Homilies on John
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
30.1
ΟΜΙΛΙΑ Λʹ. Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν: ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ. αʹ. Δεινὸν ὁ τῆς δόξης ἔρως, δεινὸν καὶ πολλῶν γέμον κακῶν: ἄκανθά τίς ἐστι δυσαπόσπαστος, καὶ θηρίον ἀτίθασσον, καὶ πολυκέφαλον, κατὰ τῶν τρεφόντων αὐτὸ ὁπλιζόμενον. Καθάπερ γὰρ ὁ σκώληξ τὰ ξύλα ἀφ' ὧν τίκτεται διατρώγει, καὶ ὁ ἰὸς τὸν σίδηρον ὅθεν πρόεισι δαπανᾷ, καὶ οἱ σῆτες τὰ ἔρια: οὕτω καὶ ἡ κενοδοξία τὴν τρέφουσαν αὐτὴν ἀπόλλυσι ψυχήν. Διὸ πολλῆς ἡμῖν δεῖ τῆς σπουδῆς, ὥστε ἀφανίσαι τὸ πάθος. Ὅρα γοῦν καὶ ἐνταῦθα ὅσα ἐπᾴδει τοῖς μαθηταῖς τοῦτο πάσχουσιν ὁ Ἰωάννης, καὶ μόλις αὐτοὺς καταπραΰνει. Μετὰ γὰρ τῶν ἔμπροσθεν εἰρημένων, καὶ ἑτέροις αὐτοὺς ἐπαντλεῖ λόγοις. Ποίοις δὴ τούτοις; Ὁ ἄνωθεν ἐρχόμενος, λέγων, ἐπάνω πάντων ἐστίν: ὁ ἐκ τῆς γῆς ὢν, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ. Ἐπειδὴ, φησὶ, τὴν ἐμὴν ἄνω καὶ κάτω περιστρέφετε μαρτυρίαν, καὶ ταύτῃ με ἀξιοπιστότερον εἶναί φατε, ἐκεῖνο ὑμᾶς ἀναγκαῖον εἰδέναι, ὡς οὐκ ἔνι τὸν ἐκ τῶν οὐρανῶν ἐρχόμενον, ἀξιόπιστον ἀπὸ τοῦ τὴν γῆν οἰκοῦντος γενέσθαι. Τὸ δὲ, Ἐπάνω πάντων, τί ποτέ ἐστι, καὶ τί βούλεται δηλοῦν; Τοῦτό ἐστι. Δείκνυσι γὰρ διὰ τούτου, ὅτι οὐδενὸς δεῖται, ἀλλ' ἀρκῶν ἐστιν αὐτὸς ἑαυτῷ, καὶ ὅτι πάντων μείζων ἀσυγκρίτως. Ἐκ τῆς γῆς δὲ ὄντα καὶ λαλοῦντα ἑαυτὸν λέγει, οὐχ ὅτι ἐξ οἰκείας διανοίας ἐφθέγγετο, ἀλλ' ὥσπερ ὁ Χριστὸς εἶπεν: Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε: τὸ βάπτισμα οὕτω καλῶν, οὐκ ἐπειδὴ ἐπίγειον ἦν, ἀλλ' ἐπειδὴ πρὸς τὴν ἀπόῤῥητον αὐτοῦ γέννησιν παρέβαλλε τὸ εἰρημένον: οὕτω καὶ ἐνταῦθα ἐκ τῆς γῆς λαλεῖν ἑαυτὸν ὁ Ἰωάννης εἶπε, πρὸς τὴν τοῦ Χριστοῦ διδασκαλίαν τὰ αὑτοῦ παραβάλλων. Οὐδὲν γὰρ ἄλλο δηλοῖ τὸ Ἐκ τῆς γῆς λαλεῖν, ἢ ὅτι μικρὰ καὶ ταπεινὰ καὶ εὐτελῆ τοῖς ἐκείνου παραβαλλόμενα τὰ ἐμὰ, καὶ τοιαῦτα, οἷα εἰκὸς γηΐνην δέξασθαι φύσιν. Παρὰ γὰρ ἐκείνῳ Πάντες οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι. Ὅτι δὲ οὐ περὶ λογισμῶν ἀνθρωπίνων λέγει, δῆλον ἐκεῖθεν. Ὁ ἐκ τῆς γῆς ὢν, φησὶν, ἐκ τῆς γῆς ἐστι. Καίτοι γε οὐκ ἐκ τῆς γῆς ἦν αὐτῷ τὸ πᾶν, ἀλλὰ τὰ κυριώτερα οὐράνια: καὶ γὰρ ψυχὴν εἶχε, καὶ πνεύματος μετεῖχεν οὐκ ἐκ τῆς γῆς. Πῶς οὖν ἀπὸ τῆς γῆς αὐτὸς εἶναι λέγει; Οὐδὲν ἄλλο ἐντεῦθεν αἰνίττεται, ἢ ὅτι Μικρὸς ἐγὼ καὶ οὐδενὸς ἄξιος λόγου, ἅτε χαμαὶ ἐρχόμενος καὶ ἐν τῇ γῇ τεχθείς: ὁ δὲ Χριστὸς ἄνωθεν ἡμῖν ἀφῖκται. Διὰ δὴ τούτων πάντων σβέσας τὸ πάθος πρῶτον, τότε λοιπὸν μετὰ πλείονος τῆς παῤῥησίας φθέγγεται περὶ τοῦ Χριστοῦ. Πρὸ μὲν γὰρ τούτου περιττὸν ἦν ῥήματα προΐεσθαι, μηδέποτε χώραν ἐν τῇ διανοίᾳ τῶν ἀκροωμένων ἔχειν δυνάμενα: ἐπειδὴ δὲ τὰς ἀκάνθας ἀνέσπασεν, ἄρχεται μετὰ ἀδείας λοιπὸν καταβάλλειν τὰ σπέρματα, λέγων: Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστί: καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Μέγα τι καὶ ὑψηλὸν εἰπὼν περὶ αὐτοῦ, πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον ἄγει. Τὸ γὰρ, Ὃ ἤκουσε καὶ ἑώρακεν, ἀνθρωπινώτερον εἴρηται. Οὐ γὰρ ἀπὸ τοῦ παραλαβεῖν ὄψει, οὐδ' ἀπὸ τοῦ ἀκοῦσαι ᾔδει ἃ ᾔδει: ἀλλ' ἐν τῇ φύσει τὸ πᾶν εἶχε, τέλειος ἐκ τῶν πατρικῶν προελθὼν κόλπων, καὶ οὐ δεόμενος τοῦ διδάσκοντος. Καθὼς γὰρ, φησὶ, γινώσκει με ὁ Πατὴρ, οὕτω κἀγὼ γινώσκω τὸν Πατέρα. Τί οὖν ἐστιν, Ὃ ἤκουσε, λαλεῖ, καὶ ὃ ἑώρακε, μαρτυρεῖ; Ἐπειδὴ διὰ τῶν αἰσθήσεων τούτων ἡμεῖς πάντα μανθάνομεν ἀκριβῶς, καὶ ἀξιόπιστοι δοκοῦμεν εἶναι διδάσκαλοι, ὑπὲρ ὧν ἢ ὄψει παραλάβωμεν, ἢ ἀκοῇ δεξώμεθα, ἅτε οὐ πλαττόμενοι, οὐδὲ ψευδῆ λέγοντες: τοῦτο καὶ ἐνταῦθα κατασκευάσαι βουλόμενος ὁ Ἰωάννης εἶπε τὸ, Ἃ ἤκουσε καὶ ἑώρακε: τουτέστιν, οὐδὲν τῶν παρ' αὐτοῦ ψεῦδός ἐστιν, ἀλλὰ πάντα ἀληθῆ. Οὕτω δήπου καὶ ἡμεῖς περιεργαζόμενοι πολλάκις ἐρωτῶμεν: σὺ ἤκουσας; σὺ εἶδες; κἂν δειχθῇ τοῦτο, ἀναμφίβολος ἡ μαρτυρία. Καὶ αὐτὸς δὲ ὅταν λέγῃ, Καθὼς ἀκούω, κρίνω, καὶ, Ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, λαλῶ, καὶ Ὃ ἑωράκαμεν, λαλοῦμεν, καὶ ὅσα ἂν ἕτερα τοιαῦτα φθέγγηται, οὐχ ἵνα μάθωμεν ὅτι διδασκόμενος λέγει ἃ λέγει( τοῦτο γὰρ τῆς ἐσχάτης ἀνοίας ἐστὶ νομίζειν): ἀλλ' ἵνα μηδὲν τῶν λεγομένων ὑποπτεύηται παρὰ τῶν ἀναισχύντων Ἰουδαίων. Ἐπειδὴ γὰρ οὐδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον, συνεχῶς ἐπὶ τὸν Πατέρα καταφεύγει, ἐκεῖθεν ἀξιόπιστα ποιῶν τὰ λεγόμενα. βʹ. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τὸν Πατέρα καταφεύγει. ὅπου γε αὐτὸς πολλάκις καὶ ἐπὶ τοὺς προφήτας καὶ ἐπὶ τὰς Γραφὰς ἔρχεται; ὡς ὅταν λέγῃ, Ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Ἆρ' οὖν καὶ τῶν προφητῶν ἐλάττονα αὐτὸν εἶναι φήσομεν, ἐπειδὴ τὰς ἐκεῖθεν ἕλκει μαρτυρίας; Ἄπαγε. Διὰ γὰρ τὴν τῶν ἀκουόντων ἀσθένειαν οὕτω μεθοδεύει τὸν λόγον, καὶ παρὰ τοῦ Πατρὸς ἀκηκοώς φησι λαλεῖν ἅπερ ἐλάλει, οὐχ ὡς διδασκάλου δεόμενος, ἀλλ' ἵνα ἐκεῖνοι πιστεύσωσι μηδὲν εἶναι ψεῦδος τῶν λεγομένων. Ὃ δὲ λέγει Ἰωάννης, τοιοῦτόν ἐστιν: Ἐγὼ δέομαι ἀκοῦσαι τῶν παρ' ἐκείνου. Ἄνωθεν γὰρ ἔρχεται, τὰ ἐκεῖθεν ἀπαγγέλλων, ἃ μόνος αὐτὸς οἶδε σαφῶς: τὸ γὰρ, Ἑώρακε καὶ ἤκουσε, τοῦτό ἐστι δηλοῦντος. Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Καίτοι καὶ μαθητὰς εἶχε, καὶ πολλοὶ προσεῖχον τοῖς λεγομένοις. Πῶς οὖν φησιν, ὅτι οὐδείς; Τοῦτο ἀντὶ τοῦ, ὀλίγοι, εἴρηται νῦν: ἐπειδὴ εἰ μηδένα ἔλεγε, πῶς ἐπήγαγεν, Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν; Ἐνταῦθα καὶ τῶν ἰδίων καθάπτεται μαθητῶν, ὡς οὐ σφόδρα μελλόντων αὐτῷ πιστεύειν τέως. Ὅτι γὰρ οὐδὲ μετὰ ταῦτα ἐπίστευσαν αὐτῷ τὰ ῥήματα, δῆλον καὶ ἐκ τῶν μετέπειτα λεχθέντων. Διὰ τοῦτο γὰρ αὐτοὺς καὶ δεσμωτήριον οἰκῶν ἐκεῖθεν ἔπεμψε πρὸς αὐτὸν, ἵνα αὐτῷ συνδήσῃ μᾶλλον. Οἱ δὲ καὶ τότε μόλις ἐπίστευον, ὅπερ δὴ καὶ ὁ Χριστὸς αἰνιττόμενος εἶπε: Καὶ μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Δι' οὐδὲν τοίνυν ἕτερον εἶπε, Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει, ἢ τοὺς μαθητὰς ἀσφαλιζόμενος τοὺς ἑαυτοῦ, καὶ μονονουχὶ λέγων: μὴ ἐπειδὴ μέλλουσιν αὐτῷ ὀλίγοι τέως πιστεύειν, διὰ τοῦτο ψευδῆ νομίσητε εἶναι τὰ λεγόμενα: Ἃ γὰρ ἑώρακε, μαρτυρεῖ, φησί. Ταῦτα δὲ λέγει ἅμα καὶ τῆς Ἰουδαϊκῆς καθαπτόμενος ἀναισθησίας. Ὅπερ οὖν καὶ ὁ Εὐαγγελιστὴς ἀρχόμενος ἐπετίμησεν αὐτοῖς, οὕτω λέγων, ὅτι Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τοῦτο δὲ οὐκ αὐτοῦ ἔγκλημα, ἀλλὰ τῶν μὴ δεξαμένων κατηγορία. Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ἐνταῦθα αὐτοὺς καὶ φοβεῖ: δείκνυσι γὰρ, ὅτι ὁ μὴ τούτῳ πιστεύων, οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ τῷ Πατρὶ ἀπιστεῖ. Διὸ καὶ ἐπάγει: Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. Ἐπεὶ οὖν τὰ ἐκείνου φθέγγεται ὅ τε πιστεύων, ὅ τε ἀπιστῶν, ἐκείνῳ καὶ πιστεύει καὶ ἀπιστεῖ. Τὸ δὲ Ἐσφράγισεν, ἔδειξεν ἐστίν. Οὕτως εἰπὼν καὶ ἔτι αὔξων τὸν φόβον, προστίθησιν: Ὅτι ὁ Θεὸς ἀληθής ἐστι: δεικνὺς, ὡς ἂν ἄλλως τις ἀπιστήσειε τούτῳ, εἰ μὴ ψεῦδος καταγνοίη τοῦ πέμψαντος αὐτὸν Θεοῦ. Ἐπεὶ τοίνυν οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς λέγει, ἀλλὰ πάντα τὰ ἐκείνου, ὁ παρακούων τούτου, τοῦ πέμψαντος παρήκουσεν. Ὁρᾷς πῶς αὐτοὺς καὶ διὰ τούτων καταπλήττει; Τέως γὰρ οὐδὲν μέγα ἐνόμιζον εἶναι παρακοῦσαι τοῦ Χριστοῦ. Διὰ τοῦτο τηλικοῦτον κίνδυνον ἐπεκρέμασε τοῖς ἀπίστοις, ἵνα μάθωσιν, ὅτι αὐτοῦ τοῦ Θεοῦ παρακούουσιν οἱ τοῦ Χριστοῦ παρακούοντες. Εἶτα καὶ ἐπεξέρχεται τῷ λόγῳ τούτῳ, πρὸς τὸ ταπεινὸν τῆς διανοίας αὐτῶν καταβαίνων καὶ λέγων: Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Πάλιν, ὅπερ ἔφην, ἐπὶ τὸ ταπεινότερον ἄγει τὸν λόγον, ποικίλλων αὐτὸν καὶ εὐπαράδεκτον ποιῶν τοῖς ἀκούουσι τότε. Οὐ γὰρ ἦν ἄλλως ἐπᾶραι καὶ αὐξῆσαι τὸν φόβον. Εἰ μὲν γάρ τι περὶ αὐτοῦ εἶπε μέγα καὶ ὑψηλὸν, οὐκ ἂν ἐπίστευσαν, ἀλλὰ καὶ κατεφρόνησαν ἄν. Διὰ τοῦτο ἐπὶ τὸν Πατέρα ἀνάγει τὸ πᾶν, πάλιν ὡς περὶ ἀνθρώπου τοῦ Χριστοῦ τέως διαλεγόμενος. Τί δέ ἐστιν ὅ φησιν, Οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα; Θέλει δεῖξαι, ὅτι πάντες ἡμεῖς μέτρῳ τὴν τοῦ Πνεύματος ἐνέργειαν ἐλάβομεν: Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει: αὕτη γάρ ἐστιν ἡ μεριζομένη: οὗτος δὲ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν. Εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία Ὁρᾷς καὶ τὸ Πνεῦμα ἄπειρον; Ὁ τοίνυν πᾶσαν τοῦ Πνεύματος δεξάμενος τὴν ἐνέργειαν, ὁ τὰ τοῦ Θεοῦ εἰδὼς, ὁ λέγων, Ὃ ἠκούσαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν, πῶς ἂν εἴη δίκαιος ὑποπτεύεσθαι; Οὐδὲν γάρ φησιν, ὃ μὴ τοῦ Θεοῦ ἐστιν, οὐδὲ ὃ μὴ τοῦ Πνεύματός ἐστι. Καὶ τέως περὶ τοῦ Θεοῦ Λόγου οὐδὲν φθέγγεται, ἀλλ' ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ἀξιόπιστον ποιεῖται τὴν διδασκαλίαν. Ὅτι μὲν γὰρ Θεός ἐστιν, ᾔδεσαν, καὶ ὅτι Πνεῦμά ἐστιν, ἠπίσταντο, εἰ καὶ μὴ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον: ὅτι μέντοι Υἱός ἐστιν, οὐκ ᾔδεσαν. Διὰ τοῦτο ἀεὶ ἐπὶ τὸν Πατέρα καὶ ἐπὶ τὸ Πνεῦμα καταφεύγει, ἐκεῖθεν πιστούμενος τὰ λεγόμενα. Ἐπεὶ ἐάν τις ταύτην ἀνελὼν τὴν αἰτίαν καθ' ἑαυτὸν ἐξετάσῃ τὸν λόγον, σφόδρα ἀποδέει τῆς ἀξίας τοῦ Χριστοῦ. Οὐ γὰρ διὰ τοῦτο ἀξιόπιστος αὐτοῖς, ἐπειδὴ τὴν τοῦ Πνεύματος ἐνέργειαν ἔχει: οὐ γὰρ τῆς ἐκεῖθεν δεῖται βοηθείας, ἀλλ' αὐτός ἐστιν ἀρκῶν ἑαυτῷ. Τέως δὲ πρὸς τὴν ὑπόνοιαν τῶν ἀτελεστέρων φθέγγεται, ἀπὸ τῶν ταπεινῶν κατὰ μικρὸν αὐτοὺς ἀναγαγεῖν βουλόμενος. Ταῦτα δὲ λέγω, ἵνα μὴ ἁπλῶς τὰ ἐν ταῖς Γραφαῖς κείμενα παρατρέχωμεν, ἀλλὰ καὶ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ τὴν ἀσθένειαν τῶν ἀκροατῶν, καὶ πολλὰ ἕτερα τὰ ἐν αὐταῖς καταμανθάνωμεν. Οὐ γὰρ πάντα ὡς βούλονται οἱ διδάσκαλοι φθέγγονται, ἀλλὰ τὰ πολλὰ ὡς ἡ ἕξις τῶν ἀσθενούντων ἀπαιτεῖ. Διὸ καὶ Παῦλος λέγει: Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Ἐβουλόμην μὲν γὰρ, φησὶν, ὡς πνευματικοῖς λαλῆσαι, οὐκ ἠδυνάμην δέ. Πῶς; Οὐκ ἐπειδὴ αὐτὸς ἀδυνάτως εἶχεν, ἀλλ' ἐπειδὴ ἐκεῖνοι οὐκ ἠδύναντο οὕτως ἀκοῦσαι. Οὕτω καὶ Ἰωάννης ἐβούλετο μεγάλα τινὰ διδάξαι τοὺς μαθητὰς, ἀλλ' οὐδέπω δέξασθαι ἠνείχοντο ἐκεῖνοι: διὰ τοῦτο τοῖς ταπεινοτέροις ἐνδιατρίβει μάλιστα. γʹ. Χρὴ τοίνυν διερευνᾶσθαι μετὰ ἀκριβείας πάντα. Καὶ γὰρ ὅπλα ἐστὶ τὰ ἀπὸ τῶν Γραφῶν πνευματικά. Ἀλλ' ἂν μὴ εἰδῶμεν ἁρμόσαι τὰ ὅπλα, καὶ καθοπλίσαι καλῶς τοὺς μαθητὰς, αὐτὰ μὲν ἔχει τὴν οἰκείαν ἰσχὺν τοὺς δεχομένους δὲ οὐδὲν ὠφελῆσαι δύναται. Θῶμεν γὰρ εἶναι θώρακα ἰσχυρὸν, καὶ κράνος καὶ ἀσπίδα, καὶ δόρυ: εἶτα λαβέτω τις ταῦτα τὰ ὅπλα, καὶ τὸν μὲν θώρακα περιτιθέτω τοῖς ποσὶ, τὸ δὲ κράνος, ἀντὶ τῆς κεφαλῆς, τῇ ὄψει, καὶ τὴν ἀσπίδα μὴ πρὸ τοῦ στήθους προβαλλέσθω, ἀλλὰ φιλονεικείτω περιαρτῆσαι τοῖς ποσίν: ἆρα δυνήσεταί τι τῶν ὅπλων ἀπόνασθαι τούτων, ἀλλ' οὐχὶ καὶ βλαβήσεται; Παντί που δῆλον. Ἀλλ' οὐ παρὰ τὴν ἀσθένειαν τῶν ὅπλων, ἀλλὰ παρὰ τὴν ἀπειρίαν τοῦ οὐκ εἰδότος αὐτοῖς χρήσασθαι καλῶς. Οὕτω καὶ ἐπὶ τῶν Γραφῶν: ἂν τὴν τάξιν αὐτῶν