Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Philemon
John ChrysostomHom. Phlm. 3 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
3.0
Εἰ οὖν ἐµὲ ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐµέ. Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, ἐµοὶ τοῦτο ἐλλόγει. Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐµῇ χειρὶ, ἐγὼ ἀποτίσω, ἵνα µὴ λέγω σοι, ὅτι καὶ σαυτόν µοι προσοφείλεις.
3.1
Οὐδὲν οὕτω πρᾶγµα παραινεῖν οἶδεν, ὡς τὸ µὴ πάντα ἀθρόον αἰτεῖν. Ὅρα γὰρ µετὰ πόσα ἐγκώµια, µετὰ πόσην κατασκευὴν τὸ µέγα τοῦτο ἔθηκε. Μετὰ τὸ εἰπεῖν, ὅτι Τέκνον µου, ὅτι κοινωνὸς τοῦ εὐαγγελίου, ὅτι σπλάγχνα, ὅτι ἀδελφὸν αὐτὸν ἀπέχεις, ὅτι ὡς ἀδελφὸν ἔχε, τότε ἐπήγαγεν, Ὡς ἐµέ. Καὶ οὐκ ᾐσχύνθη τοῦτο Παῦλος. Ὁ γὰρ µὴ αἰσχυνόµενος δοῦλος κληθῆναι τῶν πιστῶν, ἀλλὰ καὶ ὁµολογῶν τοῦτο, πολλῷ µᾶλλον τοῦτο οὐκ ἂν παρῃτήσατο. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ τὰ αὐτά µοι φρονεῖς, ἐπὶ τοῖς αὐτοῖς τρέχεις, εἰ φίλον ἡγῇ, προσλαβοῦ αὐτὸν, ὡς ἐµέ. Εἰ δέ τι ἠδίκησεν. Ὅρα, ποῦ τέθεικε καὶ πότε τὸ ἀδίκηµα· ὕστερον, µετὰ τὸ πολλὰ ὑπὲρ τούτου προειπεῖν. Ἐπεὶ γὰρ µάλιστα ἡ τῶν χρηµάτων ζηµία δάκνειν εἴωθε τοὺς ἀνθρώπους, ἵνα µηδὲ ὑπὲρ τούτων ἐγκαλέσῃ( εἰκὸς γὰρ αὐτὰ καὶ κατηναλῶσθαι)· τότε τοῦτο τίθησι καί φησιν· Εἰ δέ τι ἠδίκησεν. Οὐκ εἶπεν· Εἴ τι ἔκλεψεν, ἀλλὰ τί; Εἴ τι ἠδίκησεν. Ἅµα καὶ τὸ ἁµάρτηµα ὡµολόγησε, καὶ οὐχ ὡς δούλου ἁµάρτηµα, ἀλλ' ὡς φίλου πρὸς φίλον, τῷ τῆς ἀδικίας µᾶλλον, ἢ τῷ τῆς κλοπῆς ὀνόµατι χρησάµενος. Τοῦτο ἐµοὶ ἐλλόγει, φησί· τουτέστι, Πρὸς ἐµὲ ἔχε τὴν ὀφειλὴν, ἐγὼ ἀποτίσω. Εἶτα καὶ µετὰ χάριτος τῆς πνευµατικῆς· Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐµῇ χειρί· καὶ ἐντρεπτικῶς ἅµα καὶ χαριέντως, εἴ γε ὑπὲρ τούτου καὶ γραµµατεῖον ἐκτελέσαι Παύλου µὴ παραιτησαµένου, τοῦτον αὐτὸς παραιτήσεται προσλαβεῖν. Τοῦτο σφόδρα καὶ αὐτὸν ἐδυσώπησε, καὶ τῆς ἐνοχλήσεως ἀπήλλαξε τὸν Ὀνήσιµον. Καὶ τῇ ἐµῇ χειρὶ, φησὶν, ἔγραψα. Οὐδὲν τῶν σπλάγχνων θερµότερον τούτων, οὐδὲν σπουδαιότερον, οὐδὲν προθυµότερον. Ὑπὲρ ἑνὸς ἀνδρὸς ὅρα πόσην ποιεῖται πρόνοιαν. Ἵνα µὴ λέγω, φησὶ, σοὶ, ὅτι καὶ σεαυτόν µοι προσοφείλεις. Εἶτα ἵνα µὴ δόξῃ εἶναι ὕβρις εἰς τὸν ἀξιούµενον, εἴ γε µὴ ἐθάῤῥησεν ὑπὲρ κλοπῆς ἀξιῶσαι καὶ τυχεῖν, καὶ τοῦτό πως παραµυθεῖται· Ἵνα µὴ λέγω, φησὶν, ὅτι καὶ σεαυτόν µοι προσοφείλεις· οὐ τὰ σαυτοῦ µόνον, ἀλλὰ καὶ σαυτόν. Καὶ τοῦτο ἀπὸ ἀγάπης καὶ κατὰ τὸν τῆς φιλίας λόγον, καὶ τοῦ σφόδρα θαῤῥεῖν ἦν. Ὅρα πῶς πανταχοῦ ἀµφοτέρων ἐπιµελεῖται, καὶ τοῦ µετὰ πολλῆς τῆς ἀσφαλείας ἀξιοῦν, καὶ τοῦ µὴ τοῦτο γενέσθαι τεκµήριον τοῦ σφόδρα θαῤῥεῖν αὐτῷ. Ναὶ, ἀδελφέ. Τί ἐστι, Ναὶ, ἀδελφέ; Προσλαβοῦ, φησὶν, αὐτόν· τοῦτο γὰρ ἔξωθεν δεῖ προσυπακούειν. Ἀφεὶς γὰρ τὸν χαριεντισµὸν, πάλιν ἔχεται τῶν προτέρων, τῶν σπουδαίων. Καίτοι καὶ ταῦτα σπουδαῖα· τὰ γὰρ παρὰ τῶν ἁγίων καὶ αὐτὰ σπουδαῖα, κἂν χαριεντίζωνταί τι. Ναὶ, ἀδελφὲ, ἐγώ σου ὀναίµην ἐν Κυρίῳ· ἀνάπαυσόν µου τὰ σπλάγχνα ἐν Χριστῷ. Τουτέστι, τῷ Κυρίῳ δίδως τὴν χάριν, οὐκ ἐµοί. Τὰ σπλάγχνα, τὰ περὶ σέ. Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι. Ποῖον λίθον ταῦτα οὐκ ἂν ἐµάλαξε; ποῖον θηρίον ταῦτα οὐκ ἂν κατεπράϋνε, καὶ παρεσκεύασε γνησίως προσδέξασθαι; Μετὰ τὸ ἐν κατορθώµασι τηλικούτοις αὐτῷ µαρτυρῆσαι, οὐ παραιτεῖται καὶ πάλιν ἀπολογεῖσθαι. Οὐχ ἁπλῶς φησιν, οὐδὲ ἐπιτάττων, οὐδὲ αὐθαδιαζόµενος, ἀλλὰ, Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι. Ὅπερ καὶ ἀρχόµενος εἶπε· Παῤῥησίαν ἔχων, τοῦτο καὶ ἐνταῦθα λέγει εἰς τὸ ἐπισφραγίσαι τὴν ἐπιστολήν. Εἰδὼς, ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. Ἅµα καὶ διήγειρεν εἰπὼν τοῦτο· ᾐσχύνθη γὰρ ἂν, εἰ καὶ µηδὲν ἕτερον, τοιαύτην δόξαν ἔχων παρ' αὐτῷ, ὅτι καὶ ὑπὲρ ὃ λέγει ποιεῖ, µὴ ποιῆσαι τοσοῦτον. Ἅµα δὲ καὶ ἑτοίµασόν µοι ξενίαν· ἐλπίζω γὰρ, ὅτι διὰ τῶν προσευχῶν ὑµῶν χαρισθήσοµαι ὑµῖν. Καὶ τοῦτο σφόδρα θαῤῥοῦντος ἦν, µᾶλλον δὲ καὶ τοῦτο ὑπὲρ Ὀνησίµου, ἵνα µὴ ῥᾳθυµήσαντες, ἀλλ' εἰδότες, ὅτι πάντως