Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on John
John ChrysostomHom. Jo. 24 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
24.1
ΟΜΙΛΙΑ ΚΔʹ. Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. αʹ. Τῶν ἀνθρώπων τῶν τότε οἱ μὲν τῇ πλάνῃ προσεῖχον, οἱ δὲ τῆς ἀληθείας ἀντείχοντο: ἀλλὰ καὶ τούτων ἔνιοι πρὸς ὀλίγον αὐτῆς ἀντιλαμβανόμενοι, πάλιν αὐτῆς ἐξέπιπτον. Τούτους καὶ ὁ Χριστὸς αἰνιττόμενος, σπέρμασι παρέβαλε τοῖς οὐ κατὰ βάθους κειμένοις, ἀλλὰ τὰς ῥίζας ὑπὲρ τῆς ἐπιφανείας τῆς γῆς ἔχουσιν, οὓς καὶ ταχέως ἀπολεῖσθαι ἔφη. Τούτους καὶ ὁ εὐαγγελιστὴς ἐνταῦθα ἡμῖν ἐδήλωσεν, οὕτω λέγων, ὅτι Ὡς ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν, θεωροῦντες αὐτοῦ τὰ σημεῖα, ἃ ἐποίει. Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς. Ἐκεῖνοι γὰρ ἀκριβέστεροι ἦσαν οἱ μαθηταὶ, ὅσοι μὴ ἀπὸ σημείων προσῄεσαν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς διδασκαλίας. Τοὺς μὲν γὰρ παχυτέρους τὰ σημεῖα ἐφείλκετο, τοὺς δὲ λογικωτέρους αἱ προφητεῖαι καὶ αἱ διδασκαλίαι. Ὅσοι γοῦν ἀπὸ διδασκαλίας κατεσχέθησαν, οὗτοι τῶν ἀπὸ σημείων ἦσαν βεβαιότεροι: οὓς καὶ ὁ Χριστὸς ἐμακάριζε λέγων, Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Ὅτι δὲ οὐ τῶν γνησίων ἦσαν οὗτοι, δείκνυσι καὶ ἡ ἐπαγωγή: Αὐτὸς γὰρ, φησὶν, ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς. Διατί; Διὰ τὸ γινώσκειν πάντα, καὶ ὅτι οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου: αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν: Οὐ προσεῖχε τοῖς ἔξωθεν ῥήμασι, ταῖς καρδίαις ἐμβατεύων αὐταῖς, καὶ πρὸς τὴν διάνοιαν εἰσιών: καὶ τὴν πρόσκαιρον αὐτῶν θερμότητα εἰδὼς σαφῶς, οὐκ ἐθάῤῥει αὐτοῖς ὡς μαθηταῖς ἀπηρτισμένοις, οὐκ ἐνεχείριζε πάντα τὰ δόγματα αὐτοῖς ὡς ἤδη βεβαίως πιστοῖς γενομένοις. Τὸ δὲ τὰ ἐν τῇ καρδίᾳ τῶν ἀνθρώπων εἰδέναι, τοῦ πλάσαντος κατὰ μόνας τὰς καρδίας ἐστὶ Θεοῦ. Σὺ γὰρ, φησὶν, ἐπίστασαι καρδίας μονώτατος. Οὐκ ἐδεῖτο τοίνυν μαρτύρων