Homilies on John
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
27.1
ΟΜΙΛΙΑ ΚΖʹ. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐ ρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. αʹ. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, καὶ οὐ παύσομαι λέγων. Τί δὲ τοῦτό ἐστιν; Ὅτι μέλλων ὁ Ἰησοῦς ὑψηλῶν ἅπτεσθαι δογμάτων, διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν ἑαυτὸν κατέχει πολλάκις, καὶ οὐ συνεχῶς τοῖς ἀξίοις τῆς μεγαλωσύνης αὐτοῦ λόγοις ἐνδιατρίβει, ἀλλὰ μᾶλλον τοῖς συγκατάβασιν ἔχουσι. Τὸ μὲν γὰρ ὑψηλὸν καὶ μέγα, καὶ ἅπαξ λεχθὲν, ἱκανὸν παραστῆσαι τὴν ἀξίαν ἐκείνην, καθόσον ἡμῖν ἀκοῦσαι δυνατόν: τὰ δὲ ταπεινότερα καὶ ἐγγὺς τῆς τῶν ἀκροωμένων διανοίας, εἰ μὴ διηνεκῶς ἐλέγετο, οὐ ταχέως κατέσχε τὰ ὑψηλὰ τὸν χαμαίζηλον ἀκροατήν. Διὰ δὴ τοῦτό ἐστι καὶ τὰ πλείονα ταπεινότερα τῶν ὑψηλῶν εἰρημένα παρ' αὐτοῦ. Ἀλλ' ἵνα μὴ τοῦτο ἑτέραν τινὰ ἐργάσηται βλάβην πάλιν, κατέχον κάτω τὸν μαθητὴν, οὐχ ἁπλῶς τὰ καταδεέστερα τίθησιν, ἂν μὴ πρότερον εἴπῃ καὶ τὴν αἰτίαν δι' ἣν ταῦτα λέγει: ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ εἶπε περὶ τοῦ βαπτίσματος ἅπερ εἶπε, καὶ τῆς κατὰ χάριν γεννήσεως τῆς ἐν τῇ γῇ γινομένης, βουλόμενος καὶ εἰς τὴν γέννησιν καθεῖναι τὴν ἑαυτοῦ τὴν ἀπόῤῥητον ἐκείνην καὶ ἄφραστον, τέως διαβαστάζει, καὶ οὐ καθίησιν: εἶτα καὶ τὴν αἰτίαν λέγει, δι' ἣν οὐ καθίησι. Τίς δέ ἐστιν αὕτη; Ἡ παχύτης καὶ ἡ ἀσθένεια τῶν ἀκουόντων. Καὶ ταύτην αἰνιττόμενος ἐπήγαγε λέγων: Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Ὥστε ὅπουπερ ἂν εἴπῃ μέτριόν τι καὶ ταπεινὸν, τῇ τῶν ἀκουόντων ἀσθενείᾳ λογιστέον αὐτό. Τὰ δὲ ἐπίγεια ἐνταῦθα τινὲς μὲν περὶ τοῦ ἀνέμου φασὶν εἰρῆσθαι: τουτέστιν, εἰ καὶ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων ἔδωκα, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ὑψηλότερα μαθεῖν; Εἰ δὲ τὸ βάπτισμα ἐπίγειον ἐνταῦθα λέγοι, μὴ θαυμάσῃς. Ἢ γὰρ διὰ τὸ ἐν τῇ γῇ τελεῖσθαι, ἢ πρὸς