ἐπανελθὼν ἀκούσεται τὰ κατ' αὐτὸν, πᾶσαν µνησικακίαν ἐξέλωσι, καὶ χάριν µᾶλλον δῶσι. Πολλὴ γὰρ ἦν ἡ χάρις καὶ ἡ τιµὴ Παύλου ἐνδηµοῦντος, Παύλου µετὰ ἡλικίαν, Παύλου µετὰ δεσµούς. Πάλιν τῆς ἀγάπης αὐτῶν τεκµήριον τὸ εὔχεσθαι αὐτοὺς εἰπεῖν, καὶ τοσοῦτον αὐτοῖς δοῦναι, ὡς εὔχεσθαι ὑπὲρ αὐτοῦ. Εἰ γὰρ καὶ ἐν κινδύνοις εἰµὶ νῦν, ἀλλ' ὅµως ὄψεσθέ µε, ἐὰν εὔχησθε· Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχµάλωτός µου ἐν Χριστῷ Ἰησοῦ. Οὗτος παρὰ Κολοσσαέων ἦν ἀποσταλείς· ὥστε καὶ ἀπὸ τούτου δῆλον, ὅτι[ καὶ] ἐν Κολοσσαῖς ἦν ὁ Φιλήµων. Συναιχµάλωτον δὲ αὐτὸν καλεῖ, δεικνὺς καὶ αὐτὸν ἐν πολλῇ θλίψει. Ὥστε εἰ καὶ µὴ δι' αὐτὸν ἐκεῖνον, διὰ τοῦτον εἰκὸς ἀκουσθῆναι. Ὁ γὰρ ἐν θλίψει ὢν, καὶ τὰ αὐτοῦ ἀφεὶς, καὶ τὰ τῶν ἄλλων µεριµνῶν, ὀφείλει ἀκούεσθαι. Καὶ ἄλλως δὲ ἐντρέπει αὐτὸν, εἴ γε ὁ πολίτης ὁ ἐκείνου καὶ συναιχµάλωτος γέγονεν αὐτῷ καὶ συγκακουχεῖται, οὗτος δὲ οὐδὲ χάριν δίδωσιν ὑπὲρ ἰδίου οἰκέτου. Καὶ προσέθηκε· Συναιχµάλωτός µου ἐν Χριστῷ Ἰησοῦ, ἀντὶ τοῦ, διὰ Χριστόν. Μάρκος, Ἀρίσταρχος,∆ ηµᾶς, Λουκᾶς, οἱ συνεργοί µου. Τί δὴ τὸν Λουκᾶν τελευταῖον τίθησι; καίτοι γέ φησιν ἀλλαχοῦ· Λουκᾶς ἐστι µόνος µετ' ἐµοῦ. Καὶ∆ ηµᾶς, φησὶν, εἷς τῶν ἐγκαταλιπόντων αὐτὸν ἦν, καὶ ἀγαπησάντων τὸν νῦν αἰῶνα. Ταῦτα δὲ εἰ καὶ ἑτέρωθι εἴρηται, ἀλλ' ὅµως οὐκ ἀνεξέταστα δεῖ ἀφεῖναι, οὐδὲ ἁπλῶς ἀκούειν οὐδὲ ὡς ἔτυχε. Πῶς δὲ λέγει ἀσπάσασθαι αὐτοὺς τὸν ἐγκαταλιπόντα αὐτόν; Ἔραστος γὰρ, φησὶν, ἔµεινεν ἐν Κορίνθῳ. Τὸν µὲν οὖν Ἐπαφρᾶν, καὶ ὡς γνώριµον αὐτοῖς καὶ ἐκεῖθεν ὄντα προστίθησι, καὶ Μάρκον ὡς καὶ αὐτὸν θαυµαστόν· τί δαὶ τούτοις συναριθµεῖ τὸν∆ ηµᾶν; Ἴσως µετὰ ταῦτα γέγονε ῥᾳθυµότερος, ὅτε τοὺς κινδύνους εἶδε τοὺς πολλούς. Ὁ µέντοι Λουκᾶς ἔσχατος ὢν, ἐγένετο πρῶτος. Καὶ ἀπὸ τούτων δὲ αὐτὸν προσαγορεύει προτρέπων αὐτὸν πλέον εἰς τὴν ὑπακοὴν, καὶ συνεργοὺς καλεῖ, καὶ ταύτῃ δυσωπῶν αὐτὸν πρὸς τὴν αἴτησιν. Ἡ χάρις τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ µετὰ τοῦ πνεύµατος ὑµῶν. Ἀµήν.