ὥστε τῶν οἰκείων πλασμάτων μαθεῖν τὴν διάνοιαν: ὅθεν οὐδὲ ἀπὸ τῆς προσκαίρου πίστεως αὐτοῖς ἐθάῤῥει. Ἄνθρωποι μὲν γὰρ οὔτε τὰ παρόντα, οὔτε τὰ μέλλοντα εἰδότες, πολλάκις καὶ τοῖς δολερῶς προσιοῦσι, καὶ τοῖς μικρὸν ὕστερον ἀποστησομένοις, ἅπαντα χωρίς τινος ὑποστολῆς καὶ λέγουσι καὶ ἐγχειρίζουσιν: ὁ δὲ Χριστὸς οὐχ οὕτως. Ἤ| δει γὰρ αὐτῶν τὰ ἀπόῤῥητα πάντα σαφῶς. Τοιοῦτοι πολλοὶ καὶ νῦν εἰσι, τὸ μὲν τῆς πίστεως ὄνομα ἔχοντες, εὐρίπιστοι δὲ καὶ εὐάγωγοι. Διὰ τοῦτο οὐδὲ νῦν ὁ Χριστὸς ἑαυτὸν ἐμπιστεύει, ἀλλὰ τὰ πλείονα ἀποκρύπτεται. Καθάπερ γὰρ ἡμεῖς οὐ τοῖς ἁπλῶς φίλοις, ἀλλὰ τοῖς γνησίοις θαῤῥοῦμεν: οὕτω καὶ ὁ Θεός. Ἄκουσον γοῦν τί φησι τοῖς μαθηταῖς ὁ Χριστός: Οὐκ ἔτι ὑμᾶς λέγω δούλους: ὑμεῖς γὰρ φίλοι μου ἐστέ. Πόθεν, καὶ διατί; Ὅτι πάντα, ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπεκάλυψα ὑμῖν. Διὰ τοῦτο οὐδὲ τοῖς Ἰουδαίοις τὰ σημεῖα ἐδίδου αἰτοῦσιν, ὅτι πειράζοντες ᾔτουν. Ἆρα οὖν τὸ σημεῖα αἰτεῖν, πειραζόντων ἐστὶ καὶ τότε καὶ νῦν: Καὶ γὰρ καὶ νῦν εἰσιν οἱ ζητοῦντες καὶ λέγοντες: Διατί μὴ καὶ νῦν σημεῖα γίνεται; Εἰ γὰρ πιστὸς εἶ, ὡς εἶναι χρὴ, καὶ φιλεῖς τὸν Χριστὸν, ὡς φιλεῖν δεῖ, οὐ χρείαν ἔχεις σημείων: ταῦτα γὰρ τοῖς ἀπίστοις δίδοται. Πῶς οὖν Ἰουδαίοις οὐκ ἐδόθη, φησί; Μάλιστα μὲν ἐδόθη: εἰ δὲ ἔστιν ὅπου καὶ αἰτοῦντες οὐκ ἔλαβον, ἐπειδὴ οὐχ ὑπὲρ τοῦ τῆς ἀπιστίας ἀπαλλαγῆναι ταῦτα ᾔτουν, ἀλλ' ὑπὲρ τοῦ μᾶλλον αὐτῶν βεβαιῶσαι τὴν πονηρίαν. Καὶ ἦν ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων: οὗτος ἦλθε πρὸς αὐτὸν νυκτός. Οὗτος καὶ ἐν μέσῳ τῷ Εὐαγγελίῳ φαίνεται τὸν ὑπὲρ τοῦ Χριστοῦ ποιούμενος λόγον: λέγει γάρ: Ὁ νόμος ἡμῶν οὐδένα κρίνει, ἐὰν μὴ πρότερον ἀκούσῃ. Πρὸς τοῦτον καὶ Ἰουδαῖοι δυσχεραίνουσι λέγοντες: Ἐρώτησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Καὶ μετὰ τὸν σταυρὸν δὲ πολλὴν τὴν ἐπιμέλειαν τῆς ταφῆς τοῦ Δεσποτικοῦ σώματος πεποίηται. Ἦλθε γὰρ, φησὶ, καὶ Νικόδημος ὁ ἐλθὼν πρὸς τὸν Κύριον νυκτὸς, φέρων μίγμα μύρου καὶ ἀλόης ὡς λίτρας ἑκατόν. Καὶ νῦν δὲ διέκειτο μὲν περὶ τὸν Χριστὸν, οὐχ ὡς ἐχρῆν δὲ, οὔτε μετὰ διανοίας τῆς προσηκούσης, ἀλλ' ἔτι ὑπὸ τῆς Ἰουδαϊκῆς κατείχετο ἀσθενείας. Διὰ τοῦτο καὶ νυκτὸς ἦλθε, δεδοικὼς ἐν ἡμέρᾳ τοῦτο ποιῆσαι. Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς οὐδὲ οὕτως αὐτὸν ἀπώσατο, οὐδὲ διήλεγξεν, οὐδὲ τῆς αὐτοῦ διδασκαλίας ἀπεστέρησεν, ἀλλὰ καὶ μετὰ πολλῆς αὐτῷ τῆς ἐπιεικείας διαλέγεται, καὶ δόγματα αὐτῷ παρανοίγει τὰ σφόδρα ὑψηλὰ, αἰνιγματωδῶς μὲν, παρανοίγει δὲ ὅμως, Πολλῷ γὰρ μᾶλλον οὗτος συγγνώμης ἄξιος ἦν τῶν διὰ πονηρίαν τοῦτο ποιούντων. Ἐκεῖνοι μὲν γὰρ πάσης εἰσὶν ἀπολογίας ἐκτός: οὗτος δὲ καὶ αὐτὸς καταγνώσεως μὲν ὑπεύθυνος ἦν, οὐ μὴν τοσαύτης. Πῶς οὖν ὁ εὐαγγελιστὴς οὐδὲν τοιοῦτον εἶπε περὶ αὐτοῦ; Εἶπε μὲν οὖν ἀλλαχοῦ, ὅτι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν: διὰ δὲ τοὺς Ἰουδαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται: ἐνταῦθα δὲ τὸ πᾶν διὰ τῆς κατὰ τὴν νύκτα παρουσίας ᾐνίξατο. Τί οὖν οὗτός φησι; Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος: οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιῆσαι, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ. βʹ. Ἔτι κάτω στρέφεται ὁ Νικόδημος, ἔτι ἀνθρωπίνην ἔχει περὶ αὐτοῦ διάνοιαν, καὶ ὡς περὶ προφήτου διαλέγεται, οὐδὲν μέγα ἀπὸ τῶν σημείων φανταζόμενος. Οἴδαμεν, φησὶν, ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος. Τί οὖν νυκτὸς ἔρχῃ καὶ λανθάνων πρὸς τὸν τὰ τοῦ Θεοῦ λέγοντα; πρὸς τὸν ἐκεῖθεν ἥκοντα; τί μὴ μετὰ παῤῥησίας διαλέγῃ; Ἀλλ' οὐδὲ τοῦτο εἶπεν ὁ Ἰησοῦς, οὐδὲ διήλεγξεν αὐτόν: Κάλαμον γὰρ συντετριμμένον οὐ κατεάξει, φησὶν, καὶ λίνον τυφώμενον οὐ σβέσει. Καὶ αὐτὸς πάλιν, Οὐκ ἐρίσει, φησὶν, οὐδὲ κράξει: καὶ πάλιν, Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Οὐδεὶς δύναται ταῦτα τὰ σημεῖα ποιεῖν, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ. Ἐκεῖνος μέντοι ἔτι κατὰ τοὺς αἱρετικοὺς