σύγκρισιν τῆς ἑαυτοῦ γεννήσεως τῆς φρικωδεστάτης ἐκείνης ὀνομάζων οὕτως αὐτὸ καλεῖ. Εἰ γὰρ καὶ ἐπουράνιος αὕτη ἡ γέννησις, ἀλλὰ πρὸς ἐκείνην παραβαλλομένη τὴν ἀληθῆ, καὶ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας οὖσαν, ἐπίγειός ἐστι. Καὶ καλῶς οὐκ εἶπεν, Οὐχὶ νοεῖτε, ἀλλ', Οὐ πιστεύετε. Ὅταν μὲν γὰρ πρὸς ἐκεῖνά τις δυσκολαίνῃ, ἃ διὰ τοῦ νοῦ λαβεῖν ἔστι, καὶ μὴ ῥᾳδίως καταδέχηται, εἰκότως ἂν ἄνοιαν ἐγκαλοῖτο: ὅταν δὲ ταῦτα μὴ δέχηται, ἃ λογισμῷ μὲν οὐκ ἔστι λαβεῖν, πίστει δὲ μόνῃ, οὐκ ἔτι ἀνοίας, ἀλλ' ἀπιστίας ἐστὶ τὸ ἔγκλημα. Ἀπάγων οὖν αὐτὸν τοῦ μὴ ζητεῖν λογισμοῖς τὸ λεχθὲν, σφοδρότερον αὐτοῦ καθικνεῖται, ἀπιστίαν ἐγκαλῶν. Εἰ δὲ τὴν ἡμετέραν πίστει χρὴ δέχεσθαι γέννησιν, τίνος ἂν εἶεν ἄξιοι οἱ τὴν τοῦ Μονογενοῦς λογισμοῖς περιεργαζόμενοι; Ἀλλ' ἴσως εἴποι τις ἂν, καὶ τίνος ἕνεκεν ἐλέγετο ταῦτα, εἰ μὴ ἔμελλον πιστεύειν οἱ ἀκούοντες; Ὅτι εἰ καὶ ἐκεῖνοι μὴ ἐπίστευον, ἀλλ' οἱ μετ' αὐτοὺς ἔμελλον αὐτὰ δέχεσθαι καὶ κερδαίνειν. Καθικνούμενος τοίνυν αὐτοῦ σφοδρότατα, δείκνυσι λοιπὸν ὅτι οὐ ταῦτα οἶδε μόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ πλείω τούτων καὶ μείζω Ὅθεν καὶ τοῦτο διὰ τῆς ἐπαγωγῆς ἐδήλωσεν, οὕτως εἰπών: Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ ποία αὕτη ἡ ἀκολουθία, φησί; Μεγίστη μὲν οὖν, καὶ σφόδρα τοῖς ἔμπροσθεν συνᾴδουσα. Ἐπειδὴ γὰρ ἐκεῖνος εἶπεν, ὅτι Οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, τοῦτο αὐτὸ διορθοῦται, μονονουχὶ λέγων: μὴ νομίσῃς με οὕτως εἶναι διδάσκαλον ὡς τοὺς πολλοὺς τῶν προφητῶν ἀπὸ γῆς ὄντας. Ἐξ οὐρανοῦ γὰρ πάρειμι νῦν. Τῶν μὲν γὰρ προφητῶν οὐδεὶς ἀναβέβηκεν ἐκεῖ: ἐγὼ δὲ ἐκεῖ διατρίβω. Εἶδες πῶς καὶ τὸ σφόδρα δοκοῦν ὑψηλὸν εἶναι, σφόδρα ἀνάξιον αὐτοῦ τῆς μεγαλωσύνης ἐστίν; Οὐ γὰρ ἐν οὐρανῷ μόνον ἐστὶν, ἀλλὰ καὶ πανταχοῦ, καὶ πάντα πληροῖ. Ἀλλ' ἔτι πρὸς τὴν ἀσθένειαν τοῦ ἀκροατοῦ διαλέγεται, κατὰ μικρὸν αὐτὸν ἀνάγειν βουλόμενος. Υἱὸν δὲ ἀνθρώπου ἐνταῦθα οὐ τὴν σάρκα ἐκάλεσεν, ἀλλ' ἀπὸ τῆς ἐλάττονος οὐσίας ὅλον ἑαυτὸν, ἵν' οὕτως εἴπω, ὠνόμασε νῦν. Καὶ γὰρ τοῦτο ἔθος αὐτῷ, πολλάκις μὲν ἀπὸ τῆς θεότητος, πολλάκις δὲ ἀπὸ τῆς ἀνθρωπότητος τὸ πᾶν καλεῖν. Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, φησὶν, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Πάλιν καὶ τοῦτο δοκεῖ ἀπηρτῆσθαι τῶν ἔμπροσθεν, πολλὴν δὲ καὶ αὐτὸ τὴν συνάφειαν ἔχει. Εἰπὼν γὰρ τὴν μεγίστην εἰς ἀνθρώπους γεγεννημένην εὐεργεσίαν διὰ τοῦ βαπτίσματος, ἐπάγει καὶ τὴν ταύτης αἰτίαν, καὶ ἐκείνης οὐκ ἐλάττονα, τὴν διὰ τοῦ σταυροῦ. Ὥσπερ οὖν καὶ Παῦλος Κορινθίοις διαλεγόμενος, ταύτας ὁμοῦ τίθησι τὰς εὐεργεσίας, οὕτω λέγων: Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Μάλιστα γὰρ πάντων τὰ δύο ταῦτα τὴν ἄφατον αὐτοῦ δείκνυσιν ἀγάπην, ὅτι τε ὑπὲρ ἐχθρῶν ἔπαθε, καὶ ὅτι ἀποθανὼν ὑπὲρ ἐχθρῶν, διὰ τοῦ βαπτίσματος ὁλόκληρον τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἐδωρήσατο. βʹ. Τίνος δὲ ἕνεκεν οὐκ εἶπε σαφῶς, ὅτι μέλλω σταυροῦσθαι, ἀλλ' ἐπὶ τὸν παλαιὸν παρέπεμψε τύπον τοὺς ἀκροατάς; Πρῶτον μὲν, ἵνα μάθωσιν ὅτι συγγενῆ τὰ παλαιὰ τοῖς καινοῖς, καὶ οὐκ ἀλλότρια τούτων ἐκεῖνα: ἔπειτα ἵνα γνῷς, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἤρχετο: καὶ ἔτι πρὸς τούτοις ἵνα μάθῃς, ὅτι οὔτε αὐτῷ τις ἀπὸ τοῦ πράγματος γίνεται βλάβη, καὶ πολλοῖς ἐντεῦθεν τίκτεται σωτηρία. Ἵνα γὰρ μή τις λέγῃ, καὶ πῶς ἔνι εἰς τὸν σταυρωθέντα πιστεύσαντας σωθῆναι, ὅταν καὶ αὐτὸς ὑπὸ θανάτου κατεσχημένος ᾖ; ἐπὶ τὴν παλαιὰν ἡμᾶς ἱστορίαν ἄγει. Εἰ γὰρ πρὸς εἰκόνα χαλκῆν ὄφεως ἰδόντες Ἰουδαῖοι διέφυγον θάνατον: πολλῷ μᾶλλον οἱ εἰς τὸν ἐσταυρωμένον πιστεύοντες, εἰκότως καὶ πολλῷ μείζονος ἀπολαύσονται τῆς εὐεργεσίας. Οὐ γὰρ διὰ τὴν ἀσθένειαν τοῦ σταυρουμένου, οὐδὲ διὰ τὸ περιγενέσθαι Ἰουδαίους τοῦτο γίνεται, ἀλλ' ἐπειδὴ Ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, διὰ τοῦτο ὁ ἔμψυχος αὐτοῦ ναὸς σταυροῦται. Ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ὁρᾷς τὴν τοῦ σταυροῦ αἰτίαν, καὶ τὴν ἐξ αὐτοῦ σωτηρίαν; ὁρᾷς τοῦ τύπου πρὸς τὴν ἀλήθειαν τὴν συγγένειαν; Ἐκεῖ θάνατον διέφυγον Ἰουδαῖοι, ἀλλὰ τὸν πρόσκαιρον: ἐνταῦθα τὸν αἰώνιον οἱ πιστεύοντες. Ἐκεῖ δήγματα ὄφεων ἰᾶτο ὁ κρεμάμενος ὄφις, ἐνταῦθα τοῦ νοητοῦ δράκοντος ἐθεράπευσε τὰς πληγὰς ὁ σταυρωθεὶς Ἰησοῦς: ἐκεῖ ὁ τοῖς ὀφθαλμοῖς τούτοις βλέπων ἐθεραπεύετο, ἐνταῦθα ὁ τοῖς τῆς διανοίας ὀφθαλμοῖς ὁρῶν, πάντα ἀποτίθεται τὰ ἁμαρτήματα: ἐκεῖ χαλκὸς τὸ κρεμάμενον ἦν εἰς σχῆμα ὄφεως διατυπωθεὶς, ἐνταῦθα σῶμα δεσποτικὸν ὑπὸ Πνεύματος κατασκευασθέν. Ὄφις ἔδακνεν ἐκεῖ, καὶ ὄφις ἰᾶτο: οὕτω καὶ ἐνταῦθα θάνατος ἀπώλεσε, καὶ θάνατος ἔσωσεν. Ἀλλ' ὁ μὲν ἀπολλὺς ὄφις, ἰὸν εἶχεν: ὁ δὲ σώζων, ἰοῦ καθαρὸς ἦν. Καὶ ἐνταῦθα τὸ αὐτὸ πάλιν: ὁ μὲν γὰρ ἀπολλὺς θάνατος ἁμαρτίαν εἶχεν, ὥσπερ τὸν ἰὸν ὁ ὄφις: ὁ δὲ τοῦ Δεσπότου, ἁμαρτίας πάσης ἀπήλλακτο, ὥσπερ οὖν ὁ χαλκοῦς ὄφις, ἰοῦ. Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Καὶ τοῦτό ἐστιν, ὅ φησι Παῦλος: Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Καθάπερ γάρ τις ἀθλητὴς γενναῖος, ὅταν ἐπὶ μετεώρου τὸν ἀνταγωνιστὴν ἄρας καὶ καταῤῥάξας, λαμπροτέραν ἀποφαίνῃ τὴν νίκην: οὕτω καὶ ὁ Χριστὸς, τῆς οἰκουμένης ἁπάσης ὁρώσης, τὰς ἀντικειμένας δυνάμεις κατέβαλε, καὶ τοὺς ἐπὶ τῆς ἐρημίας πληττομένους ἰασάμενος, πάντων τῶν θηρίων ἀπήλλαξε κρεμασθεὶς ἐπὶ τοῦ σταυροῦ. Ἀλλ' οὐκ εἶπε, κρεμασθῆναι δεῖ, ἀλλ', Ὑψωθῆναι. Ὅπερ γὰρ εὐφημότερον εἶναι ἐδόκει διὰ τὸν ἀκροώμενον, καὶ ἐγγὺς τοῦ τύπου, τοῦτο τέθεικεν. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι: Μὴ θαυμάσῃς ὅτι ἐγὼ μέλλω ὑψοῦσθαι, ἵνα σωθῆτε ὑμεῖς. Καὶ γὰρ καὶ τῷ Πατρὶ τοῦτο δοκεῖ, καὶ αὐτὸς οὕτως ὑμᾶς ἠγάπησεν, ὡς ὑπὲρ τῶν δούλων δοῦναι τὸν Υἱὸν, καὶ δούλων ἀγνωμόνων. Καίτοι οὐκ ἄν τις οὐδὲ ὑπὲρ φίλου τοῦτο ποιήσειεν,[ οὐδὲ ὑπὲρ δικαίου ταχέως, ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγε:] Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται. Ἀλλ' ἐκεῖνος