Homilies on John
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
25.1
ΟΜΙΛΙΑ ΚΕʹ. Ἀπεκρίθη ὁ Ἰησοῦς: Ἀμὴν λέγω σοι: Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. αʹ. Τὰ παιδία τὰ μικρὰ καθ' ἑκάστην ἡμέραν εἰς διδασκάλους φοιτῶντα, καὶ δέχεται τὰ μαθήματα καὶ ἀποδίδωσι, καὶ οὐδέποτε παύεται ταύτης τῆς κτήσεως: ἀλλ' ἔστιν ὅτε καὶ τὰς νύκτας προστίθησι ταῖς ἡμέραις, καὶ ταῦτα ὑπὲρ ἐπικήρων καὶ προσκαίρων πραγμάτων παρ' ὑμῶν ἀναγκάζεται ποιεῖν. Ἀλλ' οὐχ ὑμᾶς τοὺς ἐν ἡλικίᾳ γενομένους ἡμεῖς τοσοῦτον ἀπαιτοῦμεν πόνον, ὅσον ὑμεῖς τοὺς παῖδας τοὺς ὑμετέρους. Οὐ γὰρ καθ' ἑκάστην ἡμέραν, ἀλλὰ δύο μόνον τῆς ἑβδομάδος ἡμέρας παρακαλοῦμεν προσέχειν τοῖς λεγομένοις πρὸς βραχὺ τῆς ἡμέρας μέρος, ὥστε κοῦφον ὑμῖν γενέσθαι τὸν πόνον. Διὰ τοῦτο καὶ κατὰ μικρὸν διαξαίνομεν ὑμῖν τὰ ἐν ταῖς Γραφαῖς κείμενα, ἵνα μετ' εὐκολίας ἐξῇ λαβεῖν ὑμῖν αὐτὰ, καὶ τοῖς ταμιείοις ἐναποθέσθαι τῆς διανοίας, καὶ οὕτω πάντα διὰ μνήμης ποιεῖσθαι σπουδάζειν, ὡς δύνασθαι καὶ ἀπαγγέλλειν αὐτὰ μετὰ ἀκριβείας ὑμᾶς: πλὴν εἰ μή τις σφόδρα ὑπνηλὸς εἴη καὶ νωθὴς, καὶ παιδίου μικροῦ ῥᾳθυμότερος. Ἀλλὰ φέρε πάλιν ἁψώμεθα τῆς ἀκολουθίας τῶν ἔμπροσθεν εἰρημένων, καὶ ἴδωμεν πῶς τοῦ Νικοδήμου καταπεσόντος, καὶ πρὸς τὴν ἐνταῦθα γέννησιν ἕλκοντος τὸ εἰρημένον, καὶ λέγοντος, ἀδύνατον εἶναι γέροντα γεννηθῆναι ἄνωθεν, ὁ Χριστὸς σαφέστερον ἀποκαλύπτει τῆς γεννήσεως τὸν τρόπον, ἔχοντα μὲν καὶ οὕτω δυσκολίαν τῷ ψυχικῶς ἐρωτῶντι, δυνάμενον δὲ ὅμως ἀπὸ τῆς ταπεινότητος ἀναγαγεῖν τὸν ἀκούοντα. Τί γάρ φησιν; Ἀμὴν λέγω σοι: Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ὃ δὲ διὰ τούτου δηλοῖ, τοῦτό ἐστι: Σὺ μὲν ἀδύνατον αὐτὸ φὴς εἶναι: ἐγὼ δὲ οὕτως αὐτὸ σφόδρα δυνατὸν εἶναι λέγω, ὡς καὶ ἀναγκαῖον εἶναι, καὶ μηδὲ δυνατὸν ἄλλως σωθῆναι. Τὰ γὰρ ἀναγκαῖα, σφόδρα ἡμῖν εὔκολα πεποίηκεν ὁ Θεός. Ἡ μὲν γὰρ γηΐνη γέννησις ἡ κατὰ σάρκα ἀπὸ τοῦ χοός ἐστι: διὸ καὶ ἀποτετείχισται τὰ ἐν τοῖς οὐρανοῖς αὐτῇ: τί γὰρ κοινὸν τῇ γῇ πρὸς τὸν οὐρανόν; ἐκείνη δὲ ἐκ Πνεύματος οὖσα, ῥᾳδίως ἡμῖν τὰς ἁψῖδας ἀναπετάννυσι τὰς ἄνω. Ἀκούσατε ὅσοι τοῦ φωτίσματός ἐστε ἐκτός: φρίξατε, στενάξατε: φοβερὰ γὰρ ἡ ἀπειλὴ, φοβερὰ ἡ ἀπόφασις. Οὐκ ἔστι, φησὶ, τὸν μὴ γεννηθέντα ἐξ ὕδατος καὶ Πνεύματος, εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διότι τὸ τοῦ θανάτου φορεῖ ἔνδυμα, τὸ τῆς κατάρας, τὸ τῆς φθορᾶς: οὐδέπω τὸ Δεσποτικὸν ἔλαβε σύμβολον: ξένος ἐστὶ καὶ ἀλλότριος: οὐκ ἔχει τὸ σύνθημα τὸ βασιλικόν. Ἐὰν μή τις, φησὶ, γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλ' ὁ Νικόδημος οὐδὲ οὕτω συνῆκεν. Οὐδὲν γὰρ χεῖρον τοῦ τοῖς λογισμοῖς τὰ πνευματικὰ ἐπιτρέπειν. Τοῦτο καὶ τοῦτον οὐκ ἀφῆκεν ὑψηλόν τι καὶ μέγα φαντασθῆναι. Διὰ τοῦτο καὶ ἡμεῖς πιστοὶ καλούμεθα, ἵνα τῶν λογισμῶν τὴν ἀσθένειαν ἀφέντες τὴν κάτω, πρὸς τὸ ὕψος τῆς πίστεως ἀναβῶμεν, καὶ τὰ πλείονα τῶν ἀγαθῶν τῶν ἡμετέρων τῇ διδασκαλίᾳ ταύτῃ ἐπιτρέψωμεν: ὅπερ εἰ καὶ Νικόδημος ἐποίησεν, οὐκ ἂν αὐτῷ τὸ πρᾶγμα ἀδύνατον εἶναι ἐνομίσθη. Τί οὖν ὁ Χριστός; Ἀπάγων αὐτὸν τῆς ἐννοίας ταύτης τῆς χαμαὶ συρομένης, καὶ δεικνὺς ὅτι οὐ περὶ ταύτης διαλέγεται τῆς γεννήσεως, λέγει τὸ, Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ταῦτα δὲ ἐφθέγγετο, τῷ φόβῳ τῆς ἀπειλῆς ἐπισπάσασθαι πρὸς τὴν πίστιν αὐτὸν βουλόμενος, καὶ πεῖσαι τὸ πρᾶγμα μὴ νομίζειν εἶναι ἀδύνατον, καὶ τῆς περὶ τὴν σαρκικὴν γέννησιν φαντασίας ἀποστῆσαι σπουδάζων. Ἑτέραν λέγω γέννησιν, φησὶν, ὦ Νικόδημε: τί τὸν λόγον ἕλκεις πρὸς τὴν γῆν; τί τῇ τῆς φύσεως ἀνάγκῃ τὸ πρᾶγμα ὑποβάλλεις; Ἀνώτερός ἐστι τῶν τοιούτων ὠδίνων οὗτος ὁ τόκος, οὐδὲν ἔχει κοινὸν πρὸς ὑμᾶς: γέννησις μὲν γὰρ καὶ αὕτη λέγεται, ἀλλὰ τῷ ὀνόματι κοινωνεῖ, τῷ δὲ πράγματι