτο τὴν τεκοῦσαν, ἄκουσον τοῦ Λουκᾶ διηγουμένου πῶς ὑποτεταγμένος τοῖς γονεῦσιν ἦν, καὶ αὐτοῦ δὲ τούτου τοῦ εὐαγγελιστοῦ δεικνύντος, πῶς αὐτῆς προενόησε καὶ παρ' αὐτὸν τοῦ σταυροῦ τὸν καιρόν. Ἔνθα μὲν γὰρ ἂν μηδὲν ἐμποδίζωσι, μηδὲ παρεγκόπτωσί τι τῶν κατὰ Θεὸν πραγμάτων οἱ γονεῖς, ἀναγκαῖον εἴκειν καὶ ὀφειλόμενον, καὶ τὸ μὴ τοῦτο ποιεῖν, κίνδυνος μέγας: ὅταν δὲ ἀκαίρως τι ζητῶσι καὶ ἐγκόπτωσί τι τῶν πνευματικῶν, οὐκ ἀσφαλὲς πείθεσθαι. Διὸ καὶ ἐνταῦθα οὕτως ἀπεκρίνατο, καὶ ἀλλαχοῦ πάλιν: Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; Οὐδέπω γὰρ ἣν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον: ἀλλ' ἐπειδὴ ὤδινεν αὐτὸν, ἠξίου κατὰ τὴν λοιπὴν τῶν μητέρων συνήθειαν, οὕτως ἅπαντα ἐπιτάττειν αὐτῷ, δέον ὡς Δεσπότην σέβειν καὶ προσκυνεῖν. Διὰ τοῦτο οὖν τότε οὕτως ἀπεκρίνατο. Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν, καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου, καὶ τῆς διδασκαλίας προτεθείσης, ἐκείνην παρελθοῦσαν μέσην, ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως, ἰδίᾳ δὲ διαλέγεσθαι, μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν, ἀλλ' ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν. Διὰ τοῦτο ἔλεγε, Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου; οὐχ ὑβρίζων τὴν γεγεννηκυῖαν: ἄπαγε: ἀλλ' ὠφελῶν τὰ μέγιστα, καὶ οὐκ ἀφιεὶς ταπεινὰ περὶ αὐτοῦ φρονεῖν. Εἰ γὰρ τῶν ἄλλων ἐκήδετο, καὶ πάντα ἔπραττεν ὥστε ἐνθεῖναι αὐτοῖς τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν, πολλῷ μᾶλλον ἐπὶ μητρός. Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν: διὰ τοῦτο οὕτως ἀπεκρίνατο πρὸς τοὺς εἰπόντας. Οὐδὲ γὰρ ἂν ἑτέρως αὐτὴν ἀνήγαγεν ἀπὸ τῆς ταπεινώσεως ταύτης πρὸς τὸ ὕψος ἐκεῖνο, εἰ προσεδόκα ὡς παρὰ παιδὸς ἀεὶ τιμηθήσεσθαι, ἀλλὰ μὴ ὡς Δεσπότην ἥξειν αὐτόν. Καὶ ἐνταῦθα μὲν οὖν ταύτης ἕνεκεν τῆς προφάσεως ἔλεγε: Τί ἐμοὶ καὶ σοὶ, ὦ γύναι; Καὶ δι' ἑτέραν δὲ ἀναγκαίαν αἰτίαν οὐχ ἧττον. Ποίαν δὲ ταύτην; Ὥστε μὴ ὑποπτευθῆναι τὰ γινόμενα θαύματα. Παρὰ γὰρ τῶν δεομένων παρακληθῆναι ἐχρῆν, οὐ παρὰ τῆς μητρός. Τί δήποτε; Ὅτι τὰ μὲν ἐκ τῆς τῶν οἰκείων παρακλήσεως γινόμενα, κἂν μεγάλα ᾖ, προσίσταται τοῖς ὁρῶσι πολλάκις: ὅταν δὲ οἱ χρείαν ἔχοντες, οὗτοι δέωνται, ἀνύποπτον τὸ θαῦμα γίνεται, καὶ καθαρὸς ὁ ἔπαινος, καὶ πολλὴ ἡ ὠφέλεια. γʹ. Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι. Διὸ καὶ τότε ἐπετίμησε, λέγων: Τί ἐμοὶ καὶ σοὶ, γύναι; παιδεύων αὐτὴν εἰς τὸ μέλλον μηκέτι τὰ τοιαῦτα ποιεῖν. Ἔμελε γὰρ αὐτῷ καὶ τῆς εἰς τὴν μητέρα τιμῆς, πολλῷ δὲ πλέον τῆς σωτηρίας τῆς κατὰ ψυχὴν, καὶ τῆς τῶν πολλῶν εὐεργεσίας, δι' ἣν καὶ τὴν σάρκα ὑπέδυ. Οὐ τοίνυν ἀπαυθαδιαζομένου πρὸς τὴν μητέρα ταῦτα τὰ ῥήματα ἦν, ἀλλ' οἰκονομίας πολλῆς ῥυθμιζούσης αὐτήν τε ἐκείνην, καὶ τὰ θαύματα μετὰ τῆς προσηκούσης γενέσθαι παρασκευαζούσης ἀξίας. Ἐπεὶ ὅτι σφόδρα αὐτὴν ἐτίμα, καὶ χωρὶς τῶν ἄλλων αὐτὸ τοῦτο τὸ δοκοῦν ἐπιτιμητικῶς εἰρῆσθαι, μάλιστα ἱκανὸν ἐμφῆναι. Τῷ γὰρ δυσχερᾶναι ἔδειξεν ὅτι σφόδρα αὐτὴν δυσωπεῖται. Πῶς δὲ καὶ τίνι τρόπῳ, τῇ ἑξῆς τοῦτο ἐροῦμεν. Ταῦτα οὖν ἐννοῶν, καὶ ὅταν ἀκούσῃς γυναικός τινος λεγούσης: Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας: εἶτα αὐτοῦ ἀποκρινομένου: Μενοῦν γε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου: ἀπὸ τῆς αὐτῆς γνώμης κἀκεῖνα εἰρῆσθαι νόμιζε τὰ ῥήματα. Οὐ γὰρ ἀπωθουμένου τὴν μητέρα ἡ ἀπόκρισις ἦν, ἀλλὰ δεικνύντος ὅτι οὐδὲν αὐτὴν ὁ τόκος ὤνησεν ἂν, εἰ μὴ σφόδρα ἦν ἀγαθὴ καὶ πιστή. Εἰ δὲ τὴν Μαρίαν οὐδὲν ὠφελεῖ χωρὶς τῆς κατὰ ψυχὴν ἀρετῆς, τὸ γεννηθῆναι παρ' αὐτῆς τὸν Χριστόν: πολλῷ μᾶλλον ἡμᾶς κἂν πατέρα, κἂν ἀδελφὸν, κἂν παῖδα ἔχωμεν ἐνάρετον καὶ γενναῖον, αὐτοὶ δὲ πόῤῥω ὦμεν τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδὲν τοῦτο ὠφελῆσαι δυνήσεται. Ἀδελφὸς γὰρ, φησὶν ὁ Δαυῒδ, οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἐν οὐδενὶ γὰρ ἑτέρῳ, ἀλλ' ἐν μόνοις τοῖς οἰκείοις κατορθώμασι μετὰ τὴν τοῦ Θεοῦ χάριν τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν δεῖ. Ἐπεὶ εἰ τοῦτο ἔμελλεν ὠφελήσειν καθ' ἑαυτὸ τὴν παρθένον, ὠφέλησεν ἂν καὶ Ἰουδαίους( συγγενὴς γὰρ ἦν αὐτῶν κατὰ σάρκα ὁ Χριστὸς), ὠφέλησεν ἂν καὶ τὴν πόλιν ἐν ᾗ ἐτέχθη, ὠφέλησεν ἂν καὶ τοὺς ἀδελφούς. Νῦν δὲ καὶ οἱ ἀδελφοὶ, ἕως μὲν ἑαυτῶν ἠμέλουν, οὐδὲν αὐτοὺς τὸ τῆς συγγενείας ἀξίωμα ὠφέλει, ἀλλὰ μετὰ τοῦ λοιποῦ κατεγινώσκοντο κόσμου: τότε δὲ ἐθαυμάσθησαν, ὅτε ἀπὸ τῆς οἰκείας ἔλαμψαν ἀρετῆς. Ἀλλ' ἡ πόλις καὶ ἔπεσε καὶ ἐνεπρήσθη, μηδὲν ἀπὸ τούτου κερδάνασα: κατεσφάγησαν δὲ καὶ ἀπώλοντο σφόδρα ἐλεεινῶς καὶ οἱ κατὰ σάρκα συγγενεῖς, οὐδὲν ἀπὸ τῆς πρὸς αὐτὸν συγγενείας εἰς τὸ σωθῆναι κερδάναντες, ἐπειδὴ τὴν ἀπὸ τῆς ἀρετῆς προστασίαν οὐκ εἶχον. Πάντων δὲ μείζους ἀνεφάνησαν οἱ ἀπόστολοι, ἐπειδὴ τὸν ἀληθινὸν