Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on John
John ChrysostomHom. Jo. 34 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
34.1
ΟΜΙΛΙΑ ΛΔʹ. Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ, καὶ ἀπ ῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις:« Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα: μήτι οὗτός ἐστιν ὁ Χριστός;» αʹ. Πολλῆς ἡμῖν θερμότητος δεῖ καὶ σπουδῆς διεγηγερμένης: ταύτης γὰρ ἄνευ οὐκ ἔνεστι τυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν. Καὶ τοῦτο δεικνὺς ὁ Χριστός φησι, νῦν μέν: Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος: νῦν δὲ, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη; δι' ἀμφοτέρων τούτων τὸν διακαῆ καὶ πεπυρωμένον μαθητὴν καὶ πρὸς πάντα κίνδυνον παρεσκευασμένον ἡμῖν παραστῆσαι βουλόμενος. Τοιαύτη τις ἦν καὶ αὕτη ἡ γυνή. Οὕτω γὰρ ὑπὸ τῶν εἰρημένων ἀνήφθη, ὡς καὶ τὴν ὑδρίαν ἀφεῖναι, καὶ τὴν χρείαν δι' ἣν παρεγένετο, καὶ δραμοῦσαν εἰς τὴν πόλιν, πάντα τὸν δῆμον ἑλκύσαι πρὸς τὸν Ἰησοῦν. Δεῦτε γὰρ, φησὶ, καὶ ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα. Σκόπει σπουδὴν καὶ σύνεσιν: Ἦλθεν ὑδρεύσασθαι: καὶ ἐπειδὴ τῆς ἀληθινῆς πηγῆς ἐπέτυχε, κατεφρόνησε λοιπὸν τῆς αἰσθητῆς, διδάσκουσα ἡμᾶς, εἰ καὶ διὰ μικροῦ παραδείγματος, ἀλλ' ὅμως ἐν τῇ τῶν πνευματικῶν ἀκροάσει πάντων ὑπερορᾷν τῶν βιωτικῶν, καὶ μηδένα λόγον αὐτῶν ποιεῖσθαι. Κατὰ γὰρ τὴν ἰδίαν δύναμιν, ὅπερ οἱ ἀπόστολοι ἐποίησαν, καὶ αὕτη πεποίηκε μειζόνως. Ἐκεῖνοι μὲν γὰρ οἱ κληθέντες ἀφῆκαν τὰ δίκτυα: αὕτη δὲ αὐτομάτως, οὐδενὸς παραγγείλαντος, ἀφίησι τὴν ὑδρίαν καὶ εὐαγγελιστῶν ἔργον ποιεῖ ὑπὸ τῆς χαρᾶς ἀναπτερωθεῖσα. Καὶ οὐχ ἕνα καλεῖ καὶ δεύτερον, καθάπερ Ἀνδρέας καὶ Φίλιππος, ἀλλὰ πόλιν ὁλόκληρον ἀναστήσασα καὶ δῆμον τοσοῦτον, οὕτω πρὸς αὐτὸν ἤγαγε. Καὶ σκόπει πῶς συνετῶς λέγει. Οὐ γὰρ εἶπε, Δεῦτε, ἴδετε τὸν Χριστὸν, ἀλλὰ καὶ αὐτὴ μετὰ συγκαταβάσεως, μεθ' ἧς καὶ ὁ Χριστὸς αὐτὴν ἐσαγήνευσεν, ἐπισπᾶται τοὺς ἄνδρας. Δεῦτε γὰρ, ἴδετε ἄνθρωπον, φησὶν, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα. Καὶ οὐκ ᾐσχύνθη εἰπεῖν, ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Καίτοι