Homilies on John
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
23.1
ΟΜΙΛΙΑ ΚΓʹ. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας. αʹ. Πολὺς ὁ διάβολος ἔγκειται καὶ σφοδρὸς, πάντοθεν πολιορκῶν τὴν σωτηρίαν τὴν ἡμετέραν. Δεῖ τοίνυν ἐγρηγορέναι καὶ νήφειν, καὶ πανταχόθεν ἐπιτειχίζειν αὐτοῦ τὴν ἔφοδον. Κἂν γὰρ μικρᾶς ἐπιλάβηταί τινος ἀφορμῆς, εὐρεῖαν ἑαυτῷ κατασκευάζει λοιπὸν τὴν εἴσοδον, καὶ ὅλην εἰσάγει κατὰ μικρὸν τὴν ἑαυτοῦ δύναμιν. Εἰ τοίνυν λόγος τις ἡμῖν ἐστι τῆς σωτηρίας τῆς ἡμετέρας, μηδὲ ἐν τοῖς μικροῖς αὐτῷ συγχωρῶμεν ἡμῖν ἐπιέναι, ἵνα ἀπὸ τούτων τὰ μεγάλα προαναστείλωμεν. Καὶ γὰρ ἐσχάτης ἀνοίας ἂν εἴη, ἐκεῖνον μὲν τοσαύτην ἐπιδείκνυσθαι σπουδὴν, ὥστε τὴν ἡμετέραν ἀπολλύναι ψυχήν: ἡμᾶς δὲ ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας μηδὲ τὸ ἴσον ἄγειν μέτρον. Ταῦτά μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἐπειδὴ δέδοικα, μήποτε ἐν μέσῳ τῷ σηκῷ καὶ νῦν ὁ λύκος οὗτος ἑστήκῃ μὴ καθορώμενος ἡμῖν, καὶ θηριάλωτον ἐκ τούτου γένηται πρόβατον, ῥᾳθυμίᾳ καὶ ἐπιβουλῇ πονηρᾷ ἀποβουκοληθὲν τῆς ἀγέλης καὶ τῆς ἀκροάσεως. Εἰ μὲν γὰρ ἦν αἰσθητὰ τὰ τραύματα, ἢ καὶ τὸ σῶμα τὰς πληγὰς ἐλάμβανεν, οὐκ ἦν ἔργον διαγνῶναι τὰς τοιαύτας ἐπιβουλάς. Ἐπειδὴ δὲ ἀόρατος ἡ ψυχὴ, καὶ αὐτὴ τὰ ἕλκη δέχεται, πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, ὥστε ἕκαστον ἑαυτὸν δοκιμάζειν. Οὐδεὶς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. Ὁ μὲν γὰρ λόγος ἅπασι διαλέγεται, καὶ κοινὸν πρόκειται φάρμακον τοῖς δεομένοις: ἑνὸς δὲ ἑκάστου τῶν ἀκροωμένων λαβεῖν ἔστι τὸ ἐπιτήδειον τῷ νοσήματι. Οὐκ οἶδα ἐγὼ τοὺς ἀῤῥωστοῦντας, οὐκ οἶδα τοὺς ὑγιαίνοντας. Διὰ τοῦτο πάντα λόγον κινῶ καὶ πᾶσιν ἐπιτήδειον πάθεσι, νῦν μὲν πλεονεξίας κατηγορῶν, αὖθις δὲ τρυφῆς, πάλιν ἀσελγείας καθαπτόμενος, εἶτα ἐλεημοσύνης συντιθεὶς ἔπαινον καὶ παράκλησιν: εἶτα τῶν ἄλλων ἑκάστου κατορθωμάτων. Δέδοικα γὰρ μήποτε περὶ ἓν τῶν λόγων ἡμῖν ἀσχολουμένων, λάθω θεραπεύων πάθος ἕτερον, ἄλλα καμνόντων ὑμῶν. Ὥστε εἰ μὲν εἷς ἦν ἐνταῦθα ὁ συλλεγόμενος, οὐκ ἂν οὕτω σφόδρα