καὶ ζηλωτὸν τρόπον τῆς πρὸς αὐτὸν οἰκειώσεως μετῆλθον, τὸν διὰ τῆς ὑπακοῆς. Κἀντεῦθεν οὖν μανθάνομεν, ὅτι πίστεως ἡμῖν πανταχοῦ χρεία, καὶ βίου λάμποντος καὶ φαιδροῦ. Τοῦτο γὰρ ἡμᾶς μόνον διασῶσαι δυνήσεται. Ἐπειδὴ καὶ μέχρι πολλοῦ οἱ συγγενεῖς αὐτοῦ ἐθαυμάζοντο πανταχοῦ, οἳ καὶ Δεσπόσυνοι ἐλέγοντο: ἀλλ' ὅμως αὐτῶν μὲν οὐδὲ τὰ ὀνόματα ἴσμεν, τῶν δὲ ἀποστόλων καὶ ὁ βίος καὶ τὰ ὀνόματα ᾄδεται πανταχοῦ. Μὴ τοίνυν μέγα φρονῶμεν ἐπὶ εὐγενείᾳ τῇ κατὰ σάρκα, ἀλλὰ κἂν μυρίους ἔχωμεν προγόνους θαυμαστοὺς, αὐτοὶ σπουδάσωμεν ὑπερβαλέσθαι τὰς ἐκείνων ἀρετὰς, εἰδότες ὅτι οὐδὲν ἀπὸ τῆς ἑτέρων σπουδῆς εἰς τὴν μέλλουσαν κερδανοῦμεν κρίσιν, ἀλλὰ καὶ τοῦτο κρῖμα ἔσται σφοδρότερον. Ἀγαθῶν γὰρ ὄντες πατέρων, καὶ οἴκοθεν ἔχοντες τὸ ὑπόδειγμα, οὐδὲ οὕτω μιμούμεθα τοὺς διδασκάλους. Ταῦτα δὲ λέγω νῦν, ἐπειδὴ ὁρῶ Ἕλληνας πολλοὺς, ὅταν ἐπὶ τὴν πίστιν αὐτοὺς ἄγωμεν, καὶ παρακαλῶμεν γενέσθαι Χριστιανοὺς, ἐπὶ τοὺς συγγενεῖς καὶ τοὺς προγόνους καταφεύγοντας καὶ τὴν οἰκίαν, καὶ λέγοντας: Πάντες οἱ προσήκοντές μοι καὶ ἐπιτήδειοι καὶ συνοικοῦντες, πιστοὶ Χριστιανοὶ τυγχάνουσι. Τί οὖν τοῦτο πρὸς σὲ, ἄθλιε καὶ ταλαίπωρε; Τοῦτο γάρ σε μάλιστα ἀπολεῖ, ὅτι οὐδὲ τὸ πλῆθος τῶν συνοικούντων αἰδεσθεὶς πρὸς τὴν ἀλήθειαν ἔδραμες. Πάλιν ἄλλοι τινὲς, πιστοὶ μὲν ὄντες, βίου δὲ ἠμελημένως τυγχάνοντες, παρακαλούμενοι πρὸς ἀρετὴν, τὸ αὐτὸ δὴ τοῦτο προβάλλονται λέγοντες: Ὁ πατὴρ ὁ ἐμὸς, καὶ ὁ πάππος, καὶ ὁ ἐπίπαππος σφόδρα εὐσεβεῖς καὶ σπουδαῖοι ἐτύγχανον ὄντες. Ἀλλὰ τοῦτο δή σε κατακρινεῖ μάλιστα, ὅτι τοιούτων ὢν ἔγγονος, ἀνάξια τῆς οἰκείας ἔπραξας ῥίζης. Ἄκουσον γὰρ ὁ Προφήτης τί φησι πρὸς τοὺς Ἰουδαίους: Ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ, καὶ ἐν γυναικὶ ἐφυλάξατο: καὶ πάλιν ὁ Χριστὸς, Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν: καὶ εἶδε, καὶ ἐχάρη. Καὶ πανταχοῦ τὰ τῶν προγόνων κατορθώματα οὐ μόνον ἀντ' ἐγκωμίων, ἀλλὰ καὶ ἀντὶ μείζονος αὐτοῖς προσφέρουσι τῆς κατηγορίας. Ταῦτ' οὖν εἰδότες, καὶ ἡμεῖς ἅπαντα πράττωμεν, ὥστε διὰ τῶν οἰκείων ἔργων σωθῆναι δυνηθῆναι, ἵνα μὴ μάτην ἑαυτοὺς ταῖς εἰς ἑτέρους ἀπατήσαντες ἐλπίσι, τότε μάθωμεν ὅτι μάτην ἠπατήθημεν, ὅτε τῆς γνώσεως ἡμῖν ταύτης ὄφελος οὐδέν. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Οὐκοῦν ἐνταῦθα μετανοήσωμεν, ὥστε τῶν αἰωνίων τυχεῖν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note