φθέγγεται, ἐνεργούμενον αὐτὸν καὶ τῆς ἑτέρων βοηθείας δεόμενον ταῦτα πράττειν, ἅπερ ἔπραττε, λέγων. Τί οὖν ὁ Χριστός; Ὅρα συγκαταβάσεως ὑπερβολήν: οὐκ εἶπε μὲν, ὅτι Οὐδὲν δέομαι τῆς ἑτέρων βοηθείας, ἀλλὰ, Μετ' ἐξουσίας πάντα πράττω: καὶ γὰρ Υἱός εἰμι γνήσιος τοῦ Θεοῦ, καὶ τῆς αὐτῆς τῷ γεγεννηκότι δυνάμεως: παρῃτήσατο δὲ τέως διὰ τὸ πρόσαντες εἶναι τῷ ἀκούοντι. Ὅπερ γὰρ ἀεὶ λέγω, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι τὸ σπουδαζόμενον ἦν τῷ Χριστῷ οὐχ οὕτω τέως τὴν ἀξίαν ἐκκαλύψαι τὴν ἑαυτοῦ, ὡς τὸ πεῖσαι ὅτι οὐδὲν ἐξ ἐναντίας ἔπραττε τῷ Πατρί. Διὰ τοῦτο ἐν μὲν τοῖς ῥήμασι πολλαχοῦ μετριάζων φαίνεται, ἐν δὲ τοῖς πράγμασιν οὐχ οὕτω ποιῶν. Ὅταν γὰρ θαυματουργῇ, μετ' ἐξουσίας πάντα ποιεῖ, λέγων: Θέλω, καθαρίσθητι. Ταλιθὰ, ἀνάστηθι. Ἔκτεινον τὴν χεῖρα. Ἀφέωνταί σοι αἱ ἁμαρτίαι. Σιώπα, πεφίμωσο. Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν. σου Σοὶ λέγω, τὸ πονηρὸν δαιμόνιον, ἔξελθε ἀπ' αὐτοῦ. Γενηθήτω σοι ὡς θέλεις. Ἄν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, τι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις: ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Καὶ πανταχοῦ πολλὴν ὁρῶμεν τὴν αὐθεντίαν αὐτοῦ οὖσαν. Ἐν μὲν γὰρ τοῖς πράγμασιν οὐδεὶς ἂν ἐπελάβετο τῶν γινομένων. Πῶς γάρ; Εἰ μὲν γὰρ μὴ ἐξῄει τὰ λεγόμενα, μηδὲ τέλος ἐλάμβανεν οἷον ἐκέλευεν, εἶχεν ἄν τις εἰπεῖν ἐκείνων, ὅτι ἀπονοίας ἦν τὰ ἐπιτάγματα: ἐπειδὴ δὲ ἐξέβαινε, καὶ ἄκοντας αὐτοὺς ἐπεστόμιζεν ἡ τοῦ τέλους τῶν γινομένων ἀλήθεια. Ἐπὶ δὲ τῶν λόγων ἠδύναντο πολλάκις, κατὰ τὴν αὐτῶν ἀναισχυντίαν, ἀπόνοιαν ἐπισκήπτειν αὐτῷ. Ὃ καὶ ἐπὶ τοῦ Νικοδήμου νῦν, φανερῶς μὲν οὐδὲν ὑψηλὸν φθέγγεται, αἰνιγματωδῶς δὲ αὐτὸν ἀνάγει τῆς ταπεινότητος, διδάσκων ὅτι αὐτάρκης αὐτός ἐστιν ἑαυτῷ εἰς τὴν τῶν θαυμάτων ἐπίδειξιν. Τέλειον γὰρ αὐτὸν ἐγέννησεν ὁ Πατὴρ, καὶ αὐταρκοῦντα ἑαυτῷ, καὶ οὐδὲν ἀτελὲς ἔχοντα. Ἀλλ' ἴδωμεν δὲ πῶς αὐτὸ τοῦτο κατασκευάζει: Εἶπεν ἐκεῖνος: Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, καὶ ὅτι οὐδεὶς δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ. Ἐνόμισε μεγάλα τινὰ εἰρηκέναι, ταῦτα εἰρηκὼς περὶ τοῦ Χριστοῦ. Τί οὖν ὁ Χριστός; Δεικνὺς ὅτι οὐδὲ τῶν προθύρων τῆς προσηκούσης γνώσεως ἐπέβη, οὐδὲ ἐν τοῖς προπυλαίοις ἔστη, ἀλλ' ἔξω που τῆς βασιλείας πλανᾶται ἔτι, καὶ αὐτὸς, καὶ ὅστις ἂν ἕτερος ταῦτα λέγῃ, καὶ οὐδέπω πρὸς τὴν ἀληθῆ παρέκυψε γνῶσιν, ὁ ταύτην περὶ τοῦ Μονογενοῦς ἔχων τὴν δόξαν: τί φησιν; Ἀμὴν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ: τουτέστιν, Ἐὰν σὺ μὴ γεννηθῇς ἄνωθεν, καὶ τὴν τῶν δογμάτων παραλάβῃς ἀκρίβειαν, ἔξω που πλανᾶσαι, καὶ πόῤῥω τῆς βασιλείας εἶ τῶν οὐρανῶν. Ἀλλ' οὕτω μὲν σαφῶς οὔ φησιν: ἵνα δὲ ἀνεπαχθέστερον ποιήσῃ τὸν λόγον, οὐ πρὸς αὐτὸν ἀποτείνεται φανερῶς, ἀλλ' ἀορίστως λέγει: Ἐὰν μή τις γεννηθῇ: μονονουχὶ λέγων, ὅτι Κἂν σὺ, κἂν ὁστισοῦν ἕτερος ᾖ τοιαῦτα περὶ ἐμοῦ δοξάζων, ἔξω που τῆς βασιλείας ἐστίν: ἐπεὶ εἰ μὴ τοῦτο βουλόμενος κατασκευάσαι ταῦτα ἔλεγε, καὶ ἀνάρμοστος πρὸς τὰ εἰρημένα ἡ ἀπόκρισις ἦν. Ἰουδαῖοι μὲν οὖν εἰ ταῦτα ἤκουσαν, καταγελάσαντες ἀνεχώρησαν ἄν: οὗτος δὲ καὶ ἐν τούτῳ τὸ φιλομαθὲς δείκνυσι. Διὰ τοῦτο γὰρ καὶ ἀσαφῶς πολλαχοῦ φθέγγεται ὁ Χριστὸς, πρὸς τὴν ἐρώτησιν τοὺς ἀκούοντας διαναστῆσαι βουλόμενος, καὶ προσεκτικωτέρους ἐργάσασθαι. Τὸ μὲν γὰρ σαφῶς λεχθὲν, πολλάκις καὶ παρατρέχει τὸν ἀκροατήν: τὸ δὲ ἀσαφὲς περιεργότερον αὐτὸν ποιεῖ καὶ σπουδαῖον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν: Ἐὰν μὴ γεννηθῇς ἄνωθεν, ἐὰν μὴ μετάσχῃς Πνεύματος τοῦ διὰ λουτροῦ παλιγγενεσίας, οὐ δύνασαι περὶ ἐμοῦ δόξαν λαβεῖν τὴν προσήκουσαν. Αὕτη γὰρ οὐ πνευματικὴ ἡ δόξα, ἀλλὰ ψυχική. Ἀλλ' οὕτω μὲν οὐκ εἶπε παραιτούμενος αὐτὸν πλῆξαι, τὰ παρ' ἑαυτοῦ συνεισενεγκόντα καὶ ὅσον ἐγχωρεῖ φθεγξάμενον, ἀνάγει δὲ ἀνυπόπτως ἐπὶ τὴν μείζονα γνῶσιν αὐτὸν, λέγων: Ἐὰν μή τις γεννηθῇ ἄνωθεν. Τὸ Ἄνωθεν ἐνταῦθα, οἱ μὲν ἐκ τοῦ οὐρανοῦ φασιν, οἱ δὲ ἐξ ἀρχῆς. Τὸν γὰρ μὴ οὕτω γεννηθέντα, οὐ δυνατὸν ἰδεῖν, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ: ἑαυτὸν ἐνταῦθα δεικνὺς, καὶ δηλῶν ὅτι οὐ τοῦτό ἐστι τὸ ὁρώμενον μόνον, ἀλλ' ἑτέρων ἡμῖν ὀφθαλμῶν δεῖ, ὥστε ἰδεῖν τὸν Χριστόν. Ταῦτα ἀκούσας ὁ Νικόδημος, φησίν: Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Ῥαββὶ αὐτὸν καλεῖς, καὶ ἀπὸ Θεοῦ ἐληλυθέναι λέγεις, καὶ οὐ δέχῃ τὰ λεγόμενα, ἀλλὰ τὴν πολλοὺς θορύβους ἐπεισάγουσαν λέξιν φθέγγῃ πρὸς τὸν διδάσκαλον; Τὸ γὰρ, Πῶς, τοῦτο, τῶν οὐ σφόδρα πιστευόντων ἐστὶν ἐπαπόρησις, τῶν ἀπὸ γῆς ὄντων ἔτι. Ἐπεὶ καὶ ἡ Σάῤῥα διὰ τοῦτο ἐγέλασεν, ἐπειδὴ τὸ Πῶς εἶπε: καὶ ἄλλοι πολλοὶ τοῦτο ζητήσαντες, τῆς πίστεως ἐξέπεσον. γʹ. Οὕτω καὶ αἱρετικοὶ μένουσιν ἐπὶ τῆς αἱρέσεως, ταύτην πολλαχοῦ τὴν λέξιν ἐπιζητοῦντες: οἱ μὲν λέγοντες, Πῶς ἐσαρκώθη; οἱ δὲ λέγοντες, Πῶς ἐγεννήθη; καὶ τῇ τῶν οἰκείων λογισμῶν ἀσθενείᾳ τὴν ἄπειρον ἐκείνην ὑποβάλλοντες οὐσίαν. Ἅπερ οὖν εἰδότας φεύγειν χρὴ τὴν ἄκαιρον ταύτην πολυπραγμοσύνην. Οὔτε γὰρ τὸ Πῶς εἴσονται καὶ οἱ ταῦτα ζητοῦντες, καὶ πίστεως ἐκπεσοῦνται τῆς ὀρθῆς. Διὰ τοῦτο καὶ οὗτος διαπορῶν, τὸν τρόπον ἐπιζητεῖ( καὶ γὰρ συνῆκεν ὅτι καὶ πρὸς αὐτὸν λέγεται τὸ λεγόμενον), καὶ θορυβεῖται, καὶ ἰλιγγιᾷ, καὶ ἐν ἀμηχανίᾳ ἐστὶν, ἐλθὼν μὲν ὡς εἰς ἄνθρωπον, ἀκούων δὲ μείζονα ἢ παρὰ ἀνθρώπου, καὶ ἃ μηδεὶς ἤκουσε πώποτε: καὶ διανίσταται μὲν πρὸς τὸ ὕψος τῶν λεγομένων τέως, σκοτοῦται δὲ, καὶ οὐχ ἵσταται, πανταχοῦ περιφερόμενος καὶ συνεχῶς ἐκπίπτων τῆς πίστεως. Διὸ καὶ ἐπιμένει κατασκευάζων τὸ ἀδύνατον, ὥστε εἰς σαφεστέραν αὐτὸν ἐκκαλέσασθαι διδασκαλίαν. Μὴ δύναται γὰρ, φησὶν, ἄνθρωπος εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Ὁρᾶτε πῶς, ὅταν τοῖς οἰκείοις λογισμοῖς ἐπιτρέψῃ τις τὰ πνευματικὰ, καὶ καταγέλαστα φθέγγεται, καὶ ληρεῖν δοκεῖ καὶ μεθύειν, ὅταν περιεργάζηται παρὰ τὸ τῷ Θεῷ δοκοῦν τὰ εἰρημένα, καὶ μὴ δέχηται τὴν τῆς πίστεως συγκατάθεσιν; Ἤκουσε γεννήσεως πνευματικῆς, καὶ οὐκ ἐνόησε πνευματικὴν, ἀλλ' εἰς τὴν ταπεινότητα τῆς σαρκὸς καθείλκυσε τὸ εἰρημένον, καὶ μέγα δόγμα οὕτω καὶ ὑψηλὸν τῆς φυσικῆς ἀκολουθίας ἐξήρτησεν. Διὰ τοῦτο ληρωδίας πλάττει λοιπὸν, καὶ ἀπορίας καταγελάστους. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Πλὴν ἀλλὰ καὶ ἐν τούτῳ τὴν αἰδὼ τὴν ἐν τῷ Χριστῷ φυλάττει. Οὐ γὰρ ἔσκωψε τὸ λεχθὲν, ἀλλ' ἀδύνατον εἶναι νομίζων, ἐσίγησεν. Δύο γὰρ ἦν τὰ ἄπορα, ἥ τε γέννησις ἡ τοιαύτη, ἤ τε βασιλεία. Οὔτε γὰρ βασιλείας ὄνομα ἠκούσθη παρὰ Ἰουδαίοις ποτὲ, οὔτε γεννήσεως τοιαύτης. Ἀλλὰ τέως περὶ τὸ πρότερον ἵσταται, ὃ μάλιστα αὐτοῦ τὴν διάνοιαν κατέσεισε. Ταῦτ' οὖν εἰδότες μὴ λογισμῷ τὰ περὶ Θεοῦ ζητῶμεν, μηδὲ ὑπὸ τὴν ἀκολουθίαν τὴν παρ' ἡμῖν ἄγωμεν τὰ ἐκεῖθεν, μηδὲ ἀνάγκῃ φύσεως ὑποβάλλωμεν: ἀλλ' εὐσεβῶς πάντα νοῶμεν, πιστεύοντες ὡς εἶπον αἱ Γραφαί. Ὁ γὰρ περίεργος καὶ πολυπράγμων κερδαίνει μὲν οὐδὲν, πρὸς δὲ τῷ τὸ ζητούμενον μὴ εὑρεῖν καὶ δίκην δώσει τὴν ἐσχάτην. Ἤκουσας ὅτι ἐγέννησεν: πίστευσον ὅπερ ἤκουσας: τὸ δὲ πῶς, μὴ ζήτει: μηδὲ διὰ τοῦτο ἀνέλῃς τὴν γέννησιν. Ἀγνωμοσύνης γὰρ ταῦτα ἐσχάτης. Εἰ γὰρ οὗτος ἀκούσας γέννησιν, οὐκ ἐκείνην τὴν ἀπόῤῥητον, ἀλλὰ ταύτην τὴν κατὰ χάριν, ἐπειδὴ μηδὲν μέγα περὶ αὐτῆς ὑπώπτευσεν, ἀλλὰ ἀνθρώπινα καὶ γεώδη, διὰ τοῦτο ἐσκοτώθη καὶ ἠπόρησεν: οἱ τὴν φρικωδεστάτην ἐκείνην καὶ πάντα ὑπερβαίνουσαν καὶ λόγον καὶ νοῦν περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες, πόσης ἂν εἶεν ἄξιοι τιμωρίας; Οὐδὲν γὰρ οὕτω ποιεῖ σκοτόδινον, ὡς ἀνθρώπινος λογισμὸς, ἀπὸ τῆς γῆς πάντα φθεγγόμενος, καὶ μὴ ἀνεχόμενος φωτίζεσθαι ἄνωθεν. Πολλὴν γὰρ ἔχει τὴν ἰλὺν τὸ γεῶδες τῶν λογισμῶν. Διὰ τοῦτο τῶν ἄνωθεν ἡμῖν ναμάτων χρεία, ἵνα τῆς ἰλύος ὑφιζανούσης, ὅσον αὐτοῦ καθαρὸν, τοῦτο ἄνω φέρηται καὶ τοῖς ἐκεῖσε διδάγμασιν ἀναμιγνύηται. Γίνεται δὲ τοῦτο, ὅταν καὶ ψυχὴν εὐγνώμονα καὶ ὀρθὸν ἐπιδειξώμεθα βίον. Ἔστι γὰρ, ἔστι καὶ ἀπὸ τρόπων διεφθαρμένων, οὐκ ἀπὸ πολυπραγμοσύνης μόνον ἀκαίρου, σκοτωθῆναι τὴν διάνοιαν. Διὸ καὶ ὁ Παῦλος Κορινθίοις ἔλεγεν: Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Οὔπω γὰρ ἠδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε: ἔτι γὰρ σαρκικοί ἐστε. Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρεις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Καὶ ἐν τῇ πρὸς Ἑβραίους δὲ, καὶ πολλαχοῦ τῶν πονηρῶν δογμάτων ταύτην ἴδοι τις ἂν τὸν Παῦλον τὴν αἰτίαν εἶναι λέγοντα: τὴν γὰρ ἐμπαθῆ ψυχὴν οὐ δύνασθαι μέγα τι γενναῖον ἰδεῖν, ἀλλ' ὥσπερ ὑπό τινος λήμης θολουμένην, ἀμβλυωπίαν ὑπομένειν τὴν χαλεπωτάτην. Ἐκκαθάρωμεν οὖν ἑαυτοὺς, φωτίσωμεν φῶς γνώσεως, μὴ σπείρωμεν ἐπ' ἀκάνθαις. Τί δὲ τὸ τῶν ἀκανθῶν πλῆθος, ἴστε, κἂν ἡμεῖς μὴ λέγωμεν. Καὶ γὰρ πολλάκις ἠκούσατε τοῦ Χριστοῦ, τὴν μέριμναν τοῦ παρόντος βίου καὶ τὴν ἀπάτην τοῦ πλούτου τῷ τῶν ἀκανθῶν καλοῦντος ὀνόματι: καὶ εἰκότως. Καθάπερ γὰρ ἐκεῖναι ἄκαρποι, οὕτω καὶ ταῦτα: καθάπερ ἐκεῖναι τοὺς ἁπτομένους σπαράττουσιν, οὕτω καὶ ταῦτα τὰ πάθη: καὶ ὥσπερ εὐάλωτοι τῷ πυρὶ, καὶ μισηταὶ τῷ γεωργοῦντι αἱ ἄκανθαι, οὕτω καὶ τὰ τοῦ κόσμου πράγματα: καὶ ὥσπερ ἐν ταῖς ἀκάνθαις θηρία κρύπτονται, καὶ ἔχεις καὶ σκορπίοι, οὕτω καὶ ἐν τῇ ἀπάτῃ τοῦ πλούτου. Ἀλλ' ἐπαφῶμεν τὸ πῦρ τοῦ Πνεύματος, ἵνα καὶ τὰς ἀκάνθας δαπανήσωμεν, καὶ τὰ θηρία φυγαδεύσωμεν, ἵνα καθαρὰν παράσχωμεν τῷ γεωργῷ τὴν ἄρουραν, καὶ μετὰ τὸ καθᾶραι τοῖς πνευματικοῖς αὐτὴν ἀρδεύσωμεν νάμασι. Φυτεύσωμεν τὴν κατάκαρπον ἐλαίαν, τὸ ἡμερώτατον φυτὸν, τὸ ἀειθαλὲς, τὸ φωτιστικὸν, τὸ θρεπτικὸν, τὸ ὑγιείας ποιητικόν. Ταῦτα πάντα ἡ ἐλεημοσύνη ἔχει, ὡς σφραγὶς οὖσα μετὰ τῶν κεκτημένων αὐτήν. Τοῦτο οὐδὲ θάνατος ἐπελθὼν ξηραίνει τὸ φυτὸν, ἀλλ' ἕστηκεν ἀεὶ φωτίζον τὴν διάνοιαν, τρέφον τὰ νεῦρα τῆς ψυχῆς, τὴν ἰσχὺν δυνατωτέραν ἐργαζόμενον. Ἂν ταύτην ἔχωμεν διηνεκῶς, δυνησόμεθα μετὰ παῤῥησίας καὶ τὸν νυμφίον ἰδεῖν, καὶ εἰς τὸν νυμφῶνα εἰσελθεῖν: οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note