διέστηκεν. Ἀπόστησον σαυτὸν τῆς κοινῆς συνηθείας: ἑτέραν εἰσάγω λοχείαν εἰς τὸν κόσμον: ἄλλως βούλομαι γεννᾶσθαι τοὺς ἀνθρώπους: ξένον ἦλθον κομίζων δημιουργίας τρόπον. Ἔπλασα ἀπὸ γῆς καὶ ὕδατος: οὐκ ἐγένετο χρήσιμον τὸ πλασθὲν, ἀλλὰ διεστράφη τὸ σκεῦος. Οὐκ ἔτι λοιπὸν ἀπὸ γῆς καὶ ὕδατος πλάσαι βούλομαι, ἀλλ' ἐξ ὕδατος καὶ Πνεύματος. Εἰ δέ τις ἐρωτᾷ, Πῶς ἀπὸ ὕδατος; ἐρωτῶ κἀγὼ, Πῶς ἀπὸ γῆς; πῶς γὰρ ὁ πηλὸς εἰς διάφορα μέρη κατεμερίσθη; πῶς τὸ μὲν ὑποκείμενον μονοειδὲς( γῆ γὰρ ἦν μόνη), τὰ δὲ ἐξ αὐτῆς γενόμενα ποικίλα καὶ παντοδαπά; Πόθεν ὀστᾶ, καὶ νεῦρα, καὶ ἀρτηρίαι, καὶ φλέβες; πόθεν ὑμένες, καὶ ἀγγεῖα ὀργανικὰ, καὶ χόνδροι, καὶ χιτῶνες, ἧπαρ, καὶ σπλὴν, καὶ καρδία; πόθεν δέρμα, καὶ αἷμα, καὶ φλέγμα, καὶ χολή; πόθεν αἱ τοσαῦται ἐνέργειαι; πόθεν χρώματα ποικίλα; ταῦτα γὰρ οὐ γῆς, οὐδὲ πηλοῦ. Πῶς ἡ γῆ δεχομένη σπέρματα βλαστάνει, ἡ δὲ σὰρξ δεχομένη σπέρματα σήπει; πῶς ἡ γῆ τρέφει τὰ βαλλόμενα, ἡ δὲ σὰρξ τρέφεται ὑπὸ τούτων, οὐ τρέφει ταῦτα; Οἷον ἡ γῆ ἡ δεχομένη ὕδωρ, οἶνον ποιεῖ: ἡ σὰρξ δεχομένη πολλάκις οἶνον, εἰς ὕδωρ μετέβαλε. Πόθεν οὖν δῆλον ὅτι ἀπὸ τῆς γῆς ταῦτα, τῆς γῆς ἐναντίως ἐχούσης πρὸς τὸ σῶμα, κατὰ τὰ εἰρημένα; Λογισμῷ μὲν εὑρεῖν οὐ δύναμαι, πίστει δὲ δέχομαι μόνῃ. Εἰ τοίνυν τὰ καθ' ἡμέραν γινόμενα καὶ ψηλαφώμενα πίστεως δεῖται, πολλῷ μᾶλλον τὰ ἀποῤῥητότερα τούτων καὶ πνευματικώτερα. Καθάπερ γὰρ ἡ γῆ ἡ ἄψυχος, ἡ ἀκίνητος, ἐνεδυναμώθη τῷ θελήματι τοῦ Θεοῦ, καὶ τοσαῦτα ἐξ αὐτῆς τὰ θαύματα γέγονεν: οὕτω καὶ τοῦ Πνεύματος τῷ ὕδατι παρόντος, τὰ παράδοξα ταῦτα καὶ λογισμὸν ὑπερβαίνοντα εὐκόλως πάντα γίνεται. βʹ. Μὴ τοίνυν, ἐπειδὴ μὴ ὁρᾷς αὐτὰ, ἀπίστει: ἐπεὶ οὐδὲ τὴν ψυχὴν ὁρᾷς, καὶ ὅμως πιστεύεις ἔχειν ψυχὴν, καὶ ἄλλο ψυχὴν εἶναί τι παρὰ τὸ σῶμα. Ἀλλ' ὁ Χριστὸς οὐκ ἀπὸ τούτου τοῦ παραδείγματος αὐτὸν ἐνῆγεν, ἀλλ' ἑτέρου. Τοῦτο μὲν γὰρ, εἰ καὶ ἀσώματόν ἐστιν, ἡ ψυχὴ λέγω, διὰ τοῦτο οὐ παρήγαγεν αὐτὸ, ἐπειδὴ ἔτι παχύτερον ἐκεῖνος διέκειτο. Τίθησι δὲ ἕτερον ὑπόδειγμα, ὃ μήτε κοινωνίαν τινὰ πρὸς τὴν τῶν σωμάτων ἔχει παχύτητα, μήτε εἰς τὴν τῶν ἀσωμάτων ἀνέβη φύσιν: ὅπερ ἐστὶν ἡ τοῦ ἀνέμου φορά. Καὶ πρῶτον ἀπὸ τοῦ ὕδατος ἄρχεται, τοῦ λεπτοτέρου μὲν τῆς γῆς, παχυτέρου δὲ τοῦ ἀνέμου. Ὥσπερ γὰρ ἐν ἀρχῇ ὑπέκειτο στοιχεῖον ἡ γῆ, τὸ δὲ πᾶν τοῦ διαπλάττοντος ἦν: οὕτω καὶ νῦν ὑπόκειται μὲν στοιχεῖον τὸ ὕδωρ, τὸ δὲ πᾶν τῆς τοῦ Πνεύματός ἐστι χάριτος: καὶ τότε μὲν Εἰς ψυχὴν ζῶσαν ἐγένετο ὁ ἄνθρωπος, νῦν δὲ εἰς Πνεῦμα ζωοποιοῦν. Πολὺ δὲ τὸ μέσον ἑκατέρων. Ἡ μὲν γὰρ ψυχὴ οὐχ ἑτέρῳ παρέχει τὸ ζῇν, τὸ δὲ Πνεῦμα οὐ καθ' ἑαυτὸ ζῇ μόνον, ἀλλὰ καὶ ἑτέροις παρέχει τοῦτο. Οὕτω γοῦν καὶ νεκροὺς ἀνέστησαν οἱ ἀπόστολοι. Καὶ τότε μὲν τῆς κτίσεως γενομένης, ὁ ἄνθρωπος ὕστερον πλάττεται: νῦν δὲ τοὐναντίον: πρὸ γὰρ τῆς καινῆς κτίσεως ὁ ἄνθρωπος ὁ νέος δημιουργεῖται. Καὶ γὰρ πρῶτος οὗτος γεννᾶται, καὶ τότε ὁ κόσμος μετασχηματίζεται. Καὶ καθάπερ ἐξ ἀρχῆς ὁλόκληρον ἔπλασεν, οὕτω καὶ νῦν ὁλόκληρον αὐτὸν δημιουργεῖ. Καὶ τότε μέν φησι, Ποιήσωμεν αὐτῷ βοηθόν: ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Ὁ γὰρ τὴν τοῦ Πνεύματος λαβὼν χάριν, τίνος δεήσεται βοηθοῦ ἑτέρου; ὁ εἰς τὸ σῶμα τοῦ Χριστοῦ τελῶν, ποίαν ἔχει λοιπὸν συμμαχίας χρείαν; Τότε κατ' εἰκόνα Θεοῦ ἐποίησε τὸν ἄνθρωπον, νῦν αὐτῷ τῷ Θεῷ ἥνωσε: τότε ἰχθύων ἄρχειν καὶ θηρίων ἐκέλευσε, νῦν ὑπεράνω τῶν οὐρανῶν τὴν ἀπαρχὴν ἡμῶν ἀνήγαγεν: τότε παράδεισον ἔδωκε τὴν δίαιταν, νῦν δὲ τὸν οὐρανὸν ἡμῖν ἀνέῳξε: τότε ἐπλάσθη τῇ ἕκτῃ ἡμέρᾳ, ἐπειδὴ ἔμελλε καὶ συντελεῖσθαι ὁ αἰών: νῦν δὲ τῇ πρώτῃ ἡμέρᾳ καὶ ἐν προοιμίοις, ὅτε καὶ τὸ φῶς. Ἐξ ὧν πάντων δῆλον, ὅτι ἑτέρας ζωῆς ἀμείνονος τὰ τελούμενα ἦν, καὶ καταστάσεως πέρας οὐκ ἐχούσης. Ἡ μὲν οὖν προτέρα πλάσις ἀπὸ γῆς, ἡ τοῦ Ἀδὰμ, καὶ ἀπὸ πλευρᾶς ἡ μετ' ἐκείνην, ἡ τῆς γυναικὸς, καὶ ἀπὸ σπέρματος ἡ μετ' αὐτὴν, ἡ τοῦ Ἄβελ: ἀλλ' ὅμως οὐδεμιᾶς ἐφικέσθαι δυνάμεθα τούτων, οὐδὲ παραστῆσαι λόγῳ τὰ γενόμενα, καίτοι παχύτατα ὄντα. Πῶς οὖν περὶ τῆς νοητῆς τῆς διὰ τοῦ βαπτίσματος γεννήσεως δυνησόμεθα δοῦναι εὐθύνας τῆς πολλῷ τούτων ὑψηλοτέρας, καὶ λογισμοὺς ἀπαιτεῖσθαι τῆς θαυμαστῆς καὶ παραδόξου ταύτης λοχείας; ἐπεὶ καὶ ἄγγελοι τῇ γεννήσει ταύτῃ παρεστήκασι γινομένῃ. Εἰπεῖν δὲ τὸν τρόπον οὐκ ἂν ἔχοι τις τῆς θαυμαστῆς ἐκείνης γεννήσεως τῆς διὰ τοῦ βαπτίσματος. Καὶ παρεστήκασι τελοῦντες μὲν οὐδὲν, μόνον ὁρῶντες δὲ τὰ γινόμενα. Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα πάντα ἐργάζεται. Πειθώμεθα τοίνυν τῇ ἀποφάσει τοῦ Θεοῦ: ὄψεως γάρ ἐστιν αὐτὴν πιστοτέρα. Ἡ μὲν γὰρ ὄψις πολλαχοῦ καὶ σφάλλεται: ἐκείνην δὲ ἀμήχανον διαπεσεῖν. Πειθώμεθα τοίνυν αὐτῇ. Ἡ γὰρ τὰ μὴ ὄντα παραγαγοῦσα, ἀξιόπιστος ἂν εἴη καὶ περὶ τῆς φύσεως αὐτῶν διαλεγομένη. Τί οὖν αὕτη φησίν; Ὅτι γέννησίς ἐστι τὸ τελούμενον. Εἰ δέ τίς σοι λέγοι, Πῶς; ἐπιστόμισον αὐτὸν τῇ ἀποφάσει τοῦ Χριστοῦ, ἥπερ ἐστὶ μεγίστη καὶ σαφὴς ἀπόδειξις. Εἰ δέ τις ἐρωτῴη, τίνος ἕνεκεν τὸ ὕδωρ παρείληπται; ἀντερωτήσωμεν καὶ ἡμεῖς: Τίνος δὲ ἕνεκεν ἡ γῆ παρὰ τὴν ἀρχὴν εἰς τὴν τοῦ ἀνθρώπου διάπλασιν παρήγετο; Ὅτι γὰρ καὶ τῆς γῆς χωρὶς ποιῆσαι ἄνθρωπον αὐτῷ δυνατὸν ἦν, παντί που δῆλον. Μηδὲν τοίνυν περιεργάζου. Ὅτι γὰρ ἀναγκαία καὶ ἀπαραίτητος ἡ τοῦ ὕδατος χρεία, οὕτως ἂν μάθοις. Τοῦ Πνεύματός ποτε καταπτάντος πρὸ τοῦ ὕδατος, οὐκ ἔστη μέχρις ἐκείνου ὁ Ἀπόστολος, ἀλλ' ὡς ἀναγκαίου καὶ τούτου καὶ οὐ περισσοῦ, ὅρα τί φησι: Μήτι τὸ ὕδωρ δύναταί τις κωλῦσαι, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς; Τίς οὖν ἐστιν ἡ τοῦ ὕδατος χρεία; Καὶ ταύτην ἤδη λοιπὸν ἐρῶ, τὸ μυστήριον ἐκκαλύπτων ὑμῖν τὸ ἀποκεκρυμμένον. Εἰσὶ μὲν γάρ τινες καὶ ἕτεροι ἀπόῤῥητοι λόγοι τοῦ πράγματος, τέως δὲ ἐκ τῶν πολλῶν ὑμῖν ἐγὼ ἕνα ἐρῶ. Τίς οὖν οὗτός ἐστι; Θεῖα τελεῖται ἐν αὐτῷ σύμβολα, τάφος καὶ νέκρωσις, καὶ ἀνάστασις καὶ ζωὴ, καὶ ταῦτα ὁμοῦ γίνεται πάντα. Καθάπερ γὰρ, ἔν τινι τάφῳ, τῷ ὕδατι καταδυόντων ἡμῶν τὰς κεφαλὰς, ὁ παλαιὸς ἄνθρωπος θάπτεται, καὶ, καταδὺς κάτω, κρύπτεται ὅλος καθάπαξ: εἶτα ἀνανευόντων ἡμῶν, ὁ καινὸς ἄνεισι πάλιν. Ὥσπερ γὰρ εὔκολον ἡμῖν βαπτίσασθαι καὶ ἀνανεῦσαι, οὕτως εὔκολον τῷ Θεῷ θάψαι τὸν ἄνθρωπον τὸν παλαιὸν, καὶ ἀναδεῖξαι τὸν νέον. Τρίτον δὲ τοῦτο γίνεται, ἵνα μάθῃς, ὅτι δύναμις Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου ἅπαντα ταῦτα πληροῖ. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἄκουσον Παύλου λέγοντος: Συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον: καὶ πάλιν, Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη: καὶ πάλιν, Σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Οὐ μόνον δὲ τὸ βάπτισμα σταυρὸς λέγεται, ἀλλὰ καὶ ὁ σταυρὸς βάπτισμα. Τὸ γὰρ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, φησὶ, βαπτισθήσεσθε: καὶ πάλιν, Βάπτισμα ἔχω βαπτισθῆναι, ὃ ὑμεῖς οὐκ οἴδατε. Καθάπερ γὰρ ἡμεῖς εὐκόλως βαπτιζόμεθα καὶ ἀνανεύομεν: οὕτω καὶ αὐτὸς εὐκόλως ἀποθανὼν, ὅτε ἠθέλησεν, ἀνέστη: μᾶλλον δὲ καὶ πολλῷ ῥᾷον, εἰ καὶ τὰς τρεῖς ἡμέρας διὰ μυστηρίου τινὸς οἰκονομίαν ἀνέμενε. γʹ. Τηλικούτων οὖν μυστηρίων καταξιωθέντες, βίον ἐπιδειξώμεθα ἄξιον τῆς δωρεᾶς, πολιτείαν ἀρίστην. Οἱ δὲ μηδέπω τούτων καταξιωθέντες, πάντα πράττετε ὥστε καταξιωθῆναι, ἵνα γενώμεθα σῶμα ἓν, ἵνα ὦμεν ἀδελφοί. Ἕως μὲν γὰρ ἂν κατὰ τοῦτο διεστήκωμεν, κἂν πατήρ τις ᾖ, κἂν ἀδελφὸς, κἂν ὁστισοῦν, οὐδέπω συγγενής ἐστι γνήσιος, τῆς ἄνωθεν συγγενείας διεσπασμένος. Τί γὰρ ὄφελος ἀπὸ τοῦ πηλίνου γένους συνῆφθαι, ὅταν ἀπὸ τοῦ πνευματικοῦ μὴ συνημμένοι ὦμεν; ποῖον δὲ κέρδος τῆς ἐν τῇ γῇ ἀγχιστείας, ὅταν ἐν τοῖς οὐρανοῖς ἀλλότριοι ὦμεν; Ἀλλότριος γὰρ ὁ κατηχούμενος τοῦ πιστοῦ. Οὐ γὰρ ἔχει κεφαλὴν τὴν αὐτὴν, οὐκ ἔχει πατέρα τὸν αὐτὸν, οὐκ ἔχει πόλιν τὴν αὐτὴν, οὐ τροφὴν, οὐκ ἔνδυμα, οὐ τράπεζαν, οὐκ οἰκίαν, ἀλλὰ πάντα ἐξηλλαγμένα. Καὶ γὰρ πάντα ἐπὶ γῆς τούτῳ, τὰ πάντα ἐν οὐρανοῖς ἐκείνῳ: βασιλεὺς τούτῳ ὁ Χριστὸς, ἐκείνῳ δὲ ἡ ἁμαρτία καὶ ὁ διάβολος: τρυφὴ τούτῳ μὲν ὁ Χριστὸς, ἐκείνῳ δὲ ἡ σηπομένη καὶ φθειρομένη. Καὶ ἔνδυμα πάλιν, τούτῳ μὲν τὰ σητῶν ἔργα, ἐκείνῳ δὲ ὁ τῶν ἀγγέλων Δεσπότης: πόλις τούτῳ μὲν ὁ οὐρανὸς, ἐκείνῳ δὲ ἡ γῆ. Ὅταν οὖν μηδὲν ἔχωμεν κοινὸν, κατὰ τί κοινωνήσομεν, εἰπέ μοι; Ἀλλὰ τὰς αὐτὰς ἐλύσαμεν ὠδῖνας, καὶ ἐκ μιᾶς προήλθομεν γαστρός; Ἀλλ' οὐδὲν τοῦτο πρὸς συγγένειαν τὴν ἀκριβεστάτην. Σπουδάσωμεν τοίνυν τῆς ἄνω πόλεως γενέσθαι πολῖται. Μέχρι τίνος ἐπὶ τῆς ὑπερορίας μένομεν; δέον τὴν ἀρχαίαν πατρίδα ἀπολαβεῖν: Οὐδὲ γὰρ περὶ τῶν τυχόντων ὁ κίνδυνος. Ἀλλ' εἰ γένοιτο, ὃ μὴ γένοιτο, ἀπροσδοκήτου τῆς τελευτῆς ἐπελθούσης, ἀμυήτους ἐντεῦθεν ἀπελθεῖν, κἂν μυρία ἔχωμεν ἀγαθὰ, οὐδὲν ἡμᾶς ἕτερον διαδέξεται, ἢ γέεννα καὶ σκώληξ ἰοβόλος, καὶ πῦρ ἄσβεστον, καὶ δεσμὰ ἄλυτα. Ἀλλὰ μὴ γένοιτό τινα τῶν ταῦτα ἀκουόντων ἐκείνης πειραθῆναι τῆς κολάσεως. Τοῦτο δὲ ἔσται, ἂν τῶν ἁγίων καταξιωθέντες μυστηρίων, χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους οἰκοδομήσωμεν ἐπὶ τὸν θεμέλιον. Οὕτω γὰρ δυνησόμεθα ἀπελθόντες ἐκεῖ φανῆναι πλούσιοι, ὅταν μὴ ἐνταῦθα χρήματα καταλείψωμεν, ἀλλὰ μετακομίσωμεν πρὸς τοὺς ἀσύλους θησαυροὺς διὰ τῶν χειρῶν τῶν πενήτων: ὅταν δανείσωμεν τῷ Χριστῷ. Πολλὰ ὀφείλομεν ἐκεῖ, οὐ χρήματα, ἀλλ' ἁμαρτήματα. Δανείσωμεν τοίνυν αὐτῷ χρήματα: ἵνα λάβωμεν ἁμαρτημάτων συγχώρησιν: αὐτὸς γάρ ἐστιν ὁ δικάζων. Μὴ περιίδωμεν αὐτὸν ἐνταῦθα πεινῶντα, ἵνα