μὲν πλατύτερον, ἐπειδὴ πρὸς πιστοὺς διελέγετο: ἐνταῦθα δὲ συνεσταλμένως μὲν ὁ Χριστὸς, ἐπειδὴ πρὸς Νικόδημον ἦν ὁ λόγος, ἐμφαντικώτερον δέ. Καὶ γὰρ ἑκάστη λέξις πολλὴν ἔχει τὴν ἔμφασιν. Τῷ τε γὰρ εἰπεῖν, Οὕτως ἠγάπησε, καὶ τῷ, Ὁ Θεὸς τὸν κόσμον, πολλὴν δείκνυσι τῆς ἀγάπης τὴν ἐπίτασιν. Πολὺ γὰρ τὸ μέσον καὶ ἄπειρον ἦν. Ὁ γὰρ ἀθάνατος, ὁ ἄναρχος, ἡ μεγαλωσύνη ἡ ἀπέραντος, τοὺς ἀπὸ γῆς καὶ σποδοῦ, τοὺς μυρίων γέμοντας ἁμαρτημάτων, τοὺς διὰ παντὸς προσκεκρουκότας τοῦ χρόνου, τοὺς ἀγνώμονας, τούτους ἠγάπησε. Καὶ τὰ μετὰ ταῦτα δὲ πάλιν ὁμοίως ἐμφαντικὰ, ἅπερ ἐπήγαγε λέγων: Ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν: οὐ δοῦλον, οὐκ ἄγγελον, οὐκ ἀρχάγγελόν φησι. Καίτοι γε οὐδ' ἂν περὶ παῖδά τις τοσαύτην ἐπεδείξατο σπουδὴν, ὅσην περὶ τοὺς οἰκέτας τοὺς ἀγνώμονας ὁ Θεός. Τὸ μὲν οὖν πάθος οὐ σφόδρα γυμνῶς τίθησιν, ἀλλὰ συνεσκιασμένως: τὸ δὲ ἀπὸ τοῦ πάθους κέρδος, σαφῶς καὶ ἀνακεκαλυμμένως, λέγων οὕτως: Ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ἐπειδὴ γὰρ εἶπεν, Ὑψωθῆναι δεῖ, καὶ τὸν θάνατον ᾐνίξατο, ἵνα μὴ κατηφὴς ὁ ἀκροατὴς ἀπὸ τούτων γένηται τῶν ῥημάτων, ἀνθρώπινόν τι περὶ αὐτοῦ ὑποπτεύων, καὶ τὸν θάνατον αὐτοῦ νομίζων ἀνυπαρξίαν εἶναι, σκόπει πῶς αὐτὸ διορθοῦται, Υἱόν τε Θεοῦ λέγων εἶναι τὸν διδόμενον, καὶ ζωῆς αἴτιον εἶναι, καὶ ζωῆς αἰωνίου. Οὐκ ἂν δὲ ὁ τοῖς ἄλλοις ζωὴν παρέχων διὰ τοῦ θανάτου, αὐτὸς ἔμελλεν εἶναι ἐν τῷ θανάτῳ διηνεκῶς. Εἰ γὰρ οἱ πιστεύοντες εἰς τὸν ἐσταυρωμένον οὐκ ἀπόλλυνται, πολλῷ μᾶλλον αὐτὸς σταυρωθεὶς οὐκ ἀπολεῖται. Ὁ γὰρ τῶν ἄλλων τὴν ἀπώλειαν ἀναιρῶν, πολλῷ μᾶλλον αὐτὸς ταύτης ἀπήλλακται: ὁ τοῖς ἄλλοις παρέχων ζωὴν, πολλῷ μᾶλλον ἑαυτῷ πηγάζει ζωήν. Ὁρᾷς ὅτι πανταχοῦ πίστεως χρεία; Τὸν γὰρ σταυρὸν πηγὴν ζωῆς εἶναί φησιν, ὃ λογισμὸς μὲν οὐκ ἂν ῥᾳδίως παραδέξαιτο: καὶ μαρτυροῦσιν ἔτι καὶ νῦν Ἕλληνες καταγελῶντες: ἡ δὲ τὴν τῶν λογισμῶν ἀσθένειαν ὑπερβαίνουσα πίστις, ῥᾳδίως ἂν αὐτὸ καὶ δέξαιτο καὶ κατάσχοι. Πόθεν δὲ οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον; Ἄλλοθεν μὲν οὐδαμόθεν, ἐξ ἀγαθότητος δὲ μόνης. γʹ. Ἐντραπῶμεν τοίνυν αὐτοῦ τὴν ἀγάπην: αἰσχυνθῶμεν τῆς φιλανθρωπίας τὴν ὑπερβολήν. Αὐτὸς μὲν γὰρ οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο δι' ἡμᾶς: ἡμεῖς δὲ καὶ χρημάτων φειδόμεθα καθ' ἑαυτῶν. Αὐτὸς καὶ τὸν γνήσιον Υἱὸν ἔδωκεν ὑπὲρ ἡμῶν: ἡμεῖς δὲ οὐδὲ ἀργυρίου καταφρονοῦμεν ὑπὲρ αὐτοῦ, ἀλλ' οὐδὲ ὑπὲρ ἡμῶν. Καὶ πῶς ἂν εἴη ταῦτα συγγνώμης ἄξια; Κἂν μὲν ἄνθρωπον ἴδωμεν κινδύνους καὶ θανάτους ὑπὲρ ἡμῶν καταδεξάμενον, πάντων προτίθεμεν, καὶ ἐν τοῖς πρώτοις ἀριθμοῦμεν τῶν φίλων, καὶ πάντα αὐτῷ τὰ ἡμέτερα ἐγχειρίζομεν, καὶ αὐτοῦ μᾶλλον ἢ ἡμέτερα εἶναί φαμεν: καὶ οὐδὲ οὕτως ἡγούμεθα ἀντίδοσιν ἀξίαν αὐτῷ διδόναι. Ἐπὶ δὲ τοῦ Χριστοῦ οὐδὲ τοῦτο τὸ μέτρον τῆς εὐγνωμοσύνης φυλάττομεν: ἀλλ' ἐκεῖνος μὲν τὴν ψυχὴν ἔθηκεν ὑπὲρ ἡμῶν, καὶ τὸ αἷμα τὸ τίμιον ἐξέχεε δι' ἡμᾶς, τοὺς οὐκ εὔνους οὐδὲ ἀγαθοὺς γεγενημένους: ἡμεῖς δὲ οὐδὲ χρήματα χέομεν δι' ἑαυτοὺς, ἀλλὰ περιορῶμεν αὐτὸν γυμνὸν καὶ ξένον ὑπὲρ ἡμῶν ἀποθανόντα. Καὶ τίς ἡμᾶς τῆς μελλούσης ἐξαιρήσεται κολάσεως; Εἰ γὰρ μὴ ὁ Θεὸς, ἀλλ' ἡμεῖς ἑαυτοὺς ἐκολάζομεν, ἆρα οὐκ ἂν καθ' ἑαυτῶν τὴν ψῆφον ἐξηνέγκαμεν; ἆρα οὐκ ἂν τὸ τῆς γεέννης ἑαυτοὺς κατεδικάσαμεν πῦρ, τὸν ὑπὲρ ἡμῶν τὴν ψυχὴν θέντα λιμῷ τηκόμενον περιορῶντες; Καὶ τί λέγω χρήματα; Εἰ γὰρ μυρίας εἴχομεν ψυχὰς, οὐχ ἁπάσας ὑπὲρ αὐτοῦ θεῖναι ἐχρῆν; Καίτοι γε οὐδὲ οὕτως ἄξιόν τι τῆς εὐεργεσίας ἐποιήσαμεν ἄν. Ὁ μὲν γὰρ πρώτως εὐεργετῶν, φανερὰν ἐπιδείκνυται τὴν χρηστότητα: ὁ δὲ εὐεργετηθεὶς, ὅ τι ἂν ἀντιδῷ, ὀφειλὴν ἀποδίδωσιν, οὐ χάριν κατατίθεται: καὶ μάλιστα ὅταν ὁ κατάρξας ἐχθροὺς εὐεργετῶν εἴη, καὶ ὁ ἀντιδιδοὺς καὶ εἰς εὐεργέτην κατατιθῆται τὰ γινόμενα, καὶ αὐτὸς αὐτῶν ἀπολαύῃ πάλιν. Ἀλλ' ἡμᾶς οὐδὲ ταῦτα ἐφέλκεται: ἀλλ' οὕτως ἐσμὲν ἀγνώμονες, ὡς οἰκέταις μὲν καὶ ἡμιόνοις καὶ ἵπποις περιδέραια χρυσᾶ περιτιθέναι, τὸν δὲ Δεσπότην γυμνὸν