γε ἐνῆν εἰπεῖν ἑτέρως: Δεῦτε, ἴδετε προφητεύοντα: ἀλλ' ὅταν πυρωθῇ ψυχὴ τῷ πυρὶ τῷ θείῳ, πρὸς οὐδὲν τῶν ἐν τῇ γῇ λοιπὸν ὁρᾷ, οὐ πρὸς δόξαν, οὐ πρὸς αἰσχύνην, ἀλλ' ἑνός ἐστι μόνου, τῆς κατεχούσης αὐτὴν φλογός. Μήτι οὗτός ἐστιν ὁ Χριστός; Ὅρα πάλιν σοφίαν πολλὴν γυναικός. Οὔτε ἀπεφήνατο σαφῶς, οὔτε ἐσίγησεν. Ἐβούλετο γὰρ οὐκ ἐκ τῆς οἰκείας ἀποφάσεως εἰσάγειν αὐτοὺς, ἀλλ' ἐκ τῆς ἀκροάσεως τῆς ἐκείνου τῆς ψήφου ταύτης ποιῆσαι κοινωνούς: ὃ μᾶλλον εὐπαράδεκτον ἐποίει τὸν λόγον. Καίτοι οὐ πάντα αὐτῆς τὸν βίον ἐξήγγειλεν, ἀλλὰ ἀπὸ τῶν εἰρημένων καὶ περὶ τῶν ἄλλων ἐπέπειστο. Καὶ οὐκ εἶπε, Δεῦτε, πιστεύσατε, ἀλλὰ, Δεῦτε, ἴδετε, ὃ τούτου κουφότερον ἦν, καὶ μᾶλλον αὐτοὺς ἐφείλκετο. Εἶδες τῆς γυναικὸς τὴν σοφίαν; Ἤ| δει γὰρ, ᾔδει σαφῶς, ὅτι γευσάμενοι μόνον τῆς πηγῆς ἐκείνης, τὰ αὐτὰ πείσονται ἅπερ καὶ αὐτή. Καίτοι γε εἴ τις τῶν ἄλλων ἦν τῶν παχυτέρων, καὶ συνεσκίασεν ἂν τὸν ἔλεγχον: αὕτη δὲ ἐκπομπεύει τὸν ἑαυτῆς βίον καὶ εἰς μέσον προτίθησιν, ὥστε πάντας ἐπισπάσασθαι καὶ ἑλεῖν. Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες: Ῥαββὶ, φάγε. Τὸ, Ἠρώτων, ἐνταῦθα Παρεκάλουν ἐστὶ, τῇ ἐγχωρίῳ αὐτῶν φωνῇ. Ὁρῶντες γὰρ αὐτὸν κεκμηκότα ὑπὸ τῆς ὁδοιπορίας καὶ τῆς ἐπικειμένης φλογὸς, παρεκάλουν αὐτόν. Οὐ γὰρ ἦν προπετείας τὸ δεῖσθαι ὑπὲρ σιτίων, ἀλλὰ φιλοστοργίας τῆς περὶ τὸν διδάσκαλον. Τί οὖν ὁ Χριστός; Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Ἔλεγον οὖν πρὸς ἀλλήλους: Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Τί τοίνυν θαυμάζεις εἰ ἡ γυνὴ, ὕδωρ ἀκούσασα, ἔτι ὕδωρ ἐφαντάζετο, ὅπου γε καὶ οἱ μαθηταὶ ἔτι ταῦτα πάσχουσι, καὶ οὐδὲν οὔπω πνευματικὸν νοοῦσιν, ἀλλὰ ἀποροῦσι μὲν, πάλιν δὲ τὴν αἰδὼ τὴν συνήθη καὶ τὴν τιμὴν τῷ διδασκάλῳ νέμουσι, πρὸς ἀλλήλους μὲν διαλεγόμενοι, αὐτῷ δὲ πεῦσιν οὐ τολμῶντες προσαγαγεῖν; Τοῦτο καὶ ἀλλαχοῦ ποιοῦσιν, ἐπιθυμοῦντες μὲν ἐρωτῆσαι, οὐκ ἐρωτῶντες δέ. Τί οὖν ὁ Χριστός; Ἐμὸν βρῶμά ἐστι, φησὶν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐνταῦθα βρῶσιν ἐκάλεσε, δεικνὺς ὅσην ἐπιθυμίαν ἔχει τῆς ἡμετέρας προνοίας. Ὥσπερ γὰρ ἡμῖν ποθεινὸν τὸ ἐσθίειν, οὕτως αὐτῷ τὸ σωθῆναι ἡμᾶς. Ἄκουε δὲ πῶς πανταχοῦ οὐκ ἐκ τοῦ προχείρου πάντα ἀποκαλύπτει, ἀλλὰ πρῶτον εἰς ἀπορίαν ἐμβάλλει τὸν ἀκροατὴν, ἵνα ἀρξάμενος ζητεῖν τί τὸ λεγόμενον, εἶτα ἀπορῶν καὶ κάμνων, μετὰ πλείονος ὑποδέξηται προθυμίας φανὲν τὸ ζητούμενον, καὶ μᾶλλον διαναστῇ πρὸς τὴν ἀκρόασιν. Διατί γὰρ μὴ εὐθέως εἶπε, Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ Πατρός μου; καίτοι οὐδὲ τοῦτο σαφὲς ἦν, ἀλλὰ τοῦ προτέρου σαφέστερον: ἀλλὰ τί; Ἐγὼ, φησὶ, βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Πρότερον γὰρ αὐτοὺς, ὅπερ ἔφην, τῇ διαπορήσει προσεκτικωτέρους ἐργάσασθαι βούλεται, καὶ ἐθίσαι καὶ διὰ τοιούτων αἰνιγμάτων ἀκούειν τὰ λεγόμενα. Τί δέ ἐστι τὸ θέλημα τοῦ Πατρός; Λέγει λοιπὸν αὐτὸ καὶ ἑρμηνεύει: Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν. βʹ. Ἰδοὺ πάλιν τοῖς συντρόφοις ὀνόμασιν ἀνάγει πρὸς τὴν τῶν μεγίστων θεωρίαν αὐτούς. Καὶ γὰρ, Βρῶμα, εἰπὼν, οὐδὲν ἕτερον ἐδήλωσεν, ἢ τὴν τῶν μελλόντων παραγίνεσθαι σωτηρίαν ἀνθρώπων: καὶ ἡ χώρα δὲ καὶ ὁ θερισμὸς τὸ αὐτὸ δηλοῖ, τὸ πλῆθος τῶν ψυχῶν τῶν ἑτοίμων πρὸς τὴν ὑποδοχὴν τοῦ κηρύγματος. Ὀφθαλμοὺς δὲ ἐνταῦθα λέγει, καὶ τοὺς τῆς διανοίας, καὶ τοὺς τοῦ σώματος: καὶ γὰρ ἑώρων λοιπὸν τὸ πλῆθος ἐρχόμενον τῶν Σαμαρειτῶν: τὴν δὲ τῆς προαιρέσεως αὐτῶν ἑτοιμότητα, τὰς χώρας τὰς λευκαινομένας φησίν. Ὥσπερ γὰρ οἱ ἀστάχυες ἐπειδὰν λευκανθῶσι, πρὸς ἄμητόν εἰσιν ἕτοιμοι: οὕτω καὶ οὗτοι νῦν, φησὶ, πρὸς σωτηρίαν εἰσὶν παρεσκευασμένοι καὶ εὐτρεπεῖς. Καὶ διατί μὴ εἶπε σαφῶς, ὅτι ἔρχονται πιστεῦσαι οἱ ἄνθρωποι, καὶ ἕτοιμοί εἰσι πρὸς ὑποδοχὴν τοῦ λόγου, κατηχηθέντες μὲν παρὰ τῶν προφητῶν, καὶ τὸν καρπὸν λοιπὸν ἀποδιδόντες, ἀλλὰ χώραν καὶ θερισμὸν ἐκάλεσε; τί βούλονται αὐτῷ αὗται αἱ τροπαί; Οὐ γὰρ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν παντὶ τῷ Εὐαγγελίῳ τοῦτο ποιεῖ: καὶ οἱ προφῆται δὲ τῷ αὐτῷ κέχρηνται τρόπῳ, μεταφορικῶς πολλὰ λέγοντες. Τί δήποτ' οὖν τὸ αἴτιον; οὐ γὰρ ἁπλῶς ταῦτα τοῦ Πνεύματος ἡ χάρις ἐνομοθέτησεν: ἀλλὰ τίνος ἕνεκεν, καὶ διατί; Δυοῖν ἕνεκεν προφάσεων: μιᾶς μὲν, ὥστε ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ μᾶλλον ὑπ' ὄψιν ἄγειν τὰ λεγόμενα. Ἡ γὰρ διάνοια, τῆς συντρόφου τῶν πραγμάτων εἰκόνος ἐπιλαβομένη, διανίσταται μᾶλλον, καὶ ὥσπερ ἐν γραφῇ τὰ πράγματα ὁρῶσα, κατέχεται μειζόνως. Ἑνὸς μὲν οὖν ἕνεκα τούτου: δευτέρου δὲ, ὥστε καὶ γλυκαίνεσθαι τὴν διήγησιν, καὶ μονιμωτέραν εἶναι τῶν λεγομένων τὴν μνήμην. Οὐ γὰρ οὕτως ἀπόφασις χειροῦται καὶ ἐνάγει τὸν ἀκροατὴν τὸν πολὺν, ὡς ἡ διὰ τῶν πραγμάτων διήγησις, καὶ ἡ ὑπογραφὴ πείρας. Ὃ διὰ τῆς παραβολῆς ἔστι μετὰ πολλῆς γινόμενον ἰδεῖν τῆς σοφίας. Καὶ ὁ θερίζων, μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον. Ὁ μὲν γὰρ τοῦ ἀμήτου τούτου καρπὸς, οὐκ εἰς αἰώνιον ζωὴν, ἀλλ' εἰς τὴν πρόσκαιρον ταύτην προχωρεῖ: ὁ δὲ πνευματικὸς, εἰς τὴν ἀγήρω καὶ ἀθάνατον. Ὁρᾷς πῶς αἰσθητὰ μὲν τὰ ῥήματα, πνευματικὰ δὲ τὰ νοήματα, καὶ δι' αὐτῶν τῶν λέξεων διαιρεῖ τὰ γήϊνα ἀπὸ τῶν οὐρανίων; Ὅπερ γὰρ ἐπὶ τοῦ ὕδατος διαλεγόμενος ἐποίησε, τὸ ἰδιάζον αὐτοῦ θεὶς, ὅτι Ὁ πίνων τὸ ὕδωρ τοῦτο οὐ μὴ διψήσει, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, τὸ εἰς ζωὴν αἰώνιον λέγων τὸν καρπὸν συνάγεσθαι τοῦτον: Ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ, καὶ ὁ θερίζων. Τίς ἐστιν ὁ σπείρων, καὶ τίς ὁ θερίζων; Οἱ προφῆταί εἰσιν οἱ σπείραντες: ἀλλ' οὐκ αὐτοὶ ἐθέρισαν, ἀλλ' οἱ ἀπόστολοι. Οὐ μὴν διὰ τοῦτο ἀπεστέρηνται τῆς ἡδονῆς καὶ τῆς ἀμοιβῆς τῶν πόνων, ἀλλὰ συνήδονται καὶ χαίρουσι σὺν ἡμῖν, εἰ καὶ μὴ σὺν ἡμῖν θερίζουσιν. Οὐδὲ γὰρ ὁ ἀμητὸς ἔργον τοῦ σπόρου. Ἔνθα οὖν ἐλάττων ἐστὶ μὲν ὁ πόνος, μείζων δὲ ἡ ἡδονὴ, ἐνταῦθα ὑμᾶς ἐτήρησα, οὐκ ἐν τῷ σπόρῳ. Πολλὴ γὰρ ἐκεῖ ἡ ταλαιπωρία καὶ ὁ πόνος. Ἐν γὰρ τῷ ἀμητῷ ἡ μὲν πρόσοδος πολλὴ, πόνος δὲ οὐ τοσοῦτος, ἀλλὰ καὶ πολλὴ ἡ εὐκολία. Ἐνταῦθα δὲ βούλεται κατασκευάσαι διὰ τούτων, ὅτι Καὶ προφητῶν θέλημα τοῦτό ἐστι, τὸ ἐμοὶ τοὺς ἀνθρώπους προσελθεῖν. Τοῦτο καὶ ὁ νόμος κατεσκεύαζεν. Διὰ τοῦτο καὶ ἔσπειραν, ἵνα τοῦτον τέκωσι τὸν καρπόν. Δείκνυσι δὲ ὅτι κἀκείνους αὐτὸς ἀπέστειλε, καὶ ὅτι πολλὴ ἡ συγγένεια τῇ Καινῇ πρὸς τὴν Παλαιὰν, καὶ πάντα ὁμοῦ διὰ τῆς παραβολῆς ταύτης κατασκευάζει. Μέμνηται δὲ καὶ λόγου παροιμιώδους περιφερομένου παρὰ πολλῶν. Ἐν γὰρ τούτῳ, φησὶν, ὁ λόγος ἐστὶν ὁ ἀληθὴς, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων. Ταῦτα δὲ ἔλεγον οἱ πολλοὶ, εἴποτε ἄλλοι μὲν τοὺς πόνους ὑπέστησαν, ἄλλοι δὲ τοὺς καρποὺς ἐδρέποντο: καὶ λέγει, ὅτι οὗτος ὁ λόγος ἐνταῦθα μάλιστα τὴν ἀλήθειαν ἔχει. Ἐπόνησαν μὲν γὰρ οἱ προφῆται, ὑμεῖς δὲ τοὺς καρποὺς τοὺς ἐκ τῶν ἐκείνων πόνων ἀμᾶσθε. Καὶ οὐκ εἶπε, τοὺς μισθούς: οὐδὲ γὰρ ἐκείνοις ἄμισθος ὁ πολὺς ἐκεῖνος πόνος: ἀλλὰ, τοὺς καρπούς. Τοῦτο καὶ Δανιὴλ ἐποίησε. Καὶ γὰρ καὶ αὐτὸς παροιμίας μέμνηται λεγούσης: Ἐξῆλθεν ἐξ ἀνόμων πλημμέλεια. Καὶ ὁ Δαυῒδ ἐν τῷ θρηνεῖν μέμνηται τοιαύτης παροιμίας. Διὰ τοῦτο προλαβὼν εἶπε, Ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. Ἐπειδὴ γὰρ ἔμελλε λέγειν ὅτι ἄλλος ἔσπειρε, καὶ ἄλλος θερίζει, ἵνα μή τις, ὅπερ ἔφην, ἀπεστερῆσθαι τοὺς προφήτας νομίσῃ τοῦ μισθοῦ, ξένον τι λέγει καὶ παράδοξον, καὶ τοῖς αἰσθητοῖς οὐ συμβαῖνον, ἀλλὰ τῶν πνευματικῶν ἐξαίρετον ὄν. Ἐν μὲν γὰρ τοῖς πράγμασι τοῖς αἰσθητοῖς ἐὰν συμβῇ ἕτερον σπεῖραι καὶ ἕτερον θερίσαι, οὐχ ὁμοῦ χαίρουσιν, ἀλλὰ ἀλγοῦσιν οἱ σπείραντες, ἅτε ἑτέροις καμόντες, χαίρουσι δὲ οἱ θερίζοντες μόνοι. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ οἱ μὴ θερίζοντες ἅπερ ἔσπειραν, ὁμοίως τοῖς ἀμῶσι χαίρουσιν: ὅθεν δῆλον, ὅτι καὶ αὐτοὶ κοινωνοῦσι τῶν μισθῶν. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε: ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ταύτῃ προτρέπει μᾶλλον αὐτούς. Ἐπειδὴ γὰρ ἐδόκει ἐπίπονον εἶναι τὸ πρᾶγμα τὸ τὴν οἰκουμένην περιελθεῖν καὶ κηρῦξαι, δείκνυσιν ὅτι καὶ ῥᾷστόν ἐστι. Τὸ γὰρ σφόδρα ἐπίπονον ἐκεῖνο ἦν, ὃ πολλοῦ καμάτου ἐδεῖτο, τὸ καταβαλεῖν τὰ σπέρματα, καὶ ψυχὴν ἀμύητον ἐναγαγεῖν εἰς θεογνωσίαν. Τίνος δὲ ἕνεκεν ταῦτα φθέγγεται; Ἵνα ὅταν αὐτοὺς ἀποστείλῃ εἰς τὸ κηρῦξαι, μὴ θορυβηθῶσιν, ὡς εἰς πρᾶγμα ἐπίπονον πεμπόμενοι. Τὸ γὰρ ἐπιπονώτερον τῶν προφητῶν ἦν, φησὶ, καὶ μαρτυρεῖ τὸ ἔργον τῷ λόγῳ, ὅτι ὑμεῖς ἐπὶ τὰ εὔκολα ἤλθετε. Ὥσπερ γὰρ ἐπὶ θερισμοῦ μετ' εὐκολίας μὲν ὁ καρπὸς συνάγεται, καὶ ἐν μιᾷ ῥοπῇ ἡ ἅλως πληροῦται τῶν δραγμάτων, οὐκ ἀναμενόντων τὰς τῶν καιρῶν τροπὰς, καὶ χειμῶνα καὶ ἔαρ καὶ ὄμβρον: οὕτω καὶ νῦν γίνεται: καὶ τὰ ἔργα βοᾷ. Μεταξὺ οὖν λέγοντος αὐτοῦ ταῦτα, ἐξῄεσαν οἱ Σαμαρεῖται, καὶ συνήγετο ἀθρόον ὁ καρπός. Διὰ τοῦτο εἶπεν: Ἄρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ βλέπετε τὰς χώρας, ὅτι λευκαί εἰσιν. Εἶπε ταῦτα, καὶ τὸ ἔργον ἐφάνη, καὶ τὰ ῥήματα ἐκ τῶν πραγμάτων ἑωρᾶτο. Ἐκ γὰρ τῆς πόλεως ἐκείνης πολλοὶ, φησὶν, ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς, μαρτυρούσης, ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Συνεώρων γὰρ ὅτι οὐκ ἂν ἐθαύμασε πρὸς χάριν ἡ γυνὴ τὸν διελέγξαντα αὐτῆς τὰ πλημμελήματα, οὐδ' ἂν ὑπὲρ τοῦ χαρίσασθαι ἑτέρῳ τὸν ἑαυτῆς ἐξεπόμπευσε βίον. γʹ. Μιμησώμεθα δὴ τὴν γυναῖκα καὶ ἡμεῖς, καὶ ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι μὴ αἰσχυνώμεθα ἀνθρώπους, ἀλλὰ φοβώμεθα ὡς χρὴ Θεὸν τὸν καὶ νῦν ὁρῶντα τὸ γινόμενον, καὶ τότε κολάζοντα τοὺς μὴ μετανοήσαντας νῦν: ὡς νῦν γε τοὐναντίον ποιοῦμεν. Τὸν μὲν γὰρ μέλλοντα κρίνειν, οὐ δεδοίκαμεν: τοὺς δὲ οὐδὲν ἡμᾶς παραβλάπτοντας, τούτους φρίττομεν, καὶ τὴν παρ' αὐτῶν αἰσχύνην τρέμομεν. Διὰ τοῦτο ἐν ᾧ δεδοίκαμεν, ἐν τούτῳ τὴν τιμωρίαν δίδομεν. Ὁ γὰρ αἰσχύνην ἀνθρώπων ὑφορώμενος νῦν μόνον, Θεοῦ δὲ ὁρῶντος μὴ αἰσχυνόμενος πρᾶξαί τι ἄτοπον, μὴ θέλων μετανοῆσαι καὶ μεταβαλέσθαι, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἐνώπιον ἑνὸς καὶ δευτέρου, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὁρώσης παραδειγματίζεται. Ὅτι γὰρ καὶ τῶν ἀγαθῶν πράξεων, καὶ τῶν οὐ τοιούτων μέγα θέατρον ἐκεῖ κάθηται, ἡ τῶν προβάτων καὶ τῶν ἐρίφων παραβολὴ παιδευέτω σε, καὶ ὁ μακάριος Παῦλος, λέγων: Δεῖ γὰρ ἡμᾶς, φησὶ, παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος ὅσα ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν: καὶ πάλιν, Ὃς φανερώσει τὰ κρυπτὰ τοῦ σκότους. Ἔπραξάς τι πονηρὸν, ἢ ἐνενόησας, καὶ κρύπτεις ἄνθρωπον; Ἀλλὰ τὸν Θεὸν οὐ κρύπτεις. Ἀλλ' οὐδὲν τούτων σοι μέλει: οἱ δὲ ὀφθαλμοὶ τῶν ἀνθρώπων, τοῦτό σοι φόβος. Οὐκοῦν ἐννόησον ὅτι οὐδὲ ἀνθρώπους λαθεῖν δυνήσῃ κατὰ τὴν ἡμέραν ἐκείνην. Πάντα γὰρ ὡς ἐν εἰκόνι τότε στήσεται κατ' ὀφθαλμοὺς ἡμῶν, ὡς αὐτοκατάκριτον ἕκαστον γενέσθαι. Καὶ τοῦτο δῆλον καὶ ἀπὸ τοῦ πλουσίου. Καὶ γὰρ καὶ τὸν ὑπεροφθέντα πένητα, τὸν Λάζαρον λέγω, πρὸ ὀφθαλμῶν εἶδεν ἑστῶτα ὁ πλούσιος, καὶ ὃν πολλάκις ἐβδελύξατο δάκτυλον, τοῦτον παρακαλεῖ παραμυθίαν αὐτῷ γενέσθαι τότε. Παρακαλῶ τοίνυν, κἂν μηδεὶς ἴδῃ τὰ ἡμέτερα, ἕκαστον ἡμῶν εἰς τὸ ἑαυτοῦ συνειδὸς εἰσελθεῖν, καὶ καθίσαι ἑαυτῷ δικαστὴν τὸν λογισμὸν, καὶ εἰς μέσον ἄγειν τὰ πεπλημμελημένα: καὶ εἰ μὴ βούλοιτο ἐκπομπευθῆναι ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ, ἐπιτιθέτω τὰ φάρμακα τῆς μετανοίας, καὶ ἰασάσθω τὰ τραύματα. Ἔξεστι γὰρ, ἔξεστι μυρίων γέμοντα τραυμάτων, ἀπελθεῖν ὑγιαίνοντα. Ἐὰν γὰρ ἀφῆτε, φησὶν, ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι: ἐὰν δὲ μὴ ἀφῆτε, οὐκ ἀφέωνται. Ὥσπερ γὰρ ἐν τῷ βαπτίσματι καταχωννύμενα τὰ ἁμαρτήματα οὐκ ἔτι φαίνεται: οὕτω καὶ ταῦτα ἀφανισθήσεται, ἐὰν θελήσωμεν μετανοῆσαι. Ἔστι δὲ μετάνοια τὸ μηκέτι τὰ αὐτὰ ποιεῖν. Ὁ γὰρ τοῖς αὐτοῖς ἐπιχειρῶν, ἔοικε τῷ κυνὶ τῷ πρὸς τὸν ἴδιον ἔμετον ἐπανιόντι, καὶ τῷ κατὰ τὴν παροιμίαν εἰς πῦρ ξαίνοντι καὶ εἰς τετρημένον ἀντλοῦντι πίθον. Δεῖ τοίνυν ἀφίστασθαι καὶ τῇ πράξει καὶ τῇ γνώμῃ τῶν τολμηθέντων, καὶ ἀποστάντας φάρμακα ἐπιθεῖναι τοῖς τραύμασι τὰ ἐναντία τῶν ἁμαρτημάτων. Οἷόν τι λέγω: Ἥρπασας καὶ ἐπλεονέκτησας; Ἀπόστηθι τῆς ἁρπαγῆς, καὶ ἐπίθες ἐλεημοσύνην τῷ τραύματι. Ἐπόρνευσας; Ἀπόστηθι τῆς πορνείας, καὶ ἐπίθες ἁγνείαν τῷ ἕλκει. Κακῶς εἶπες τὸν ἀδελφὸν καὶ ἔβλαψας; Παῦσαι κακηγορῶν, καὶ ἐπίθες φιλοφροσύνην. Καὶ καθ' ἕκαστον οὕτω ποιῶμεν τῶν πεπλημμελημένων ἡμῖν, καὶ μὴ ἁπλῶς παρατρέχωμεν τὰ ἁμαρτήματα: ἐφέστηκε γὰρ λοιπὸν, ἐφέστηκεν ὁ τῶν εὐθυνῶν καιρός. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν: Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ἀλλ' ἡμῖν τάχα τοὐναντίον ἔστιν ἐπιλέγειν: Ὁ Κύριος ἐγγὺς, μεριμνᾶτε. Ἐκεῖνοι μὲν γὰρ καλῶς ἤκουον, Μηδὲν μεριμνᾶτε, ἐν θλίψει καὶ πόνοις καὶ ἀγῶσιν ὄντες: οἱ δὲ ἐν ἁρπαγαῖς ζῶντες καὶ ἐν τρυφῇ, οἱ χαλεπὰς εὐθύνας μέλλοντες διδόναι, οὐ τοῦτο, ἀλλ' ἐκεῖνο ἂν ἀκούσαιεν εἰκότως: Ὁ Κύριος ἐγγὺς, μεριμνᾶτε. Οὐδὲ γὰρ πολὺς λείπεται τῆς συντελείας ὁ χρόνος, ἀλλὰ πρὸς τὸ τέλος λοιπὸν ὁ κόσμος ἐπείγεται. Τοῦτο οἱ πόλεμοι δηλοῦσι, τοῦτο αἱ θλίψεις, τοῦτο οἱ σεισμοὶ, τοῦτο ἡ ἀγάπη ψυγεῖσα. Καθάπερ γὰρ σῶμα ψυχοῤῥαγοῦν, καὶ ἐγγὺς ὂν τῆς τελευτῆς, μυρίας ἐπισπᾶται κακώσεις: καὶ οἰκίας μελλούσης καταπίπτειν, πολλὰ προπίπτειν εἴωθε καὶ ἀπὸ τῆς ὀροφῆς καὶ ἀπὸ τῶν τοίχων: οὕτω καὶ τῆς οἰκουμένης ἐγγὺς καὶ ἐπὶ θύραις ἕστηκεν ἡ συντέλεια, καὶ διὰ τοῦτο τὰ μυρία διέσπαρται πανταχοῦ κακά. Εἰ γὰρ τότε ὁ Κύριος ἐγγὺς, πολλῷ μᾶλλον νῦν ἐγγύς. Εἰ πρὸ τετρακοσίων ἐτῶν ὅτε ταῦτα ἐλέγετο, καὶ πλήρωμα τῶν χρόνων τὸν καιρὸν ἐκεῖνον ὁ Παῦλος ἐκάλει, πολλῷ μᾶλλον τὸν παρόντα. Ἀλλ' ἴσως δι' αὐτὸ τοῦτο ἀπιστοῦσί τινες. Καὶ μὴν διὰ τοῦτο πιστεύειν χρὴ μᾶλλον. Πόθεν γὰρ οἶδας, ἄνθρωπε, ὅτι οὐκ ἐγγὺς τὸ τέλος, καὶ μετὰ βραχὺν χρόνον ἀπαντήσεται τὰ εἰρημένα; Ὥσπερ γὰρ τοῦ ἐνιαυτοῦ τέλος, οὐ τὴν ἐσχάτην ἡμέραν λέγομεν εἶναι, ἀλλὰ καὶ τὸν ἔσχατον μῆνα, καίτοι γε τριάκοντα ἡμέρας ἔχοντα: οὕτω καὶ τῶν τοσούτων ἐτῶν κἂν τετρακόσια ἔτη τέλος εἴπω, οὐχ ἁμαρτήσομαι. Ὥστε ἔκτοτε προανεφώνει τὸ τέλος. Συστείλωμεν οὖν ἑαυτοὺς, ἐντρυφήσωμεν τῷ φόβῳ τοῦ Θεοῦ. Καὶ γὰρ ἐν ἀδείᾳ διατριβόντων ἡμῶν, οὐ σφόδρα μεριμνώντων οὐδὲ προσδοκώντων, ἐπιστήσεται ἀθρόον ἡ παρουσία. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν: Ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ Νῶε, καὶ ἐν ταῖς ἡμέραις τοῦ Λὼτ, οὕτως ἔσται καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν: Ὅταν δὲ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, καὶ ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ. Τί ἐστιν, Ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, Πολλάκις αἱ κύουσαι γυναῖκες παίζουσαι ἢ ἀριστοποιοῦσαι, ἢ ἐν βαλανείῳ, ἢ ἐν ἀγορᾷ διάγουσαι, οὐδὲν τῶν μελλόντων προορώμεναι, ὑπὸ τῆς ὀδύνης κατεσχέθησαν ἀθρόον. Ἐπεὶ οὖν τοιαῦτα καὶ τὰ ἡμέτερα, ὦμεν ἀεὶ παρεσκευασμένοι. Οὐ γὰρ ἀεὶ ταῦτα ἀκουσόμεθα: οὐκ ἀεὶ τούτων ἐξουσίαν ἕξομεν. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Οὐκοῦν ἐνταῦθα μετανοήσωμεν, ἵνα οὕτως ἵλεω τὸν Θεὸν ἔχωμεν κατὰ τὴν μέλλουσαν ἡμέραν, καὶ πολλῆς ἀπολαῦσαι δυνηθῶμεν συγγνώμης: ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note