3.2
Εὐχῇ τὴν ἐπιστολὴν κατέκλεισεν. Ἡ δὲ εὐχὴ, µέγα µὲν ἀγαθὸν καὶ σωτήριον, καὶ τῶν ψυχῶν τῶν ἡµετέρων φυλακτήριον· µέγα δὲ, ὅταν ἄξια αὐτῆς πράττωµεν, καὶ µὴ ἀναξίους ἑαυτοὺς κατασκευάζωµεν. Καὶ σὺ τοίνυν ὅταν προσέλθῃς τῷ ἱερεῖ, κἀκεῖνος εἴπῃ· Ἐλεήσει σε ὁ Θεὸς, τέκνον, µὴ τῷ ῥήµατι θάῤῥει µόνον, ἀλλὰ καὶ τὰ ἔργα προστίθει· ποίει τὰ ἐλέου ἄξια. Εὐλογήσει σε ὁ Θεὸς, τέκνον, εἰ µὲν ποιεῖς τὰ τῆς εὐλογίας εὐλογήσει, εἰ ἐλεεῖς τὸν πλησίον· ὧν γὰρ βουλόµεθα τυχεῖν παρὰ τοῦ Θεοῦ, τούτων πρότερον µεταδιδόναι τοῖς πλησίον ὀφείλοµεν· ἂν δὲ τοὺς πλησίον αὐτῶν ἀποστερῶµεν, πῶς τυχεῖν αὐτῶν βουλόµεθα; Μακάριοι, φησὶν, οἱ ἐλεήµονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Εἰ γὰρ ἄνθρωποι τοὺς τοιούτους ἐλεοῦσι, πολλῷ µᾶλλον ὁ Θεός· τοὺς δὲ µὴ ἐλεοῦντας, οὐκέτι· Ἀνίλεως γὰρ ἡ κρίσις τῷ µὴ ποιήσαντι ἔλεον. Καλὸν τὸ πρᾶγµα ἔλεος· τί οὖν ἐποίησας ἑτέρῳ; Βούλει συγγνωσθῆναι πληµµελῶν, τί οὖν αὐτὸς οὐ συνέγνως τῷ πεπληµµεληκότι; ἀλλὰ προσέρχῃ µὲν τῷ Θεῷ βασιλείαν οὐρανῶν αἰτῶν, αὐτὸς δὲ ἀργύριον αἰτηθεὶς οὐκ ἔδωκας∆ ιὰ τοῦτο οὐκ ἐλεούµεθα, ἐπειδὴ οὐκ ἐλεοῦµεν.∆ ιὰ τί, φησί; καὶ µὴν τοῦτο ἐλέους ἐστὶ, τὸ τοὺς ἀνελεήµονας ἐλεεῖν. Ὁ γὰρ, τὸν ὠµὸν καὶ ἀπηνῆ, καὶ µυρία τῷ πλησίον ἐνδεικνύµενον κακὰ φιλανθρωπευσάµενος, πῶς ἂν ἐλεήµων εἴη; Τί οὖν, φησί; τὸ λουτρὸν οὐχὶ µυρία ἡµᾶς ἐργασαµένους κακὰ ἔσωσεν; Ἀπήλλαξεν ἐκείνων, οὐχ ἵνα πάλιν αὐτὰ πράττωµεν, ἀλλ' ἵνα µὴ πράττωµεν. Εἰ γὰρ ἀπεθάνοµεν, φησὶ, τῇ ἁµαρτίᾳ πῶς ἔτι ζήσοµεν ἐν αὐτῇ; Τί οὖν; ἁµαρτησόµεθα ὅτι οὐκ ἐσµὲν ὑπὸ νόµον; