Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on John
John ChrysostomHom. Jo. 46 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
46.1
ΟΜΙΛΙΑ ΜϚʹ. Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶ πεν, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ κατα βάς: καὶ ἔλεγον: Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι; αʹ. Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, γράφων Φιλιππησίοις ὁ Παῦλος περί τινων ἔλεγεν. Ὅτι δὲ καὶ Ἰουδαῖοι τοιοῦτοι, δῆλον μὲν καὶ ἀπὸ τῶν ἔμπροσθεν, δῆλον δὲ καὶ ἀφ' ὧν τῷ Χριστῷ προσελθόντες διελέγοντο. Ὅτε μὲν γὰρ ἄρτον ἔδωκεν αὐτοῖς, καὶ τὴν γαστέρα ἐνέπλησε, καὶ προφήτην ἔλεγον εἶναι, καὶ βασιλέα ποιῆσαι ἐζήτουν: ὅτε δὲ αὐτοὺς ἐδίδασκε περὶ τῆς πνευματικῆς τροφῆς, περὶ ζωῆς αἰωνίου, ὅτε ἀπήγαγεν αὐτοὺς τῶν αἰσθητῶν, ὅτε περὶ ἀναστάσεως διελέγετο, καὶ ὑψηλοτέραν ἐποίει τὴν γνώμην: ὅτε μάλιστα θαυμάζειν αὐτὸν ἐχρῆν, τότε γογγύζουσι καὶ ἀποπηδῶσι. Καὶ μὴν, εἰ οὗτός ἐστιν ὁ προφήτης, καθὼς ἔφθησαν εἰπόντες: Οὗτός ἐστι περὶ οὗ φησιν ὁ Μωϋσῆς, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ: αὐτοῦ ἀκούσεσθε: ἐχρῆν αὐτοὺς τούτου ἀκούειν λέγοντος, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα. Ἀλλὰ οὐκ ἤκουον, ἀλλ' ἐγόγγυζον. Ἔτι γὰρ αὐτὸν ᾐδοῦντο διὰ τὸ νεαρὸν εἶναι τὸ τῶν ἄρτων σημεῖον. Διὰ τοῦτο φανερῶς μὲν οὐκ ἀντέλεγον, τῷ δὲ γογγύζειν ἐνέφαινον ὡς ἠγανάκτουν, ὅτι μὴ ἔδωκεν αὐτοῖς τράπεζαν ἥνπερ ἐβούλοντο. Καὶ γογγύζοντες ἔλεγον: Οὐκ ἔστιν οὗτος ὁ υἱὸς Ἰωσήφ; Ὅθεν δῆλον, ὅτι οὐδὲ τὴν θαυμαστὴν αὐτοῦ καὶ παράδοξον οὐδέπω ᾔδεισαν γέννησιν. Διὰ τοῦτο γοῦν υἱὸν Ἰωσὴφ ἔτι λέγουσιν αὐτόν. Καὶ οὐκ ἐπιτιμᾷ, οὐδὲ λέγει αὐτοῖς: Οὐκ εἰμὶ υἱὸς Ἰωσήφ: οὐχ ὅτι υἱὸς Ἰωσὴφ ἦν, ἀλλ' ἐπειδὴ οὐδέπω ἠδύναντο τὸν θαυμαστὸν ἐκεῖνον ἀκοῦσαι τόκον. Εἰ δὲ τὸν κατὰ σάρκα οὐκ ἠδύναντο σαφῶς ἀκοῦσαι, πολλῷ μᾶλλον τὸν ἄῤῥητον τὸν ἄνω. Εἰ τὸ ταπεινὸν οὐκ ἀπεκάλυψε, πολλῷ μᾶλλον ἐκεῖνα οὐκ ἂν ἐνεχείρησε. Καίτοι τοῦτο αὐτοὺς σφόδρα ἐσκανδάλιζε, τὸ ἐξ εὐτελοῦς εἶναι πατρὸς, καὶ τοῦ τυχόντος: ἀλλ' ὅμως οὐκ ἀπεκάλυψεν, ἵνα