ἀναγκαῖον εἶναι ἐνόμισα πολυειδῆ τὸν λόγον ποιῆσαι. Ἐπειδὴ δὲ ἐν πλήθει τοσούτῳ πολλὰ εἶναι καὶ πάθη εἰκὸς, οὐκ ἀπεικότως ποικίλλομεν τὴν διδασκαλίαν: πάντως γὰρ εὑρήσει τὴν ἑαυτοῦ χρείαν ὁ λόγος ἅπασιν ἐφαπλούμενος. Διά τοι τοῦτο καὶ ἡ Γραφὴ πολυειδής τίς ἐστι, περὶ μυρίων ἡμῖν διαλεγομένη πραγμάτων, ἐπειδὴ κοινῇ τῇ φύσει διαλέγεται τῶν ἀνθρώπων. Ἐν δὲ πλήθει τοσούτῳ πάντα ἀνάγκη τὰ πάθη τῆς ψυχῆς εἶναι, εἰ καὶ μὴ πάντα ἐν πᾶσι. Τούτων τοίνυν ἑαυτοὺς ἐκκαθάραντες, οὕτω τῶν θείων λόγων ἀκούσωμεν, καὶ μετὰ συντεταμένης διανοίας, καὶ τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων ἀκούσωμεν. Τίνα δὲ ταῦτά ἐστι; Ταύτην ἐποίησε, φησὶ, τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας. Εἶπον καὶ πρώην ὅτι τινὲς οὐκ ἀρχὴν ταύτην εἶναί φασι. Τί γὰρ, φησὶν, εἰ πρόσκειται ἐν Κανᾷ τῆς Γαλιλαίας; Τὴν γὰρ ἀρχὴν, φησὶ, ταύτην ἐποίησεν ἐν Κανᾷ. Ἐγὼ δὲ ὑπὲρ τούτων μὲν οὐδὲν ἂν ἀκριβολογησαίμην: ἀλλ' ὅτι μέντοι μετὰ τὸ βάπτισμα τῶν σημείων ἤρξατο, καὶ πρὸ τοῦ βαπτίσματος οὐδὲν ἐθαυματούργησε, καὶ ἔμπροσθεν ἐδηλώσαμεν. Εἴτε δὲ τοῦτο, εἴτε ἕτερον πρῶτον σημεῖον ἐγένετο τῶν μετὰ τὸ βάπτισμα γενομένων, οὐ σφόδρα διισχυρίζεσθαι ἀναγκαῖον εἶναί μοι δοκεῖ. Καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ. Πῶς καὶ τίνι τρόπῳ; Οὐδὲ γὰρ πολλοὶ προσεῖχον τῷ γινομένῳ, ἀλλ' οἱ διάκονοι, καὶ ὁ ἀρχιτρίκλινος, καὶ ὁ νυμφίος. Πῶς οὖν ἐφανέρωσε τὴν δόξαν αὐτοῦ; Τό γε αὐτοῦ μέρος. Εἰ δὲ καὶ μὴ τότε, ἀλλ' ὕστερον ἔμελλον τὸ θαῦμα ἀκούσεσθαι ἅπαντες: μέχρι γὰρ τοῦ νῦν ᾄδεται, καὶ οὐ διέλαθεν. Ὅτι γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐ πάντες ᾔδεσαν, ἀπὸ τῶν ἐπαγομένων δῆλον. Εἰπὼν γὰρ, Ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, ἐπήγαγε: Καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, οἱ καὶ πρὸ τούτου θαυμάζοντες αὐτόν. Ὁρᾷς ὅτι τὰ σημεῖα τότε μάλιστα ἀναγκαῖον ἦν ποιεῖν, ὅτε οἱ εὐγνώμονες καὶ προσέχοντες τοῖς γινομένοις σαφῶς παρῆσαν; Οὗτοι γὰρ ἔμελλον καὶ πιστεύειν εὐκολώτερον, καὶ μετὰ ἀκριβείας προσέχειν τοῖς γινομένοις. Καὶ πῶς ἂν ἐγένετο γνώριμος τῶν σημείων χωρίς; Ὅτι καὶ διδασκαλία ἱκανὴ καὶ προφητεία καὶ τὸ θαῦμα ἐνθεῖναι ταῖς τῶν ἀκουόντων ψυχαῖς, ὥστε μετὰ διαθέσεως προσέχειν τοῖς γινομένοις, τῆς ψυχῆς προοικειωμένης ἤδη. Διά τοι τοῦτο πολλαχοῦ καὶ ἀλλαχοῦ φασιν οἱ εὐαγγελισταὶ, μὴ πεποιηκέναι σημεῖον αὐτὸν, διὰ τὸ τῶν ἀνθρώπων σκαιὸν τῶν ἐκεῖ διατριβόντων. Καὶ μετὰ ταῦτα κατέβη εἰς Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ: καὶ ἦσαν ἐκεῖ οὐ πολλὰς ἡμέρας. Τίνος οὖν ἕνεκεν παραγίνεται μετὰ τῆς μητρὸς εἰς Καπερναούμ; Οὔτε γὰρ θαῦμα οὐδὲν εἰργάσατο αὐτόθι, οὔτε οἱ τὴν πόλιν οἰκοῦντες ἐκείνην τῶν ὑγιῶς πρὸς αὐτὸν ἐχόντων ἦσαν, ἀλλὰ καὶ τῶν σφόδρα διεφθαρμένων. Καὶ τοῦτο ἐδήλωσεν ὁ Χριστὸς εἰπών: Καὶ σὺ, Καπερναοὺμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ. Τίνος οὖν ἕνεκεν παραγίνεται; Ἐμοὶ δοκεῖ, ἐπειδὴ μικρὸν ὕστερον ἔμελλεν ἀνιέναι εἰς τὰ Ἱεροσόλυμα, διὰ τοῦτο τότε ἀπελθεῖν, ὥστε μὴ πανταχοῦ τοὺς ἀδελφοὺς ἐπισύρεσθαι καὶ τὴν μητέρα. Ἀπελθὼν γοῦν καὶ ὀλίγον διατρίψας χρόνον διὰ τὴν εἰς τὴν μητέρα τιμὴν, οὕτω πάλιν ἐπιλαμβάνεται τῶν θαυμάτων, ἀποκαταστήσας τὴν γεγεννηκυῖαν. Διὰ τοῦτό φησιν, ὅτι οὐ μετὰ πολλὰς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα. Πρὸ ὀλίγων ἄρα ἡμερῶν τοῦ Πάσχα ἐβαπτίσατο. Ἀνελθὼν δὲ εἰς τὰ Ἱεροσόλυμα τί ποιεῖ; Πρᾶγμα πολλῆς αὐθεντίας γέμον. Τοὺς γὰρ καπήλους ἐκείνους, τοὺς τραπεζίτας, τοὺς τὰς περιστερὰς πωλοῦντας καὶ βόας καὶ πρόβατα, καὶ διὰ τοῦτο ἐκεῖ διατρίβοντας, ἐξέβαλε. βʹ. Καὶ ἕτερος μὲν εὐαγγελιστής φησιν, ὅτι ἐκβάλλων ἔλεγεν: Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου σπήλαιον λῃστῶν: οὗτος δέ φησιν, Οἶκον ἐμπορίου, οὐκ ἐναντίως ἀλλήλοις λέγοντες, ἀλλὰ δεικνύντες ὅτι ἐκ δευτέρου τοῦτο ἐποίησε, καὶ ὅτι οὐ κατὰ τὸν αὐτὸν καιρὸν ἀμφότερα γέγονεν, ἀλλὰ νῦν μὲν ἐν προοιμίοις, νῦν δὲ πρὸς αὐτὸ τὸ πάθος ἐλθὼν, τοῦτο ποιεῖ. Διὸ καὶ σφοδρότερον τοῖς λόγοις χρησάμενος, σπήλαιον ἐκάλεσεν ἐνταῦθα: ἐν δὲ ἀρχῇ τῶν σημείων οὐχ οὕτως, ἀλλ' ὑφειμένῃ μᾶλλον τῇ ἐπιτιμήσει κέχρηται: ὅθεν εἰκὸς δεύτερον