Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Philemon
John ChrysostomHom. Phlm. 1 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
1.0
Παῦλος δέσµιος Ἰησοῦ Χριστοῦ, καὶ Τιµόθεος ὁ ἀδελφὸς, Φιλήµονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡµῶν, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡµῶν, καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ· χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
1.1
Ὑπὲρ οἰκέτου πρὸς δεσπότην ἐστὶ ταῦτα. Εὐθέως ἀπὸ τοῦ προοιµίου τὸ φρόνηµα αὐτοῦ κατέσπασεν, οὐκ ἀφῆκεν ἐπαισχυνθῆναι, τὸν θυµὸν ἔσβεσε, δέσµιον ἑαυτὸν καλῶν κατένυξε καὶσυνέστειλεν, οὐδὲν τὰ παρόντα ἐποίησε δοκεῖν εἶναι πράγµατα. Εἰ γὰρ δεσµὸς οὐκ αἰσχύνη διὰ τὸν Χριστὸν, ἀλλὰ καὶ καύχηµα, πολλῷ µᾶλλον δουλεία οὐκ ἐπονείδιστον. Καὶ ταῦτα λέγει οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλὰ συµφερόντως τοῦτο ποιῶν, καὶ τὸ ἀξιόπιστον ἐντεῦθεν δεικνὺς, οὐχ ἑαυτοῦ ἕνεκεν, ἀλλ' ὑπὲρ τοῦ τὴνχάριν ἑτοιµότερον λαβεῖν· ὡς ἂν εἰ ἔλεγε,∆ ι' ὑµᾶς τὸν δεσµὸν τοῦτον περίκειµαι· ὥσπερ οὖν καὶ εἶπεν ἀλλαχοῦ, ἐκεῖ µὲν τὴν κηδεµονίαν δεικνὺς, ἐνταῦθα δὲ τὸ ἀξιόπιστον. Οὐδὲν τοῦ καυχήµατος τούτου µεῖζον τοῦ ἀκούειν, ὡς στιγµατίας τοῦ Χριστοῦ, Ἐγὼ γὰρ τὰ στίγµατα τοῦ Χριστοῦ, φησὶ, βαστάζω. Ὁ δέσµιος τοῦ Χριστοῦ.∆ ιὰ γὰρ αὐτὸν δέδετο. Τίς οὐκ ἂν αἰδεσθείη, τίς οὐκ ἂν δυσωπηθείη, Χριστοῦ δεσµὰ ἀκούων; τίς οὐκ ἂν καὶ τὴν ψυχὴν πρόοιτο, µήτι γε οἰκέτην ἕνα; Καὶ Τιµόθεος ὁ ἀδελφός. Συµπαραλαµβάνει καὶ ἕτερον µεθ' ἑαυτοῦ, ὥστε κἀκεῖνον ὑπὸ πολλῶν ἀξιούµενον µᾶλλον εἶξαι καὶ δοῦναι τὴν χάριν. Φιλήµονι τῷ ἀγαπητῷ, καὶ συνεργῷ ἡµῶν. Εἰ ἀγαπητὸς, οὐ τόλµα τὸ θαῤῥεῖν οὐδὲ προπέτεια, ἀλλὰ πολλῆς φιλίας δεῖγµα· εἰ συνεργὸς, οὐ µόνον ἀξιοῦσθαι ὑπὲρ τῶν τοιούτων, ἀλλὰ καὶ χάριν εἰδέναι