συγχέωμεν, τὴν μὲν οἰκείαν αὗται δύναμιν ἕξουσι καὶ οὕτως, ἡμᾶς δὲ οὐδὲν ὠφελήσουσι. Ταῦτα ἀεὶ καὶ ἰδίᾳ καὶ δημοσίᾳ διαλεγόμενος ὑμῖν, οὐδὲν ἀνύω πλέον: καὶ γὰρ τοῖς βιωτικοῖς πάντα τὸν χρόνον προσηλωμένους ὑμᾶς ὁρῶ, τῶν πνευματικῶν οὐδὲ ὄναρ μετέχοντες. Διὰ τοῦτο καὶ ὁ βίος ἡμῖν ἠμέληται, καὶ ὑπὲρ τῆς ἀληθείας ἀγωνιζόμενοι, οὐ πολλὴν ἔχομεν τὴν ἰσχὺν, ἀλλὰ καταγέλαστοι γινόμεθα, καὶ παρ' Ἕλλησι, καὶ παρὰ Ἰουδαίοις, καὶ παρὰ αἱρετικοῖς. Καὶ εἰ μὲν καὶ ἐν τοῖς ἄλλοις ἀμελοῦντες, τὴν αὐτὴν καὶ ἐνταῦθα ῥᾳθυμίαν ἐπεδείκνυσθε, ἦν μὲν οὐδὲ οὕτως ἀπολογίας ἄξιον τὸ γινόμενον. Νυνὶ δὲ ἐν μὲν τοῖς βιωτικοῖς ἕκαστος ξίφους ἐστὶ τομώτερος, καὶ οἱ τὰς τέχνας μετιόντες, καὶ οἱ τὰ πολιτικὰ πράττοντες πράγματα: ἐν δὲ τοῖς ἀναγκαίοις καὶ πνευματικοῖς, πάντων ἐσμὲν ῥᾳθυμότεροι, τοῖς μὲν παρέργοις ὡς ἔργοις κεχρημένοι, ἃ δὲ πάντων ἔργων ἀναγκαιότερα τίθεσθαι ἐχρῆν, ταῦτα οὐδὲ πάρεργα εἶναι νομίζοντες. Ἢ οὐκ ἴστε ὅτι οὐ διὰ τοὺς πρώτους ἀνθρώπους μόνον ἐγράφη τὰ γραφέντα, ἀλλὰ καὶ δι' ἡμᾶς; Οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος, ὅτι Ταῦτα δὲ εἰς νουθεσίαν ἡμῶν ἐγράφη, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησαν: ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν; Καὶ οἶδα μὲν εἰκῆ λέγων: πλὴν οὐ παύσομαι λέγων. Τοῦτο γὰρ ποιῶν ἀπολογήσομαι τῷ Θεῷ, κἂν μηδεὶς ὁ ἀκούων ᾖ. Ὁ μὲν γὰρ τοῖς προσέχουσι λέγων, ἔχει παραμυθίαν τοῦ λέγειν τὴν πειθὼ τῶν ἀκροωμένων: ὁ δὲ συνεχῶς λέγων, καὶ μὴ ἀκουόμενος, εἶτα οὐ παυόμενος τοῦ λέγειν, πλείονος ἂν εἴη τιμῆς ἄξιος, διὰ τὸ τῷ Θεῷ δοκοῦν, καὶ μηδενὸς προσέχοντος, τὸ αὐτοῦ πᾶν πληρῶν. Ἀλλ' ὅμως εἰ καὶ ἡμῖν ὁ μισθὸς μείζων ἐκ τῆς ὑμετέρας παρακοῆς, ὅμως ἐπιθυμοῦμεν τοῦτον ἐλαττωθῆναι μᾶλλον, καὶ τὴν ὑμετέραν αὐξηθῆναι σωτηρίαν, μισθὸν μέγαν τὴν ὑμετέραν εὐδοκίμησιν εἶναι νομίζοντες. Καὶ ταῦτα λέγομεν νῦν, οὐχ ἵνα ἐπαχθῆ καὶ βαρὺν ποιήσωμεν τὸν λόγον, ἀλλ' ἵνα τὴν ἀλγηδόνα ὑμῖν ἐπιδείξωμεν, ἣν ἔχομεν διὰ τὴν ὑμετέραν ῥᾳθυμίαν: ἧς γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας, τῆς πνευματικῆς ἔχεσθαι σπουδῆς, καὶ τῶν οὐρανίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.