Homilies on John
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
7.1
ΟΜΙΛΙΑ Ζʹ. Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρω πον ἐρχόμενον εἰς τὸν κόσμον. αʹ. Διὰ τοῦτο, ὦ πολυπόθητα τέκνα, κατὰ μέρος ὑμᾶς τοῖς ἀπὸ τῶν Γραφῶν ἑστιῶμεν νοήμασι, καὶ οὐκ ἀθρόον πάντα ἐκχέομεν, ἵνα ῥᾳδία τῶν ἀεὶ καταβαλλομένων ὑμῖν ἡ φυλακὴ γένηται. Καὶ γὰρ ἐπὶ τῆς οἰκοδομίας, ὁ μὲν μηδέπω τῶν προτέρων λίθων σφιγγέντων ἑτέρους ἐπιθεὶς, σαθρὸν ἅπαντα καὶ εὐκατάβλητον ὑφαίνει τὸν τοῖχον: ὁ δὲ ἀναμένων πρότερον παγῆναι τὸν χάλικα, καὶ οὕτω τὸ λεῖπον κατὰ μικρὸν ἐπιτιθεὶς, μετὰ ἀσφαλείας ἅπασαν ἀπαρτίζει τὴν οἰκίαν, οὐκ ὀλιγοχρόνιόν τινα, οὐδὲ εὐδιάλυτον, ἀλλὰ βεβαίαν κατασκευάζων αὐτήν. Τούτους καὶ ἡμεῖς μιμώμεθα τοὺς οἰκοδόμους, καὶ κατὰ τὸν αὐτὸν τρόπον τὰς ὑμετέρας οἰκοδομῶμεν ψυχάς. Καὶ γὰρ δεδοίκαμεν, μήποτε τῆς προτέρας καταβολῆς νεοπαγοῦς ὑπαρχούσης, ἡ τῶν δευτέρων ἐπιθήκη θεωρημάτων καὶ τοῖς προτέροις λυμήνηται, τῆς διανοίας οὐκ ἀρκούσης ἅπαντα ὁμοῦ κατασχεῖν. Τί τοίνυν ἐστὶ τὸ σήμερον ἡμῖν ἀναγνωσθέν; Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐπειδὴ γὰρ ἄνω περὶ τοῦ Ἰωάννου διαλεγόμενος ἔλεγεν, ὅτι ἦλθεν, Ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, καὶ ὅτι νῦν ἀπεστάλη: ἵνα μή τις ταῦτα ἀκούων, διὰ τὴν τοῦ μαρτυροῦντος πρόσφατον παρουσίαν, καὶ περὶ τοῦ μαρτυρουμένου τοιαύτην τινὰ ὑπόνοιαν λάβῃ, ἀνήγαγε τὴν διάνοιαν, καὶ πρὸς τὴν ἐπέκεινα πάσης ἀρχῆς παρέπεμψεν ὕπαρξιν, τὴν οὐδαμοῦ λήγουσαν οὐδὲ ἱσταμένην. Καὶ πῶς ἔνι τοῦτο, φησὶν, Υἱὸν ὄντα ἔχειν; Περὶ Θεοῦ διαλεγόμεθα, καὶ τὸ πῶς ἐρωτᾷς; καὶ οὐ δέδοικας, οὐδὲ φρίττεις; Εἶτα ἂν μέν σε ἔρηταί τις: Πῶς δὲ ἡμῶν ἀτελεύτητον ἕξουσιν αἱ ψυχαὶ τὴν ζωὴν καὶ τὰ σώματα μετὰ ταῦτα; καταγελάσῃ τῆς πεύσεως, ὡς οὐκ ἂν ἀνθρωπίνης διανοίας ὂν τὰ τοιαῦτα ζητεῖν, ἀλλὰ δεῖν πιστεύειν μόνον καὶ μὴ περιεργάζεσθαι τὸ εἰρημένον, ἀρκοῦσαν