Homilies on Philemon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
0.0
Πρῶτον ἀναγκαῖον τὴν ὑπόθεσιν εἰπεῖν τῆς ἐπιστολῆς, εἶτα καὶ τὰ ζητούµενα. Τίς οὖν ἡ ὑπόθεσις; Φιλήµων ἀνήρ τις τῶν θαυµαστῶν καὶ γενναίων( ὅτι γὰρ θαυµαστὸς ἦν, δῆλον ἀπὸ τοῦ καὶ τὴν οἰκίαν αὐτοῦ πᾶσαν εἶναι πιστὴν, καὶ οὕτω πιστὴν, ὡςκαὶ Ἐκκλησίαν αὐτὴν ὀνοµάζεσθαι.∆ ιὰ τοῦτο καὶ γράφων ἔλεγε· Καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ. Μαρτυρεῖ δὲ αὐτῷ καὶ πολλὴν ὑπακοὴν, καὶ ὅτι σπλάγχνα τῶν ἁγίων ἀνεπέπαυτο εἰς αὐτόν. Καὶ αὐτὸς δὲ γράφων ἐν ταύτῃ τῇ ἐπιστολῇ παρήγγελλεν αὐτῷ ἑτοιµάσαι ξενίαν. Οὕτω µοι δοκεῖ καταγώγιον εἶναι ἁγίων ἡ οἰκία ἡ ἐκείνου πάντων ἕνεκεν). Οὗτος δὴ οὖν ὁ θαυµαστὸς ἀνὴρ παῖδά τινα εἶχεν Ὀνήσιµον. Ὁ τοίνυν Ὀνήσιµος οὗτος κλέψαςτι παρὰ τοῦ δεσπότου, ἐδραπέτευσεν· ὅτι γὰρ ἔκλεψεν, ἄκουσον τί φησιν· Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, ἐγὼ ἀποτίσω. Ἐλθὼν τοίνυν πρὸς τὸν Παῦλον εἰς τὴν Ῥώµην, καὶ εὑρὼν αὐτὸν ἐν τῷ δεσµωτηρίῳ, καὶ ἀπολαύσας τῆς παρ' αὐτοῦ διδασκαλίας, καὶ τοῦ βαπτίσµατοςἔτυχεν ἐκεῖ. Ὅτι γὰρ ἐκεῖ ἔτυχε τῆς τοῦ βαπτίσµατος δωρεᾶς, δῆλον ἐκ τοῦ εἰπεῖν· Ὃν ἐγέννησα ἐν τοῖς δεσµοῖς µου. Ὁ τοίνυν Παῦλος γράφει συνιστῶν αὐτὸν πρὸς τὸν δεσπότην, ὥστε πάντων ἕνεκεν λύσιν γενέσθαι, καὶ προσίεσθαι αὐτὸν ὡς ἀναγεννηθέντα νῦν. Ἀλλ' ἐπειδή τινές φασι, περιττὸν εἶναι τὸ καὶ ταύτην προσκεῖσθαι τὴν ἐπιστολὴν, εἴ γε ὑπὲρ πράγµατος µικροῦ ἠξίωσεν, ὑπὲρ ἑνὸς ἀνδρὸς, µαθέτωσανὅσοι ταῦτα ἐγκαλοῦσιν, ὅτι µυρίων εἰσὶν ἐγκληµάτων ἄξιοι. Οὐ µόνον γὰρ τὰς οὕτω µικρὰς ἐπιστολὰς, καὶ ὑπὲρ οὕτω πραγµάτων ἀναγκαίων ἐπεσταλµένας ἔδει ἐγγεγράφθαι· ἀλλ' εἴθε γὰρ ἐνῆν εὐπορῆσαι τοῦ τὴν ἱστορίαν ἡµῖν παραδιδόντος τῶν ἀποστόλων, οὐ λέγω ὑπὲρ ὧν ἔγραψαν καὶ διελέχθησαν, ἀλλὰ καὶ τὴν ἄλληναὐτῶν ἀναστροφὴν, καὶ τί ἔφαγον καὶ πότε ἔφαγον, πότε ἐκάθισαν καὶ ποῦ ἐβάδισαν, καὶ τί καθ' ἑκάστην ἡµέραν διεπράξαντο, ἐν ποίοις µέρεσι γεγόνασι, καὶεἰς ποίαν οἰκίαν εἰσῆλθον, καὶ ποῦ κατήχθησαν, καὶ µετὰ ἀκριβείας ἅπαντα διηγήσασθαι· οὕτω πάντα τὰ παρ' αὐτῶν γενόµενα πολλῆς ὠφελείας γέµει. Ἀλλ' ἐπειδὴ µὴ ἴσασιν οἱ πλείους τὸ κέρδος τὸ ἐντεῦθεν, διὰ τοῦτο µέµφεσθαι ἐπιχειροῦσιν. Εἰ γὰρ τόπους ὁρῶντες µόνον, ἔνθα ἐκάθισαν ἢ ἐδέθησαν, τόπους ἀψύχους, πολλάκις ἐκεῖ παραπέµποµεν τὴν διάνοιαν, καὶ φανταζόµεθα αὐτῶντὴν ἀρετὴν, καὶ διανιστάµεθα καὶ προθυµότεροι γινόµεθα· εἰ τὰ ῥήµατα καὶ τὰς ἑτέρας αὐτῶν πράξεις ἠκούσαµεν, πολλῷ µᾶλλον. Ἀλλὰ περὶ µὲν φίλου τις ἐρωτᾷ, ποῦ διάγει, τί πράττει, ποῦ πρόεισι· περὶ δὲ τῶν κοινῶν τῆς οἰκουµένης διδασκάλων οὐκ ἔδει ταῦτα µαθεῖν, εἰπέ µοι; Ὅταν γάρ τις πνευµατικῶς ζῇ, καὶ σχήµατα καὶ βαδίσµατα, καὶ ῥήµατα καὶ πράγµατα τοῦ τοιούτου, καὶ πάντα ἁπλῶς τοὺς ἀκούοντας ὠφελεῖ, καὶοὐδὲν ἐµποδίζει οὐδὲ κώλυµα γίνεται. Πλὴν ὅτι περὶ ἀναγκαίων ἡ ἐπιστολὴ διεπέµπετο, µαθεῖν ὑµᾶς χρήσιµον. Ὅρα τοίνυν, πόσα κατορθοῦται ἐντεῦθεν. Ἓν µὲν καὶ πρῶτον, τὸ σπουδαῖόν τινα εἶναι περὶ πάντα. Εἰ γὰρ Παῦλος ὑπὲρ δραπέτου, ὑπὲρ λῃστοῦ καὶ κλέπτου τοσαύτην ποιεῖται πρόνοιαν, καὶ οὐ παραιτεῖται µετὰ τοσούτων αὐτὸν ἐγκωµίων παραπέµψαι, οὐδὲ αἰσχύνεται, πολλῷ µᾶλλον οὐδὲ ἡµᾶς προσήκει ῥᾳθύµους εἶναι περὶ τὰ τοιαῦτα.∆ εύτερον, ὅτι τὸ δουλικὸν γένος οὐ δεῖ ἀπογινώσκειν, κἂν εἰς ἐσχάτην ἐλάσῃ κακίαν. Εἰ γὰρ ὁ κλέπτης, ὁ δραπέτης οὕτως ἐγένετο ἐνάρετος, ὡς θέλειν τὸν Παῦλον κοινωνὸν αὐτὸν καταστῆσαι, καὶ γράφων ἔλεγεν· Ἵνα ὑπὲρ σοῦ διακονῇ µοι· πολλῷ µᾶλλον ἐλευθέρους ἀπογινώσκειν οὐ χρή. Τρίτον, ὅτι τοὺς δούλους ἀποσπᾷν τῶν δεσποτῶν οὐ προσήκει. Εἰ γὰρ Παῦλος, ὁ οὕτω θαῤῥῶν τῷ Φιλήµονι, τὸν Ὀνήσιµον, τὸν οὕτως εὔχρηστον καὶ χρήσιµον αὐτῷ πρὸς διακονίαν, οὐκ ἠθέλησε κατασχεῖν παρὰγνώµην τοῦ δεσπότου· πολλῷ µᾶλλον ἡµᾶς τοῦτο ποιεῖν οὐ χρή. Εἰ γὰρ θαυµαστός ἐστιν ὁ οἰκέτης, ταύτῃ µάλιστα µένειν αὐτὸν χρὴ ἐν τῇ δουλείᾳ, καὶ τὴν δεσποτείαν ἐπιγινώσκειν, ἵνα αἴτιος πᾶσι τοῖς ἐν τῇ οἰκίᾳὠφελείας γένηται. Τί τὸν λύχνον ἀπὸ τῆς λυχνίας ἐπὶ τὸν µόδιον ἄγεις; Εἴθε τοὺς ἔξωθεν εἰς τὰς πόλεις εἰσωθεῖν ἐνῆν. Τί οὖν, φησὶν, ἂν καὶ αὐτὸς φαῦλος γένηται;∆ ιὰ τί, εἰπέ µοι, παρακαλῶ; ὅτι πρὸς πόλιν εἰσῆλθεν; Ἀλλ' ἐννόει, ὅτι καὶ ἔξω ὢν φαυλότερος ἔσται· ὁ γὰρ ἔνδον φαῦλος γενόµενος, πολλῷ µᾶλλον ἔξω ὤν· ἐνταῦθα µὲν γὰρ καὶ τῆς ἀναγκαίας φροντίδος ἀπήλλακται, τοῦ δεσπότου µεριµνῶντος· ἐκεῖ δὲ ἡ περὶ τούτων φροντὶς ἴσως ἀπάξει αὐτὸν καὶ τῶν ἀναγκαιοτέρων καὶ πνευµατικωτέρων.∆ ιὰ τοῦτο καὶ ὁ µακάριος Παῦλος τὴν ἀρίστην αὐτοῖς εἰσάγων συµβουλὴν ἔλεγε·∆ οῦλος ἐκλήθης; µή σοι µελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, µᾶλλον χρῆσαι· τουτέστι, Τῇ δουλείᾳ παράµενε. Τὸ δὲ πάντων ἀναγκαιότερον, ἵνα µὴ ὁ λόγος τοῦ Θεοῦ βλασφηµῆται, καθὼς καὶ αὐτὸς γράφων ἔλεγεν. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιµῆς ἀξίους ἡγείσθωσαν, ἵνα µὴ τὸ ὄνοµα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφηµῆται. Ἐροῦσι γὰρ καὶ Ἕλληνες, ὅτι δύναται καὶ δουλεύων εὐαρεστεῖν τῷ Θεῷ· ἐπεὶ εἰς ἀνάγκην καθίστανται πολλοὶ τοῦ βλασφηµεῖν καὶ λέγειν, ἐπὶ ἀνατροπῇ τῶν πάντων ὁ Χριστιανισµὸς εἰς τὸν βίον εἰσενήνεκται, τῶνδεσποτῶν ἀφαιρουµένων τοὺς οἰκέτας, καὶ βίας τὸ πρᾶγµά ἐστιν. Εἴπω τι καὶ ἕτερον;∆ ιδάσκει ἡµᾶς µὴ ἐπαισχύνεσθαι τοὺς οἰκέτας, εἰ ἐνάρετοι εἶεν. Εἰ γὰρ Παῦλος, πάντων ἀνθρώπων θαυµασιώτερος, τοσαῦτα περὶ τούτου φησὶ, πολλῷ µᾶλλον ἡµεῖς περὶ τῶν ἡµετέρων. Τοσούτων οὖν ὄντων κατορθωµάτων, καίτοι οὔπω πάντα εἰρήκαµεν, περιττόν τις ἡγεῖται τὸ καὶ ταύτην τὴν ἐπιστολὴν ἐντετάχθαι; Καὶ πῶς οὐκ ἐσχάτης ἀνοίας ἂν εἴη; Προσέχωµεν τοίνυν, παρακαλῶ, τῇ παρὰ τοῦ Ἀποστόλου γραφείσῃ ἐπιστολῇ· τοσαῦτα γὰρ ἤδη κερδάναντες, πλείονα κερδανοῦµεν ἀπὸ τῆς ὑφῆς.