ὀφείλει· ἑαυτῷ γὰρ χαρίζεται, τὸ αὐτὸ ἔργον οἰκοδοµεῖται. Ὥστε καὶ χωρὶς ἀξιώσεως ἑτέραν ἀνάγκην, φησὶν, ἔχεις τοῦ δοῦναι τὴν χάριν· εἰ γὰρ τῷ Εὐαγγελίῳ ἐστὶ χρήσιµος, σὺ δὲ εἰς τὸ Εὐαγγέλιον σπουδάζεις, ἄρα οὐκ ἀξιωθῆναι, ἀλλ' ἀξιῶσαι ὀφείλεις. Καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ. Ἐµοὶ δοκεῖ σύµβιον εἶναι τούτου. Ὅρα Παύλου τὸ ταπεινόν· καὶ Τιµόθεον παραλαµβάνει πρὸς τὴν ἀξίωσιν, καὶ οὐ τὸν ἄνδρα µόνον ἀξιοῖ, ἀλλὰ καὶ τὴν γυναῖκα, καὶ ἕτερόν τινα ἴσως φίλον. Καὶ Ἀρχίππῳ, φησὶ, τῷ συστρατιώτῃ ἡµῶν. Οὐκ ἐξ ἐπιτάγµατος βουλόµενος τὰ τοιαῦτα ἀνύειν, οὐδὲ ἀγανακτῶν, εἰ µὴ εὐθέως κελεύσαντι ὑπακούει, ἀλλ' ἅπερ ἂν ἀνὴρ ἄγνωστος ἐποίει, ταῦτα ποιεῖν κἀκείνους ἀξιοῖ, ὥστε ἀντιλαβέσθαι τῆς δεήσεως. Οὐ γὰρ τὸ παρὰ πολλῶν ἀξιοῦσθαι µόνον, ἀλλὰ καὶ τὸ πρὸς πολλοὺς τὴν δέησιν γενέσθαι, φέρει τι εἰς τὸ ἀνυσθῆναι τὸ ἀξιούµενον.∆ ιὰ τοῦτο ἔλεγε· Καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡµῶν. Εἰ συστρατιώτης εἶ, καὶ ἐν τούτοις κοινωνεῖν ὀφείλεις. Οὗτος δέ ἐστιν Ἄρχιππος, περὶ οὗ γράφων Κολοσσαεῦσιν ἔλεγεν· Εἴπατε Ἀρχίππῳ, βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.∆ οκεῖ µοι οὗτος καὶ εἶναι τῶν ἐν κλήρῳ κατειλεγµένων· ὃν καὶ παραλαµβάνει εἰς τὴν ἀξίωσιν, καὶ συστρατιώτην καλεῖ, ὥστε παντὶ τρόπῳ συνάρασθαι. Καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ. Οὐδὲ δούλους παρῆκεν ἐνταῦθα· οἶδε γὰρ πολλάκις καὶ ῥήµατα δούλων ἀνατρέψαι δυνάµενα τὸν δεσπότην, καὶ µάλιστα ὅταν ὑπὲρ δούλου ἡ ἀξίωσις ᾖ· οἱ δὲ µάλιστα παροξύνοντες, ἴσως ἐκεῖνοι ἦσαν. Οὐ τοίνυν ἀφίησιν αὐτοὺς εἰς φθόνον ἐµπεσεῖν, τῇ προσηγορίᾳ τιµήσας µετὰ τῶν δεσποτῶν. Ἀλλ' οὐδὲ τὸν δεσπότην ἀγανακτῆσαι συγχωρεῖ. Εἰ µὲν γὰρ ὀνοµαστὶ εἶπεν, ἴσως ἂν ἠγανάκτησεν· εἰ δὲ µὴ ἐµνήσθη, κἂν ἐδυσχέρανεν. Ὅρα οὖν, πῶς