Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Matthew
John ChrysostomHom. Matt. 56 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
56.1
ΟΜΙΛΙΑ ΝϚʹ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν: εἰσί τινες τῶν ὧδε ἑστώτων. οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. αʹ. Ἐπειδὴ γὰρ πολλὰ περὶ κινδύνων διελέχθη καὶ θανάτου, καὶ τοῦ πάθους τοῦ ἑαυτοῦ, καὶ τῆς τῶν μαθητῶν σφαγῆς, καὶ τὰ αὐστηρὰ ἐπέταξεν ἐκεῖνα: καὶ τὰ μὲν ἦν ἐν τῷ παρόντι βίῳ καὶ ἐν χερσὶ, τὰ δὲ ἀγαθὰ ἐν ἐλπίσι καὶ προσδοκίαις: οἷον, τὸ σώζειν τὴν ψυχὴν τοὺς ἀπολλύντας αὐτὴν, τὸ ἔρχεσθαι αὐτὸν ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, τὸ ἀποδιδόναι τὰ ἔπαθλα: βουλόμενος καὶ τὴν ὄψιν αὐτῶν πληροφορῆσαι, καὶ δεῖξαι τίς ποτέ ἐστιν ἡ δόξα ἐκείνη, μεθ' ἧς μέλλει παραγίνεσθαι, ὡς ἐγχωροῦν ἦν αὐτοῖς μαθεῖν: καὶ κατὰ τὸν παρόντα βίον δείκνυσιν αὐτοῖς καὶ ἀποκαλύπτει ταύτην: ἵνα μήτε ἐπὶ τῷ οἰκείῳ θανάτῳ, μήτε ἐπὶ τῷ τοῦ Δεσπότου λοιπὸν ἀλγῶσι, καὶ μάλιστα Πέτρος ὀδυνώμενος. Καὶ ὅρα τί ποιεῖ. Περὶ γεέννης καὶ βασιλείας διαλεχθείς:( τῷ τε γὰρ εἰπεῖν: Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν: καὶ ὃς ἂν ἀπολέσῃ αὐτὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν: καὶ τῷ εἰπεῖν, Ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, ἀμφότερα ταῦτα ἐδήλωσε:) περὶ ἀμφοτέρων τοίνυν εἰπὼν, τὴν μὲν βασιλείαν τῇ ὄψει δείκνυσι, τὴν δὲ γέενναν οὐκέτι. Τί δήποτε; Ὅτι εἰ μὲν ἄλλοι τινὲς ἦσαν παχύτεροι, ἀναγκαῖον καὶ τοῦτο ἦν: ἐπειδὴ δὲ εὐδόκιμοι καὶ εὐγνώμονες, ἀπὸ τῶν χρηστοτέρων αὐτοὺς ἐνάγει. Οὐ διὰ τοῦτο δὲ μόνον δείκνυσι τοῦτο: ἀλλ' ὅτι καὶ αὐτῷ τοῦτο μᾶλλον πρεπωδέστερον ἦν. Οὐ μὴν οὐδὲ ἐκεῖνο παρατρέχει τὸ μέρος: ἀλλ' ἔστιν ὅπου σχεδὸν καὶ ὑπ' ὄψιν αὐτὰ φέρει τὰ πράγματα τῆς γεέννης: ὡς ὅταν τοῦ Λαζάρου τὴν εἰκόνα εἰσάγῃ, καὶ τοῦ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσαντος μνημονεύῃ, καὶ τοῦ τὰ ῥυπαρὰ ἐνδεδυμένου ἱμάτια, καὶ ἑτέρων πλειόνων. Καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην. Ἕτερος δὲ μετὰ ὀκτώ φησιν, οὐκ ἐναντιούμενος τούτῳ, ἀλλὰ καὶ σφόδρα συνᾴδων. Ὁ μὲν γὰρ καὶ αὐτὴν τὴν ἡμέραν καθ' ἣν ἐφθέγξατο, κἀκείνην καθ' ἣν ἀνήγαγεν, εἶπεν: ὁ δὲ τὰς μεταξὺ τούτων μόνον. Σὺ δέ μοι σκόπει πῶς ὁ Ματθαῖος φιλοσοφεῖ, οὐκ ἀποκρυπτόμενος τοὺς ἑαυτοῦ προτιμηθέντας. Τοῦτο δὲ καὶ Ἰωάννης πολλαχοῦ ποιεῖ, τὰ ἐξαίρετα τοῦ Πέτρου ἐγκώμια μετὰ πολλῆς ἀναγράφων τῆς ἀληθείας. Βασκανίας γὰρ καὶ δόξης κενῆς πανταχοῦ καθαρὸς ἦν ὁ τῶν ἁγίων τούτων χορός. Λαβὼν τοίνυν τοὺς κορυφαίους, Ἀναφέρει εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ γέγονε λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες μετ' αὐτοῦ. Διατί τούτους παραλαμβάνει μόνους; Ὅτι οὗτοι τῶν ἄλλων ἦσαν ὑπερέχοντες. Καὶ ὁ μὲν Πέτρος ἐκ τοῦ σφόδρα φιλεῖν αὐτὸν ἐδήλου τὴν ὑπεροχήν: ὁ δὲ Ἰωάννης ἐκ τοῦ σφόδρα φιλεῖσθαι: καὶ Ἰάκωβος δὲ ἀπὸ τῆς ἀποκρίσεως ἧς ἀπεκρίνατο μετὰ τοῦ ἀδελφοῦ λέγων: Δυνάμεθα πιεῖν τὸ ποτήριον: οὐκ ἀπὸ τῆς ἀποκρίσεως δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων, τῶν τε ἄλλων, καὶ ἀφ' ὧν ἐπλήρωσεν ἅπερ εἶπεν. Οὕτω γὰρ ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην ταύτην δωρεὰν μεγίστην νομίσαι χαρίσασθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι. Διατί δὲ μὴ εὐθέως αὐτοὺς ἀνάγει; Ὥστε μηδὲν παθεῖν ἀνθρώπινον τοὺς λοιποὺς μαθητάς. Διὰ τοῦτο οὐδὲ τὰ ὀνόματα αὐτῶν λέγει τῶν ἀνιέναι μελλόντων. Καὶ γὰρ σφόδρα ἂν ἐπεθύμησαν οἱ λοιποὶ ἀκολουθῆσαι, ὑπόδειγμα μέλλοντες τῆς δόξης ἐκείνης ὁρᾷν, καὶ ἤλγησαν ἂν ὡς παροφθέντες. Εἰ γὰρ καὶ σωματικώτερον τοῦτο ἐδείκνυ, ἀλλ' ὅμως πολλὴν ἐπιθυμίαν τὸ πρᾶγμα εἶχε. Τί δήποτε οὖν καὶ προλέγει; Ἵνα εὐμαθέστεροι περὶ τὴν θεωρίαν γένωνται, ἀφ' ὧν προεῖπε, καὶ σφοδροτέρας ἐν τῷ τῶν ἡμερῶν ἀριθμῷ τῆς ἐπιθυμίας ἐμπλησθέντες, οὕτω νηφούσῃ καὶ μεμεριμνημένῃ τῇ διανοίᾳ παραγένωνται. Τίνος δὲ ἕνεκεν καὶ Μωϋσῆν καὶ Ἠλίαν εἰς μέσον ἄγει; Πολλὰς ἂν ἔχοι τις εἰπεῖν αἰτίας: καὶ πρώτην μὲν ταύτην, ὅτι ἐπειδὴ οἱ ὄχλοι ἔλεγον, οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν ἀρχαίων προφητῶν, τοὺς κορυφαίους ἄγει, ἵνα τὸ μέσον καὶ ἐντεῦθεν ἴδωσι τῶν δούλων καὶ τοῦ Δεσπότου, καὶ ὅτι καλῶς ἐπῃνέθη Πέτρος ὁμολογήσας αὐτὸν Υἱὸν Θεοῦ. Μετ' ἐκείνην δὲ καὶ ἑτέραν ἔστιν εἰπεῖν. Ἐπειδὴ γὰρ συνεχῶς ἐνεκάλουν αὐτῷ τὸ παραβαίνειν τὸν νόμον, καὶ βλάσφημον αὐτὸν εἶναι ἐνόμιζον, ὡς σφετεριζόμενον δόξαν οὐ προσήκουσαν αὐτῷ τὴν τοῦ Πατρὸς, καὶ ἔλεγον: Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ: καὶ πάλιν, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν: ἵνα δειχθῇ ὅτι βασκανίας ἀμφότερα τὰ ἐγκλήματα, καὶ ἑκατέρων τούτων ἐστὶν ἀνεύθυνος, καὶ οὔτε νόμου παράβασις τὸ γινόμενον, οὔτε δόξης σφετερισμὸς τῆς μὴ προσηκούσης τὸ λέγειν ἑαυτὸν ἴσον τῷ Πατρὶ, τοὺς ἐν ἑκατέρῳ λάμψαντας τούτων εἰς μέσον ἄγει. Καὶ γὰρ Μωϋσῆς τὸν νόμον ἔδωκε, καὶ ἠδύναντο λογίσασθαι Ἰουδαῖοι, ὅτι οὐκ ἂν περιεῖδε πατούμενον αὐτὸν, ὡς ἐνόμιζον, οὐδ' ἂν τὸν παραβαίνοντα αὐτὸν καὶ τῷ τεθεικότι πολέμιον ὄντα ἐθεράπευσεν ἄν. Καὶ Ἠλίας δὲ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἐζήλωσε, καὶ οὐκ ἂν, εἰ ἀντίθεος ἦν, καὶ Θεὸν ἑαυτὸν ἔλεγεν, ἴσον ἑαυτὸν ποιῶν τῷ Πατρὶ, μὴ ὢν ὅπερ ἔλεγε, μηδὲ προσηκόντως τοῦτο ποιῶν, παρέστη καὶ αὐτὸς καὶ ὑπήκουσεν. βʹ. Ἔστι δὲ καὶ ἑτέραν αἰτίαν εἰπεῖν μετὰ τῶν εἰρημένων. Ποίαν δὴ ταύτην; Ἵνα μάθωσιν, ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει, καὶ τῶν ἄνω καὶ τῶν κάτω κρατεῖ. Διὰ τοῦτο καὶ τὸν τετελευτηκότα, καὶ τὸν οὐδέπω τοῦτο παθόντα εἰς μέσον ἄγει. Τὴν δὲ πέμπτην αἰτίαν( πέμπτη γὰρ αὕτη ἐστὶ πρὸς ταῖς εἰρημέναις) καὶ αὐτὸς ὁ εὐαγγελιστὴς ἀπεκάλυψε. Τίς δὲ ἦν αὕτη; Δεῖξαι τοῦ σταυροῦ τὴν δόξαν, καὶ παραμυθήσασθαι τὸν Πέτρον καὶ ἐκείνους δεδοικότας τὸ πάθος, καὶ ἀναστῆσαι αὐτῶν τὰ φρονήματα. Καὶ γὰρ παραγενόμενοι οὐκ ἐσίγων, ἀλλ' Ἐλάλουν, φησὶ, τὴν δόξαν, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ: τουτέστι, τὸ πάθος καὶ τὸν σταυρόν: οὕτω γὰρ αὐτὸ καλοῦσιν ἀεί. Οὐ ταύτῃ δὲ μόνον αὐτοὺς ἤλειφεν, ἀλλὰ καὶ αὐτῇ τῇ ἀρετῇ τῶν ἀνδρῶν, ἣν μάλιστα παρ' αὐτῶν ἐζήτει. Ἐπειδὴ γὰρ εἶπεν, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι, τοὺς μυριάκις ἀποθανόντας ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων καὶ δήμου τοῦ πιστευθέντος αὐτοῖς, τούτους εἰς μέσον ἄγει. Καὶ γὰρ τούτων ἕκαστος τὴν ψυχὴν ἀπολέσας, εὗρεν αὐτήν. Καὶ γὰρ πρὸς τυράννους ἕκαστος ἐπαῤῥησιάσατο: ὁ μὲν πρὸς τὸν Αἰγύπτιον, ὁ δὲ πρὸς τὸν Ἀχαάβ: καὶ ὑπὲρ ἀγνωμόνων ἀνθρώπων καὶ ἀπειθῶν: καὶ ὑπ' αὐτῶν τῶν παρ' αὐτῶν σωζομένων εἰς τὸν περὶ τῶν ἐσχάτων ἤχθησαν κίνδυνον: καὶ ἕκαστος αὐτῶν εἰδωλολατρείας ἀπαλλάξαι βουλόμενος, καὶ ἕκαστος αὐτῶν ἰδιώτης ὤν: ὁ μὲν γὰρ βραδύγλωσσος καὶ ἰσχνόφωνος, ὁ δὲ καὶ αὐτὸς ἀγροικότερον διακείμενος: καὶ ἀκτημοσύνης δὲ πολλὴ παρ' ἑκατέρων ἡ ἀκρίβεια: οὔτε γὰρ Μωϋσῆς τι ἐκέκτητο, οὔτε Ἠλίας τι εἶχε πλέον τῆς μηλωτῆς: καὶ ταῦτα ἐν τῇ Παλαιᾷ, καὶ οὐδὲ χάριν τοσαύτην λαβόντες σημείων. Εἰ γὰρ καὶ θάλατταν ἔσχισε Μωϋσῆς, ἀλλὰ Πέτρος ἐπὶ τῆς ὑγρᾶς ἐβάδισε, καὶ ὄρη μεταθεῖναι ἱκανὸς ἦν, καὶ νοσήματα σωμάτων διώρθου παντοδαπὰ, καὶ δαίμονας ἤλαυνεν ἀγρίους, καὶ σκιᾷ σώματος τὰ μεγάλα ἐκεῖνα ἐθαυματούργει τεράστια, καὶ τὴν οἰκουμένην μετέστησεν ἅπασαν. Εἰ δὲ καὶ Ἠλίας νεκρὸν ἀνέστησεν, ἀλλ' οὗτοι μυρίους, καὶ ταῦτα μηδέπω Πνεύματος καταξιωθέντες. Ἄγει τοίνυν καὶ διὰ τοῦτο εἰς μέσον. Ἠβούλετο γὰρ αὐτοὺς τὸ δημαγωγικὸν τὸ ἐκείνων ζηλῶσαι, καὶ τὸ εὔτονον, καὶ τὸ ἀκαμπές: καὶ γενέσθαι ἐπιεικεῖς κατὰ Μωϋσέα, καὶ ζηλωτὰς κατὰ τὸν Ἠλίαν, καὶ κηδεμονικοὺς ὁμοίως. Ὁ μὲν γὰρ λιμὸν τριῶν ἐτῶν ἤνεγκε διὰ τὸν δῆμον τὸν Ἰουδαϊκόν: ὁ δὲ ἔλεγεν: Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες: ἐπεὶ κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Τούτων δὲ ἁπάντων ἀνεμίμνησκε διὰ τῆς ὄψεως. Καὶ γὰρ ἐν δόξῃ αὐτοὺς ἤγαγεν, οὐχ ἵνα μέχρι τούτων στῶσιν, ἀλλ' ἵνα καὶ ὑπερβῶσι τὰ σκάμματα. Ὅτε γοῦν εἶπον, Εἴπωμεν πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσαν Ἠλία ὡς τοῦτο πεποιηκότος, φησίν: Οὐκ οἴδατε ποίου πνεύματός ἐστε: εἰς ἀνεξικακίαν αὐτοὺς ἀλείφων διὰ τῆς κατὰ τὸ χάρισμα διαφορᾶς. Καὶ μή τις ἡμᾶς νομιζέτω καταγινώσκειν Ἠλίου, ὡς ἀτελοῦς: οὐ τοῦτό φαμεν: καὶ γὰρ σφόδρα τέλειος ἦν: ἀλλ' ἐν τοῖς καιροῖς τοῖς ἑαυτοῦ, ὅτε παιδικωτέρα ἡ τῶν ἀνθρώπων διάνοια ἦν, καὶ ταύτης ἐδέοντο τῆς παιδαγωγίας. Ἐπεὶ καὶ Μωϋσῆς κατὰ τοῦτο τέλειος ἦν: ἀλλ' ὅμως κἀκείνου πλέον ἀπαιτοῦνται οὗτοι. Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐ γὰρ εἰς Αἴγυπτον εἰσῄεσαν, ἀλλ' εἰς τὴν οἰκουμένην ἅπασαν, χαλεπώτερον Αἰγυπτίων διακειμένην: οὐδὲ τῷ Φαραὼ διαλεξόμενοι, ἀλλὰ τῷ διαβόλῳ πυκτεύσοντες, αὐτῷ τῷ τῆς κακίας τυράννῳ. Καὶ γὰρ ἀγὼν ἦν αὐτοῖς, κἀκεῖνον δῆσαι, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι πάντα: καὶ ταῦτα ἐποίουν οὐ θάλατταν ῥηγνύντες, ἀλλὰ βυθὸν ἀσεβείας διὰ τῆς ῥάβδου τῆς Ἰεσσαὶ, πολλῷ χαλεπώτερα κύματα ἔχοντα. Ὅρα γοῦν πόσα ἐφόβει τοὺς ἀνθρώπους: θάνατος, πενία, ἀδοξία, τὰ μυρία πάθη: καὶ μᾶλλον ταῦτα ἔτρεμον, ἢ τὸ πέλαγος τότε ἐκεῖνο οἱ Ἰουδαῖοι. Ἀλλ' ὅμως ἁπάντων τούτων ἔπεισεν αὐτοὺς κατατολμῆσαι, καὶ ὥσπερ διὰ ξηρᾶς διαβῆναι μετὰ ἀσφαλείας ἁπάσης. Πρὸς ταῦτα τοίνυν ἅπαντα αὐτοὺς ἀλείφων, παρῆγε τοὺς ἐν τῇ Παλαιᾷ λάμψαντας. Τί οὖν ὁ Πέτρος ὁ θερμός; Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Ἐπειδὴ γὰρ ἤκουσεν, ὅτι δεῖ αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ἀπελθεῖν καὶ παθεῖν, δεδοικὼς ἔτι καὶ τρέμων ὑπὲρ αὐτοῦ καὶ μετὰ τὴν ἐπιτίμησιν, προσελθεῖν μὲν καὶ εἰπεῖν τὸ αὐτὸ τοῦτο πάλιν οὐ τολμᾷ, ὅτι Ἵλεώς σοι, ἀπὸ δὲ τοῦ φόβου ἐκείνου τὰ αὐτὰ πάλιν αἰνίττεται δι' ἑτέρων ῥημάτων. Ἐπειδὴ γὰρ εἶδεν ὄρος καὶ πολλὴν τὴν ἀναχώρησιν καὶ τὴν ἐρημίαν, ἐνενόησεν ὅτι ἔχει πολλὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ τόπου: οὐ μόνον δὲ τὴν ἀπὸ τοῦ τόπου, ἀλλὰ καὶ τοῦ μηκέτι ἀπελθεῖν αὐτὸν εἰς τὰ Ἱεροσόλυμα: βούλεται γὰρ αὐτὸν ἐκεῖ εἶναι διηνεκῶς: διὸ καὶ σκηνῶν μέμνηται. Εἰ γὰρ τοῦτο γένοιτο, φησὶν, οὐκ ἀναβησόμεθα εἰς τὰ Ἱεροσόλυμα: εἰ δὲ μὴ ἀναβαίημεν, οὐκ ἀποθανεῖται: ἐκεῖ γὰρ ἔφη τοὺς γραμματεῖς ἐπιθήσεσθαι αὐτῷ. Ἀλλ' οὕτω μὲν οὐκ ἐτόλμησεν εἰπεῖν: ταῦτα δὲ βουλόμενος κατασκευάσαι, ἔλεγεν ἐν ἀσφαλείᾳ: Καλόν ἐστιν ἐνταῦθα εἶναι, ἔνθα καὶ Μωϋσῆς πάρεστι καὶ Ἠλίας. Ἠλίας ὁ ἐπὶ τοῦ ὄρους πῦρ κατενεγκὼν, καὶ Μωϋσῆς ὁ εἰς τὸν γνόφον, εἰσελθὼν, καὶ τῷ Θεῷ διαλεχθείς: καὶ οὐδεὶς οὐδὲ εἴσεται ἔνθα ἐσμέν. γʹ. Εἶδες τὸν θερμὸν ἐραστὴν τοῦ Χριστοῦ; Μὴ γὰρ δὴ τοῦτο ζήτει, ὅτι οὐκ ἦν ἐξητασμένος ὁ τρόπος τῆς παρακλήσεως, ἀλλὰ πῶς θερμὸς ἦν, πῶς περιεκαίετο τοῦ Χριστοῦ. Ὅτι γὰρ οὐχ ὑπὲρ ἑαυτοῦ τοσοῦτον τρέμων ταῦτα ἔλεγεν, ἡνίκα αὐτοῦ τὸν ἐσόμενον προεμήνυε θάνατον καὶ τὴν ἔφοδον, ἄκουσον τί φησι: Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω: Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Ὅρα δὲ πῶς καὶ ἐν μέσοις αὐτοῖς τοῖς κινδύνοις παρεβουλεύετο. Τοσούτου γοῦν περιεστῶτος δήμου, οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ τὴν μάχαιραν σπασάμενος, τὸ ὠτίον ἀπέκοψε τοῦ δούλου τοῦ ἀρχιερέως. Οὕτως οὐ τὸ καθ' ἑαυτὸν ἐσκόπει, ἀλλ' ὑπὲρ τοῦ Διδασκάλου ἔτρεμεν. Εἶτα ἐπειδὴ ἀποφαντικῶς ἐφθέγξατο, ἐπιλαμβάνεται ἑαυτοῦ, καὶ ἐννοήσας μὴ πάλιν ἐπιτιμηθῇ, φησίν: Εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνὰς, σοὶ μίαν, καὶ Μωϋσῇ μίαν, καὶ Ἡλίᾳ μίαν. Τί λέγεις, ὦ Πέτρε; Οὐ πρὸ μικροῦ τῶν δούλων αὐτὸν ἀπήλλαξας; Πάλιν μετὰ τῶν δούλων αὐτὸν ἀριθμεῖς; Εἶδες πῶς σφόδρα ἀτελεῖς ἦσαν πρὸ τοῦ σταυροῦ; Εἰ γὰρ καὶ ἀπεκάλυψεν αὐτῷ ὁ Πατὴρ, ἀλλ' οὐ διηνεκῶς κατεῖχε τὴν ἀποκάλυψιν, ἀλλ' ὑπὸ τῆς ἀγωνίας ἐταράχθη, οὐχὶ ταύτης ἧς εἶπον μόνης, ἀλλὰ καὶ ἑτέρας, τῆς ἀπὸ τῆς ὄψεως ἐκείνης. Οἱ γοῦν ἕτεροι εὐαγγελισταὶ τοῦτο δηλοῦντες, καὶ τὸ συγκεχυμένον αὐτοῦ τῆς γνώμης, μεθ' ἧς ταῦτα ἐφθέγγετο, ἀπὸ τῆς ἀγωνίας ἐκείνης δεικνύντες γεγενῆσθαι, ἔλεγον: ὁ μὲν Μάρκος, ὅτι Οὐ γὰρ ᾔδει τί λαλήσει: ἔκφοβοι γὰρ ἐγένοντο: ὁ δὲ Λουκᾶς μετὰ τὸ εἰπεῖν, Τρεῖς σκηνὰς ποιήσωμεν, ἐπήγαγεν, ὅτι Μὴ εἰδὼς ὃ λέγει. Εἶτα δηλῶν ὅτι πολλῷ κατείχετο φόβῳ, καὶ αὐτὸς καὶ οἱ λοιποὶ, φησί: Βεβαρημένοι ἦσαν ὕπνῳ: καὶ διαγρηγορήσαντες εἶδον τὴν δόξαν αὐτοῦ: ὕπνον ἐνταῦθα καλῶν τὸν πολὺν κάρον τὸν ἀπὸ τῆς ὄψεως ἐκείνης αὐτοῖς ἐγγινόμενον. Καθάπερ γὰρ ὀφθαλμοὶ ἐξ ὑπερβαλλούσης λαμπηδόνος σκοτοῦνται, οὕτω καὶ τότε ἔπαθον. Οὐ γὰρ δὴ νὺξ ἦν, ἀλλ' ἡμέρα: καὶ τὸ τῆς αὐγῆς ὑπέρογκον ἐβάρει τῶν ὀφθαλμῶν τὴν ἀσθένειαν. Τί οὖν; Αὐτὸς μὲν οὐδὲν φθέγγεται, οὐδὲ Μωϋσῆς, οὐδὲ Ἠλίας: ὁ δὲ πάντων μείζων καὶ ἀξιοπιστότερος, ὁ Πατὴρ, φωνὴν ἀφίησιν ἐκ τῆς νεφέλης. Διὰ τί ἐκ τῆς νεφέλης; Οὕτως ἀεὶ φαίνεται ὁ Θεός. Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ: καὶ, Κάθηται ἐπὶ νεφέλης κούφης: καὶ πάλιν, Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ: καὶ, Νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν: καὶ, Ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν. Ἵν' οὖν πιστεύσωσιν, ὅτι παρὰ τοῦ Θεοῦ ἡ φωνὴ φέρεται, ἐκεῖθεν ἔρχεται. Καὶ ἡ νεφέλη φωτεινή. Ἔτι γὰρ αὐτοῦ λαλοῦντος, ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς. Καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα: Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα: αὐτοῦ ἀκούετε. Ὅταν μὲν γὰρ ἀπειλῇ, σκοτεινὴν δείκνυσιν, ὥσπερ ἐν τῷ Σινᾶ: Εἰσῆλθε γὰρ, φησὶν, εἰς τὴν νεφέλην καὶ εἰς τὸν γνόφον ὁ Μωϋσῆς, καὶ ὡς ἀτμὶς, οὕτως ἐφέρετο ὁ καπνός: καὶ ὁ Προφήτης φησὶ περὶ τῆς ἀπειλῆς αὐτοῦ διαλεγόμενος: Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων: ἐνταῦθα δὲ, ἐπειδὴ οὐ φοβῆσαι ἐβούλετο, ἀλλὰ διδάξαι, νεφέλη φωτεινή. Καὶ ὁ μὲν Πέτρος ἔλεγε, Ποιήσωμεν τρεῖς σκηνάς: αὐτὸς δὲ ἀχειροποίητον ἔδειξε σκηνήν. Διὰ τοῦτο ἐκεῖ μὲν καπνὸς καὶ ἀτμὶς καμίνου: ἐνταῦθα δὲ φῶς ἄφατον καὶ φωνή. Εἶτα ἵνα δειχθῇ, ὅτι οὐ περὶ ἑνὸς ἁπλῶς τῶν τριῶν ἐλέχθη ἀλλὰ περὶ τοῦ Χριστοῦ μόνον, ὅτε ἡ φωνὴ ἠνέχθη, ἐκποδὼν ἐγένοντο ἐκεῖνοι. Οὐδὲ γὰρ ἂν εἰ περί τινος αὐτῶν ἐλέγετο ἁπλῶς, οὗτος ἔμεινεν ἂν μόνος, ἀποσχισθέντων τῶν δύο. Τί οὖν οὐχὶ καὶ ἡ νεφέλη τὸν Χριστὸν μόνον ἀπέλαβεν, ἀλλὰ ἅπαντας; Εἰ τὸν Χριστὸν μόνον ἀπέλαβεν, ἐνομίσθη ἂν αὐτὸς ἀφεῖναι τὴν φωνήν. Διὸ καὶ ὁ εὐαγγελιστὴς τοῦτο αὐτὸ ἀσφαλιζόμενος, φησὶν, ὅτι ἐκ τῆς νεφέλης ἦν ἡ φωνὴ, τουτέστιν, ἐκ τοῦ Θεοῦ. Καὶ τί φησιν ἡ φωνή; Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Εἰ δὲ ἀγαπητὸς, μὴ φοβοῦ, Πέτρε. Ἔδει μὲν γάρ σε καὶ τὴν δύναμιν αὐτοῦ ἤδη εἰδέναι, καὶ πεπληροφορῆσθαι περὶ τῆς ἀναστάσεως: ἐπειδὴ δὲ ἀγνοεῖς, κἂν ἀπὸ τῆς φωνῆς τοῦ Πατρὸς θάῤῥησον. Εἰ γὰρ δυνατὸς ὁ Θεὸς, ὥσπερ οὖν καὶ δυνατὸς, εὔδηλον ὅτι καὶ ὁ Υἱὸς ὁμοίως. Μὴ τοίνυν δέδιθι τὰ δεινά. Εἰ δὲ οὐδέπω τοῦτο καταδέχῃ, κἂν ἐκεῖνο λογίζου, ὅτι καὶ Υἱὸς, καὶ φιλεῖται. Οὗτος γάρ ἐστι, φησὶν, ὁ Υἱός μου ὁ ἀγαπητός. Εἰ δὲ φιλεῖται, μὴ φοβοῦ. Οὐδεὶς γὰρ, ὃν ἀγαπᾷ, προΐεται. Μὴ τοίνυν θορυβοῦ: κἂν μυριάκις αὐτὸν φιλῇς, οὐ φιλεῖς αὐτὸν τοῦ γεγεννηκότος ἴσον. Ἐν ᾧ εὐδόκησα. Οὐ γὰρ ἐπειδὴ ἐγέννησε μόνον, φιλεῖ, ἀλλ' ἐπειδὴ καὶ ἴσος αὐτῷ κατὰ πάντα καὶ ὁμογνώμων ἐστίν. Ὥστε διπλοῦν τὸ φίλτρον, μᾶλλον δὲ καὶ τριπλοῦν: ἐπειδὴ Υἱὸς, ἐπειδὴ ἀγαπητὸς, ἐπειδὴ ἐν αὐτῷ εὐδόκησε. Τί δέ ἐστιν, Ἐν ᾧ εὐδόκησα; Ὡσανεὶ ἔλεγεν, Ἐν ᾧ ἀναπαύομαι, ᾧ ἀρέσκομαι: διὰ τὸ κατὰ πάντα ἐξισῶσθαι πρὸς αὐτὸν μετὰ ἀκριβείας, καὶ βούλημα ἓν ἐν αὐτῷ εἶναι καὶ τῷ Πατρὶ, καὶ μένοντα Υἱὸν κατὰ πάντα ἓν εἶναι πρὸς τὸν γεγεννηκότα. Αὐτοῦ ἀκούετε. Ὥστε κἂν σταυρωθῆναι βουληθῇ, μὴ ἀντιπέσῃς. Καὶ ἀκούσαντες ἔπεσον ἐπὶ πρόσωπον, καὶ ἐφοβήθησαν σφόδρα. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν, καὶ εἶπεν: Ἐγέρθητε, καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ τὸν Ἰησοῦν μόνον. δʹ. Πῶς ταῦτα ἀκούσαντες κατεπλάγησαν; Καίτοι καὶ πρὸ τούτου ἠνέχθη φωνὴ ἐπὶ τοῦ Ἰορδάνου τοιαύτη, καὶ ὄχλος παρῆν, καὶ οὐδεὶς οὐδὲν τοιοῦτον ἔπαθε: καὶ μετὰ ταῦτα πάλιν, ὅτε καὶ βροντὴν ἔλεγον γεγονέναι: ἀλλ' οὐδὲ τότε τοιοῦτον οὐδὲν ὑπέμειναν. Πῶς οὖν ἐν τῷ ὄρει ἔπεσον; Ὅτι καὶ ἐρημία καὶ ὕψος καὶ ἡσυχία ἦν πολλὴ, καὶ μεταμόρφωσις φρίκης γέμουσα, καὶ φῶς ἄκρατον, καὶ νεφέλη ἐκτεταμένη: ἅπερ ἅπαντα εἰς πολλὴν ἀγωνίαν αὐτοὺς ἐνέβαλε. Καὶ πανταχόθεν ἡ ἔκπληξις συνήγετο, καὶ ἔπεσον φοβηθέντες τε ὁμοῦ καὶ προσκυνοῦντες. Ὥστε δὲ μὴ ἐπιπολὺ τὸ δέος μεῖναν ἐκβαλεῖν αὐτῶν τὴν μνήμην, εὐθέως ἔλυσεν αὐτῶν τὴν ἀγωνίαν, καὶ ὁρᾶται αὐτὸς μόνος, καὶ ἐντέλλεται αὐτοῖς μηδενὶ τοῦτο εἰπεῖν, ἕως ἂν ἐκ νεκρῶν ἀναστῇ. Καταβαινόντων γὰρ αὐτῶν ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς μηδενὶ εἰπεῖν τὸ ὅραμα, ἕως ἂν ἐκ νεκρῶν ἀναστῇ. Ὅσῳ γὰρ μείζονα ἐλέγετο περὶ αὐτοῦ, τοσούτῳ δυσπαραδεκτότερα ἦν τοῖς πολλοῖς τότε: καὶ τὸ σκάνδαλον δὲ τὸ ἀπὸ τοῦ σταυροῦ ἐπετείνετο μᾶλλον ἐντεῦθεν. Διὰ τοῦτο κελεύει σιγᾷν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάλιν τοῦ πάθους ἀναμιμνήσκων, καὶ μόνον οὐχὶ καὶ τὴν αἰτίαν λέγων, δι' ἣν καὶ σιγᾷν ἐκέλευσεν. Οὐ γὰρ δὴ διαπαντὸς ἐκέλευσε μηδενὶ εἰπεῖν, ἀλλ' ἕως ἂν ἀναστῇ ἐκ νεκρῶν. Καὶ τὸ δυσχερὲς σιγήσας, τὸ χρηστὸν ἐμφαίνει μόνον. Τί οὖν; μετὰ ταῦτα οὐκ ἔμελλον σκανδαλίζεσθαι; Οὐδαμῶς. Τὸ γὰρ ζητούμενον ὁ πρὸ τοῦ σταυροῦ καιρὸς ἦν. Μετὰ γὰρ ταῦτα καὶ Πνεύματος κατηξιώθησαν, καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ πάντα ὅσα ἔλεγον λοιπὸν εὐπαράδεκτα ἦν, σάλπιγγος λαμπρότερον τῶν πραγμάτων ἀνακηρυττόντων αὐτοῦ τὴν ἰσχὺν, καὶ οὐδενὸς σκανδάλου τοιούτου μεσολαβοῦντος τὰ γινόμενα. Οὐδὲν ἄρα τῶν ἀποστόλων μακαριώτερον, καὶ μάλιστα τῶν τριῶν, οἳ καὶ ἐν τῇ νεφέλῃ ὁμωρόφιοι γενέσθαι κατηξιώθησαν τῷ Δεσπότῃ. Ἀλλ' ἂν θέλωμεν, ὀψόμεθα καὶ ἡμεῖς τὸν Χριστόν: οὐχ οὕτως ὡς ἐκεῖνοι τότε ἐν τῷ ὄρει, ἀλλὰ πολλῷ λαμπρότερον. Οὐ γὰρ οὕτως ὕστερον ἥξει. Τότε μὲν γὰρ τῶν μαθητῶν φειδόμενος, τοσοῦτον παρήνοιξε μόνον τῆς λαμπρότητος, ὅσον ἠδύναντο ἐνεγκεῖν: ὕστερον δὲ ἐν αὐτῇ τοῦ Πατρὸς τῇ δόξῃ ἥξει, οὐ μετὰ Μωϋσέως καὶ Ἠλία μόνον, ἀλλὰ μετὰ τῆς ἀπείρου τῶν ἀγγέλων στρατιᾶς, μετὰ τῶν ἀρχαγγέλων, μετὰ τῶν Χερουβὶμ, μετὰ τῶν δήμων τῶν ἀπείρων ἐκείνων: οὐ νεφέλης γινομένης ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, ἀλλὰ καὶ αὐτοῦ συστελλομένου τοῦ οὐρανοῦ. Καθάπερ γὰρ τοὺς δικαστὰς, ὅταν δημοσίᾳ κρίνωσι, τὰ παραπετάσματα συνελκύσαντες οἱ παρεστῶτες πᾶσιν αὐτοὺς δεικνύουσιν: οὕτω δὴ καὶ τότε καθήμενον αὐτὸν ἅπαντες ὄψονται, καὶ πᾶσα ἡ ἀνθρωπίνη παραστήσεται φύσις, καὶ αὐτὸς αὐτοῖς δι' ἑαυτοῦ ἀποκρίνεται: καὶ τοῖς μὲν ἐρεῖ: Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου: ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν: τοῖς δὲ ἐρεῖ: Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ: ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Καὶ ἐναντία δὲ ψηφιζόμενος, τοῖς μὲν ἀποκρίνεται, ὅτι Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ: τοῖς δὲ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Καὶ τοὺς μὲν διχοτομήσει, καὶ παραδώσει τοῖς βασανισταῖς: τοὺς δὲ κελεύσει δεθέντας χεῖρας καὶ πόδας εἰς τὸ σκότος ἐκβληθῆναι τὸ ἐξώτερον. Καὶ μετὰ τὴν ἀξίνην ἡ κάμινος διαδέξεται, καὶ τὰ ἀπὸ τῆς σαγήνης ῥιπτούμενα ἐκεῖ ἐμπεσεῖται. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος: μᾶλλον δὲ πλέον ἢ ὁ ἥλιος. Τοσοῦτον δὲ εἴρηται, οὐκ ἐπειδὴ τοσοῦτον αὐτῶν μόνον ἔσται τὸ φῶς: ἀλλ' ἐπειδὴ τοῦ ἄστρου τούτου φαιδρότερον οὐκ ἴσμεν ἕτερον, ἀπὸ τοῦ γνωρίμου παραστῆσαι ἠβουλήθη τὴν μέλλουσαν λαμπηδόνα τῶν ἁγίων. Ἐπεὶ καὶ ἐν τῷ ὄρει εἰπὼν, ὅτι Ἔλαμψεν ὡς ὁ ἥλιος, διὰ τὴν αὐτὴν αἰτίαν οὕτως εἴρηκεν. Ὅτι γὰρ τοῦ ὑποδείγματος μεῖζον ἦν τὸ φῶς, ἔδειξαν οἱ μαθηταὶ πεσόντες. Εἰ δὲ μὴ ἄκρατον ἦν τὸ φῶς, ἀλλὰ τῷ ἡλίῳ σύμμετρον, οὐκ ἂν ἔπεσον, ἀλλ' εὐκόλως ἤνεγκαν ἄν. Οἱ μὲν οὖν δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, καὶ ὑπὲρ τὸν ἥλιον τότε: οἱ δὲ ἁμαρτωλοὶ τὰ ἔσχατα πείσονται. Τότε οὐχ ὑπομνημάτων δεήσει, οὐκ ἐλέγχων, οὐ μαρτύρων: πάντα γὰρ αὐτός ἐστιν ὁ δικάζων, καὶ μάρτυς, καὶ ἔλεγχος, καὶ κριτής. Πάντα γὰρ οἶδε σαφῶς: Πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Οὐ πλούσιος, οὐ πένης, οὐ δυνάστης, οὐκ ἀσθενὴς, οὐ σοφὸς, οὐκ ἄσοφος, οὐ δοῦλος, οὐκ ἐλεύθερος οὐδεὶς ἐκεῖ φανεῖται, ἀλλὰ τῶν προσωπείων τούτων συντριβέντων ἡ τῶν ἔργων ἐξέτασις ἔσται μόνη. Εἰ γὰρ ἐν τοῖς δικαστηρίοις ὅταν τυραννίδος τις κρίνηται ἢ φόνου, ὅπερ ἂν ᾗ, κἂν ὕπαρχος, κἂν ὕπατος, κἂν ὁτιοῦν, πάντα ἀφίπταται τὰ ἀξιώματα, καὶ ὁ ἁλοὺς τὴν ἐσχάτην δίδωσι δίκην: πολλῷ μᾶλλον ἐκεῖ τοῦτο ἔσται. εʹ. Ἵν' οὖν μὴ γένηται τοῦτο, ἀποθώμεθα τὰ ῥυπαρὰ ἱμάτια, ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτὸς, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ ἡμᾶς. Τί γὰρ καὶ φορτικὸν τῶν ἐπιταγμάτων; τί δὲ οὐ ῥᾴδιον; Ἄκουσον γοῦν τοῦ προφήτου λέγοντος, καὶ τότε εἴσῃ τὴν εὐκολίαν. Οὐδὲ ἐὰν κάμψῃς ὡς κλοιὸν τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδὲ οὕτω καλέσεις νηστείαν δεκτήν: ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων. Ὅρα σοφίαν προφήτου. Θεὶς γὰρ φορτικὰ πρότερον καὶ ἀνελὼν, ἀπὸ τῶν εὐκόλων ἀξιοῖ σώζεσθαι, δεικνὺς ὅτι ὁ Θεὸς οὐ πόνων δεῖται, ἀλλ' ὑπακοῆς. Εἶτα δεικνὺς ὅτι εὔκολον μὲν ἡ ἀρετὴ, βαρὺ δὲ καὶ φορτικὸν ἡ κακία, ἀπὸ τῶν ὀνομάτων γυμνῶν τοῦτο κατασκευάζει. Ἡ μὲν γὰρ κακία σύνδεσμος καὶ στραγγαλιὰ, φησίν: ἡ δὲ ἀρετὴ τούτων ἁπάντων ἀπαλλαγὴ καὶ διάλυσις. Πᾶσαν συγγραφὴν ἄδικον διάσπα: τὰ τῶν τόκων γραμματεῖα, τὰ τῶν δανεισμάτων οὕτω καλῶν. Ἀπόλυε τεθραυσμένους ἐν ἀφέσει: τοὺς τεταλαιπωρημένους. Τοιοῦτον γὰρ ὁ χρεώστης: ὅταν ἴδῃ τὸν δανειστὴν, κλᾶται αὐτοῦ ἡ διάνοια, καὶ θηρίου μᾶλλον αὐτὸν δέδοικε. Πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου: ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐκ ὑπερόψει. Ἐν μὲν οὖν τῇ πρώην ἡμῖν γενομένῃ διαλέξει τὰ ἔπαθλα διηγούμενοι, τὸν πλοῦτον ἐδείκνυμεν τὸν ἐκ τούτων: νυνὶ δὲ ἴδωμεν εἴ τι τῶν ἐπιταγμάτων ἐστὶ δύσκολον, καὶ τὴν ἡμετέραν ὑπερβαῖνον φύσιν. Ἀλλ' οὐδὲν τοιοῦτον εὑρήσομεν, ἀλλὰ τοὐναντίον ἅπαν, ταῦτα μὲν πολλὴν ἔχοντα τὴν εὐκολίαν, τὰ δὲ τῆς κακίας πολὺν τὸν ἱδρῶτα. Τί γὰρ δυσκολώτερον τοῦ δανείζειν, καὶ ὑπὲρ τόκων καὶ συναλλαγμάτων φροντίζειν, καὶ ἐγγύας ἀπαιτεῖν, καὶ δεδοικέναι καὶ τρέμειν ὑπὲρ ἐνεχύρων, ὑπὲρ τοῦ κεφαλαίου, ὑπὲρ τῶν γραμματείων, ὑπὲρ τῶν τόκων, ὑπὲρ τῶν ἐγγυωμένων; Τοιαῦτα γὰρ τὰ βιωτικά. Αὕτη γὰρ ἡ δοκοῦσα καὶ ἐπινοουμένη ἀσφάλεια πάντων ἐστὶ σαθροτέρα καὶ ὕποπτος: τὸ δὲ ἐλεεῖν ῥᾴδιον, καὶ πάσης ἀπαλλάττον φροντίδος. Μὴ τοίνυν πραγματευώμεθα τὰς ἀλλοτρίας συμφορὰς, μηδὲ καπηλεύωμεν τὴν φιλανθρωπίαν. Καὶ οἶδα μὲν, ὅτι πολλοὶ τούτων ἀηδῶς ἀκούουσι τῶν λόγων: ἀλλὰ τί τὸ κέρδος τῆς σιγῆς; Κἂν γὰρ σιγάσω, καὶ μηδὲν ἐνοχλήσω διὰ ῥημάτων, ἀδύνατον διὰ τῆς σιγῆς ταύτης ἀπαλλάξαι τῆς κολάσεως ὑμᾶς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ἐντεῦθεν γίνεται: ἐπιτείνεται τὰ τῆς τιμωρίας, καὶ οὐχ ὑμῖν μόνον, ἀλλὰ καὶ ἐμοὶ προξενεῖ τὴν κόλασιν ἡ τοιαύτη σιγή. Τίς οὖν ἡ τῶν ῥημάτων χάρις, ὅταν εἰς τὰ ἔργα μὴ βοηθῇ, ἀλλὰ καὶ καταβλάπτῃ; Τί τὸ κέρδος, εὐφρᾶναι λόγῳ, καὶ λυπῆσαι πράγματι; τέρψαι τὴν ἀκοὴν, καὶ κολάσαι τὴν ψυχήν, Διόπερ ἀναγκαῖον ἐνταῦθα λυπεῖν, ἵνα μὴ τιμωρίαν δῶμεν ἐκεῖ. Καὶ γὰρ δεινὸν, ἀγαπητὲ, δεινὸν καὶ πολλῆς δεόμενον θεραπείας νόσημα εἰς τὴν Ἐκκλησίαν ἐμπέπτωκεν. Οἱ γὰρ μηδὲ ἐκ δικαίων πόνων θησαυρίζειν κελευόμενοι, ἀλλὰ τὰς οἰκίας ἀνοίγειν τοῖς δεομένοις, τὴν ἑτέρων καρποῦνται πενίαν, εὐπρόσωπον ἁρπαγὴν, εὐπροφάσιστον πλεονεξίαν ἐπινοοῦντες. Μὴ γάρ μοι λέγε τοὺς ἔξω νόμους: ἐπεὶ καὶ ὁ τελώνης νόμον πληροῖ τὸν ἔξωθεν, ἀλλ' ὅμως κολάζεται. Ὃ καὶ ἡμεῖς πεισόμεθα, ἐὰν μὴ ἀποστῶμεν τοὺς πένητας ἐπιτρίβοντες, καὶ τῇ χρείᾳ καὶ τῇ ἀνάγκῃ ἀφορμῇ εἰς καπηλείαν ἀναίσχυντον ἀποχρώμενοι. Διὰ γὰρ τοῦτο χρήματα ἔχεις, ἵνα λύσῃς πενίαν, οὐχ ἵνα πραγματεύσῃ πενίαν: σὺ δὲ ἐν προσχήματι παραμυθίας μείζονα ἐργάζῃ τὴν συμφορὰν, καὶ πωλεῖς φιλανθρωπίαν χρημάτων. Πώλησον, οὐ κωλύω, ἀλλὰ βασιλείας οὐρανῶν. Μὴ μικρὰν λάβῃς τιμὴν τοῦ τοσούτου κατορθώματος τόκον ἑκατοστιαῖον, ἀλλὰ τὴν ἀθάνατον ζωὴν ἐκείνην. Τί πτωχὸς εἶ, καὶ πένης καὶ μικρολόγος, ὀλίγου τὰ μεγάλα πωλῶν, χρημάτων ἀπολλυμένων, δέον βασιλείας ἀεὶ μενούσης; Τί τὸν Θεὸν ἀφεὶς, ἀνθρώπινα κερδαίνεις κέρδη; τί τὸν πλουτοῦντα παραδραμὼν, τὸν οὐκ ἔχοντα ἐνοχλεῖς, καὶ τὸν ἀποδιδόντα καταλιπὼν, τῷ ἀγνωμονοῦντι συμβάλλεις; Ἐκεῖνος ἐπιθυμεῖ ἀποδοῦναι: οὗτος δὲ καὶ δυσχεραίνει ἀποδιδούς. Οὗτος μόλις ἑκατοστὴν ἀποδίδωσιν: ἐκεῖνος δὲ ἑκατονταπλασίονα, καὶ ζωὴν αἰώνιον. Οὗτος μετὰ ὕβρεων καὶ λοιδοριῶν: ἐκεῖνος μετὰ ἐπαίνων καὶ εὐφημίας. Οὗτός σοι βασκανίαν ἐγείρει: ἐκεῖνος δὲ καὶ στεφάνους σοι πλέκει. Οὗτος μόλις ἐνταῦθα: ἐκεῖνος δὲ καὶ ἐκεῖ καὶ ἐνταῦθα. Ἆρ' οὖν οὐκ ἐσχάτης ταῦτα ἀνοίας. τὸ μηδὲ εἰδέναι κερδαίνειν; Πόσοι καὶ τὸ κεφάλαιον ἀπώλεσαν διὰ τόκους; πόσοι κινδύνοις περιέπεσον διὰ τόκους; πόσοι καὶ ἑαυτοὺς καὶ ἑτέρους πενίᾳ περιέβαλον ἐσχάτῃ διὰ τὴν ἄφατον πλεονεξίαν; Ϛʹ. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἥδεται λαμβάνων, καὶ χάριν ἔχει τοῦ δανείσματος. Τοῦτο γὰρ διὰ τὴν σὴν ὠμότητα γίνεται. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ τὴν γυναῖκα ἐκδιδοὺς τοῖς βαρβάροις, αὐτὸς κατεσκεύαζεν εὐπαράδεκτον γενέσθαι τὴν ἐπιβουλήν: ἀλλ' οὐχ ἑκὼν, ἀλλὰ διὰ τὸν φόβον τοῦ Φαραώ. Οὕτω καὶ ὁ πένης, ἐπειδὴ οὐδὲ τούτου ἄξιον αὐτὸν εἶναι νομίζεις, καὶ ὠμότητος ἀναγκάζεται χάριν εἰδέναι. Σὺ δέ μοι δοκεῖς, κἂν κινδύνων ἀπαλλάξῃς, μισθὸν ἀπαιτεῖν τῆς ἀπαλλαγῆς ταύτης αὐτόν. Ἄπαγε, φησὶ, μὴ γένοιτο. Τί λέγεις; Τοῦ μείζονος ἀπαλλάττων, οὐ βούλει χρήματα ἀπαιτεῖν: ὑπὲρ δὲ τοῦ ἐλάττονος τοσαύτην ἐπιδείκνυσαι τὴν ἀπανθρωπίαν; Οὐχ ὁρᾷς ὅση τῷ πράγματι κεῖται τιμωρία; οὐκ ἀκούεις ὅτι καὶ ἐν τῇ Παλαιᾷ τοῦτο κεκώλυται; Ἀλλὰ τίς τῶν πολλῶν ὁ λόγος; Λαβὼν τὸν τόκον, πένητι δίδωμι, φησίν. Εὐφήμει, ἄνθρωπε: οὐ βούλεται τοιαύτας θυσίας ὁ Θεός. Μὴ σοφίζου τὸν νόμον. Βέλτιον μὴ διδόναι πένητι, ἢ ἐντεῦθεν διδόναι: ὅτι τὸ ἐκ δικαίων πόνων συλλεγὲν ἀργύριον πολλάκις ποιεῖς εἶναι παράνομον διὰ τὰ πονηρὰ γεννήματα: ὥσπερ ἂν εἴ τις νηδὺν καλὴν ἀναγκάζοι τίκτειν σκορπίους. Καὶ τί λέγω τὸν τοῦ Θεοῦ νόμον; Οὐχὶ καὶ ὑμεῖς ῥύπον αὐτὸ καλεῖτε; Εἰ δὲ οἱ κερδαίνοντες τοιαῦτα ψηφίζεσθε, ἐννόησον τίνα ὁ Θεὸς περὶ ὑμῶν οἴσει τὴν ψῆφον. Εἰ δὲ βούλει καὶ τοὺς ἔξωθεν νομοθέτας ἐρέσθαι, ἀκούσῃ ὅτι κἀκείνοις τῆς ἐσχάτης ἀναισχυντίας τὸ πρᾶγμα δεῖγμα εἶναι δοκεῖ. Τοὺς γοῦν ἐν ἀξιώμασιν ὄντας, καὶ εἰς τὴν μεγάλην τελοῦντας βουλὴν, ἣν σύγκλητον καλοῦσιν, οὐ θέμις τοιούτοις κέρδεσι καταισχύνεσθαι: ἀλλὰ νόμος ἐστὶ παρ' αὐτοῖς ὁ τὰ τοιαῦτα ἀπαγορεύων κέρδη. Πῶς οὖν οὐκ ἄξιον φρίκης, εἰ μηδὲ τοσαύτην ἀπονέμοις τῇ τῶν οὐρανῶν πολιτείᾳ τιμὴν, ὅσην τῇ βουλῇ Ῥωμαίων οἱ νομοθέται: ἀλλ' ἔλαττον οἴσει τῆς γῆς ὁ οὐρανὸς, καὶ οὐδὲ αὐτὴν αἰσχύνῃ τοῦ πράγματος τὴν ἀλογίαν; Τί γὰρ τούτου γένοιτ' ἂν ἀλογώτερον, ἀλλ' ἢ ὅταν τις χωρὶς γῆς καὶ ὑετοῦ καὶ ἀρότρου βιάζηται σπείρειν; Διὰ τοῦτο ζιζάνια θερίζουσι τὰ τῷ πυρὶ παραδιδόμενα οἱ τὴν πονηρὰν ταύτην ἐπινοήσαντες γεωργίαν. Μὴ γὰρ οὐκ εἰσὶ δίκαιαι ἐμπορίαι πολλαί; αἱ τῶν ἀγρῶν, αἱ τῶν ποιμνίων, αἱ τῶν βουκολίων, αἱ τῶν θρεμμάτων. αἱ τῶν χειρῶν, αἱ τῆς ἐπιμελείας τῶν ὄντων; Τί μαίνῃ καὶ παραπαίεις εἰκῆ γεωργῶν ἀκάνθας; Ἀλλ' ἔχουσιν ἀποτυχίας οἱ τῆς γῆς καρποὶ, καὶ χάλαζαν καὶ ἐρυσίβην καὶ ἐπομβρίας; Ἀλλ' οὐ τοσαύτας, ὅσας οἱ τόκοι. Καὶ γὰρ ὅσα ἂν γένηται τοιαῦτα, περὶ τὴν πρόσοδον ἡ ζημία: τὸ δὲ κεφάλαιον ἕστηκεν, ὁ ἀγρός. Ἐνταῦθα δὲ πολλοὶ πολλάκις ἐν τῷ κεφαλαίῳ τὸ ναυάγιον ὑπέμειναν: καὶ πρὸ τῆς ζημίας δὲ ἐν διηνεκεῖ εἰσιν ἀθυμίᾳ. Οὐδέποτε γὰρ ἀπολαύει τῶν ὄντων ὁ δανειστὴς, οὐδὲ εὐφραίνεται ἐπὶ τούτοις, ἀλλ' ὅταν ὁ τόκος ἐνεχθῇ, οὐ χαίρει, ὅτι πρόσοδος γέγονεν, ἀλλὰ λυπεῖται, ὅτι οὐδέπω τὸ κεφάλαιον ἔφθασεν ὁ τόκος: καὶ πρὶν ἢ τέλειον τεχθῆναι τὸ κακὸν γέννημα τοῦτο, καὶ αὐτὸ τίκτειν ἀναγκάζει, τοὺς τόκους κεφάλαιον ποιῶν, καὶ βιαζόμενος τὰ ἄωρα καὶ ἀμβλωθρίδια προενεγκεῖν γεννήματα τῶν ἐχιδνῶν. Τοιοῦτον γὰρ οἱ τόκοι: τῶν θηρίων ἐκείνων μᾶλλον κατεσθίουσι καὶ σπαράττουσι τὰς τῶν ἀθλίων ψυχάς. Τοῦτο σύνδεσμος ἀδικίας: τοῦτο στραγγαλιὰ βιαίων συναλλαγμάτων. Δίδωμι γὰρ, φησὶν, οὐχ ἵνα λάβῃς, ἀλλ' ἵνα πλείονα ἀποδῷς. Καὶ ὁ μὲν Θεὸς οὔτε τὸ διδόμενον κελεύει λαβεῖν: Δίδοτε γὰρ, φησὶ, παρ' ὧν οὐ προσδοκᾶτε λαβεῖν: σὺ δὲ καὶ τοῦ διδομένου πλέον ἀπαιτεῖς, καὶ ὅπερ οὐκ ἔδωκας, τοῦτο ὡς ὀφειλόμενον ἀναγκάζεις καταθεῖναι τὸν εἰληφότα. Καὶ σὺ μὲν νομίζεις τὴν οὐσίαν σοι πλεονάζειν ἐντεῦθεν: ἀντὶ δὲ τῆς οὐσίας τὸ πῦρ ἀνάπτεις τὸ ἄσβεστον. Ἵν' οὖν μὴ τοῦτο γένηται, ἐκκόψωμεν τὴν πονηρὰν νηδὺν τῶν τόκων, πηρώσωμεν τὰς παρανόμους ὠδῖνας, ἀναξηράνωμεν τὴν ὀλέθριον ταύτην γαστέρα, καὶ τὰ ἀληθῆ καὶ μεγάλα κέρδη διώκωμεν μόνα. Τίνα δὲ ταῦτά ἐστιν; Ἄκουσον Παύλου λέγοντος, ὅτι Μέγας πορισμὸς ἡ εὐσέβεια μετὰ αὐταρκείας. Τοῦτον τοίνυν πλουτῶμεν τὸν πλοῦτον μόνον, ἵνα καὶ ἐνταῦθα ἀδείας ἀπολαύσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note