τοῦτο πεποιηκέναι. Καὶ τίνος ἕνεκεν, φησὶν, αὐτὸ τοῦτο πεποίηκεν ὁ Χριστὸς, καὶ τοσαύτῃ σφοδρότητι κέχρηται κατ' αὐτῶν, ὅπερ οὐδαμοῦ φαίνεται ποιῶν, καὶ ταῦτα ὑβριζόμενος, λοιδορούμενος, καὶ Σαμαρείτης καὶ δαιμονῶν κληθεὶς παρ' αὐτῶν; Οὐδὲ γὰρ ἠρκέσθη τοῖς λόγοις μόνον, ἀλλὰ καὶ φραγέλλιον λαβὼν, οὕτως αὐτοὺς ἐξέβαλεν. Οἱ δὲ Ἰουδαῖοι ἑτέρων μὲν εὐεργετουμένων, ἐγκαλοῦσι καὶ ἀγριαίνουσιν: ὅτε δὲ εἰκὸς ἦν ἐκθηριωθῆναι ἐπιτιμωμένους, οὐ τοιούτῳ κέχρηνται πρὸς αὐτὸν τρόπῳ. Οὐ γὰρ ἐπετίμησαν, οὐδὲ ὕβρισαν: ἀλλὰ τί φασι; Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Ὁρᾷς βασκανίας ὑπερβολὴν, καὶ πῶς αἱ τῶν ἄλλων εὐεργεσίαι μᾶλλον αὐτοὺς παρώξυναν; Ποτὲ μὲν οὖν σπήλαιον λῃστῶν τὸν ναὸν ὑπ' αὐτῶν ἔλεγε γενέσθαι, δεικνὺς ὅτι τὰ πωλούμενα ἀπὸ κλοπῆς ἦν, καὶ ἁρπαγῆς καὶ πλεονεξίας, καὶ ἐκ τῶν ἀλλοτρίων ἐπλούτουν συμφορῶν: ποτὲ δὲ οἶκον ἐμπορίου, τὰς ἀναισχύντους αὐτῶν καπηλείας ἐνδεικνύμενος. Ἀλλὰ τίνος ἕνεκεν τοῦτο πεποίηκεν; Ἐπειδὴ ἔμελλεν ἐν Σαββάτῳ θεραπεύειν, καὶ πολλὰ τοιαῦτα ποιεῖν, ἃ ἐδόκει παρ' αὐτοῖς τοῦ νόμου παράβασις εἶναι: ἵνα μὴ δόξῃ ὡς ἀντίθεός τις καὶ ἐξ ἐναντίας ἥκων τῷ Πατρὶ ταῦτα ποιεῖν, ἐντεῦθεν τῆς τοιαύτης ὑπονοίας αὐτῶν ποιεῖται τὴν διόρθωσιν. Οὐ γὰρ ἂν ὁ τοσοῦτον ζῆλον ἐπιδειξάμενος ὑπὲρ τοῦ οἴκου, τῷ τοῦ οἴκου Δεσπότῃ καὶ ἐν αὐτῷ θεραπευομένῳ ἔμελλεν ἐναντιοῦσθαι. Ἦν μὲν οὖν ἱκανὰ καὶ τὰ πρότερα ἔτη, ἐν οἷς κατὰ τὸν νόμον ἐβίω, δεῖξαι τὴν πρὸς τὸν νομοθέτην αἰδὼ, καὶ ὅτι οὐκ ἀντινομοθετῶν ἦλθεν: ἐπειδὴ δὲ εἰκὸς ἦν ἐκεῖνα λήθῃ παραδοθῆναι τῷ χρόνῳ, ἅτε οὐ πᾶσιν ὄντα γνώριμα, διὰ τὸ ἐν οἰκίᾳ τρέφεσθαι πτωχῇ καὶ εὐτελεῖ, παρόντων πάντων λοιπὸν( καὶ γὰρ πολλοὶ παρῆσαν, ἅτε ἑορτῆς πλησίον οὔσης), τοῦτο ποιεῖ, καὶ παρακεκινδυνευμένως. Οὐδὲ γὰρ ἁπλῶς ἐξέβαλεν, ἀλλὰ καὶ τὰς τραπέζας ἀνέτρεψε, καὶ τὸ ἀργύριον ἐξέχεε, διδοὺς αὐτοῖς ἐκ τούτων λογίσασθαι, ὅτι οὐκ ἂν ὁ εἰς κινδύνους ῥίπτων ἑαυτὸν ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου, τοῦ Δεσπότου τοῦ οἴκου κατεφρόνησεν ἄν: Εἰ γὰρ ὑποκρινόμενος ταῦτα ἐποίει, παραινέσαι ἐχρῆν μόνον: τὸ δὲ καὶ εἰς κινδύνους καταστῆναι, πάνυ τολμηρόν. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν, καὶ θυμῷ τοσούτῳ ἀγοραίων ἑαυτὸν ἐκδοῦναι, καὶ δῆμον πολλῆς γέμοντα ἀλογίας καπήλων ἀνθρώπων καθ' ἑαυτοῦ παροξύναι ὑβρίζοντα, ζημιοῦντα: οὐχ ὑποκρινομένου ἦν, ἀλλὰ πάντα αἱρουμένου πάθη, ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου. Διὰ τοῦτο οὐδὲ δι' ὧν ποιεῖ μόνον, ἀλλὰ καὶ δι' ὧν λέγει, δείκνυσι τὴν πρὸς αὐτὸν συμφωνίαν: οὐδὲ γὰρ εἶπε, Τὸν οἶκον τὸν ἅγιον, ἀλλὰ, Τὸν οἶκον τοῦ Πατρός μου. Ἰδοὺ καὶ Πατέρα καλεῖ, καὶ οὐκ ὀργίζονται: ᾤοντο γὰρ ἁπλῶς αὐτὸν λέγειν. Ἐπειδὴ δὲ προϊὼν τρανότερον ἐφθέγγετο, ὡς ἐκείνην παραστῆσαι τὴν διάνοιαν τὴν τῆς ἰσότητος, τότε ἀγριαίνουσιν. Τί οὖν ἐκεῖνοι; Τί σημεῖον δεικνύεις ἡμῖν, φησὶν, ὅτι ταῦτα ποιεῖς; Ὢ τῆς ἐσχάτης μανίας! Σημείου γὰρ χρεία ἦν, ὥστε τὰ κακῶς γινόμενα παῦσαι, καὶ τὸν οἶκον ἀπαλλάξαι τοσαύτης αἰσχύνης; τὸ δὲ ζῆλον τοιοῦτον λαβεῖν ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ, οὐ μέγιστον σημεῖον ἀρετῆς ἦν; Οἱ γοῦν εὐγνώμονες καὶ ἐντεῦθεν ἐδείκνυντο. Καὶ γὰρ ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ τότε, φησὶν, ὅτι ἔστι γεγραμμένον: Ὁ ζῆλος τοῦ οἴκου σου κατεφάγησέ με. Ἀλλ' οὐκ ἐκεῖνοι τῆς προφητείας ἐμνήσθησαν, ἀλλὰ, Τί σημεῖον δεικνύεις ἡμῖν; ἔλεγον, ἅμα μὲν ὑπὲρ τῆς αἰσχροκερδείας τῆς ἑαυτῶν ἀλγοῦντες ἐκκοπτομένης, καὶ προσδοκῶντες ταύτῃ κωλύειν αὐτὸν, καὶ ἐκκαλέσασθαι εἰς θαῦμα βουλόμενοι, καὶ ἐπισκῆψαι τοῖς γινομένοις. Διὰ τοῦτο οὐδὲ δίδωσιν αὐτοῖς σημεῖον. Ἐπεὶ καὶ πρότερον προσελθοῦσι καὶ αἰτοῦσι, τὸ αὐτὸ ἀπεκρίνατο: Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Ἀλλὰ τότε μὲν σαφέστερον, νυνὶ δὲ αἰνιγματωδέστερον. Ποιεῖ δὲ τοῦτο διὰ τὴν ἐσχάτην αὐτῶν ἀναισθησίαν. Οὐ γὰρ ἂν ὁ μὴ αἰτοῦντας προλαμβάνων καὶ σημεῖα διδοὺς, οὗτος αἰτοῦντας ἂν ἀπεστράφη, εἰ μὴ τὴν διάνοιαν αὐτῶν εἶδε πονηρὰν οὖσαν καὶ δολερὰν, καὶ ὕπουλον αὐτῶν τὴν προαίρεσιν. Αὐτὸ γὰρ εὐθέως τὸ ἐρώτημα ἐννόησον ὅσης κακίας μεστὸν ἦν. Δέον γὰρ αὐτὸν ἀποδέξασθαι τῆς σπουδῆς καὶ τοῦ ζήλου, δέον ἐκπλαγῆναι, ὅτι τοσαύτην τοῦ οἴκου ποιεῖται πρόνοιαν, οἱ δὲ ἐγκαλοῦσι, καπηλεύειν ἐξεῖναι λέγοντες, λύειν δὲ τὴν καπηλείαν οὐκ ἐξὸν εἶναι, ἂν μὴ σημεῖόν τι ἐπιδείξηται. Τί οὖν ὁ Χριστός; Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Πολλὰ τοιαῦτα φθέγγεται, τοῖς μὲν τότε ἀκούουσιν οὐκ ὄντα δῆλα, τοῖς δὲ μετὰ ταῦτα, ἐσόμενα. Τίνος δὲ ἕνεκεν τοῦτο ποιεῖ; Ἵνα δειχθῇ προειδὼς ἄνωθεν τὰ μετὰ ταῦτα, ὅταν ἐξέλθῃ καὶ τῆς προῤῥήσεως τὸ τέλος: ὃ δὴ καὶ ἐπὶ τῆς προφητείας ταύτης γέγονεν. Ὅτε γὰρ, φησὶν, ἠγέρθη ἐκ νεκρῶν, τότε ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε: καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς. Ὅτε δὲ ἐλέγετο, οἱ μὲν ἠποροῦντο τί ποτ' ἂν εἴη τὸ εἰρημένον, οἱ δὲ ἀμφέβαλλον, λέγοντες: Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Τεσσαράκοντα δὲ καὶ ἓξ ἔτη ἔλεγον, τὴν ὑστέραν οἰκοδομὴν δηλοῦντες: ἡ γὰρ προτέρα εἰς εἴκοσιν ἐτῶν ἀπηρτίσθη χρόνον. γʹ. Τίνος οὖν ἕνεκεν οὐκ ἔλυσε τὸ αἴνιγμα, καὶ εἶπεν, ὅτι Οὐ περὶ τοῦ ναοῦ λέγω τούτου, ἀλλὰ περὶ τῆς σαρκὸς τῆς ἐμῆς, ἀλλ' ὁ μὲν εὐαγγελιστὴς ὕστερον γράφων τὸ Εὐαγγέλιον, ἑρμηνεύει τὸ εἰρημένον, αὐτὸς δὲ ἐσίγησε τότε; Τίνος οὖν ἕνεκεν ἐσίγησεν; Ὅτι οὐκ ἂν τὸν λόγον ἐδέξαντο. Εἰ γὰρ μηδὲ οἱ μαθηταὶ ἱκανοί πως συνιέναι τὸ λεχθὲν ἦσαν, πολλῷ μᾶλλον οἱ ὄχλοι. Ὅτε γὰρ, φησὶν, ἀνέστη ὁ Ἰησοῦς ἐκ τῶν νεκρῶν, τότε ἐμνήσθησαν καὶ ἐπίστευσαν τῷ λόγῳ καὶ τῇ Γραφῇ. Δύο γὰρ ἦν αὐτοῖς τὰ προϊστάμενα τέως: ἓν μὲν τὸ τῆς ἀναστάσεως, ἕτερον δὲ τὸ τούτου μεῖζον, εἰ Θεὸς ἦν ὁ ἔνδον οἰκῶν: ἅπερ ἀμφότερα ᾐνίξατο εἰπών: Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν: ὅπερ καὶ ὁ Παῦλος οὐ μικρὸν εἶναι σημεῖόν φησι θεότητος, οὕτω λέγων: Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ. Διατί δὲ καὶ ἐκεῖ καὶ ἐνταῦθα τοῦτο δίδωσι σημεῖον, καὶ πανταχοῦ, νῦν μὲν λέγων, Ὅταν ὑψωθῶ, καὶ, Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι: νῦν δὲ, Οὐ δοθήσεται ὑμῖν σημεῖον, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ: καὶ ἐνταῦθα πάλιν: Ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν; Ὅτι τοῦτο μάλιστα ἦν τὸ δεικνύον αὐτὸν οὐκ ὄντα ἄνθρωπον ψιλὸν, τὸ δυνηθῆναι κατὰ τοῦ θανάτου στῆσαι τρόπαιον, τὸ τὴν τυραννίδα αὐτοῦ τὴν μακρὰν, καὶ τὸν χαλεπὸν καταλῦσαι πόλεμον οὕτω ταχέως. Διὰ τοῦτό φησι, Τότε εἴσεσθε. Τότε: πότε; Ὅταν ἀναστὰς ἐπισπάσωμαι τὴν οἰκουμένην, τότε εἴσεσθε, ὅτι καὶ ταῦτα ὡς Θεὸς καὶ Θεοῦ Υἱὸς γνήσιος ἐποίουν, ἐκδικῶν τὴν εἰς τὸν Πατέρα ὕβριν. Τί δήποτε δὲ οὐκ εἶπε καὶ ποίων σημείων χρεία πρὸς τὸ παῦσαι τὸ γινόμενον κακῶς, ἀλλ' ἐπηγγείλατο δώσειν σημεῖον; Ὅτι ἐκείνῳ μὲν ἂν αὐτοὺς πλέον παρώξυνε, ταύτῃ δὲ μᾶλλον κατέπληξεν. Ἀλλ' ὅμως οὐδὲν πρὸς τοῦτο εἶπον: καὶ γὰρ ἔδοξεν αὐτοῖς ἄπιστον λέγειν, καὶ οὐδὲ ἐρωτῆσαι ἠνείχοντο, ἀλλ' ὡς ἀδύνατον ὂν παρέδραμον. Εἰ δὲ νοῦν εἶχον, εἰ καὶ τότε ἄπιστον ἔδοξεν αὐτοῖς εἶναι, ὅτε τὰ πολλὰ ἐποίησε σημεῖα, τότε ἂν προσελθόντες ἠρώτησαν, τότε ἂν ἠξίωσαν τὴν ἀπορίαν αὐτοῖς λυθῆναι: ἀλλ' ἀνόητοι ὄντες, τοῖς μὲν οὐδ' ὅλως προσεῖχον τῶν λεγομένων, τὰ δὲ μετὰ πονηρᾶς ἤκουον διανοίας. Διὸ καὶ ὁ Χριστὸς αἰνιγματωδῶς πρὸς αὐτοὺς ἐφθέγγετο. Ἀλλὰ τὸ ζητούμενον ἐκεῖνό ἐστι: Πῶς οἱ μαθηταὶ οὐκ ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ τῶν νεκρῶν ἀναστῆναι; Ὅτι οὔπω τῆς τοῦ Πνεύματος ἦσαν καταξιωθέντες χάριτος. Διὸ συνεχῶς τοὺς περὶ ἀναστάσεως ἀκούοντες λόγους, οὐδὲν συνίεσαν, ἀλλὰ διελογίζοντο καθ' ἑαυτοὺς, τί ποτε τοῦτό ἐστι. Καὶ γὰρ πολὺ ξένον καὶ παράδοξον ἦν τὸ λεγόμενον, τὸ ἑαυτόν τινα δύνασθαι ἀνιστᾷν, καὶ ἀνιστᾷν οὕτως. Διὰ τοῦτο καὶ Πέτρος ἐπετιμήθη, ἐπειδὴ οὐδὲν εἰδὼς περὶ ἀναστάσεως, ἔλεγεν: Ἵλεώς σοι. Καὶ οὐδὲ ὁ Χριστὸς πρὸ τοῦ πράγματος αὐτοῖς ἀπεκάλυψε τοῦτο σαφῶς, ἵνα μὴ σκανδαλισθῶσιν ἐν ἀρχῇ διαπιστοῦντες τῷ λεγομένῳ διὰ τὸ πολὺ παράδοξον, καὶ μηδέπω σαφῶς αὐτὸν εἰδέναι ὅστις ἐστίν. Τοῖς μὲν γὰρ διὰ τῶν πραγμάτων βοωμένοις οὐδεὶς ἂν διαπιστήσειε: τοῖς δὲ διὰ τῶν λόγων λεγομένοις εἰκὸς ἦν τινας διαπιστεῖν. Διὰ τοῦτο ἐκ πρώτης εἴασε συγκεκαλυμμένον εἶναι τὸν λόγον. Ὅτε δὲ διὰ τῆς πείρας πρὸς τὴν ἀλήθειαν ἤγαγε τὰ εἰρημένα, τότε λοιπὸν ἔδωκε καὶ τῶν ῥημάτων τὴν σύνεσιν, καὶ τοσαύτην τοῦ Πνεύματος τὴν χάριν, ὥστε ἀθρόον πάντα ἀπολαβεῖν. Ἐκεῖνος γὰρ, φησὶν, ἀναμνήσει ὑμᾶς πάντα. Οἱ γὰρ καὶ τὴν πρὸς αὐτὸν αἰδὼ ἐν μιᾷ μόνον ἐκβαλόντες ἑσπέρᾳ, καὶ φυγόντες, καὶ οὐδὲ ἰδεῖν αὐτὸν φάσκοντες, σχολῇ γ' ἂν τῶν ἐν παντὶ τῷ χρόνῳ γενομένων τε καὶ λεχθέντων ἐμνημόνευσαν, εἰ μὴ πολλῆς ἀπήλαυσαν τῆς τοῦ Πνεύματος χάριτος. Καὶ εἰ παρὰ τοῦ Πνεύματος, φησὶν, ἀκούσεσθαι ἔμελλον, τίς χρεία ἦν συγγίνεσθαι αὐτοὺς τῷ Χριστῷ, μέλλοντας μὴ κατέχειν τὰ λεγόμενα; Ὅτι οὐκ ἐδίδασκε τὸ Πνεῦμα, ἀλλ' ἀνεμίμνησκεν ἃ προλαβὼν ὁ Χριστὸς εἶπεν. Οὐ μικρὸν δὲ εἰς τὴν δόξαν συντελεῖ τοῦ Χριστοῦ τὸ παραπεμφθῆναι εἰς τὴν μνήμην τῶν λεχθέντων αὐτοῖς. Παρὰ μὲν οὖν τὴν ἀρχὴν τῆς τοῦ Θεοῦ χάριτος ἐγένετο τὸ ἐπιπτῆναι τὴν τοῦ Πνεύματος χάριν οὕτω δαψιλῆ καὶ πολλήν: ὕστερον δὲ τῆς ἑαυτῶν ἀρετῆς, τὸ κατασχεῖν τὴν δωρεάν. Βίον γὰρ ἐπεδείξαντο λαμπρὸν, καὶ πολλὴν τὴν σοφίαν, καὶ μεγάλους τοὺς πόνους, καὶ κατεγέλασαν μὲν τῆς παρούσης ζωῆς, οὐδὲν δὲ ἡγήσαντο τὰ ἀνθρώπινα, ἀλλὰ ἀνώτεροι πάντων ἐγένοντο, καὶ καθάπερ τινὲς ἀετοὶ κοῦφοι ὑψηλὰ πετώμενοι, διὰ τῶν ἔργων πρὸς αὐτὸν ἀφείλκοντο τὸν οὐρανὸν, καὶ διὰ τούτων ἔσχον τοῦ Πνεύματος τὴν χάριν ἄφατον. Τούτους τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, καὶ μὴ σβέσωμεν τὰς λαμπάδας, ἀλλὰ διατηρήσωμεν φαιδρὰς δι' ἐλεημοσύνης. Τούτου τοῦ πυρὸς τὸ φέγγος οὕτω διακρατεῖται. Συνάξωμεν τοίνυν εἰς ἀγγεῖα τὸ ἔλαιον, ἕως ἐνταῦθά ἐσμεν. Οὐδὲ γὰρ ἔστι τοῦτο πρίασθαι ἀπελθόντας ἐκεῖ, οὐδὲ ἀλλαχόθεν αὐτὸ λαβεῖν, ἀλλ' ἢ διὰ τῆς τῶν πενήτων χειρός. Συλλέξωμεν τοίνυν ἐντεῦθεν ἤδη μετὰ πολλῆς τῆς δαψιλείας, εἴ γε βουλόμεθα μετὰ τοῦ νυμφίου εἰσελθεῖν: εἰ δὲ μὴ, ἔξω μένειν τοῦ νυμφῶνος ἀνάγκη. Ἀμήχανον γὰρ, ἀμήχανον, κἂν μυρία κατορθώσωμεν ἀγαθὰ, τῆς ἐλεημοσύνης χωρὶς ἐπιβῆναι τῶν τῆς βασιλείας προθύρων. Διὸ μετὰ πολλῆς ταύτην ἐπιδειξώμεθα τῆς δαψιλείας, ὥστε ἀπολαῦσαι τῶν ἀποῤῥήτων ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος πάντοτε, καὶ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.