Homilies on John
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
8.1
ΟΜΙΛΙΑ Ηʹ. Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρω πον ἐρχόμενον εἰς τὸν κόσμον. αʹ. Οὐδὲ γὰρ κωλύει καὶ τήμερον τῶν αὐτῶν ἅψασθαι ῥημάτων, ἐπειδὴ πρώην ὑπὸ τῆς τῶν δογμάτων ἐξηγήσεως ἐκωλύθημεν ἅπασι τοῖς ἀναγνωσθεῖσιν ἐπεξελθεῖν. Ποῦ τοίνυν εἰσὶν οἱ μὴ λέγοντες αὐτὸν ἀληθινὸν Θεόν; Ἐνταῦθα μὲν γὰρ φῶς ἀληθινὸν εἴρηται: ἑτέρωθι δὲ, αὐτοαλήθεια, καὶ αὐτοζωή. Ἀλλ' ἐκείνῳ μὲν τῷ λόγῳ, ὅταν ἐκεῖ γενώμεθα, σαφέστερον ἐπεξελευσόμεθα: κατὰ δὲ τὸ παρὸν, ἀναγκαῖον τέως ἐκεῖνο πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν: Εἰ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, πῶς ἀφώτιστοι μεμενήκασι τοσοῦτοι; Οὐ γὰρ δὴ πάντες ἐπέγνωσαν τοῦ Χριστοῦ τὸ σέβας. Πῶς οὖν φωτίζει πάντα ἄνθρωπον; Τό γε εἰς αὐτὸν ἧκον. Εἰ δέ τινες ἑκόντες τοὺς τῆς διανοίας ὀφθαλμοὺς μύσαντες, μὴ βούλοιντο παραδέξασθαι τοῦ φωτὸς τούτου τὰς ἀκτῖνας, οὐ παρὰ τὴν τοῦ φωτὸς φύσιν ἡ σκότωσις ἐκείνοις, ἀλλὰ παρὰ τὴν κακουργίαν τῶν ἑκοντὶ ἀποστερούντων ἑαυτοὺς τῆς δωρεᾶς. Ἡ μὲν γὰρ χάρις εἰς πάντας ἐκκέχυται, οὐκ Ἰουδαῖον, οὐχ Ἕλληνα, οὐ βάρβαρον, οὐ Σκύθην, οὐκ ἐλεύθερον, οὐ δοῦλον, οὐκ ἄνδρα, οὐ γυναῖκα, οὐ πρεσβύτην, οὐ νέον ἀποστρεφομένη: πάντας δὲ ὁμοίως προσιεμένη, καὶ μετὰ τῆς ἴσης καλοῦσα τιμῆς. Οἱ δὲ οὐκ ἐθέλοντες ἀπολαῦσαι τῆς δωρεᾶς ταύτης, ἑαυτοῖς δίκαιοι ταύτην ἂν εἶεν λογίσασθαι τὴν πήρωσιν. Ὅταν γὰρ τῆς εἰσόδου πᾶσιν ἀνεῳγμένης, καὶ μηδενὸς τοῦ κωλύοντος ὄντος, ἐθελοκακοῦντές τινες ἔξω μένωσι, παρ' οὐδένα ἕτερον, ἀλλ' ἢ παρὰ τὴν οἰκείαν πονηρίαν ἀπόλλυνται μόνον. Ἐν τῷ κόσμῳ ἦν: ἀλλ' οὐχ ὡς τοῦ κόσμου σύγχρονος, ἄπαγε. Διὰ γὰρ τοῦτο ἐπήγαγε: Καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο: διὰ τούτου σε πάλιν ἀνάγων ἐπὶ τὴν προαιώνιον ὕπαρξιν τοῦ Μονογενοῦς. Ὁ γὰρ ἀκούσας ὅτι ἔργον αὐτοῦ τόδε τὸ πᾶν, κἂν σφόδρα ἀναίσθητος ᾖ, κἂν ἐχθρὸς, κἂν πολέμιος τῆς δόξης τοῦ Θεοῦ, πάντως καὶ ἑκὼν καὶ ἄκων ἀναγκασθήσεται πρὸ τῶν ἔργων ὁμολογῆσαι τὸν Ποιητήν. Ὅθεν μοι καὶ θαυμάζειν ἔπεισιν ἀεὶ τὴν Παύλου τοῦ Σαμοσατέως μανίαν, πῶς πρὸς τὴν οὕτω φανερὰν ἀλήθειαν ἀντιβλέψαι ἐτόλμησε, καὶ ἑκὼν ἑαυτὸν κατεκρήμνισεν. Οὐδὲ γὰρ ἀγνοῶν, ἀλλὰ καὶ σφόδρα εἰδὼς ἡμάρτανε, ταὐτὸν παθὼν τοῖς Ἰουδαίοις. Καθάπερ γὰρ ἐκεῖνοι πρὸς ἀνθρώπους ὁρῶντες, τὸ τῆς πίστεως προὔδωκαν ὑγιὲς, εἰδότες μὲν ὅτι αὐτός ἐστιν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ δὲ τοὺς ἄρχοντας οὐχ ὁμολογοῦντες, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται: οὕτω καὶ τοῦτον γυναικί τινι χαριζόμενον, τὴν σωτηρίαν φασὶν ἀποδόσθαι τὴν ἑαυτοῦ. Δεινὸν γὰρ, ὄντως δεινὸν τῆς κενοδοξίας ἡ τυραννὶς, καὶ σοφῶν ὀφθαλμοὺς ἐκτυφλοῦν ἱκανὸν, ὅταν μὴ νήφωσιν. Εἰ γὰρ ἡ δωροδοκία τοῦτο ἰσχύει, πολλῷ μᾶλλον τὸ ταύτης βιαιότερον πάθος. Διὰ τοῦτο καὶ Ἰουδαίοις ἔλεγεν ὁ Χριστός: Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Ἐνταῦθα κόσμον τὸ πλῆθός φησι, τὸ διεφθαρμένον καὶ τοῖς γηΐνοις προστετηκὸς πράγμασι, τὸν χυδαῖον, καὶ ταραχώδη, καὶ ἀνόητον λαόν. Ὡς οἵ γε τοῦ Θεοῦ φίλοι καὶ θαυμαστοὶ πάντες αὐτὸν ἐπέγνωσαν καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας. Καὶ περὶ μὲν τοῦ πατριάρχου καὶ αὐτὸς ὀνομαστί φησιν ὁ Χριστὸς, ὅτι Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν: καὶ εἶδε, καὶ ἐχάρη. Καὶ περὶ τοῦ Δαυῒδ δὲ Ἰουδαίους ἐλέγχων ἔλεγε: Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων: Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου: Κάθου ἐκ δεξιῶν μου; Καὶ πολλαχοῦ πρὸς ἐκείνους ἱστάμενος Μωϋσέως μέμνηται: περὶ δὲ τῶν λοιπῶν προφητῶν ὁ Ἀπόστολος. Πάντας γὰρ τοὺς προφήτας ἀπὸ Σαμουὴλ ἐγνωκέναι φησὶν ὁ Πέτρος αὐτὸν, καὶ τὴν παρουσίαν αὐτοῦ πόῤῥωθεν προαναφωνεῖν, οὕτω λέγων: Καὶ πάντες οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας Τῷ δὲ Ἰακὼβ καὶ τῷ πατρὶ τῷ τούτου, ὥσπερ οὖν καὶ τῷ πάππῳ, καὶ ἐφάνη καὶ διελέχθη, καὶ πολλὰ καὶ μεγάλα ὑπέσχετο δώσειν ἀγαθὰ, ἅπερ οὖν καὶ εἰς ἔργον ἐξήνεγκε. Πῶς οὖν, φησὶν, αὐτὸς ἔλεγε: Πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν; Ἆρα γὰρ οὐ μετέσχον τῆς γνώσεως τῆς εἰς αὐτόν; Πάνυ μὲν οὖν: καὶ τοῦτο καὶ ἀπὸ τῆς ῥήσεως ταύτης, ἀφ' ἧς νομίζουσί τινες αὐτοὺς ἀπεστερῆσθαι, πειράσομαι ποιῆσαι φανερόν. Πολλοὶ γὰρ, φησὶν, ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε. Ὥστε ᾔδεσαν αὐτὸν ἥξοντα εἰς ἀνθρώπους, καὶ οἰκονομήσοντα, ἅπερ καὶ ᾠκονόμησεν. Οὐ γὰρ ἂν, εἰ μὴ ᾔδεσαν, ἐπεθύμησαν. Οὐδεὶς γὰρ ὧν μηδὲ ἔννοιαν ἔχει, τούτων λαβεῖν ἐπιθυμίαν δυνήσεται. Ὥστε ᾔδεσαν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ὅτι ἥξει εἰς ἀνθρώπους. Τίνα οὖν ἐστιν ἅπερ οὐκ ᾔδεσαν, καὶ τίνα ἅπερ οὐκ ἤκουσαν; Ταῦτα ἃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε. Εἰ δὲ καὶ φωνῆς ἤκουσαν, καὶ εἶδον αὐτὸν ἐκεῖνοι, ἀλλ' οὐκ ἐν σαρκὶ, οὐδὲ οὕτω τοῖς ἀνθρώποις συναναστρεφόμενον, οὐδὲ μετὰ τοσαύτης αὐτοῖς ὁμιλοῦντα τῆς ἀδείας. Τοῦτο γοῦν καὶ αὐτὸς δηλῶν, οὐχ ἁπλῶς εἶπεν: Ἐπεθύμησαν ἰδεῖν ἐμέ: ἀλλὰ τί; Ἃ ὑμεῖς βλέπετε: οὐδὲ, Ἀκοῦσαι ἐμοῦ: ἀλλὰ τί; Ἃ ὑμεῖς ἀκούετε. Ὥστε εἰ καὶ μὴ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν ἐθεάσαντο, ἀλλ' ὅμως ᾔδεσαν αὐτὴν ἐσομένην, ἧς καὶ ἐπεθύμουν: καὶ ἐπίστευον εἰς αὐτὸν, καὶ μὴ ἑωρακότες αὐτὸν ἐν σαρκί. Ὅταν οὖν ἐγκαλῶσιν ἡμῖν Ἕλληνες ταῦτα λέγοντες: Τί δὲ τὸν ἔμπροσθεν ἐποίει χρόνον ὁ Χριστὸς, τὸ τῶν ἀνθρώπων οὐκ ἐπισκοπούμενος γένος; καὶ τί δήποτε ἐν ἐσχάτῳ τῆς ἡμετέρας ἦλθεν ἀντιληψόμενος σωτηρίας, τοσοῦτον ἀμελήσας χρόνον ἡμῶν; ἐροῦμεν, ὅτι καὶ πρὸ τούτου ἐν τῷ κόσμῳ ἦν, καὶ προενόει τῶν ἔργων αὐτοῦ, καὶ γνώριμος τοῖς ἀξίοις ἅπασιν ἦν. Εἰ δὲ διὰ τὸ μὴ πάντας αὐτὸν τότε ἐπεγνωκέναι, ἀλλὰ παρὰ τῶν γενναίων αὐτὸν καὶ ἐναρέτων ἐκείνων μόνων ἐγνῶσθαι, φαίητε μὴ γνωρίζεσθαι: κατὰ τοῦτο οὐδὲ νῦν ὁμολογήσετε προσκυνεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀνθρώπων, ἐπειδὴ μηδὲ νῦν ἅπαντες αὐτὸν ἴσασιν. Ἀλλ' ὥσπερ ἐπὶ τοῦ παρόντος οὐδεὶς ἂν διὰ τοὺς ἀγνοοῦντας αὐτὸν τοῖς εἰδόσι διαπιστήσειεν: οὕτως οὐδὲ ὑπὲρ τῶν ἔμπροσθεν χρόνων ἀμφισβητεῖν χρὴ, ὅτι πολλοῖς, μᾶλλον δὲ πᾶσιν ἔγνωστο τοῖς γενναίοις καὶ θαυμασίοις ἀνδράσιν ἐκείνοις. βʹ. Εἰ δὲ λέγοι τις: Καὶ τίνος ἕνεκεν μὴ πάντες προσεῖχον αὐτῷ, μηδὲ πάντες αὐτὸν ἐθεράπευον τότε, ἀλλὰ μόνοι οἱ δίκαιοι; ἐρήσομαι κἀγὼ, τίνος ἕνεκεν μηδὲ νῦν ἅπαντες αὐτὸν ἴσασι; Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ; Τὸν γὰρ Πατέρα τὸν τούτου, διατί μὴ πάντες, μήτε τότε, μήτε νῦν ἔγνωσαν: ἀλλ' οἱ μὲν αὐτομάτως ἅπαντα φέρεσθαι λέγουσιν, οἱ δὲ δαιμονίοις τὴν τοῦ παντὸς ἐπιτρέπουσι πρόνοιαν: εἰσὶ δὲ οἳ καὶ ἕτερον παρὰ τοῦτον ἀναπλάττουσι θεόν: τινὲς δὲ αὐτῶν καὶ τὴν ἀντικειμένην εἶναι βλασφημοῦσιν αὐτοῦ δύναμιν, καὶ τοὺς νόμους αὐτοῦ, πονηροῦ τινὸς δαίμονος εἶναι νομίζουσι; Τί οὖν; παρὰ τοῦτο οὔτε Θεὸν αὐτὸν φήσομεν εἶναι, ἐπειδή τινές εἰσιν οἱ τοῦτο λέγοντες, καὶ πονηρὸν αὐτὸν ὁμολογήσομεν εἶναι; καὶ γὰρ καὶ τοῦτό εἰσιν οἱ βλασφημοῦντες αὐτόν. Ἄπαγε τῆς παραφροσύνης καὶ τῆς ἐσχάτης παραπληξίας. Εἰ γὰρ μέλλοιμεν ἀπὸ τῆς τῶν μαινομένων κρίσεως χαρακτηρίζειν τὰ δόγματα, οὐδὲν κωλύει μαίνεσθαι καὶ αὐτοὺς μανίαν χαλεπωτάτην. Εἶτα, ἥλιον μὲν οὐδεὶς λυμαντικὸν ὀφθαλμῶν εἶναι φήσει διὰ τοὺς νοσοῦντας τὰς ὄψεις, ἀλλὰ φωτιστικὸν, ἀπὸ τῶν ὑγιαινόντων λαμβάνων τὰς κρίσεις: καὶ τὸ μέλι δὲ οὐδεὶς πικρὸν προσερεῖ, ἐπειδὴ τοῦτο τῇ αἰσθήσει τῶν ἀῤῥώστων δοκεῖ: τὸν δὲ Θεὸν ἀπὸ τῆς τῶν ἀσθενούντων ὑπολήψεως, ἢ μὴ εἶναι, ἢ πονηρὸν εἶναι, ἢ ποτὲ μὲν προνοεῖν, ποτὲ δὲ μηδὲ ὅλως τοῦτο ποιεῖν ψηφιοῦνταί τινες; Καὶ τίς ἂν τοὺς τοιούτους ὑγιαίνειν φήσειεν, ἀλλ' οὐκ ἐξεστηκέναι καὶ παραπαίειν, καὶ μαίνεσθαι τὴν ἐσχάτην μανίαν; Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, φησίν. Ἀλλ' ὧν ὁ κόσμος οὐκ ἦν ἄξιος, οὗτοι αὐτὸν ἔγνωσαν. Εἰπὼν δὲ καὶ τοὺς μὴ γνόντας αὐτὸν, ἐν βραχεῖ καὶ τὴν αἰτίαν τῆς ἀγνοίας ἔθηκεν. Οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι οὐδεὶς αὐτὸν ἔγνω, ἀλλ' ὅτι Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω τουτέστιν, οἱ τῷ κόσμῳ μόνῳ προσηλωμένοι, καὶ τὰ τοῦ κόσμου φρονοῦντες ἄνθρωποι. Οὕτω γὰρ εἴωθε καλεῖν αὐτοὺς καὶ ὁ Χριστὸς, ὡς ὅταν λέγῃ: Πάτερ ἅγιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω. Οὐκ ἄρα αὐτὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα αὐτοῦ ὁ κόσμος ἠγνόησε, καθάπερ ἐλέγομεν. Οὐδὲν γὰρ οὕτω θολοῖ διάνοιαν, ὡς τὸ προστετηκέναι τοῖς παροῦσι. Ταῦτ' οὖν εἰδότες, ἀποστήσατε ἑαυτοὺς τοῦ κόσμου, καὶ τῶν σαρκικῶν ἀποῤῥήξατε πραγμάτων, καθόσον οἷόν τε. Οὐδὲ γὰρ ἐν τοῖς τυχοῦσιν ὑμῖν ἀπὸ τούτων ἡ ζημία γίνεται, ἀλλ' ἐν τῷ κεφαλαίῳ τῶν ἀγαθῶν. Οὐ γὰρ ἔστιν ἄνθρωπον τῶν κατὰ τὸν παρόντα βίον ἀντεχόμενον πραγμάτων σφοδρῶς δυνηθῆναι ἐπιλαβέσθαι τῶν ἐν τοῖς οὐρανοῖς γνησίως: ἀλλὰ ἀνάγκη τὸν περὶ ταῦτα ἐσπουδακότα ἐκείνων ἐκπεσεῖν. Οὐ δύνασθε γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ: ἀνάγκη γὰρ ἑνὸς ἔχεσθαι, καὶ τὸν ἕτερον μισεῖν. Καὶ ταῦτα καὶ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα βοᾷ. Οἱ γοῦν τῆς τῶν χρημάτων ἐπιθυμίας καταγελάσαντες, οὗτοι μάλιστά εἰσιν οἱ τὸν Θεὸν ἀγαπῶντες ὡς χρή: ὥσπερ οὖν οἱ τὴν ἀρχὴν ἐκείνην θαυμάζοντες, οὗτοι μάλιστα πάντων εἰσὶν οἱ ἀμβλυτέραν τὴν περὶ αὐτὸν ἀγάπην ἔχοντες. Ψυχὴ γὰρ καθάπαξ ὑπὸ φιλοχρηματίας ἁλοῦσα, οὐ ῥᾳδίως οὐδὲ εὐκόλως παραιτήσεται καὶ πρᾶξαι καὶ εἰπεῖν τι τῶν παροξυνόντων τὸν Θεὸν, ἅτε καὶ ἑτέρου γενομένη δεσπότου δούλη, καὶ πάντα ἀπεναντίας ἐπιτάττοντος τῷ Θεῷ. Ἀνανήψατε τοίνυν ποτὲ καὶ διεγέρθητε, καὶ ἐννοήσαντες τίνος ἐσμὲν οἰκέται, τὴν τούτου βασιλείαν ἀγαπήσωμεν μόνην: κλαύσωμεν, θρηνήσωμεν ὑπὲρ τῶν ἔμπροσθεν χρόνων, ὧν ἐδουλεύσαμεν τῷ μαμωνᾷ: ῥίψωμεν αὐτοῦ καθάπαξ τὸν ζυγὸν, τὸν ἀφόρητον καὶ τὸν βαρὺν, καὶ μένωμεν φέροντες τὸν τοῦ Χριστοῦ, τὸν κοῦφον καὶ ῥᾷστον: οὐδὲν γὰρ ἐπιτάττει τοιοῦτον ἡμῖν οἷον ὁ μαμωνᾶς. Οὗτος μὲν γὰρ ἐχθροὺς κελεύει πᾶσι γίνεσθαι: ὁ δὲ Χριστὸς τοὐναντίον, ἅπαντας ἀσπάζεσθαι καὶ φιλεῖν. Ἐκεῖνος τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλώσας( τοῦτο γάρ ἐστιν ὁ χρυσὸς), οὐδὲ τὰς νύκτας ἀφίησιν ἀναπνεῦσαι μικρόν: οὗτος τῆς μὲν περιττῆς ταύτης καὶ ἀνοήτου φροντίδος ἀπαλλάττει, κελεύει δὲ συνάγειν τοὺς θησαυροὺς ἐν τοῖς οὐρανοῖς, οὐκ ἐκ τῆς εἰς ἑτέρους ἀδικίας, ἀλλ' ἐκ τῆς οἰκείας δικαιοσύνης. Ἐκεῖνος μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ τὰς ταλαιπωρίας οὔτε δύναται παραστῆναι κολαζομένοις ἡμῖν ἐκεῖ καὶ κακῶς πάσχουσι διὰ τοὺς αὐτοῦ νόμους, καὶ ἐπιτείνει τὴν φλόγα: οὗτος δὲ κἂν ποτήριον ἡμῖν ἐπιτάξῃ δοῦναι ψυχροῦ, οὐδὲ τούτου τὸν μισθὸν καὶ τὴν ἀμοιβὴν ἀφίησιν ἡμᾶς ἀπολέσαι ποτὲ, ἀλλὰ μετὰ πολλῆς ἀντιδίδωσι τῆς δαψιλείας. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας, τῆς οὕτω προσηνοῦς δεσποτείας καὶ τοσούτων γεμούσης ἀγαθῶν ἀμελοῦντας, ἀχαρίστῳ καὶ ἀγνώμονι δουλεύειν τυράννῳ, καὶ οὐδὲν οὔτε ἐνταῦθα, οὔτε ἐκεῖ δυναμένῳ τοὺς πειθομένους αὐτῷ καὶ προσέχοντας ὠφελεῖν; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, οὐδὲ αὕτη ἡ ζημία μόνον, ὅτι οὐκ ἀμύνει κολαζομένοις: ἀλλ' ὅτι πρὸς τούτῳ καὶ μυρίοις περιβάλλει κακοῖς, ὅπερ ἔφθην εἰπὼν, τοὺς πειθομένους αὐτῷ. Τοὺς γὰρ πλείονας τῶν ἐκεῖ κολαζομένων, ἀπὸ ταύτης ἴδοι τις ἂν κολαζομένους τῆς αἰτίας, ὅτι χρήμασιν ἐδούλευσαν καὶ τὸ χρυσίον ἠγάπησαν, καὶ τοῖς δεομένοις οὐκ ἐπήρκεσαν. Ἅπερ ἵνα μὴ καὶ ἡμεῖς πάθωμεν, σκορπίσωμεν, δῶμεν τοῖς πένησιν, ἀπαλλάξωμεν τὴν ψυχὴν καὶ τῶν ἐνταῦθα φροντίδων τῶν βλαβερῶν, καὶ τῆς ἐκεῖ διὰ ταῦτα κειμένης ἡμῖν τιμωρίας. Ἀποθώμεθα δικαιοσύνην ἐν οὐρανοῖς, ἀντὶ χρημάτων τῶν ἐπὶ γῆς συλλέξωμεν θησαυροὺς ἀναλώτους, θησαυροὺς δυναμένους συναποδημῆσαι πρὸς τὸν οὐρανὸν ἡμῖν: δυναμένους ἡμῖν κινδυνεύουσι παραστῆναι, καὶ ποιῆσαι τὸν κριτὴν ἵλεων τότε: ὃν γένοιτο πάντας ἡμᾶς εὐμενῆ καὶ νῦν καὶ κατ' ἐκείνην τὴν ἡμέραν σχόντας, ἀπολαῦσαι μετὰ πολλῆς παῤῥησίας τῶν ἡτοιμασμένων ἀγαθῶν ἐν τοῖς οὐρανοῖς, τοῖς ὡς χρὴ ἀγαπῶσιν αὐτόν: χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.