ἔχοντα ἀπόδειξιν τοῦ λεχθέντος τὴν δύναμιν τοῦ εἰρηκότος: ἂν δὲ τὸν ψυχὰς καὶ σώματα ἐργασάμενον, καὶ τῆς κτίσεως ἁπάσης ἀσυγκρίτως ὑπερέχοντα, ἄναρχον εἶναι φῶμεν, τὸν τρόπον ἡμᾶς ἀπαιτήσεις; Καὶ τίς ἂν ταῦτα καθεστηκυίας εἶναι φαίη ψυχῆς; τίς δὲ ὑγιαίνοντος λογισμοῦ; Ἤκουσας, ὅτι Ἦν τὸ φῶς τὸ ἀληθινόν. Τί φιλονεικεῖς εἰκῆ καὶ μάτην ὑπερακοντίσαι τῷ λογισμῷ τὴν ἄπειρον ταύτην ζωήν; Οὐδὲ γὰρ οἷόν τε. Τί ζητεῖς τὰ ἀζήτητα; τί περιεργάζῃ τὰ ἀκατάληπτα; τί ἐρευνᾷς τὰ ἀνεξερεύνητα; Κατανόησον τῶν ἡλιακῶν ἀκτίνων τὴν ῥίζαν αὐτήν: ἀλλ' οὐ δυνήσῃ, καὶ ὅμως οὐκ ἀγανακτεῖς, οὐδὲ δυσχεραίνεις ἐπὶ τῇ ἀσθενείᾳ. Πῶς οὖν ἐν τοῖς μείζοσι τολμηρὸς γέγονας καὶ προπετής; Ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης, ὁ ἀπὸ τῆς σάλπιγγος ἠχῶν τῆς πνευματικῆς, τὸ, Ἦν, ἀκούσας παρὰ τοῦ Πνεύματος, οὐδὲν ἐπεζήτησε πλέον: σὺ δὲ ὁ τῆς χάριτος ἀμοιρῶν τῆς ἐκείνου, καὶ ὁ ἀπὸ τῶν δειλῶν φθεγγόμενος λογισμῶν, ὑπερβῆναι τὸ μέτρον τῆς ἐκείνου γνώσεως φιλονεικεῖς; Διὰ τοῦτο τοιγαροῦν οὐδὲ πρὸς τὸ μέτρον τῆς ἐκείνου γνώσεως ἀφικέσθαι δυνήσῃ. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου μεθοδεία: ἐξάγει μὲν τῶν παρὰ τοῦ Θεοῦ δοθέντων ὅρων ἡμῖν τοὺς πειθομένους αὐτῷ, ὡς ἐπὶ πολλῷ μείζοσιν: ὅταν δὲ ταῖς ἐλπίσι ταύταις δελεάσας ἐκβάλῃ τῆς τοῦ Θεοῦ χάριτος, τότε λοιπὸν οὐ μόνον οὐδὲν πλέον προσδίδωσι,( πῶς γὰρ διάβολος ὤν;), ἀλλ' οὐδὲ εἰς τὰ πρότερα, ἔνθα ἀσφαλῶς καὶ βεβαίως διετρίβομεν, ἀφίησιν ἐπανελθεῖν, ἀλλὰ πανταχοῦ περιάγει πλανωμένους, καὶ οὐκ ἔχοντας οὐδαμοῦ στῆναι. Οὕτω καὶ τὸν πρωτόπλαστον ἐκ τῆς τοῦ παραδείσου διαγωγῆς ἐποίησεν ἐκπεσεῖν. Προσδοκίᾳ γὰρ μείζονος γνώσεως καὶ τιμῆς φυσήσας αὐτὸν, καὶ τῶν τότε ὑπαρχόντων αὐτῷ μετὰ ἀδείας ἐξέβαλεν. Οὐ γὰρ μόνον ἰσόθεος οὐ γέγονε, καθὼς ὑπισχνεῖτο αὐτῷ, ἀλλὰ καὶ εἰς τὴν τοῦ θανάτου τυραννίδα ἐξέπεσεν, οὐ μόνον οὐδὲν πλέον ἀπὸ τῆς τοῦ ξύλου βρώσεως προσλαβὼν, ἀλλὰ καὶ τῆς γνώσεως ἧς εἶχεν οὐ μικρὸν ἀπολέσας, ἐλπίδι πλείονος γνώσεως. Τότε γὰρ αἰσχύνεσθαι καὶ καταδύεσθαι ἐπὶ τῇ γυμνότητι, τότε αὐτῷ προσεγένετο, πρὸ τῆς ἀπάτης ἀνωτέρω ταύτης ὄντι τῆς αἰσχύνης. Αὐτό τε γὰρ τὸ ὁρᾷν ἑαυτὸν γυμνὸν ὄντα, καὶ δεῖσθαι λοιπὸν τῆς ἀπὸ τῶν ἱματίων περιβολῆς, καὶ ἕτερα αὐτῷ πλείονα ἐντεῦθεν ἐφύη πάθη τότε. Ὅπερ ἵνα μὴ καὶ ἡμεῖς πάθωμεν, πειθώμεθα τῷ Θεῷ, καὶ μένωμεν ἐν οἷς αὐτὸς ἡμῖν προσέταξε, καὶ μηδὲν περαιτέρω πολυπραγμονῶμεν, ἵνα μὴ καὶ τῶν ἤδη δοθέντων ἡμῖν ἐκπέσωμεν ἀγαθῶν, καθάπερ καὶ οὗτοι πεπόνθασι. Τῆς γὰρ ἀνάρχου ζωῆς ἀρχὴν ἐπιζητοῦντες εὑρεῖν, καὶ ἅπερ ἠδύναντο ἔχειν ἀπώλεσαν. Οὔτε γὰρ τὸ ζητούμενον εὗρον( οὐδὲ γάρ ἐστι δυνατόν), καὶ τῆς ὑγιοῦς περὶ τοῦ Μονογενοῦς ἐξέπεσον πίστεως. Ἀλλ' ἡμεῖς μὴ μεταίρωμεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν, ἀλλ' εἴκωμεν πανταχοῦ τοῖς τοῦ Πνεύματος νόμοις, καὶ ἀκούοντες ὅτι, Ἦν τὸ φῶς τὸ ἀληθινὸν, μηδὲν πλέον ἐπιζητῶμεν εὑρεῖν: οὐδὲ γὰρ ἔνι ταύτην ὑπερβῆναι τὴν ῥῆσιν. Εἰ μὲν γὰρ ὡς ἄνθρωπος ἐγέννα, ἀνάγκη μέσον εἶναί τι τοῦ γεννῶντος καὶ τοῦ γεννωμένου: ἐπειδὴ δὲ ἀῤῥήτως καὶ ὡς Θεῷ πρέπον ἐστὶ, τοῦ πρὸ καὶ τοῦ μετὰ ἀναχώρει: τῶν χρόνων γὰρ ταῦτα ὀνόματα: ὁ δὲ Υἱὸς καὶ τῶν αἰώνων πάντων ἐστὶ ποιητής. βʹ. Οὐκοῦν οὐ πατὴρ, φησὶν, ἀλλ' ἀδελφός. Ποία ἀνάγκη, εἰπέ μοι; Εἰ μὲν γὰρ καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἐξ ἑτέρας ἐλέγομεν εἶναι ῥίζης, καλῶς ἂν ταῦτα ἔφης τότε. Εἰ δὲ ταύτην μὲν φεύγομεν τὴν ἀσέβειαν, λέγομεν δὲ τὸν μὲν Πατέρα πρὸς τὸ ἄναρχον εἶναι, μηδὲ γεγεννῆσθαι: τὸν δὲ Υἱὸν ἄναρχον εἶναι, γεγεννημένον δὲ ἐκ τοῦ Πατρός: ποία ἀνάγκη ἐκ τῆς ἐννοίας ταύτης τὸν ἀσεβῆ λόγον ἐκεῖνον ἐπεισελθεῖν; Οὐδεμία. Ἀπαύγασμα γάρ ἐστι: τὸ δὲ ἀπαύγασμα συνεπινοεῖται τῇ φύσει, ἧς ἐστιν ἀπαύγασμα. Διὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος τοῦτον οὕτως ἐκάλεσεν, ἵνα μηδὲν μέσον ὑποπτεύσῃς Πατρὸς καὶ Υἱοῦ. Τοῦτο μὲν οὖν τούτου δηλωτικόν: τὸ δὲ ἐφεξῆς τοῦ ὑποδείγματος, τὴν ὑφορμῶσαν τοῖς ἀνοήτοις ἀτοπίαν διορθοῦται. Μὴ γὰρ, ἐπειδὴ ἀπαύγασμα, φησὶν, ἤκουσας, τῆς ἰδίας αὐτὸν ἀπεστερῆσθαι νομίσῃς ὑποστάσεως. Ἀσεβὲς γὰρ τοῦτο, καὶ τῆς τῶν Σαβελλιανῶν καὶ τῶν ἀπὸ Μαρκέλλου μανίας. Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἐν ἰδίᾳ αὐτὸν ὑποστάσει εἶναί φαμεν. Διὰ τοῦτο εἰπὼν αὐτὸν ἀπαύγασμα, ἐπήγαγεν, ὅτι Καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, ἵνα τὴν ἰδίαν ὑπόστασιν δηλώσῃ καὶ τῆς αὐτῆς ὄντα αὐτὸν οὐσίας, ἧς ἐστι καὶ χαρακτήρ. Οὐ γὰρ ἀρκεῖ μιᾷ λέξει, καθάπερ ἔφθην εἰπὼν, τὰ περὶ Θεοῦ παραστῆσαι δόγματα τοῖς ἀνθρώποις: ἀλλὰ ἀγαπητὸν, ἂν πολλὰ συμφορήσαντες, ἐξ ἑκάστου τὸ πρέπον ἐπιλεξώμεθα. Οὕτω γὰρ δυνησόμεθα τῆς ἀξίας ἐφικέσθαι δοξολογίας: ἀξίας δὲ λέγω, κατὰ τὴν ἡμετέραν δύναμιν. Εἰ γάρ τις πρὸς αὐτὴν τὴν ὄντως ἀξίαν εἰπεῖν δύνασθαι νομίζοι, καὶ φιλονεικοίη, λέγων οὕτως εἰδέναι τὸν Θεὸν ὡς αὐτὸς οἶδεν ἑαυτὸν, οὗτος μάλιστά ἐστιν ὁ τὸν Θεὸν ἀγνοῶν. Ταῦτ' οὖν εἰδότες, μένωμεν κατέχοντες μετὰ ἀσφαλείας ἃ παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου, καὶ μηδὲν περαιτέρω περιεργαζώμεθα. Δύο γὰρ τοῖς ταύτην νοσοῦσι τὴν νόσον περιέσται τὰ δεινά: τό τε εἰκῆ ταλαιπωρεῖσθαι, ζητοῦντας ἅπερ εὑρεῖν οὐ δυνατόν: τό τε παροξύναι τὸν Θεὸν, τοὺς παρ' αὐτοῦ τεθέντας ὅρους ἀνατρέπειν ἐπιχειροῦντας. Ὅσην δὲ τοῦτο κινεῖ τὴν ὀργὴν, οὐδὲν δεῖ παρ' ἡμῶν μαθεῖν, πάντας εἰδότας ὑμᾶς. Διὸ τῆς ἀπονοίας αὐτῶν ἀφέμενοι, τρέμωμεν αὐτοῦ τοὺς λόγους, ἵνα διηνεκῶς ἡμᾶς τειχίζῃ: Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Ἀφέντες τοίνυν τὴν ὀλεθρίαν ταύτην πολυπραγμοσύνην, συντρίψωμεν τὰς καρδίας, πενθήσωμεν τὰ ἡμαρτημένα ἡμῖν, καθὼς προσέταξεν ὁ Χριστὸς, κατανυγῶμεν ἐπὶ τοῖς πλημμεληθεῖσιν ἡμῖν, ἀναλογισώμεθα μετὰ ἀκριβείας τὰ κατὰ τὸν ἔμπροσθεν ἡμῖν ἅπαντα τολμηθέντα χρόνον, σπουδάσωμεν αὐτὰ ἀποτρίψασθαι παντοδαπῶς. Πολλὰς γὰρ εἰς τοῦτο ὁ Θεὸς ἀνέῳξεν ἡμῖν ὁδούς. Λέγε γὰρ σὺ, φησὶ, πρῶτος, τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς: καὶ πάλιν, Εἶπα, Τὴν ἀνομίαν μου ἐξαγορεύσω κατ' ἐμοῦ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Οὐδὲ γὰρ μικρὸν ἡμῖν συντελεῖ πρὸς τὸ μειῶσαι τῶν ἁμαρτημάτων τὸ μέγεθος ἡ συνεχὴς αὐτῶν κατηγορία καὶ μνήμη. Ἔστι καὶ ἑτέρα ταύτης ἐνεργεστέρα ὁδὸς, τὸ μηδενὶ τῶν εἰς ἡμᾶς ἡμαρτηκότων μνησικακεῖν, τὸ πᾶσι τοῖς εἰς ἡμᾶς πλημμεληθεῖσι συγχωρεῖν τὰ πλημμελήματα. Βούλει καὶ τρίτην μαθεῖν; Ἄκουσον τοῦ Δανιὴλ λέγοντος: Διὸ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων. Ἔστι δὲ καὶ ἑτέρα μετὰ ταύτης, ἡ τῶν εὐχῶν συνέχεια, καὶ τὸ προσεδρεύειν μετὰ καρτερίας ταῖς πρὸς τὸν Θεὸν ἐντεύξεσι. Φέρει τινὰ παραμυθίαν ἡμῖν οὐ μικρὰν καὶ λύσιν τῶν ἡμαρτημένων καὶ νηστεία ὁμοίως, ὅταν μετὰ τῆς εἰς ἑτέρους φιλανθρωπίας γίνηται, καὶ σβέννυσι τὸ σφοδρὸν τῆς ὀργῆς τοῦ Θεοῦ. Πῦρ γὰρ φλογιζόμενον σβέσει ὕδωρ, καὶ ἐλεημοσύναις ἀποκαθαίρονται ἁμαρτίαι. Ταύτας τοίνυν πάσας ὁδεύωμεν τὰς ὁδούς. Ἂν γὰρ ἐν τούτοις ὦμεν διαπαντὸς, ἂν εἰς ταῦτα τὴν σχολὴν ἀναλίσκωμεν, οὐ μόνον τὰ παρελθόντα ἀπονιψόμεθα πλημμελήματα, ἀλλὰ καὶ εἰς τὸ μέλλον τὰ μέγιστα κερδανοῦμεν. Οὐ γὰρ παρέξομεν τῷ διαβόλῳ σχολὴν προσβάλλειν ἡμῖν, οὔτε εἰς ῥᾳθυμίαν βίου, οὔτε εἰς τὴν ὀλεθρίαν περιεργίαν. Καὶ γὰρ καὶ ταῦτα μετὰ τῶν ἄλλων, καὶ ἐντεῦθεν τὰς ἀνοήτους ζητήσεις καὶ τὰς λογομαχίας τὰς ἐπιβλαβεῖς ἐπάγει, ἐκ τοῦ σχολάζοντας ὁρᾷν καὶ ἀργοῦντας, καὶ μηδεμίαν τῆς κατὰ τὸν βίον ἀρετῆς πρόνοιαν ποιουμένους. Ἀλλ' ἡμεῖς αὐτῷ ταύτην τὴν παρείσδυσιν ἀποφράξωμεν, γρηγορήσωμεν, νήψωμεν ἵνα ἐν τῷ βραχεῖ τούτῳ χρόνῳ καμόντες ὀλίγα, τῶν ἀθανάτων ἐν τοῖς ἀπείροις αἰῶσι τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.