συνετῶς εὗρε διὰ τοῦ µνησθῆναι καὶ τούτους τῇ µνήµῃ τιµῆσαι, κἀκεῖνον µὴ πλῆξαι. Τὸ γὰρ τῆς Ἐκκλησίας ὄνοµα οὐκ ἀφίησι τοὺς δεσπότας ἀγανακτεῖν, εἴ γε συναριθµοῖντο τοῖς οἰκέταις. Καὶ γὰρ ἡ Ἐκκλησία οὐκ οἶδε δεσπότου, οὐκ οἶδεν οἰκέτου διαφοράν· ἀπὸ κατορθωµάτων καὶ ἁµαρτηµάτων τοῦτον κἀκεῖνον ὁρίζει. Εἰ τοίνυν Ἐκκλησία ἐστὶ, µὴ ἀγανάκτει, ὅτι µετὰ σοῦ προσηγορεύθη ὁ δοῦλος· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος· Χάρις ὑµῖν καὶ εἰρήνη. Εἰς ὑπόµνησιν αὐτὸν ἤνεγκε τῶν οἰκείων ἁµαρτηµάτων, τῆς χάριτος ὑποµνήσας. Ἐννόησον, φησὶν, ὅσα σοι συνεχώρησεν ὁ Θεὸς, πῶς χάριτι σὺ ἐσώθης· µίµησαι τὸν∆ εσπότην. Ἐπεύχεται δὲ αὐτῷ τὴν εἰρήνην· εἰκότως. Τότε γὰρ παραγίνεται καὶ αὐτὴ, ὅταν µιµώµεθα αὐτὸν, ὅταν ἐπιµένῃ ἡ χάρις· ἐπεῖ κἀκεῖνος ὁ δοῦλος ὁ περὶ τὸν σύνδουλον ἀνηλεὴς γεγονὼς, ἕως ὅτε οὐκ ἀπῄτει τὰ ἑκατὸν δηνάρια, καὶ ἡ χάρις ἔµενεν ἡ δεσποτική· ἐπειδὴ δὲ ἀπῄτησεν, ἀφῃρέθη καὶ παρεδόθη τοῖς βασανισταῖς.
1.2
Ταῦτα δὴ καὶ ἡµεῖς ἐννοοῦντες, οἰκτίρµονες ὦµεν, συγγνωµονικοὶ περὶ τοὺς ἁµαρτάνοντας εἰς ἡµᾶς. Ἑκατὸν δηνάριά ἐστιν ἐνταῦθα τὰ εἰς ἡµᾶς ἁµαρτήµατα, τὰ δὲ εἰς τὸν Θεὸν παρ' ἡµῶν, µυρία τάλαντα. Ἴστε δὲ, ὅτι καὶ τῇ ποιότητι τῶν προσώπων τὰ ἁµαρτήµατα κρίνονται. Οἷόν τι λέγω· Ὁ τὸν ἰδιώτην ὑβρίσας, ἥµαρτεν, ἀλλ' οὐχ ὁµοίως ὡς ὁ τὸν ἄρχοντα· καὶ µειζόνως τούτου ὁ τὸν µείζονα ἄρχοντα, ἀλλ' οὐχ ὁµοίως ὁ τὸν ἐλάττονα· ὁ δὲ τὸν βασιλέα, πολλῷ πλέον· καὶ ἡ µὲν ὕβρις ἐστὶν ἡ αὐτὴ, τῇ δὲ ὑπεροχῇ τοῦ προσώπου µείζων γίνεται. Εἰδὲ ὁ βασιλέα ὑβρίζων, ἀφόρητον ἔχει τὴν τιµωρίαν διὰ τὴν τοῦ προσώπου ἀξιοπιστίαν, ὁ τὸν Θεὸν ὑβρίζων πόσων ἔσται ὑπεύθυνος ταλάντων; Ὥστε κἂν τὰ αὐτὰ εἰς τὸν Θεὸν ἁµαρτάνωµεν, ἅπερ εἰς τοὺς ἀνθρώπους, οὐδὲ οὕτω τὸ ἴσον ἐστὶν, ἀλλ' ὅσον µέσον Θεοῦ καὶ ἀνθρώπων, τοσοῦτοντῶν ἁµαρτηµάτων ἐκείνων καὶ τούτων. Νῦν δὲ καὶ πλείονα εὑρίσκω τὰ ἁµαρτήµατα, οὐ τῇ ὑπεροχῇ τοῦ προσώπου µεγάλα µόνον γινόµενα, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει· καὶ φρικτὸς µὲν ὁ λόγος, ὃν µέλλω λέγειν, καὶ φοβερὸς ὄντως, πλὴν ἀνάγκη λεχθῆναι, ἵνα κἂν οὕτως ἡµῶν τὴν διάνοιαν κατασείσῃ καὶπαρασαλεύσῃ, δεικνὺς ὅτι πολλῷ πλέον ἀνθρώπους φοβούµεθα ἢ τὸν Θεὸν, καὶ τιµῶµεν ἀνθρώπους ἢ τὸν Θεόν. Σκόπει γάρ· Ὁ µοιχεύων οἶδεν, ὅτι Θεὸς αὐτὸν ὁρᾷ, καὶ τούτου µὲν καταφρονεῖ· ἂν δὲ ἄνθρωπος ἴδῃ, κατέχει τὴν ἐπιθυµίαν. Ὁ τοιοῦτος οὐχὶ προτιµᾷ ἀνθρώπους µόνον Θεοῦ, οὐχὶ µόνον ὑβρίζει τὸν Θεὸν, ἀλλὰ καὶ τὸ πολλῷ χαλεπώτερον, ἐκείνους δεδοικὼς, τούτου καταφρονεῖ. Ἂν µὲν γὰρ ἐκείνους ἴδῃ, κατέχει τὴν φλόγα τῆς ἐπιθυµίας· µᾶλλον δὲ ποίαν φλόγα; οὐκ ἔστι φλὸξ, ἀλλὰ ὕβρις. Εἰ µὲν γὰρ µὴ ἐξῆν γυναικὶ κεχρῆσθαι, εἰκότως φλὸξ τὸ πρᾶγµα ἦν, νυνὶ δὲ ὕβρις καὶ στρῆνος· ἂν µὲν γὰρ ἀνθρώπους ἴδῃ, ἵσταται τῆς µανίας, τῆς δὲ τοῦ Θεοῦ µακροθυµίας ἔλαττον φροντίζει. Πάλιν ἕτερος, ὁ κλέπτων σύνοιδεν ὅτι ἁρπάζει, καὶ ἀνθρώπους µὲν πειρᾶται ἀπατῆσαι, καὶ ἀπολογεῖται πρὸς τοὺς ἐγκαλοῦντας, καὶ σχῆµα περιτίθησιτῇ ἀπολογίᾳ· τὸν δὲ Θεὸν µὴ δυνάµενος πεῖσαι, οὐ φροντίζει, οὐδὲ αἰδεῖται, οὐδὲ τιµᾷ. Κἂν µὲν ὁ βασιλεὺς κελεύσῃ ἀπέχεσθαι τῶν ἑτέρου χρηµάτων, µᾶλλον δὲ καὶ τὰ αὑτοῦ δοῦναι, πάντες ἑτοίµως εἰσφέροµεν· τοῦ δὲ Θεοῦ κελεύοντος µὴ ἁρπάζειν, µηδὲ τὰ ἑτέρων συνάγειν, οὐκ ἀνεχόµεθα. Ὁρᾷς, ὅτι προτιµῶµεν ἀνθρώπους τοῦ Θεοῦ; Φορτικὸν τὸ ῥῆµα καὶ ἐπαχθές· ἀλλὰ δείξατε ὅτι φορτικὸν, φεύγετε τὸ ἔργον· εἰ δὲ τὸ ἔργον οὐ δεδοίκατε, πῶς ὑµῖν πιστεῦσαι δύναµαι λέγουσιν, ὅτι Τὰ ῥήµατα δεδοίκαµεν, καὶ βαρεῖς ἡµᾶς; Ὑµεῖς ἑαυτοὺς τῷ ἔργῳ βαρεῖτε, καὶ οὐδεὶς λόγος· ἐγὼ δὲ ἂν τὰ ῥήµατα εἴπω, ὧν ὑµεῖς τὰ πράγµατα πράττετε, ἀγανακτεῖτε· καὶ πῶς οὐκ ἄτοπον; Γένοιτο ψεῦδος εἶναι τὰ παρ' ἐµοῦ. Βούλοµαι αὐτὸς λοιδορίας δόξαν λαβεῖν κατ' ἐκείνην τὴν ἡµέραν, ὡς εἰκῆ καὶ µάτην λοιδορησάµενος ὑµᾶς, ἢ ἰδεῖν ὑπὲρ τοιούτων ἐγκαλουµένους. Οὐ µόνον δὲ αὐτοὶ ἀνθρώπους προτιµᾶτε τοῦ Θεοῦ, ἀλλὰ καὶ ἑτέρους ἀναγκάζετε. Πολλοὶ πολλοὺς οἰκέτας ἠνάγκασαν, καὶ παῖδας· οἱ µὲν εἰς γάµους εἵλκυσαν µὴ βουλοµένους, οἱ δὲ ὑπηρετήσασθαι διακονίαις ἀτόποις, καὶ ἔρωτι µιαρῷ καὶ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ βίαις· ὥστε διπλοῦν εἶναι τὸ ἔγκληµα, καὶ µηδὲ ἀπὸ τῆς ἀνάγκης δύνασθαι συγγνώµην αὐτοὺς εὑρέσθαι. Εἰ γὰρ αὐτὸς ἄκων πράττεις τὰ πονηρὰ καὶ διὰ τὸ ἐπίταγµα τοῦ ἄρχοντος, µάλιστα µὲν οὐδὲ οὕτως ἱκανὴ ἡ ἀπολογία, πλὴν χαλεπωτέρα γίνεται ἡἁµαρτία, ὅταν καὶ ἐκείνους ἀναγκάζῃς τοῖς αὐτοῖς περιπίπτειν. Ποία γὰρ ἂν εἴη τῷ τοιούτῳ συγγνώµη λοιπόν; Ταῦτα εἶπον, οὐχὶ κατακρῖναι βουλόµενος ὑµᾶς, ἀλλὰ δεῖξαι, πόσων ἐσµὲν ὀφειλέται τῷ Θεῷ. Εἰ γὰρ καὶ ἐξ ἴσου τιµῶντες ἄνθρωπον τῷ Θεῷ, ὑβρίζοµεν τὸν Θεὸν, πολλῷ µᾶλλον, ὅταν προτιµῶµεν ἀνθρώπους. Εἰ δὲ ταῦτα τὰ ἁµαρτήµατα τὰ εἰς ἀνθρώπους γινόµενα, εἰς Θεὸν πολλῷ µείζονα δείκνυται· πόσῳ µᾶλλον, ὅταν καὶ αὐτὴ ἡ ἁµαρτία τῇ ποιότητι µείζων ᾖ καὶ χαλεπωτέρα; Ἐξεταζέτω τις ἑαυτὸν, καὶ ὄψεται πάντα δι' ἀνθρώπους ποιῶν. Σφόδρα ἂν ἦµεν µακάριοι, εἰ τοσαῦτα διὰ τὸν Θεὸν ἐπράττοµεν, ὅσα διὰ τοὺς ἀνθρώπους, καὶ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν καὶ τὸν φόβον καὶ τὴν τιµήν. Εἰ τοίνυν τοσούτων ἐσµὲν ὑπεύθυνοι, ὀφείλοµεν µετὰ πάσης προθυµίας ἀφιέναι τοῖς ἀδικοῦσιν ἡµᾶς καὶ πλεονεκτοῦσι, καὶ µὴ µνησικακεῖν. Ὁδὸς γάρ ἐστι λύσεως ἁµαρτηµάτων, οὐ πόνων δεοµένη, οὐδὲ δαπάνης χρηµάτων, οὐδὲ ἄλλου οὐδενὸς, ἀλλ' ἁπλῶς προαιρέσεως· οὐκ ἀποδηµίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι µόνον.
1.3
Ποίαν, εἰπέ µοι, συγγνώµην ἕξοµεν ἐν τοῖς δοκοῦσιν εἶναι δυσκόλοις, ὅταν καὶ κοῦφον πρᾶγµα καὶ τοσοῦτον ἔχον κέρδος καὶ τοσαύτην τὴν ὠφέλειανκαὶ οὐδένα πόνον, µὴ πράττωµεν; Οὐ δύνασαι χρηµάτων καταφρονῆσαι; οὐ δύνασαι δαπανῆσαι τὰ ὄντα εἰς τοὺς δεοµένους; Θελῆσαι οὐ δύνασαί τι ἀγαθόν; ἀφεῖναι τῷ ἠδικηκότι οὐ δύνασαι; Εἰ γὰρ µὴ τοσούτων ὑπεύθυνος ἦς, ἐκέλευσε δὲ µόνον ὁ Θεὸς ἀφεῖναι, οὐκ ἔδει; νῦν δὲ τοσούτων ὑπεύθυνος ὢν, οὐκ ἀφίης, καὶ ταῦτα εἰδὼς, ὅτι ἀφ' ὧν ἔχεις ἐξ αὐτοῦ ἀπαιτῇ; Ἂν µὲν οὖν ἡµεῖς παρ' ὀφειλέτην ἔλθωµεν ἡµέτερον, ἐκεῖνος εἰδὼς τοῦτο, θεραπεύει καὶ ὑποδέχεται καὶ τιµᾷ καὶ πᾶσαν ἐπιδείκνυται φιλοφροσύνηνµετὰ δαψιλείας, καὶ ταῦτα οὐκ ἀπὸ τοῦ δανείσµατος διαλυόµενος, ἀλλ' ἡµέρους ἡµᾶς θέλων καταστῆσαι περὶ τὴν ἀπαίτησιν· σὺ δὲ τῷ Θεῷ ὀφείλων τοσαῦτα, καὶ κελευόµενος ἀφεῖναι, πάλιν ἵνα σὺ λάβῃς, οὐκ ἀφίης; τί δήποτε, παρακαλῶ; Οἴµοι! πόσης µὲν ἀπολαύοµεν φιλανθρωπίας! πόσην δὲ ἐπιδεικνύµεθα κακίαν, πόσον ὕπνον, πόσην νωθείαν! πῶς εὔκολον ἡ ἀρετὴ καὶ πολλὴνἔχον ὠφέλειαν! πῶς ἐργῶδες ἡ κακία! ἡµεῖς δὲ τὸ οὕτως ἐλαφρὸν ἀποφυγόντες διώκοµεν τὸ µολύβδου βαρύτερον. Ἐνταῦθα οὐ σώµατος ἰσχύος χρεία, οὐ πλούτου, οὐ χρηµάτων, οὐ δυναστείας, οὐ φιλίας, οὐκ ἄλλου οὐδενὸς, ἀλλ' ἀρκεῖ θελῆσαι µόνον, καὶ τὸ πᾶν ἤνυσται. Ἐλύπησεν ὁ δεῖνα καὶ ὕβρισε καὶ ἔσκωψεν; ἀλλ' ἐννόησον, ὅτι καὶ σὺ πολλὰ τοιαῦτα εἰς ἑτέρους ποιεῖς, καὶ εἰς αὐτὸν τὸν∆ εσπότην, καὶ ἄνες καὶ συγχώρησον· ἐννόησον, ὅτι λέγεις· Ἄφες ἡµῖν τὰ ὀφειλήµατα ἡµῶν, καθὼς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν· ἐννόησον, ὅτι ἐὰν µὴ ἀφῇς, οὐ δυνήσῃ τοῦτο µετὰ παῤῥησίας εἰπεῖν· ἂν δὲ ἀφῇς, ὀφειλὴν τὸ πρᾶγµα ἀπαιτεῖς, οὐ διὰ τὴν τοῦ πράγµατος φύσιν, ἀλλὰ διὰ τὴν τοῦ δεδωκότος φιλανθρωπίαν. Καὶ ποῦ ἴσον τὰ εἰς τοὺς ὁµοδούλους ἀφιέντα τῶν εἰς τὸν∆ εσπότην ἡµαρτηµένων τὴν ἄφεσιν