μὴ, ἕτερον σκάνδαλον ἀναιρῶν, ἕτερον ποιήσῃ. Τί οὖν αὐτὸς, γογγυζόντων αὐτῶν, ἀποκρίνεται; Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν. Τούτῳ ἐπιπηδῶσι Μανιχαῖοι λέγοντες, ὅτι οὐδὲν ἐφ' ἡμῖν κεῖται: ὅπερ μάλιστα βεβαιοῖ κυρίους ὄντας τῆς γνώμης. Εἰ γάρ τις ἔρχεται πρὸς αὐτὸν, φησὶ, τί δεῖ τῆς ἕλξεως; Ὃ καὶ αὐτὸ οὐ τὸ ἐφ' ἡμῖν ἀναιρεῖ, ἀλλὰ μᾶλλον ἐμφαίνει ἡμᾶς βοηθείας δεομένους, ὅτι δείκνυσιν ἐνταῦθα, οὐ τὸν τυχόντα ἐρχόμενον, ἀλλὰ τὸν πολλῆς ἀπολαύοντα συμμαχίας. Εἶτα δείκνυσι καὶ τὸν τρόπον καθ' ὃν ἕλκει. Ἵνα γὰρ μὴ πάλιν αἰσθητόν τι περὶ τὸν Θεὸν ὑποπτεύσωσιν, ἐπήγαγεν: Οὐχ ὅτι τὸν Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Πῶς οὖν ἕλκει, φησί; Τοῦτο ὁ προφήτης ἄνωθεν ἔδειξε, προαναφωνῶν καὶ λέγων: Ἔσονται πάντες διδακτοὶ Θεοῦ. Εἶδες τῆς πίστεως τὸ ἀξίωμα; Καὶ πῶς οὐ παρὰ ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ δι' αὐτοῦ τοῦ Θεοῦ προεῖπεν ὅτι μέλλουσι μανθάνειν; Διὰ δὴ τοῦτο καὶ τὸν λόγον ποιῶν ἀξιόπιστον, ἐπὶ τοὺς προφήτας αὐτοὺς παρέπεμψεν. Καὶ εἰ εἴρηται, φησὶν, ὅτι Ἔσονται πάντες διδακτοὶ Θεοῦ, πῶς τινες οὐ πιστεύουσιν; Ὅτι τὸ εἰρημένον περὶ τῶν πλειόνων εἰρημένον ἐστίν. Ἄλλως δὲ καὶ χωρὶς τούτου, οὐχ ἁπλῶς πάντας τὸ προφητικὸν, ἀλλὰ πάντας δηλοῖ τοὺς βουλομένους. Διδάσκαλος γὰρ προκάθηται πᾶσιν ἕτοιμος ὢν τὰ αὐτοῦ παρασχεῖν, εἰς πάντας ἐκχέων τὴν διδασκαλίαν τὴν ἑαυτοῦ. Καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Οὐ μικρὸν ἐνταῦθα τοῦ Υἱοῦ τὸ ἀξίωμα, εἴ γε ὁ Πατὴρ προσάγει, καὶ οὗτος ἀνίστησιν: οὐχὶ διαιρούμενος πρὸς τὸν Πατέρα τὰ ἔργα: πῶς γάρ; ἀλλὰ δεικνὺς τὸ ἰσότιμον τῆς δυνάμεως. Ὥσπερ οὖν ἐκεῖ λέγων, Καὶ ὁ πέμψας με Πατὴρ μαρτυρεῖ περὶ ἐμοῦ: εἶτα ἵνα τινὲς μὴ φωνὴν περιεργάζωνται παρέπεμψεν αὐτοὺς ταῖς Γραφαῖς: οὕτω καὶ ἐνταῦθα, μὴ τὸ αὐτὸ ὑποπτεύσωσι, παραπέμπει αὐτοὺς τοῖς προφήταις, τούτους συνεχῶς ἄνω καὶ κάτω στρέφων, δεικνὺς ἑαυτὸν οὐκ ἐναντίον ὄντα τῷ Πατρί. Τί δὲ οἱ πρὸ τούτου, φησίν; οὐχὶ διδακτοὶ ἦσαν ἄρα Θεοῦ; τί οὖν ἐνταῦθα τὸ ἐξαίρετον; Ὅτι τότε μὲν δι' ἀνθρώπων ἐμάνθανον τὰ τοῦ Θεοῦ: νῦν δὲ διὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου. Εἶτα ἐπάγει: Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ: οὐ κατὰ τὸν τῆς αἰτίας λόγον ἐνταῦθα τοῦτο λέγων, ἀλλὰ κατὰ τὸν τρόπον τῆς οὐσίας. Ἐπεὶ εἰ τοῦτο ἔλεγε, πάντες παρὰ τοῦ Θεοῦ ἐσμέν: ποῦ οὖν τὸ ἐξαίρετον τοῦ Υἱοῦ καὶ κεχωρισμένον; Τίνος δὲ ἕνεκεν τρανότερον αὐτὸ οὐ τέθεικε, φησί; Διὰ τὴν ἐκείνων ἀσθένειαν. Εἰ γὰρ εἰπόντος, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, οὕτως ἐσκανδαλίσθησαν: τί οὐκ ἂν ἔπαθον, εἰ καὶ τοῦτο προσέθηκεν; Ἄρτον δὲ ζωῆς ἑαυτὸν καλεῖ, ὅτι τὴν ζωὴν ἡμῶν συγκροτεῖ καὶ ταύτην καὶ τὴν μέλλουσαν: διὸ καὶ ἐπήγαγεν: Ὃς ἂν φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα. Ἄρτον δὲ ἤτοι τὰ δόγματα λέγει ἐνταῦθα τὰ σωτήρια, καὶ τὴν πίστιν τὴν εἰς αὐτὸν, ἢ τὸ σῶμα τὸ ἑαυτοῦ. Ἀμφότερα γὰρ νευροῖ τὴν ψυχήν. Καίτοι γε ἀλλαχοῦ εἰπόντος: Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, οὐ μὴ γεύσεται θανάτου, καὶ ἐσκανδαλίσθησαν: ἐνταῦθα δὲ οὐδέν τι τοιοῦτον ἔπαθον, τάχα διὰ τὸ ἔτι δυσωπεῖσθαι αὐτὸν ἀπὸ τῶν γεγενημένων ἄρτων. βʹ. Ὅρα δὲ καὶ πόθεν ποιεῖται τὴν πρὸς τὸ μάννα διαφοράν. Ἀπὸ τοῦ οἷον τὸ τέλος ἀκοῦσαι ἑκατέρας τῆς τροφῆς. Δεικνὺς γὰρ, ὅτι οὐ ξένην τινὰ ἐκείνη παρεῖχε τὴν χρείαν, ἐπήγαγεν: Οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον. Εἶτα κατασκευάζει τὸ μάλιστα πεῖθον αὐτοὺς, ὅτι πολλῷ τῶν πατέρων αὐτῶν μειζόνων αὐτοὶ ἠξίωνται, τοὺς περὶ Μωϋσέα αἰνιττόμενος θαυμαστοὺς ἄνδρας ἐκείνους. Διὰ τοῦτο ἐπειδὴ εἶπεν, ὅτι ἀπέθανον οἱ τὸ μάννα φαγόντες, ἐπήγαγεν: Ὁ τρώγων ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ τὸ Ἐν τῇ ἐρήμῳ δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' αἰνιττόμενος ὅτι οὐδὲ ἐξετάθη ἐπὶ χρόνον πολὺν, οὐδὲ συνεισῆλθεν εἰς τὴν τῆς ἐπαγγελίας γῆν. Οὗτος δὲ ὁ ἄρτος οὐ τοιοῦτος. Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Εἰκότως ζητήσειεν ἄν τις ἐνταῦθα διαπορῶν, ποῖος τῶν λόγων τούτων καιρὸς ἦν, οἰκοδομούντων μὲν οὐδὲν οὐδὲ χρησιμευόντων, μᾶλλον δὲ τοῖς οἰκοδομηθεῖσι καὶ λυμαινομένων. Ἐκ τούτου, φησὶ, πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, λέγοντες: Σκληρός ἐστιν ὁ λόγος οὗτος, τίς δύναται αὐτοῦ ἀκούειν; Ἐνῆν γὰρ ταῦτα μόνοις παραδοθῆναι τοῖς μαθηταῖς, καθάπερ ὁ Ματθαῖος ἔλεγεν, ὅτι Ἰδίᾳ διελέγετο αὐτοῖς. Τί ποτε οὖν πρὸς τοῦτο ἐροῦμεν; Ὅτι καὶ νῦν τῶν τοιούτων ῥημάτων πολὺ καὶ τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον. Ἐπειδὴ γὰρ ἐπέκειντο τροφὴν αἰτοῦντες μὲν, ἀλλὰ τὴν σωματικὴν, καὶ τῆς ἐπὶ τῶν προγόνων παρασχεθείσης ἀναμιμνήσκοντες αὐτὸν τροφῆς, τὸ μάννα μέγα ἔλεγον, δεικνὺς ὅτι πάντα ἐκεῖνα τύπος ἦν καὶ σκιὰ, ἡ δὲ πραγμάτων ἀλήθεια ἡ παροῦσά ἐστι, μέμνηται τροφῆς πνευματικῆς. Ἀλλ' ἔδει, φησὶν, εἰπεῖν, ὅτι οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα: ἐγὼ δὲ ἄρτον παρέσχον ὑμῖν. Ἀλλὰ πολὺ τὸ μέσον ἦν. Ἐδόκει γὰρ τοῦτο καὶ ἔλαττον ἐκείνου, τῷ ἐκεῖνο μὲν ἄνωθεν φέρεσθαι, τοῦτο δὲ κάτω γεγενῆσθαι τὸ θαῦμα τῶν ἄρτων. Ἐπεὶ οὖν ἐζήτουν ἐκ τοῦ οὐρανοῦ φερομένην τροφὴν, διὰ τοῦτο συνεχῶς ἔλεγεν, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα. Εἰ δὲ ἐξετάζοι τις, τί δήποτε καὶ τὸν περὶ μυστηρίων ἐνέβαλε λόγον; ἐκεῖνο ἂν εἴποιμεν πρὸς αὐτὸν, ὅτι καὶ τούτων σφόδρα τῶν λόγων ὁ καιρὸς ἦν. Τὸ γὰρ ἀσαφὲς τῶν εἰρημένων ἀεὶ τὸν ἀκροατὴν διανίστησι καὶ προσεκτικώτερον ἐργάζεται. Οὐ τοίνυν σκανδαλίζεσθαι ἔδει, ἀλλ' ἐρωτᾷν μᾶλλον καὶ πυνθάνεσθαι. Νῦν δὲ ἀναχωροῦσιν. Εἰ γὰρ προφήτην αὐτὸν εἶναι ἐνόμιζον, ἐχρῆν πιστεῦσαι τοῖς λεγομένοις. Ὥστε τῆς ἐκείνων ἀνοίας τὸ σκάνδαλον ἦν, οὐ τῆς ἀπορίας τῶν λεγομένων. Σὺ δὲ ὅρα πῶς κατὰ μικρὸν τοὺς μαθητὰς συνέδησεν ἑαυτῷ: οὗτοι γάρ εἰσιν οἱ λέγοντες, Ῥήματα ζωῆς ἔχεις: ποῦ ἀπελευσόμεθα; Πλὴν ἑαυτὸν ἐνταῦθα εἰσάγει διδόντα, οὐ τὸν Πατέρα, Ὁ ἄρτος, λέγων, ὃν ἐγὼ δώσω, σάρξ μου ἐστίν. Ἀλλ' οὐχ οἱ ὄχλοι οὕτως, ἀλλ' ἀπεναντίας: Σκληρός ἐστιν ὁ λόγος οὗτος. Διὸ καὶ ἀναχωροῦσι. Καίτοι οὐδὲ ξένη τις ἦν ἡ διδασκαλία, καὶ παρηλλαγμένη. Ὁ γὰρ Ἰωάννης ἄνωθεν τοῦτο ᾐνίξατο, ἀμνὸν αὐτὸν προσειπών. Ἀλλ' οὐδὲ οὕτως ᾔδεσαν, φησίν. Οἶδα κἀγώ: ἀλλ' οὐδὲ οἱ μαθηταὶ ἠπίσταντο. Εἰ γὰρ περὶ ἀναστάσεως οὐδέπω τι ᾔδεσαν σαφὲς, διὰ τοῦτο δὲ καὶ ἠγνόησαν τί ποτέ ἐστι τὸ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν: πολλῷ μᾶλλον περὶ τῶν εἰρημένων: ταῦτα γὰρ ἐκείνων ἀσαφέστερα ἦν. Ὅτι μὲν γὰρ προφῆται ἀνέστησαν, ᾔδεσαν, εἰ καὶ μὴ οὕτω σαφῶς εἰρήκασιν αἱ Γραφαί: ὅτι δὲ σάρκα τις ἔφαγεν, οὐδέποτε οὐδεὶς εἶπεν ἐκείνων. Ἀλλ' ὅμως ἐπείθοντο καὶ ἠκολούθουν, καὶ ὡμολόγουν ῥήματα ζωῆς αἰωνίου αὐτὸν ἔχειν Τοῦτο γὰρ μαθητοῦ, τὸ μὴ περιεργάζεσθαι τὰ τοῦ διδασκάλου, ἀλλ' ἀκούειν καὶ πείθεσθαι, καὶ τὸν προσήκοντα καιρὸν ἀναμένειν τῆς λύσεως. Τί οὖν, φησὶν, ὅτι τοὐναντίον συνέβη, καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω; Τοῦτο παρὰ τὴν ἐκείνων ἄνοιαν. Ὅταν γὰρ ἡ ζήτησις τοῦ πῶς εἰσέλθῃ, συνέρχεται καὶ ἀπιστία. Οὕτω καὶ Νικόδημος ἐθορυβεῖτο λέγων: Πῶς δύναται ἄνθρωπος εἰσελθεῖν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ; οὕτω καὶ οὗτοι ταράττονται λέγοντες, Πῶς δύναται δοῦναι ἡμῖν φαγεῖν οὗτος τὴν σάρκα αὐτοῦ; Εἰ γὰρ τὸ πῶς ζητεῖς, διατί τοῦτο ἐπὶ τῶν ἄρτων οὐκ εἶπες, πῶς τοὺς πέντε εἰς τοσούτους ἐξέτεινεν; Ὅτι τοῦ κορεσθῆναι μόνον ἦσαν τότε, οὐ τοῦ τὸ θαῦμα ἰδεῖν. Ἀλλ' ἡ πεῖρα τότε, φησὶν, ἐπαίδευσεν. Οὐκοῦν ἐξ ἐκείνης ἔδει καὶ ταῦτα γενέσθαι εὐπαράδεκτα. Διὰ γὰρ τοῦτο προλαβὼν ἐθαυματούργησε τὸ παράδοξον ἐκεῖνο, ἵνα δι' ἐκείνου διδαχθέντες, μηκέτι διαπιστῶσι τοῖς μετὰ ταῦτα λεγομένοις. Ἐκεῖνοι μὲν οὖν οὐδὲν ἐκαρπώσαντο τότε ἐκ τῶν εἰρημένων: ἡμεῖς δὲ τῆς εὐεργεσίας δι' αὐτῶν τῶν ἔργων ἀπολελαύκαμεν. Διὸ καὶ ἀναγκαῖον μαθεῖν τὸ θαῦμα τῶν μυστηρίων, τί ποτέ ἐστι, καὶ διατί ἐδόθη, καὶ τίς ἡ ὠφέλεια τοῦ πράγματος. Ἓν σῶμα γινόμεθα, καὶ μέλη, φησὶν, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Οἱ δὲ μεμυημένοι παρακολουθείτωσαν τοῖς λεγομένοις. γʹ. Ἵν' οὖν μὴ μόνον κατὰ τὴν ἀγάπην τοῦτο γενώμεθα, ἀλλὰ καὶ κατ' αὐτὸ τὸ πρᾶγμα, εἰς ἐκείνην ἀνακερασθῶμεν τὴν σάρκα. Διὰ τῆς τροφῆς γὰρ τοῦτο γίνεται ἧς ἐχαρίσατο, βουλόμενος ἡμῖν δεῖξαι τὸν πόθον, ὃν ἔχει περὶ ἡμᾶς. Διὰ τοῦτο ἀνέμιξεν ἑαυτὸν ἡμῖν, καὶ ἀνέφυρε τὸ σῶμα αὐτοῦ εἰς ἡμᾶς, ἵνα ἕν τι ὑπάρξωμεν, καθάπερ σῶμα κεφαλῇ συνημμένον. Τῶν γὰρ σφόδρα ποθούντων ἐστὶ τοῦτο δεῖγμα. Τοῦτο γοῦν καὶ ὁ Ἰὼβ αἰνιττόμενος, ἔλεγε περὶ τῶν ἑαυτοῦ οἰκετῶν, οἷς ἦν οὕτω μεθ' ὑπερβολῆς ποθεινὸς, ὡς προσφύναι ταῖς σαρξὶν αὐτοῦ ἐπιθυμεῖν. Ἐκεῖνοι γὰρ τὸν πολὺν αὐτῶν ἐνδεικνύμενοι πόθον ὃν εἶχον, Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ, ἔλεγον, ἐμπλησθῆναι; Διὸ δὴ καὶ ὁ Χριστὸς αὐτὸ πεποίηκεν, εἰς φιλίαν ἡμᾶς ἐνάγων μείζονα, καὶ τὸν αὐτοῦ πόθον ἐπιδεικνὺς τὸν περὶ ἡμᾶς, οὐκ ἰδεῖν αὐτὸν μόνον παρέσχε τοῖς ἐπιθυμοῦσιν: ἀλλὰ καὶ ἅψασθαι, καὶ φαγεῖν, καὶ ἐμπῆξαι τοὺς ὀδόντας τῇ σαρκὶ, καὶ συμπλακῆναι, καὶ τὸν πόθον ἐμπλῆσαι πάντα. Ὡς λέοντες τοίνυν πῦρ πνέοντες, οὕτως ἀπὸ τῆς τραπέζης ἀναχωρῶμεν ἐκείνης, φοβεροὶ τῷ διαβόλῳ γινόμενοι, καὶ τὴν κεφαλὴν τὴν ἡμετέραν ἐννοοῦντες, καὶ τὴν ἀγάπην ἣν περὶ ἡμᾶς ἐπεδείξατο. Οἱ μὲν οὖν γεννήσαντες, πολλάκις ἑτέροις τρέφειν διδόασι τὰ τεχθέντα: ἐγὼ δὲ οὐχ οὕτω, φησὶν, ἀλλὰ ταῖς σαρξὶ τρέφω ταῖς ἐμαῖς, ἐμαυτὸν ὑμῖν παρατίθημι, πάντας ὑμᾶς εὐγενεῖς εἶναι βουλόμενος, καὶ χρηστὰς ὑμῖν περὶ τῶν μελλόντων ὑποτείνων ἐλπίδας. Ὁ γὰρ ἐνταῦθα ὑμῖν ἐκδοὺς ἑαυτὸν, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι. Ἀδελφὸς ἠθέλησα ὑμέτερος γενέσθαι: ἐκοινώνησα σαρκὸς καὶ αἵματος δι' ὑμᾶς, πάλιν αὐτὴν ὑμῖν τὴν σάρκα καὶ τὸ αἷμα, δι' ὧν συγγενὴς ἐγενόμην, ἐκδίδωμι. Τοῦτο τὸ αἷμα τὴν εἰκόνα ἡμῖν ἀνθηρὰν ἐργάζεται τὴν βασιλικὴν, τοῦτο κάλλος ἀμήχανον τίκτει, τοῦτο ἀπομαρανθῆναι τῆς ψυχῆς τὴν εὐγένειαν οὐκ ἀφίησιν, ἄρδον αὐτὴν συνεχῶς καὶ τρέφον. Τὸ μὲν γὰρ ἀπὸ τῶν σιτίων ἡμῖν αἷμα γινόμενον, οὐκ εὐθέως τοῦτο γίνεται, ἀλλ' ἕτερόν τι: τοῦτο δὲ οὐχ οὕτως, ἀλλ' εὐθέως τὴν ψυχὴν ἀρδεύει, καὶ μεγάλην τινὰ δύναμιν ἐμποιεῖ. Τοῦτο τὸ αἷμα ἀξίως λαμβανόμενον ἐλαύνει μὲν δαίμονας καὶ πόῤῥωθεν ἡμῶν ποιεῖ, καλεῖ δὲ ἀγγέλους πρὸς ἡμᾶς, καὶ τὸν Δεσπότην τῶν ἀγγέλων. Ὅπου γὰρ ἂν ἴδωσι τὸ αἷμα τὸ Δεσποτικὸν, φεύγουσι μὲν δαίμονες, συντρέχουσι δὲ ἄγγελοι. Τοῦτο τὸ αἷμα ἐκχυθὲν πᾶσαν τὴν οἰκουμένην ἐξέπλυνε. Πολλὰ περὶ τοῦ αἵματος τούτου καὶ ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐφιλοσόφησε. Τοῦτο τὸ αἷμα τὰ ἄδυτα καὶ τὰ ἅγια τῶν ἁγίων ἐκάθηρεν. Εἰ δὲ ὁ τύπος αὐτοῦ τοσαύτην ἔσχεν ἰσχὺν, ἔν τε τῷ ναῷ τῶν Ἑβραίων, ἔν τε Αἰγύπτῳ μέσῃ, ταῖς φλιαῖς ἐπιχριόμενον: πολλῷ μᾶλλον ἡ ἀλήθεια. Τοῦτο τὸ αἷμα, τὸ χρυσοῦν θυσιαστήριον ἡγίασε: τούτου χωρὶς οὐκ ἐτόλμα ὁ ἀρχιερεὺς εἰς τὰ ἄδυτα εἰσιέναι: τοῦτο τὸ αἷμα ἱερέας ἐχειροτόνει: τοῦτο ἀπέλουεν ἁμαρτίας ἐν τοῖς τύποις. Εἰ δὲ ἐν τοῖς τύποις τοσαύτην ἔσχεν ἰσχὺν, εἰ τὴν σκιὰν οὕτως ὁ θάνατος ἔφριξε, τὴν ἀλήθειαν αὐτὴν, εἰπέ μοι, πῶς οὐκ ἂν ἐφοβήθη; Τοῦτο ἡ σωτηρία τῶν ἡμετέρων ψυχῶν, τούτῳ λούεται ἡ ψυχὴ, τούτῳ καλλωπίζεται, τούτῳ πυροῦται, τοῦτο πυρὸς λαμπρότερον ἐργάζεται τὸν νοῦν τὸν ἡμέτερον, τοῦτο χρυσίου φαιδροτέραν τὴν ψυχὴν ποιεῖ, τοῦτο ἐξεχύθη τὸ αἷμα, καὶ τὸν οὐρανὸν ἐποίησε βατόν. δʹ. Φρικτὰ ὄντως τὰ μυστήρια τῆς Ἐκκλησίας, φρικτὸν ὄντως τὸ θυσιαστήριον. Ἀνέβαινεν ἐκ τοῦ παραδείσου πηγὴ, ποταμοὺς αἰσθητοὺς προχέουσα: ἀπὸ τῆς τραπέζης ταύτης ἄνεισι πηγὴ, ποταμοὺς ἀφιεῖσα πνευματικούς. Παρὰ ταύτην τὴν πηγὴν πεφυτευμέναι εἰσὶν, οὐκ ἰτέαι ἄκαρποι, ἀλλὰ δένδρα πρὸς αὐτὸν φθάνοντα τὸν οὐρανὸν, καρπὸν ἔχοντα ὥριμον ἀεὶ καὶ ἀμάραντον. Εἴ τις καυσοῦται, παρὰ ταύτην ἡκέτω τὴν πηγὴν, καὶ καταψυχέτω τὸ καῦσος. Καὶ γὰρ αὐχμοὺς λύει, καὶ τὰ διακαῆ πάντα παραψύχει, οὐ τὰ ἐξ ἡλίου διακαιόμενα, ἀλλὰ τὰ ἀπὸ τῶν βελῶν τῶν πεπυρωμένων. Καὶ γὰρ τὴν ἀρχὴν ἄνωθεν ἔχει, καὶ τὴν ῥίζαν ἐκεῖθεν, ὅθεν καὶ ἄρδεται. Πολλοὶ ταύτης οἱ ῥύακες τῆς πηγῆς, οὓς ἀφίησιν ὁ Παράκλητος: καὶ μεσίτης ὁ Υἱὸς γίνεται, οὐ δίκελλαν ἔχων καὶ ὁδοποιῶν, ἀλλὰ τὴν διάθεσιν ἀνοίγων τὴν παρ' ἡμῖν. Αὕτη ἡ πηγὴ φωτός ἐστι πηγὴ, ἀναβλύζουσα ἀληθείας ἀκτῖνας. Ταύτῃ καὶ αἱ ἄνω παρεστήκασι δυνάμεις, πρὸς τὸ κάλλος ἐνορῶσαι τῶν ῥείθρων, ἐπειδὴ καὶ σαφέστερον ἐκεῖναι τῶν προκειμένων θεωροῦσι τὴν δύναμιν, καὶ τὰς μαρμαρυγὰς τὰς ἀπροσίτους. Ὥσπερ γὰρ χρυσοῦ τηκομένου, ἄν τε τὴν χεῖρά τις ἐμβάλῃ, εἰ οἷόν τε ἦν, ἄν τε τὴν γλῶτταν, χρυσῆν εὐθέως αὐτὴν ἐποίησεν ἄν: οὕτω δὴ καὶ πολλῷ πλέον ἐνταῦθα τὴν ψυχὴν