Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Matthew
John ChrysostomHom. Matt. 65 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
65.1
ΟΜΙΛΙΑ ΞΕʹ. Καὶ ἀναβαίνων εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ' ἰδίαν ἐν τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς: Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ: καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυ ρῶσαι: καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Οὐκ ἀθρόον ἀναβαίνει εἰς Ἱεροσόλυμα ἐκ τῆς Γαλιλαίας ἐλθών: ἀλλὰ πρότερον θαυματουργήσας καὶ ἐπιστομίσας Φαρισαίους, καὶ διαλεχθεὶς τοῖς μαθηταῖς περὶ ἀκτημοσύνης: Εἰ γὰρ θέλεις τέλειος εἶναι, φησὶ, πώλησόν σου τὰ ὑπάρχοντα: καὶ περὶ παρθενίας: Ὁ δυνάμενος χωρεῖν, χωρείτω: καὶ περὶ ταπεινοφροσύνης: Ἐὰν μὴ στραφῆτε γὰρ, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν: καὶ περὶ ἀντιδόσεως τῶν ἐνταῦθα: Ὅστις γὰρ ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ: καὶ περὶ τῶν ἀμοιβῶν τῶν ἐκεῖ: Καὶ ζωὴν γὰρ, φησὶν, αἰώνιον κληρονομήσει: τότε προσβάλλει τῇ πόλει λοιπὸν, καὶ μέλλων ἀνιέναι, πάλιν περὶ τοῦ πάθους διαλέγεται. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς, διὰ τὸ μὴ βούλεσθαι τοῦτο συμβῆναι, ἐπιλανθάνεσθαι, συνεχῶς αὐτοὺς ἀναμιμνήσκει, ἐγγυμνάζων αὐτῶν τὴν διάνοιαν τῇ πυκνότητι τῆς ἀναμνήσεως, καὶ τὴν λύπην ὑποτεμνόμενος. Κατ' ἰδίαν δὲ αὐτοῖς διαλέγεται ἀναγκαίως: οὐ γὰρ ἔδει εἰς πολλοὺς ἐξενεχθῆναι τὸν περὶ τούτων λόγον, οὐδὲ σαφῶς λεχθῆναι: οὐδὲν γὰρ ἐκ τούτου πλέον ἐγίνετο. Εἰ γὰρ οἱ μαθηταὶ ἐθορυβοῦντο ταῦτα ἀκούοντες, πολλῷ μᾶλλον ὁ τῶν πολλῶν δῆμος. Τί οὖν; οὐκ ἐλέχθη τοῖς πολλοῖς; φησίν. Ἐλέχθη μὲν καὶ πρὸς τοὺς πολλοὺς, οὐχ οὕτω δὲ σαφῶς. Λύσατε γὰρ, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν: καὶ, Σημεῖον ἐπιζητεῖ ἡ γενεὰ αὕτη, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ: καὶ πάλιν, Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, καὶ ζητήσετέ με, καὶ οὐχ εὑρήσετε. Τοῖς δὲ μαθηταῖς οὐχ οὕτως, ἀλλ' ὥσπερ τὰ ἄλλα σαφέστερον ἔλεγεν, οὕτω καὶ τοῦτο εἶπε. Καὶ τίνος ἕνεκεν, εἰ μὴ συνίεσαν οἱ πολλοὶ τῶν λεγομένων τὴν δύναμιν, καὶ ἐλέγετο; Ἵνα μάθωσι μετὰ ταῦτα, ὅτι προειδὼς ἐπὶ τὸ πάθος ᾔει καὶ ἑκὼν, οὐκ ἀγνοῶν, οὐδὲ ἀναγκαζόμενος. Τοῖς μαθηταῖς δὲ οὐ διὰ τοῦτο μόνον προὔλεγεν, ἀλλ', ὅπερ ἔφην, ἵνα ἐγγυμνασθέντες τῇ προσδοκίᾳ, ῥᾴδιον ἐνέγκωσι τὸ πάθος, καὶ μὴ ἀμελέτητον ἐπελθὸν ταράξῃ σφόδρα αὐτούς. Διά τοι τοῦτο ἐξ ἀρχῆς μὲν τὸν θάνατον ἔλεγε μόνον: ὅτε δὲ ἐμελέτησαν καὶ ἐνεγυμνάσαντο, καὶ τὰ ἄλλα προστίθησιν: οἶον, ὅτι παραδώσουσι τοῖς ἔθνεσιν: ὅτι ἐμπαίξουσι καὶ μαστιγώσουσι: τούτου τε ἕνεκεν, καὶ ἵνα ὅταν τὰ σκυθρωπὰ ἐξελθόντα ἴδωσι, καὶ τὴν ἀνάστασιν ἐντεῦθεν προσδοκήσωσιν. Ὁ γὰρ τὰ λυποῦντα οὐκ ἀποκρυψάμενος, καὶ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα, εἰκότως ἔμελλε καὶ περὶ τῶν χρηστῶν πιστεύεσθαι. Σκόπει δέ μοι, πῶς καὶ ἀπὸ τοῦ καιροῦ σοφῶς τὸ πρᾶγμα οἰκονομεῖ. Οὔτε γὰρ ἐξ ἀρχῆς αὐτοῖς εἶπεν, ἵνα μὴ διαταράξῃ: οὔτε πρὸς αὐτῷ τῷ καιρῷ, ἵνα μὴ κἀντεῦθεν θορυβήσῃ: ἀλλ' ὅτε πεῖραν αὐτοῦ τῆς δυνάμεως ἔλαβον ἀρκοῦσαν, ὅτε μεγάλας ἔδωκε τὰς ἐπαγγελίας περὶ τῆς ζωῆς τῆς αἰωνίου, τότε καὶ τὸν περὶ τούτων ἐμβάλλει λόγον, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, ἐνυφαίνων αὐτὸν τοῖς θαύμασι καὶ ταῖς διδασκαλίαις. Ἕτερος δὲ εὐαγγελιστής φησιν, ὅτι καὶ τοὺς προφήτας παρῆγε μάρτυρας: ἄλλος δέ φησιν, ὅτι καὶ αὐτοὶ οὐ συνίεσαν τὰ λεγόμενα, ἀλλ' ἦν κεκρυμμένον τὸ ῥῆμα ἀπ' αὐτῶν, καὶ ὅτι ἐθαμβοῦντο ἀκολουθοῦντες αὐτῷ. Οὐκοῦν ἀνῄρηται, φησὶ, τῆς προῤῥήσεως τὸ κέρδος. Εἰ γὰρ μὴ ᾔδεσαν ἅπερ ἤκουσαν, οὐδὲ προσδοκᾷν εἶχον: μὴ προσδοκῶντες δὲ, οὐδὲ γυμνάζεσθαι ταῖς ἐλπίσιν. Ἐγὼ δὲ καὶ ἕτερον τούτου ἀπορώτερόν φημι, ὅτι εἰ μὴ ᾔδεσαν πῶς ἐλυποῦντο: Καὶ γὰρ ἕτερός φησιν, ὅτι ἐλυποῦντο. Εἰ τοίνυν μὴ ᾔδεσαν, πῶς ἐλυποῦντο; πῶς Πέτρος ἔλεγεν: Ἵλεώς σοι, οὐ μὴ ἔσται σοι τοῦτο; Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι μὲν ἀποθανεῖται, ᾔδεσαν, εἰ καὶ μὴ σαφῶς τῆς οἰκονομίας ἠπίσταντο τὸ μυστήριον: οὔτε δὲ τὴν ἀνάστασιν σαφῶς ἠπίσταντο, οὔτε ἅπερ ἔμελλε κατορθοῦν: καὶ τοῦτο ἦν κεκρυμμένον ἀπ' αὐτῶν. Διὰ τοῦτο καὶ ἤλγουν. Ἑτέρους μὲν γὰρ ὑφ' ἑτέρων ἀναστάντας εἶδον: αὐτὸν δέ τινα ἀναστήσαντα ἑαυτὸν, καὶ οὕτως ἀναστήσαντα ὡς μηκέτι λοιπὸν ἀποθανεῖν, οὐδέποτε εἶδον. Τοῦτο οὖν οὐ συνίεσαν πολλάκις λεγόμενον: ἀλλ' οὐδὲ αὐτὸς οὗτος ὁ θάνατος τί ποτέ ἐστι, καὶ πῶς ἐπελεύσεται, σαφῶς ἠπίσταντο. Διὸ καὶ ἐθαμβοῦντο ἀκολουθοῦντες αὐτῷ: οὑ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἔμοιγε δοκεῖ καὶ ἐκπλήττειν αὐτοὺς περὶ τοῦ πάθους διαλεγόμενος. βʹ. Ἀλλ' ὅμως οὐδὲν τούτων ἐποίει θαῤῥεῖν αὐτοὺς, καὶ ταῦτα συνεχῶς περὶ τῆς ἀναστάσεως ἀκούοντας. Καὶ γὰρ μετὰ τοῦ θανάτου καὶ τοῦτο μάλιστα αὐτοὺς ἐθορύβει, τὸ ἀκούειν ὅτι ἐμπαίξουσι καὶ μαστιγώσουσι, καὶ ὅσα τοιαῦτα. Ὅτε γὰρ ἐνενόησαν τὰ θαύματα, τοὺς δαιμονῶντας οὓς ἠλευθέρωσε, τοὺς νεκροὺς οὓς ἤγειρε, τὰ ἄλλα πάντα ἅπερ ἐθαυματούργει, εἶτα ἤκουσαν τούτων, ἐξεπλήττοντο, εἰ ὁ ταῦτα ποιῶν ταῦτα πείσεται. Διὰ τοῦτο καὶ εἰς ἀπορίαν ἐνέπιπτον, καὶ νῦν μὲν ἐπίστευον, νῦν δὲ ἠπίστουν, καὶ νοῆσαι οὐκ εἶχον τὰ λεγόμενα. Οὕτω γοῦν οὐ συνῆκαν σαφῶς τὸ λεγόμενον, ὡς τοὺς υἱοὺς Ζεβεδαίου παραυτὰ προσελθεῖν, καὶ περὶ προεδρίας αὐτῷ διαλεχθῆναι. Θέλομεν γὰρ, φησὶν, ἵνα εἷς ἐκ δεξιῶν σου καθίσῃ, καὶ εἷς ἐξ εὐωνύμων. Πῶς οὖν οὗτος ὁ εὐαγγελιστής φησιν, ὅτι ἡ μήτηρ προσῆλθεν; Ἀμφότερα γενέσθαι εἰκός. Τὴν γὰρ μητέρα παρέλαβον, ὡς μείζονα τὴν ἱκετηρίαν ἐργασόμενοι, καὶ ταύτῃ τὸν Χριστὸν δυσωπήσοντες. Ὅτι γὰρ τοῦτο ἀληθὲς ὅπερ ἔφην, καὶ αὐτῶν μᾶλλον ἡ αἴτησις ἦν, καὶ αἰσχυνόμενοι προβάλλονται τὴν τεκοῦσαν, σκόπει πῶς πρὸς αὐτοὺς ἀποτείνει τὸν λόγον ὁ Χριστός. Μᾶλλον δὲ μάθωμεν τί πρότερον αἰτοῦσι, καὶ ἀπὸ ποίας γνώμης, καὶ πόθεν ἐπὶ τοῦτο ἦλθον. Πόθεν οὖν ἐπὶ τοῦτο ἦλθον; Ἑώρων ἑαυτοὺς τιμωμένους παρὰ τοὺς ἄλλους, καὶ προσεδόκησαν ἐντεῦθεν ἐπιτεύξασθαι καὶ τῆς αἰτήσεως ταύτης. Ἀλλὰ τί ποτέ ἐστιν ὁ αἰτοῦσιν; Ἄκουσον ἑτέρου εὐαγγελιστοῦ τοῦτο σαφῶς ἐκκαλύπτοντος. Διὰ γὰρ τὸ ἐγγὺς εἶναι, φησὶ, τῆς Ἱερουσαλὴμ, καὶ δοκεῖν ὅτι ἡ βασιλεία τοῦ Θεοῦ ἤδη ἀναφανεῖται, ταῦτα ᾔτουν. Ἐνόμιζον γὰρ, ὅτι ἐπὶ θύραις αὕτη, καὶ αἰσθητὴ, καὶ ἀπολαύσαντες ὧν ᾔτουν, οὐδὲν ὑποστήσονται τῶν λυπηρῶν. Οὐδὲ γὰρ δι' αὐτὴν μόνον αὐτὴν ἐζήτουν, ἀλλ' ὡς καὶ διαφευξόμενοι τὰ δυσχερῆ. Διὸ καὶ ὁ Χριστὸς τούτων πρῶτον αὐτοὺς ἀπάγει τῶν λογισμῶν, κελεύων σφαγὰς καὶ κινδύνους καὶ τὰ ἔσχατα ἀναμένειν δεινά. Δύνασθε γὰρ, φησὶ, πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω; Ἀλλὰ μηδεὶς θορυβείσθω, τῶν ἀποστόλων οὕτως ἀτελῶς διακειμένων. Οὔπω γὰρ ὁ σταυρὸς ἦν τελεσθεὶς, οὔπω Πνεύματος χάρις δοθεῖσα. Εἰ δὲ βούλει μαθεῖν αὐτῶν τὴν ἀρετὴν, μετὰ ταῦτα αὐτοὺς κατάμαθε, καὶ ὄψει παντὸς πάθους ἀνωτέρους. Διὰ γὰρ τοῦτο ἐκκαλύπτει αὐτῶν τὰ ἐλαττώματα, ἵνα μετὰ ταῦτα γνῷς, τίνες ἀπὸ τῆς χάριτος ἐγένοντο. Ὅτι μὲν οὖν οὐδὲν πνευματικὸν ᾔτουν, οὐδὲ ἔννοιαν τῆς ἄνω βασιλείας εἶχον, δῆλον ἐντεῦθεν. Πλὴν ἴδωμεν καὶ πῶς προσέρχονται, καὶ τί λέγουσι. Θέλομεν, φησὶν, ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν. Καὶ πρὸς αὐτοὺς ὁ Χριστός: Τί θέλετε; οὐκ ἀγνοῶν, ἀλλ' ἵνα ἀναγκάσῃ αὐτοὺς ἀποκρίνασθαι, καὶ ἀνακαλύψῃ τὸ ἕλκος, καὶ οὕτως ἐπιθῇ τὸ φάρμακον. Οἱ δὲ ἐρυθριῶντες καὶ αἰσχυνόμενοι, ἐπειδὴ ὑπὸ πάθους ἀνθρωπίνου πρὸς τοῦτο ᾔεσαν, κατ' ἰδίαν ἐκτὸς τῶν μαθητῶν λαβόντες αὐτὸν ἠρώτησαν. Προεπορεύθησαν γὰρ, φησὶν, ὥστε μὴ γενέσθαι αὐτοῖς κατάδηλον, καὶ οὕτως εἶπον ἅπερ ἐβούλοντο. Ἐβούλοντο δὲ, ὡς ἔγωγε οἶμαι, ἐπειδὴ ἤκουον, ὅτι Ἐπὶ δώδεκα θρόνους καθεδεῖσθε, τὴν προεδρίαν τῆς καθέδρας ταύτης λαβεῖν. Καὶ ὅτι μὲν τῶν ἄλλων πλέον εἶχον, ᾔδεσαν: ἐδεδοίκεσαν δὲ Πέτρον, καὶ λέγουσιν: Εἰπὲ, ἵνα εἷς ἐκ δεξιῶν σου καθίσῃ, καὶ εἷς ἐξ εὐωνύμων: καὶ κατεπείγουσι λέγοντες, Εἰπέ. Τί οὖν αὐτός; Δηλῶν, ὅτι οὐδὲν πνευματικὸν ᾔτουν, οὔτε εἰ ᾔδεσαν πάλιν ὅπερ ᾔτουν, ἐτόλμησαν ἂν τοσοῦτον αἰτῆσαι, φησίν: Οὐκ οἴδατε τί αἰτεῖσθε: πῶς μέγα, πῶς θαυμαστὸν, πῶς ὑπερβαῖνον καὶ τὰς ἄνω δυνάμεις. Εἶτα ἐπάγει: Δύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Εἶδες πῶς εὐθέως ἀπήγαγε τῆς ὑπονοίας, ἀπὸ τῶν ἐναντίων αὐτοῖς διαλεχθείς; Ὑμεῖς μὲν γὰρ περὶ τιμῆς καὶ στεφάνων μοι διαλέγεσθε, φησίν: ἐγὼ δὲ περὶ ἀγώνων ὑμῖν καὶ ἱδρώτων. Οὐ γάρ ἐστιν οὗτος ὁ τῶν ἐπάθλων καιρὸς, οὐδὲ νῦν ἡ δόξα μου φανεῖται ἐκείνη: ἀλλὰ σφαγῆς καὶ πολέμων καὶ κινδύνων τὰ παρόντα. Καὶ ὅρα πῶς τῷ τρόπῳ τῆς ἐρωτήσεως καὶ προτρέπει καὶ ἐφέλκεται. Οὐ γὰρ εἶπε, Δύνασθε σφαγῆναι; δύνασθε τὸ αἷμα ὑμῶν ἐκχεῖν; ἀλλὰ πῶς; Δύνασθε πιεῖν τὸ ποτήριον; Εἶτα ἐφελκόμενός φησιν: Ὃ ἐγὼ μέλλω πίνειν: ἵνα τῇ πρὸς αὐτὸν κοινωνίᾳ προθυμότεροι γένωνται. Καὶ βάπτισμα αὐτὸ πάλιν καλεῖ, δεικνὺς μέγαν ἀπὸ τῶν γινομένων τὸν καθαρμὸν ἐσόμενον τῇ οἰκουμένῃ. Λέγουσιν αὐτῷ: Δυνάμεθα. Ἀπὸ τῆς προθυμίας εὐθέως ἐπηγγείλαντο, οὐδὲ τοῦτο εἰδότες ὅπερ εἶπον, ἀλλὰ προσδοκῶντες ἀκούσεσθαι ὅπερ ᾔτησαν. Τί οὖν αὐτός; Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. Μεγάλα αὐτοῖς προεφήτευσεν ἀγαθά: τουτέστι, Μαρτυρίου καταξιωθήσεσθε, καὶ ταῦτα πείσεσθε ἅπερ ἐγώ: βιαίῳ θανάτῳ τὴν ζωὴν καταλύσετε, καὶ τούτων μοι κοινωνήσετε. Τὸ δὲ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός μου. γʹ. Ἐπάρας αὐτῶν τὰς ψυχὰς, καὶ ὑψηλοτέρας ποιήσας, καὶ πρὸς λύπην ἀχειρώτους ἐργασάμενος, τότε διορθοῦται αὐτῶν τὴν αἴτησιν. Ἀλλὰ τί ποτέ ἐστι τὸ νῦν εἰρημένον; Καὶ γὰρ δύο ἐστὶ τὰ ζητούμενα παρὰ πολλῶν: ἓν μὲν, εἰ ἡτοίμασταί τισι τὸ καθίσαι ἐκ δεξιῶν αὐτοῦ: ἕτερον δὲ, εἰ ὁ πάντων Κύριος ἐκείνοις, οἷς ἡτοίμασται, κύριος οὐκ ἔστι παρασχεῖν. Τί οὖν ἐστι τὸ εἰρημένον; Ἂν τὸ πρότερον λύσωμεν, τότε καὶ τὸ δεύτερον τοῖς ζητοῦσιν ἔσται σαφές. Τί οὖν ἐστι τοῦτο; Οὐδεὶς ἐκ δεξιῶν αὐτοῦ καθεδεῖται, οὐδὲ ἐξ εὐωνύμων. Ἄβατος γὰρ πᾶσιν ὁ θρόνος ἐκεῖνος: οὐκ ἀνθρώποις λέγω καὶ ἁγίοις καὶ ἀποστόλοις, ἀλλὰ καὶ ἀγγέλοις καὶ ἀρχαγγέλοις, καὶ πάσαις ταῖς ἄνω δυνάμεσιν. Ὡς γοῦν ἐξαίρετον τοῦ Μονογενοῦς τίθησιν αὐτὸ ὁ Παῦλος λέγων: Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε: Κάθου ἐκ δεξιῶν μου; Καὶ πρὸς μὲν τοὺς ἀγγέλους φησίν: Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα: πρὸς δὲ τὸν Υἱὸν, Ὁ θρόνος σου, ὁ Θεός. Πῶς οὖν φησι, Τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ὡς ὄντων τινῶν τῶν καθεδουμένων; Οὐχ ὡς ὄντων, ἄπαγε: ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἀπεκρίνατο τῶν ἐρωτώντων, συγκαταβαίνων αὐτῶν τῇ διανοίᾳ. Οὐδὲ γὰρ ᾔδεσαν τὸν ὑψηλὸν θρόνον ἐκεῖνον, καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν, ὅπου γε καὶ τὰ πολλῷ τούτων καταδεέστερα καὶ καθ' ἡμέραν αὐτοῖς ἐνηχούμενα ἠγνόουν: ἀλλ' ἓν ἐζήτουν μόνον, τῶν πρωτείων ἀπολαῦσαι, καὶ πρὸ τῶν ἄλλων στῆναι, καὶ μηδένα εἶναι πρὸ αὐτῶν παρ' αὐτῷ: ὅπερ καὶ ἤδη ἔφθην εἰπὼν, ὅτι ἐπειδὴ δώδεκα θρόνους ἤκουσαν, ἀγνοήσαντες ὅ τι ποτέ ἐστι τὸ εἰρημένον, τὴν προεδρίαν ἐπεζήτησαν. Ὃ τοίνυν φησὶν ὁ Χριστὸς, τοῦτό ἐστιν: Ἀποθανεῖσθε μὲν δι' ἐμὲ, καὶ σφαγήσεσθε τοῦ κηρύγματος ἕνεκεν, καὶ κοινωνήσετέ μοι κατὰ τὸ πάθος: οὐ μὴν ἀρκεῖ τοῦτο ποιῆσαι τῆς προεδρίας ὑμᾶς ἀπολαῦσαι, καὶ τὴν πρώτην τάξιν κατασχεῖν. Ἂν γάρ τις ἕτερος ἔλθῃ μετὰ τοῦ μαρτυρίου καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν κεκτημένος πολλῷ πλείονα ὑμῶν, οὐκ ἐπειδὴ φιλῶ νῦν ὑμᾶς, καὶ τῶν ἄλλων προκρίνω, διὰ τοῦτο παρωσάμενος ἐκεῖνον τὸν ἀπὸ τῶν ἔργων κηρυττόμενον, ὑμῖν δώσω τὰ πρωτεῖα. Ἀλλ' οὕτω μὲν οὐκ εἶπεν, ὥστε μὴ λυπῆσαι: αἰνιγματωδῶς δὲ τὸ αὐτὸ τοῦτο αἰνίττεται λέγων: Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε: τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται. Τίσι δὲ ἡτοίμασται; Τοῖς ἀπὸ τῶν ἔργων δυναμένοις γενέσθαι λαμπροῖς. Διὰ τοῦτο οὐκ εἶπεν, Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλὰ τοῦ Πατρός μου, ἵνα μὴ ἀσθενεῖν, μηδὲ ἀτονεῖν αὐτὸν φαίη τις πρὸς τὴν ἀντίδοσιν: ἀλλὰ πῶς; Οὐκ ἔστιν ἐμὸν, ἀλλ' ἐκείνων οἷς ἡτοίμασται. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, ἐπὶ ὑποδείγματος αὐτὸ γυμνάσωμεν, καὶ ὑποθώμεθα εἶναί τινα ἀγωνοθέτην, εἶτα ἀθλητὰς ἀρίστους πολλοὺς εἰς τὸν ἀγῶνα κατιέναι τοῦτον, καί τινας δύο προσελθόντας τῶν ἀθλητῶν τῶν μάλιστα ᾠκειωμένων τῷ ἀγωνοθέτῃ λέγειν, ὅτι Ποίησον ἡμᾶς στεφανωθῆναι καὶ ἀνακηρυχθῆναι, θαῤῥοῦντας τῇ πρὸς αὐτὸν εὐνοίᾳ καὶ φιλίᾳ: ἐκεῖνον δὲ πρὸς αὐτοὺς λέγειν. Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ἀπὸ τῶν πόνων καὶ τῶν ἱδρώτων: ἆρ' οὖν καταγνωσόμεθα αὐτοῦ ἀσθένειαν; Οὐδαμῶς: ἀλλ' ἀποδεξόμεθα αὐτὸν τῆς δικαιοσύνης καὶ τοῦ ἀπροσωπολήπτου. Ὥσπερ οὖν ἐκεῖνον οὐκ ἂν φαίημεν ἀτονοῦντα μὴ διδόναι τὸν στέφανον, ἀλλὰ μὴ βουλόμενον διαφθεῖραι τῶν ἀγώνων τὸν νόμον, μηδὲ συνταράξαι τοῦ δικαίου τὴν τάξιν: οὕτω δὴ καὶ τὸν Χριστὸν εἴποιμι ἂν τοῦτο εἰρηκέναι, πανταχόθεν αὐτοὺς συνελαύνοντα, μετὰ τὴν τοῦ Θεοῦ χάριν, εἰς τὴν οἰκείων κατορθωμάτων ἐπίδειξιν τὰς ἐλπίδας τῆς σωτηρίας καὶ τῆς εὐδοκιμήσεως ἔχειν. Διὰ τοῦτό φησιν, Οἷς ἡτοίμασται. Τί γὰρ, φησὶν, ἐὰν ἕτεροι φανῶσιν ὑμῶν βελτίους; τί δὲ ἂν μείζονα ἐργάσωνται; Μὴ γὰρ ἐπειδὴ μαθηταί μου γεγόνατε, διὰ τοῦτο τῶν πρωτείων ἀπολαύσεσθε, ἐὰν μὴ τῆς ἐκλογῆς αὐτοὶ ἄξιοι φανῆτε; Ὅτι γὰρ αὐτὸς Κύριός ἐστι τοῦ παντὸς, δῆλον ἐξ ὧν αὐτὸς πᾶσαν ἔχει τὴν κρίσιν. Καὶ γὰρ Πέτρῳ οὕτω φησίν: Ἐγώ σοι δώσω τὰς κλεῖς τῶν οὐρανῶν. Καὶ ὁ Παῦλος δὲ τοῦτο δηλῶν ἔλεγε: Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ὁ δίκαιος κριτὴς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ: οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἐπιφάνεια δὲ τοῦ Χριστοῦ γέγονεν. Ὅτι δὲ Παύλου οὐδεὶς πρῶτος στήσεται, παντί που δῆλον. Εἰ δὲ ἀσαφέστερον ταῦτα εἴρηκε, μὴ θαυμάσῃς. Παραπεμπόμενός τε γὰρ αὐτοὺς οἰκονομικῶς, ὥστε μὴ ὑπὲρ πρωτείων ἐνοχλεῖν εἰκῆ καὶ μάτην:( καὶ γὰρ ἀπὸ πάθους τοῦτο ἔπασχον ἀνθρωπίνου:) καὶ μὴ λυπῆσαι βουλόμενος αὐτοὺς, τῇ ἀσαφείᾳ ἀμφότερα ταῦτα κατορθοῖ. Τότε ἠγανάκτησαν οἱ δέκα περὶ τῶν δύο. Τότε, πότε; Ὅτε ἐπετίμησεν αὐτοῖς. Ἕως μὲν γὰρ τοῦ Χριστοῦ ἡ ψῆφος ἦν, οὐκ ἠγανάκτουν, ἀλλ' ὁρῶντες αὐτοὺς προτιμωμένους, ἔστεργον καὶ ἐσίγων, αἰδούμενοι τὸν Διδάσκαλον καὶ τιμῶντες: καὶ εἰ κατὰ διάνοιαν ἤλγουν, ἀλλ' εἰς μέσον τοῦτο ἐξενεγκεῖν οὐκ ἐτόλμων. Καὶ πρὸς Πέτρον δέ τι παθόντες ἀνθρώπινον, ὅτε τὰ δίδραχμα ἔδωκεν, οὐκ ἐδυσχέραναν, ἀλλ' ἠρώτησαν μόνον, Τίς ἄρα μείζων ἐστίν; Ἐπειδὴ δὲ τῶν μαθητῶν ἐνταῦθα ἡ αἴτησις ἦν, ἀγανακτοῦσι. Καὶ οὐδὲ ἐνταῦθα εὐθέως ἀγανακτοῦσιν, ὅτε ᾔτησαν, ἀλλ' ὅτε αὐτοῖς ἐπετίμησεν ὁ Χριστὸς, καὶ ἔφησεν οὐκ ἀπολαύσεσθαι τῶν πρωτείων αὐτοὺς, εἰ μὴ παράσχοιεν ἑαυτοὺς τούτων ἀξίους. δʹ. Εἶδες πῶς ἀτελέστερον πάντες διέκειντο, καὶ οὗτοι κατεξανιστάμενοι τῶν δέκα, καὶ ἐκεῖνοι φθονοῦντες τοῖς δυσίν; Ἀλλ', ὅπερ ἔφην, μετὰ ταῦτά μοι αὐτοὺς δεῖξον, καὶ ὄψει πάντων τούτων ἀπηλλαγμένους τῶν παθῶν. Ἄκουσον γοῦν πῶς οὗτος αὐτὸς ὁ Ἰωάννης, ὁ νῦν προσελθὼν ὑπὲρ τούτων, πανταχοῦ τῶν πρωτείων τῷ Πέτρῳ παραχωρεῖ, καὶ δημηγοροῦντι καὶ θαυματουργοῦντι ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Καὶ οὐκ ἀποκρύπτει αὐτοῦ τὰ κατορθώματα, ἀλλὰ καὶ τὴν ὁμολογίαν λέγει, ἣν πάντων σιγώντων ἐπεδείξατο, καὶ τὴν εἰς τὸν τάφον εἴσοδον, καὶ προτίθησιν ἑαυτοῦ τὸν ἀπόστολον. Ἐπειδὴ γὰρ ἀμφότεροι παρέμειναν σταυρουμένῳ, τὸ ἑαυτοῦ ἐγκώμιον ὑποτεμνόμενός φησιν, ὅτι Γνώριμος ἦν ὁ μαθητὴς ἐκεῖνος τῷ ἱερεῖ. Ὁ δὲ Ἰάκωβος μακρὸν μὲν οὐκ ἐπέζησε χρόνον: ἐκ προοιμίων δὲ οὕτω διεθερμάνθη, καὶ πάντα τὰ ἀνθρώπινα ἀφεὶς πρὸς ὕψος ἀνέδραμεν ἄφατον, ὡς εὐθέως σφαγῆναι. Οὕτω πάντων ἕνεκεν μετὰ ταῦτα ἄκροι ἐγένοντο. Ἀλλὰ τότε ἠγανάκτησαν. Τί οὖν ὁ Χριστός; Προσκαλεσάμενος αὐτούς φησιν: Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν. Ἐπειδὴ γὰρ ἐθορυβήθησαν καὶ ἐταράχθησαν, τῇ κλήσει πρὸ τοῦ λόγου αὐτοὺς καταπραΰνει, καὶ τῷ πλησίον αὐτοὺς ἐπισπάσασθαι. Καὶ γὰρ οἱ δύο, τοῦ χοροῦ τῶν δέκα ἑαυτοὺς ἀποῤῥήξαντες, ἐγγύτερον εἱστήκεσαν ἰδιολογούμενοι. Διὰ τοῦτο καὶ τούτους πλησίον ἄγει: τούτῳ τε αὐτῷ, καὶ τῷ τὸ εἰρημένον ἐκπομπεῦσαι καὶ εἰς τοὺς ἄλλους ἐξαγαγεῖν, παραμυθούμενος τὸ πάθος καὶ τούτων κἀκείνων. Καὶ οὐχ ὡς ἔμπροσθεν, οὕτω καὶ νῦν καταστέλλει. Πρότερον μὲν γὰρ παιδία ἄγει εἰς μέσον, καὶ τὸ ἀφελὲς αὐτῶν καὶ τὸ ταπεινὸν μιμεῖσθαι κελεύει: ἐνταῦθα δὲ πληκτικώτερον ἀπὸ τοῦ ἐναντίου ἐντρέπει λέγων: Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσι: παρὰ δὲ ὑμῖν οὐκ ἔσται οὕτως: ἀλλ' ὁ θέλων ἐν ὑμῖν γενέσθαι μέγας, οὗτος ἔστω πάντων διάκονος, καὶ ὁ θέλων εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος: δεικνὺς ὅτι ἐθνικῶν τὸ τοιοῦτον, τὸ τῶν πρωτείων ἐρᾷν. Καὶ γὰρ τυραννικὸν τὸ πάθος, καὶ συνεχῶς ἐνοχλοῦν καὶ μεγάλοις ἀνδράσι: διὰ τοῦτο καὶ σφοδροτέρας δεῖται πληγῆς. Διὸ καὶ αὐτὸς βαθύτερον αὐτῶν καθικνεῖται, τῇ τῶν ἐθνῶν παραθέσει φλεγμαίνουσαν αὐτῶν τὴν ψυχὴν ἐντρέπων: καὶ τῶν μὲν τὸν φθόνον, τῶν δὲ τὴν ἀπόνοιαν ὑποτέμνεται, μόνον οὐχὶ λέγων: Μὴ ἀγανακτεῖτε ὡς ὑβρισμένοι. Ἑαυτοὺς γὰρ μάλιστα βλάπτουσί τε καὶ καταισχύνουσιν οἱ οὕτω τὰ πρωτεῖα ζητοῦντες: ἐν γὰρ τοῖς ἐσχάτοις εἰσίν. Οὐ γάρ ἐστι τὰ παρ' ἡμῖν οἷα τὰ ἔξωθεν. Οἱ μὲν γὰρ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν: παρ' ἐμοὶ δὲ ὁ ἔσχατος οὗτος πρῶτός ἐστιν. Ὅτι δὲ οὐχ ἁπλῶς ταῦτα λέγω, δι' ὧν ποιῶ καὶ πάσχω λάβε τὴν ἀπόδειξιν τῶν εἰρημένων. Ἐγὼ γάρ τι καὶ πλέον ἐποίησα. Βασιλεὺς γὰρ τῶν ἄνω δυνάμεων ὢν, ἄνθρωπος ἠβουλήθην γενέσθαι, καὶ καταφρονηθῆναι κατεδεξάμην, καὶ ὑβρισθῆναι. Καὶ οὐδὲ τούτοις ἠρκέσθην, ἀλλὰ καὶ ἐπὶ θάνατον ἦλθον. Διὰ τοῦτό φησιν: Ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Οὐδὲ γὰρ μέχρι τούτου ἔστην, φησὶν, ἀλλὰ καὶ τὴν ψυχὴν ἔδωκα λύτρον: καὶ ὑπὲρ τίνων; Τῶν ἐχθρῶν. Σὺ δὲ ἂν ταπεινωθῇς, ὑπὲρ σαυτοῦ: ἐγὼ δὲ ὑπὲρ σοῦ. Μὴ τοίνυν φοβηθῇς, ὡς τῆς τιμῆς σου καθαιρουμένης. Ὅσον γὰρ ἂν ταπεινωθῇς, οὐ δύνασαι τοσοῦτον κατελθεῖν, ὅσον ὁ Δεσπότης σου. Ἀλλ' ὅμως ἡ κατάβασις αὕτη πάντων ἀνάβασις γέγονε, καὶ τὴν δόξαν ἐκλάμψαι πεποίηκε τὴν ἑαυτοῦ. Πρὸ μὲν γὰρ τοῦ γενέσθαι ἄνθρωπος, παρ' ἀγγέλοις ἐγνωρίζετο μόνοις: ἐπειδὴ δὲ ἄνθρωπος ἐγένετο καὶ ἐσταυρώθη, οὐ μόνον ἐκείνην οὐκ ἠλάττωσε τὴν δόξαν, ἀλλὰ καὶ ἑτέραν προσέλαβε, τὴν ἀπὸ τῆς γνώσεως τῆς οἰκουμένης. Μὴ δὴ φοβηθῇς, ὡς τῆς τιμῆς σου καθαιρουμένης. ἐὰν ταπεινώσῃς σαυτόν: ταύτῃ γὰρ μᾶλλον ἐπαίρεταί σου ἡ δόξα: ταύτῃ γίνεται μείζων. Αὕτη τῆς βασιλείας ἡ θύρα. Μὴ δὴ τὴν ἐναντίαν ἔλθωμεν, μηδὲ ἑαυτοῖς πολεμῶμεν. Ἐὰν γὰρ βουληθῶμεν μεγάλοι φαίνεσθαι, οὐκ ἐσόμεθα μεγάλοι, ἀλλὰ καὶ πάντων ἀτιμότεροι. Εἶδες πῶς πανταχοῦ ἀπὸ τῶν ἐναντίων αὐτοὺς προτρέπει, διδοὺς αὐτοῖς ὅπερ ἐπιθυμοῦσι; Καὶ γὰρ ἐν τοῖς ἔμπροσθεν διὰ πολλῶν τοῦτο ἐδείξαμεν: καὶ ἐπὶ τῶν φιλοχρημάτων καὶ τῶν κενοδοξούντων οὕτως ἐποίησε. Τίνος γὰρ ἕνεκεν, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων ἐλεεῖς; ἵνα δόξης ἀπολαύσῃς; Οὐκοῦν μὴ ποίει οὕτω, καὶ ἀπολαύσῃ πάντως. Τίνος δὲ ἕνεκεν θησαυρίζεις; ἵνα πλουτῇς; Οὐκοῦν μὴ θησαυρίσῃς, καὶ πλουτήσεις. Οὕτω καὶ ἐνταῦθα: τίνος ἕνεκεν τῶν πρωτείων ἐρᾷς; ἵνα πρὸ τῶν ἄλλων ᾖς; Οὐκοῦν τὴν ἐσχάτην ἐπίλεξαι τάξιν καὶ τότε τῶν πρωτείων ἀπολαύσῃ. Ὥστε εἰ θέλεις γενέσθαι μέγας. μὴ ζήτει γενέσθαι μέγας, καὶ τότε ἔσῃ μέγας. Ἐκεῖνο γὰρ μικρόν ἐστιν εἶναι. εʹ. Ὁρᾷς πῶς αὐτοὺς ἀπήγαγε τοῦ νοσήματος, τῷ δεῖξαι καὶ ἐκεῖθεν ἐκπίπτοντας, καὶ ἐντεῦθεν ἐπιτυγχάνοντας: ἵνα τὸ μὲν φύγωσι, τὸ δὲ διώκωσι. Καὶ τῶν ἐθνῶν δὲ διὰ τοῦτο ἀνέμνησεν, ἵνα καὶ ταύτῃ τὸ πρᾶγμα ἐπονείδιστον καὶ βδελυκτὸν ἀποδείξῃ. Τὸν γὰρ ἀπονενοημένον ἀνάγκη ταπεινὸν εἶναι. καὶ τοὐναντίον τὸν ταπεινόφρονα, ὑψηλόν. Τοῦτο γὰρ τὸ ὕψος τὸ ἀληθὲς καὶ γνήσιον, καὶ οὐκ ἐν ὀνόματι μόνον, οὐδὲ ἐν προσηγορίᾳ ὅν. Καὶ τὸ μὲν ἔξωθεν ἀνάγκης ἐστὶ καὶ φόβου: τοῦτο δὲ τῷ τοῦ Θεοῦ προσέοικεν. Ὁ τοιοῦτος. κἂν παρὰ μηδενὸς θαυμάζηται, ὑψηλὸς μένει: ὥσπερ οὖν ἐκεῖνος, κἂν παρὰ πάντων θεραπεύηται, πάντων ἐστὶ ταπεινότερος. Καὶ ἡ μὲν κατὰ ἀνάγκην ἐστὶ τιμὴ, ὅθεν καὶ διαῤῥεῖ ῥᾳδίως: ἡ δὲ ἐκ προαιρέσεως, ὅθεν καὶ μένει βεβαία. Ἐπεὶ καὶ τοὺς ἁγίους διὰ τοῦτο θαυμάζομεν, ὅτι πάντων ὄντες μείζους, πάντων μᾶλλον ἑαυτοὺς ἐταπείνουν. Διὸ καὶ μέχρι τῆς σήμερον μένουσιν ὄντες ὑψηλοὶ, καὶ οὐδὲ ἡ τελευτὴ τὸ ὕψος ἐκεῖνο κατήνεγκεν. Εἰ δὲ βούλεσθε, καὶ ἀπὸ λογισμῶν ἐξετάσωμεν τοῦτο αὐτό. Ὑψηλὸς εἶναι λέγεταί τις, ἢ ὅταν τῷ μήκει τοῦ σώματος τοῦτο ᾖ, ἢ ὅταν ἐφ' ὑψηλοῦ τόπου ἑστηκὼς τύχῃ: καὶ ταπεινὸς ὡσαύτως ἀπὸ τῶν ἐναντίων. Ἴδωμεν οὖν τίς τοιοῦτός ἐστιν, ὁ ἀλαζὼν, ἢ ὁ μετριάζων: ἵνα ἴδῃς, ὅτι οὐδὲν ταπεινοφροσύνης ὑψηλότερον, καὶ οὐδὲν ἀλαζονείας χθαμαλώτερον. Ὁ μὲν οὖν ἀλαζὼν πάντων βούλεται εἶναι μείζων, καὶ οὐδένα ἑαυτοῦ ἄξιον εἶναί φησι, καὶ ὅσης ἂν τύχῃ τιμῆς, πλείονος ἐρᾷ καὶ ἀντέχεται, καὶ οὐδεμιᾶς τετυχηκέναι νομίζει, καὶ διαπτύει τοὺς ἀνθρώπους, καὶ τῆς παρ' αὐτῶν ἐφίεται τιμῆς: οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Καὶ γὰρ αἰνίγματι τοῦτο ἔοικεν. Οὓς γὰρ οὐδὲν ἡγεῖται, παρὰ τούτων δοξάζεσθαι βούλεται. Εἶδες πῶς ὁ ἐπαρθῆναι βουλόμενος καταπίπτει, καὶ χαμαὶ ἕστηκεν; Ὅτι γὰρ οὐδὲν εἶναι νομίζει πάντας ἀνθρώπους πρὸς ἑαυτὸν, αὐτὸς ἀποφαίνεται: τοῦτο γὰρ ἀλαζονεία. Τί τοίνυν πρὸς τὸν οὐδὲν ὄντα πίπτεις; τί παρ' ἐκείνου ζητεῖς τιμήν; τί τοσούτους ὄχλους περιάγεις; Ὁρᾷς ταπεινὸν καὶ ἐπὶ ταπεινοῦ ἑστηκότα; Φέρε οὖν ἐξετάσωμεν τὸν ὑψηλόν. Οἶδεν οὗτος ὅσον ἄνθρωπος, καὶ ὅτι μέγα ἄνθρωπος, καὶ ὅτι πάντων ἐστὶν ἔσχατος, καὶ διὰ τοῦτο ἧς ἂν ἀπολαύσῃ τιμῆς, μέγα τοῦτο τίθεται. Ὥστε οὗτος μὲν ἑαυτῷ ἀκολουθεῖ, καὶ ἔστιν ὑψηλὸς, καὶ τὴν ψῆφον οὐ μετατίθησιν: οὓς γὰρ ἡγεῖται μεγάλους, καὶ τὰς παρὰ τούτων τιμὰς μεγάλας εἶναι νομίζει, κἂν μικραὶ τύχωσιν οὖσαι, ἐπειδὴ μεγάλους ἐκείνους ἡγεῖται. Ὁ δὲ ἀλαζὼν τοὺς μὲν τιμῶντας οὐδὲν εἶναι νομίζει, τὰς δὲ παρ' αὐτῶν τιμὰς μεγάλας εἶναι ψηφίζεται. Πάλιν ὁ ταπεινὸς ὑπ' οὐδενὸς ἁλίσκεται πάθους: οὐκ ὀργὴ τούτῳ διενοχλῆσαι δυνήσεται, οὐ δόξης ἔρως, οὐ βασκανία, οὐ ζηλοτυπία: τῆς δὲ τούτων ἀπηλλαγμένης ψυχῆς τί γένοιτ' ἂν ὑψηλότερον; Ὁ δὲ ἀλαζὼν ἅπασι τούτοις κατέχεται, καθάπερ τις σκώληξ ἐγκαλινδούμενος βορβόρῳ: καὶ γὰρ καὶ ζηλοτυπία καὶ βασκανία καὶ θυμὸς ἀεὶ τὴν ἐκείνου διενοχλεῖ ψυχήν. Τίς οὖν ὑψηλός; ὁ τῶν παθῶν ἀνώτερος, ἢ ὁ δοῦλος αὐτῶν; ὁ τρέμων αὐτὰ καὶ δεδοικὼς, ἢ ὁ ἀχείρωτος καὶ οὐδαμῶς ὑπ' αὐτῶν ἁλισκόμενος; Ποῖον ὄρνιν ὑψηλότερον πέτεσθαι φαίημεν ἄν; τὸν τῶν χειρῶν καὶ τῶν καλάμων τοῦ θηρατοῦ ὑψηλότερον ὄντα, ἢ τὸν μηδὲ καλάμου ἀφιέντα δεηθῆναι τὸν θηρατὴν, ἐκ τοῦ χαμαὶ πέτεσθαι, καὶ μὴ δύνασθαι μετεωρίζεσθαί ποτε; Οὐκοῦν τοιοῦτος ὁ ἀπονενοημένος ἐστί: καὶ γὰρ ἑκάστη παγὶς εὐκόλως αὐτὸν αἱρεῖ, ἅτε χαμαὶ ἕρποντα. Ϛʹ. Εἰ δὲ βούλει, καὶ ἀπὸ τοῦ πονηροῦ δαίμονος ἐκείνου τοῦτο ἐξέτασον. Τί γὰρ διαβόλου ταπεινότερον γένοιτ' ἂν, ἐπειδὴ ἐπήρθη; τί δὲ ἀνθρώπου ὑψηλότερον, τοῦ ταπεινοῦν ἑαυτὸν βουλομένου; Ὁ μὲν γὰρ χαμαὶ σύρεται ὑπὸ τὴν πτέρναν κείμενος τὴν ἡμετέραν:( Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων:) ὁ δὲ μετὰ τῶν ἀγγέλων ἕστηκεν ἄνω. Εἰ δὲ καὶ ἐξ ἀνθρώπων τοῦτο βούλει μαθεῖν ὑπερηφάνων, ἐννόησον τὸν βάρβαρον ἐκεῖνον, τὸν τοσαύτην ἄγοντα στρατιὰν, ὃς οὐδὲ τὰ πᾶσι δῆλα ἠπίστατο: οἷον, ὅτι ὁ λίθος ἦν λίθος, καὶ τὰ εἴδωλα, εἴδωλα: διὸ καὶ τούτων κατώτερος ἦν. Οἱ δὲ εὐσεβεῖς καὶ πιστοὶ καὶ ὑπὲρ τὸν ἥλιον ἵενται: ὧν τί γένοιτ' ἂν ὑψηλότερον; οἳ καὶ αὐτὰς ὑπερβαίνουσι τοῦ οὐρανοῦ τὰς ἁψῖδας, καὶ ἀγγέλους παρερχόμενοι, παρεστήκασιν αὐτῷ τῷ θρόνῳ τῷ βασιλικῷ. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς αὐτῶν τὴν εὐτέλειαν, τίς ἂν ταπεινωθείη; ὁ βοηθούμενος παρὰ τοῦ Θεοῦ, ἢ ὁ πολεμούμενος; Εὔδηλον ὅτι ὁ πολεμούμενος. Οὐκοῦν ἄκουσον περὶ ἑκατέρων τούτων τί φησιν ἡ Γραφή. Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Πάλιν σε καὶ ἕτερον ἐρήσομαι. Τίς ὑψηλότερος, ὁ ἱερώμενος τῷ Θεῷ, καὶ θυσίαν προσάγων, ἢ ὁ πόῤῥω που τῆς παῤῥησίας ὢν τῆς πρὸς αὐτόν; Καὶ ποίαν θυσίαν προσφέρει ὁ ταπεινός; φησίν. Ἄκουσον τοῦ Δαυῒδ λέγοντος: Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον: καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Εἶδες τούτου τὸ καθαρόν; Βλέπε καὶ ἐκείνου τὸ ἀκάθαρτον. Ἀκάθαρτος γὰρ παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος. Πρὸς τούτοις ὁ μὲν ἔχει ἀναπαυόμενον ἐπ' αὐτῷ τὸν Θεόν. Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; ὁ δὲ μετὰ τοῦ διαβόλου σύρεται: ὁ γὰρ τετυφωμένος τὰ ἐκείνου πείσεται. Διὸ καὶ Παῦλος ἔλεγε: Μήπως τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. Καὶ τοὐναντίον δὲ οὗ βούλεται αὐτῷ συμβαίνει. Βούλεται μὲν γὰρ ἀπονοεῖσθαι, ὥστε τιμᾶσθαι: ὁ δὲ μάλιστα πάντων καταφρονούμενος οὗτός ἐστιν. Οἱ γὰρ καταγέλαστοι, οἱ πᾶσιν ἐχθροὶ καὶ πολέμιοι, οἱ εὐχείρωτοι τοῖς ἐχθροῖς, οἱ πρὸς ὀργὴν εὐέμπτωτοι, οἱ ἀκάθαρτοι παρὰ Θεῷ, οὗτοι μάλιστα πάντων εἰσί. Τί τοίνυν τούτου χεῖρον γένοιτ' ἄν; Τὸ γὰρ πέρας τοῦτό ἐστι τῶν κακῶν. Τί δὲ τῶν ταπεινῶν ἥδιον; τί δὲ μακαριώτερον, ὅταν ποθεινοὶ καὶ ἐπέραστοι ὦσι τῷ Θεῷ; Καὶ τῆς παρ' ἀνθρώπων δὲ οὗτοι μάλιστα ἀπολαύουσι δόξης, καὶ πάντες αὐτοὺς ὡς πατέρας τιμῶσιν, ὡς ἀδελφοὺς ἀσπάζονται, ὡς οἰκεῖα μέλη προσίενται. Γενώμεθα τοίνυν ταπεινοὶ, ἵνα γενώμεθα ὑψηλοί. Καὶ γὰρ μεθ' ὑπερβολῆς πολλῆς ταπεινοῖ ἡ ἀπόνοια. Τοῦτο ἐταπείνωσε τὸν Φαραώ. Οὐκ οἶδα γὰρ, φησὶ, τὸν Κύριον, καὶ μυιῶν καὶ βατράχων καὶ κάμπης ἐγένετο χείρων, καὶ μετὰ ταῦτα αὐτοῖς ὅπλοις καὶ ἵπποις κατεποντίζετο. Ἀπεναντίας τούτῳ Ἀβραὰμ, Ἐγὼ δὲ, φησὶν, εἰμὶ γῆ καὶ σποδὸς, καὶ μυρίων βαρβάρων ἐκράτησε, καὶ εἰς μέσον ἐμπεσὼν Αἰγυπτίων, ἐπανῄει λαμπρότερον τοῦ προτέρου τρόπαιον φέρων, καὶ ταύτης ἀντεχόμενος τῆς ἀρετῆς ἀεὶ ὑψηλότερος ἐγίνετο. Διὰ τοῦτο ᾄδεται πανταχοῦ, διὰ τοῦτο στεφανοῦται καὶ ἀνακηρύττεται: ὁ δὲ Φαραὼ καὶ γῆ καὶ σποδὸς, καὶ εἴ τι τούτων εὐτελέστερον ἕτερον. Οὐδὲν γὰρ οὕτως ἀποστρέφεται ὁ Θεὸς ὡς ὑπερηφανίαν. Διὰ τοῦτο ἐξ ἀρχῆς πάντα ἐποίησεν, ἵνα τοῦτο ἐξέλῃ τὸ πάθος. Διὰ τοῦτο θνητοὶ γεγόναμεν, καὶ ἐν λύπαις καὶ ἐν ὀδυρμοῖς: διὰ τοῦτο ἐν πόνῳ καὶ ἐν ἱδρῶτι καὶ ἐν ἐργασίᾳ διηνεκεῖ καὶ τεταλαιπωρημένῃ. Καὶ γὰρ ἐξ ἀπονοίας ἥμαρτεν ὁ πρῶτος ἄνθρωπος, προσδοκήσας ἰσοθεΐαν. Διὰ τοῦτο οὔτε ἅπερ εἶχεν ἔμεινεν ἔχων, ἀλλὰ καὶ τούτων ἐξέπεσε. Τοιοῦτον γὰρ ἡ ἀπόνοια: οὐ μόνον οὐδὲν ἡμῖν προστίθησι κατόρθωμα βίου, ἀλλὰ καὶ ἃ ἔχομεν ὑποτέμνεται: ὥσπερ οὖν ἡ ταπεινοφροσύνη οὐ μόνον τῶν ὄντων οὐδὲν ὑποτέμνεται, ἀλλὰ καὶ τὰ μὴ ὄντα προστίθησι. Ταύτην τοίνυν ζηλώσωμεν, ταύτην διώξωμεν, ἵνα καὶ τῆς παρούσης ἀπολαύσωμεν τιμῆς, καὶ τῆς μελλούσης ἐπιτύχωμεν δόξης, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note