λαβεῖν; ἀλλ' ὅµως τυγχάνοµεν τῆς τοσαύτης φιλανθρωπίας, ἐπειδὴ πλούσιός ἐστιν ἐν ἐλέει καὶ οἰκτιρµοῖς. Ἵνα δέ σοι δείξω, ὅτι καὶ χωρὶς τούτων, καὶ χωρὶς τῆς ἀφέσεως, ἀπὸ τοῦ ἀφεῖναι µόνον σὺ καρποῦσαι τὸ κέρδος, ἐννόησον, πόσους ὁ τοιοῦτος ἔχει φίλους, πῶς πανταχοῦ ἐγκώµια τοῦ τοιούτου ἅπαντες διεξέρχονται λέγοντες· ἀγαθὸς ἀνὴρ, εὐκατάλλακτος, οὐκ οἶδε µνησικακῆσαι, ἅµα ἐπλήγη καὶ ἅµα ἰάθη. Τὸν τοιοῦτον περιστάσει τινὶ περιπεσόντα, τίς οὐκ ἐλεήσει; τίς οὐ συγγνώσεται ἁµαρτόντι; τίς οὐ δώσει χάριν ὑπὲρ ἑτέρων ἀξιοῦντι; τίς οὐ θελήσει φίλος εἶναι καὶ δοῦλος ψυχῆς οὕτως ἀγαθῆς; Ναὶ, παρακαλῶ, πάντα ὑπὲρ τούτου πράττωµεν, µὴ πρὸς φίλους, µὴ πρὸς συγγενεῖς µόνον, ἀλλὰ καὶ πρὸς τοὺς οἰκέτας. Ἀνιέντες γὰρ, φησὶ, τὴν ἀπειλὴν, εἰδότες ὅτι καὶ ὑµῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Ἂν ἀφιῶµεν τοῖς πλησίον τὰ ἁµαρτήµατα, ἀφεθήσεται καὶ ἡµῖν, ἂν ἐλεηµοσύνας παρέχωµεν, ἂν ταπεινοὶ ὦµεν· καὶ γὰρ καὶ τοῦτο ἀφαιρεῖ ἁµαρτίας. Εἰ γὰρ ὁ τελώνης, ἵνα µόνον εἴπῃ, Ἱλάσθητί µοι τῷ ἁµαρτωλῷ, κατῆλθε δεδικαιωµένος, πολλῷ µᾶλλον καὶ ἡµεῖς, ἂν ταπεινοὶ ὦµεν καὶσυντετριµµένοι, δυνησόµεθα πολλῆς φιλανθρωπίας τυχεῖν· ἂν ὁµολογῶµεν τὰ ἑαυτῶν ἁµαρτήµατα, καὶ καταγινώσκωµεν ἑαυτῶν, τὸ πλέον ἀποσµηξόµεθα τοῦ ῥύπου. Πολλαὶ γὰρ αἱ ὁδοὶ αἱ καθαρεύουσαι. Πάντοθεν τοίνυν πολεµῶµεν τῷ διαβόλῳ. Οὐδὲν εἶπον δύσκολον, οὐδὲν δυσχερές· ἄφες τῷ λελυπηκότι, ἐλέησον τὸν δεόµενον, ταπείνωσόν σου τὴν ψυχήν· κἂν σφόδρα ᾖς ἁµαρτωλὸς, δυνήσῃ καὶ τῆς βασιλείας ἐπιτυχεῖν, διὰ τούτων αὐτὰ ἐκκαθαίρων τὰ ἁµαρτήµατα, καὶ ἀποσµήχων τὴν κηλῖδα. Γένοιτο δὲ, ἡµᾶς πάντας ἐνταῦθα ἀποκαθηραµένους ἅπαντα τῶν ἁµαρτηµάτων τὸν ῥύπον διὰ τῆς ἐξοµολογήσεως, ἐκεῖ τυχεῖν τῶν ἐπηγγελµένωνἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, τὸ κράτος, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note