ἐργάζεται τὰ προκείμενα. Ἀναζεῖ μὲν γὰρ πυρὸς σφοδρότερον ὁ ποταμὸς, ἀλλ' οὐ καίει, ἀλλὰ βαπτίζει μόνον ὅπερ ἂν λάβῃ. Τοῦτο τὸ αἷμα ἄνωθεν προετυποῦτο ἀεὶ, ἐν θυσιαστηρίοις, ἐν δικαίων σφαγαῖς: τοῦτο ἡ τιμὴ τῆς οἰκουμένης, τούτῳ ἠγόρασε τὴν Ἐκκλησίαν ὁ Χριστὸς, τούτῳ κατεκόσμησεν αὐτὴν ἅπασαν. Καθάπερ γὰρ ἄνθρωπος οἰκέτας ὠνούμενος χρυσίον δίδωσι, καὶ καλλωπίσαι πάλιν αὐτοὺς βουλόμενος, χρυσῷ τοῦτο ποιεῖ: οὕτω καὶ ὁ Χριστὸς, καὶ ἠγόρασεν ἡμᾶς αἵματι, καὶ ἐκόσμησεν αἵματι. Οἱ τούτου μετέχοντες τοῦ αἵματος, μετὰ ἀγγέλων, καὶ ἀρχαγγέλων, καὶ τῶν ἄνω δυνάμεων ἑστήκασιν, αὐτὴν περικείμενοι τοῦ Χριστοῦ τὴν βασιλικὴν στολὴν, τὰ ὅπλα ἔχοντες τὰ πνευματικά. Ἀλλ' οὐδὲν εἶπον οὐδέπω μέγα: αὐτὸν γάρ εἰσιν ἐνδεδυμένοι τὸν βασιλέα. Ἀλλ' ὥσπερ ἐστὶ μέγα καὶ θαυμαστὸν, οὕτως ἂν μὲν μετὰ καθαρότητος προσέλθῃς, εἰς σωτηρίαν προσῆλθες: ἂν δὲ μετὰ πονηροῦ συνειδότος, εἰς κόλασιν καὶ τιμωρίαν. Ὁ γὰρ ἐσθίων, φησὶ, καὶ πίνων ἀναξίως τοῦ Κυρίου, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Εἰ τοίνυν οἱ ῥυποῦντες τὴν πορφύραν τὴν βασιλικὴν κολάζονται ὁμοίως, ὥσπερ οἱ διαῤῥηγνύντες: τί ἀπεικὸς καὶ τοὺς ἀκαθάρτῳ διανοίᾳ δεχομένους τὸ σῶμα, τὴν αὐτὴν ὑπομεῖναι τιμωρίαν τοῖς αὐτὸ διαῤῥήξασι διὰ τῶν ἥλων; Ὅρα γοῦν πῶς φοβερὰν ἔδειξεν ὁ Παῦλος τὴν κόλασιν, εἰπών: Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει: πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη; Προσέχωμεν τοίνυν ἑαυτοῖς, ἀγαπητοὶ, τοιούτων ἀπολαύοντες ἀγαθῶν: καὶ ὅταν βουληθῶμεν αἰσχρόν τι εἰπεῖν, ἢ συναρπαζομένους ἑαυτοὺς ἴδωμεν ὑπὸ ὀργῆς, ἢ ἑτέρου τινὸς τοιούτου πάθους, λογισώμεθα τίνων κατηξιώθημεν, ὅσου Πνεύματος ἀπηλαύσαμεν: καὶ ἔσται σωφρονισμὸς ἡμῖν τῶν ἀλόγων παθῶν οὗτος ὁ λογισμός. Μέχρι γὰρ τίνος τοῖς παροῦσι προσηλώμεθα; μέχρι τίνος οὐ διεγειρόμεθα; μέχρι τίνος οὐ φροντίζομεν τῆς ἑαυτῶν σωτηρίας; Ἐννοήσωμεν τίνων ἡμᾶς κατηξίωσεν ὁ Θεὸς, εὐχαριστήσωμεν, δοξάσωμεν, μὴ διὰ πίστεως μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων αὐτῶν: ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note