περιϊόντα, καὶ θύρας ἐκ θυρῶν ἀμείβοντα, καὶ ἀεὶ πρὸς ταῖς ἐξόδοις ἱστάμενον καὶ χεῖρας ἐκτείνοντα περιορᾷν, πολλάκις δὲ καὶ ἀπηνεῖ βλέπειν αὐτὸν ὀφθαλμῷ: καίτοι γε καὶ τοῦτο αὐτὸ δι' ἡμᾶς ὑπομένει. Ἡδέως γὰρ πεινᾷ, ἵνα σὺ τραφῇς: καὶ γυμνὸς περίεισιν, ἵνα σοι παράσχῃ τοῦ τῆς ἀφθαρσίας ἐνδύματος τὴν ὑπόθεσιν. Ἀλλ' οὐδὲ οὕτω προΐεσθε τῶν ὑμετέρων οὐδέν: ἀλλὰ τῶν ἱματίων τὰ μέν ἐστι σητόβρωτα, τὰ δὲ ἄχθος τῷ κιβωτίῳ, καὶ περιττὴ φροντὶς τοῖς κεκτημένοις: ὁ δὲ καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα δεδωκὼς, γυμνὸς περίεισιν. Ἀλλ' οὐκ ἐν τῷ κιβωτίῳ αὐτὰ ἀποτίθεσθε, ἀλλ' αὐτοὶ περιβεβλημένοι καλλωπίζεσθε; Εἰπὲ, τί τὸ πλέον ὑμῖν ἀπὸ τούτων; Ἵνα τὸ τῶν ἀγοραίων ἴδῃ πλῆθος ὑμᾶς; Καὶ τί τοῦτο; Οὐ γὰρ τὸν περικείμενόν σε ταῦτα θαυμάσονται, ἀλλὰ τὸν τοῖς δεομένοις παρέχοντα. Ὥστε εἰ βούλει θαυμάζεσθαι, ἑτέρους περιβάλλων, μᾶλλον μυρίων ἀπολαύσῃ κρότων. Τότε σε καὶ ὁ Θεὸς ἐπαινέσεται μετὰ τῶν ἀνθρώπων. Νυνὶ δὲ ἐπαινέσεται μὲν οὐδεὶς, φθονήσουσι δὲ ἅπαντες, τὸ μὲν σῶμα κοσμούμενον ὁρῶντες, τὴν δὲ ψυχὴν ἠμελημένην ἔχοντα. Οὗτος καὶ γυναιξὶ πόρναις πρόσεστιν ὁ κόσμος: πολλάκις δὲ καὶ πολυτελέστερα καὶ φαιδρότερα παρ' ἐκείναις τὰ ἱμάτια: ὁ δὲ τῆς ψυχῆς κόσμος παρὰ τοῖς ἐν ἀρετῇ ζῶσι μόνον ἐστί. Ταῦτα συνεχῶς λέγω, καὶ λέγων οὐ παύσομαι, οὐ πενήτων οὕτω κηδόμενος, ὡς τῶν ὑμετέρων ψυχῶν. Ἐκείνοις μὲν γὰρ, κἂν μὴ παρ' ἡμῶν, ἀλλ' ὅμως ἑτέρωθεν ἔσται τις παραμυθία: κἂν μὴ γένηται παραμυθία, ἀλλὰ λιμῷ διαφθαρῶσιν, οὐδὲν μέγα τὸ τῆς ζημίας αὐτοῖς. Τί γὰρ ἔβλαψε τὸν Λάζαρον ἡ πενία καὶ τὸ λιμῷ τήκεσθαι; Ὑμᾶς δὲ οὐδεὶς ἐξαιρήσεται τῆς γεέννης, ἂν μὴ τῆς παρὰ τῶν πενήτων τύχητε βοηθείας. Ἀλλ' ἐροῦμεν τὰ αὐτὰ τῷ πλουσίῳ, τῷ διηνεκῶς μὲν τηγανιζομένῳ, παραμυθίας δὲ μηδεμιᾶς τυγχάνοντι. Ἀλλὰ μὴ γένοιτο, μηδένα ταῦτα ἀκοῦσαί ποτε τὰ ῥήματα, ἀλλ' εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπελθεῖν: χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.