καὶ αὐτὸς ἐκεῖ ἡμᾶς διαθρέψῃ. Ἐνταῦθα ἐνδύσωμεν αὐτὸν, ἵνα μὴ ἀφῇ ἡμᾶς γυμνοὺς τῆς ἀσφαλείας τῆς παρ' αὐτοῦ. Ἐὰν ἐνταῦθα αὐτὸν ποτίσωμεν, οὐκ ἐροῦμεν κατὰ τὸν πλούσιον, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ ἐπιστάξῃ τῇ γλώσσῃ ἡμῶν ἀποτηγανιζομένῃ. Ἐὰν ἐνταῦθα εἰς τὰς οἰκίας ἡμῶν αὐτὸν δεξώμεθα, ἐκεῖ πολλὰς παρασκευάσει μονὰς ἡμῖν. Ἐὰν ἀπέλθωμεν πρὸς αὐτὸν ἐν φυλακῇ ὄντα, καὶ αὐτὸς ἡμᾶς ἀπαλλάξει τῶν δεσμῶν. Ἐὰν ξένον ὄντα συναγάγωμεν, οὐ περιόψεται ξένους ἡμᾶς ὄντας τῆς βασιλείας τῶν οὐρανῶν, ἀλλὰ μεταδώσει ἡμῖν τῆς πόλεως τῆς ἄνω. Ἐὰν ἀσθενῆ ὄντα ἐπισκεψώμεθα, ταχέως ἐλευθερώσει ἡμᾶς καὶ αὐτὸς τῶν ἀσθενειῶν ἡμῶν. Ὡς οὖν μεγάλα λαμβάνοντες καὶ μικρὰ διδόντες, κἂν τὰ μικρὰ δῶμεν ἵνα ἐμπορευσώμεθα τὰ μεγάλα. Ὡς ἔτι καιρὸς, σπείρωμεν, ἵνα ἀμήσωμεν. Ὅταν ὁ χειμὼν καταλάβῃ, ὅταν ἡ θάλασσα οὐκ ἔτι πλέηται, οὐκ ἔτι κύριοι τῆς ἐμπορίας ἐσμέν. Πότε δὲ ἔσται ὁ χειμών; Ὅταν ἡ ἡμέρα ἐπισταίη ἡ μεγάλη, τότε ἐκείνη καὶ ἐπιφανής. Τότε γὰρ οὐκ ἔτι πλευσόμεθα τὴν θάλασσαν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον: ταύτῃ γὰρ ὁ παρὼν ἔοικε βίος. Νῦν ὁ τοῦ σπεῖραι καιρὸς, τότε ὁ τοῦ ἀμᾶσθαι καὶ κερδαίνειν. Ἐάν τις ἐν τῷ καιρῷ τοῦ σπόρου μὴ καταβάλῃ σπέρματα, ἐν ἀμήτῳ σπείρων, πρὸς τῷ μηδὲν ἀνύειν καὶ καταγέλαστος ἔσται. Εἰ δὲ σπόρου ἐστὶν ὁ παρὼν καιρὸς, οὐ τοῦ συλλέγειν, ἀλλὰ τοῦ σκορπίζειν καιρὸς ἂν εἴη λοιπόν. Σκορπίσωμεν τοίνυν, ἵνα συναγάγωμεν: μὴ βουληθῶμεν συναγαγεῖν νῦν, ἵνα μὴ τὸν ἀμητὸν ἀπολέσωμεν. Οὗτος γὰρ, ὅπερ ἔφην, ὁ καιρὸς ἐπὶ τὸ σπείρειν καλεῖ, καὶ δαπανᾷν καὶ ἀναλίσκειν, οὐκ ἐπὶ τὸ συλλέγειν καὶ ἀποτίθεσθαι. Μὴ τοίνυν προδῶμεν τὴν εὐκαιρίαν, ἀλλὰ δαψιλῆ τὸν σπόρον καταβάλωμεν, καὶ μηδενὸς φεισώμεθα τῶν ἔνδον, ἵνα μετὰ πολλῆς αὐτὰ ἀπολάβωμεν τῆς ἀντιδόσεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.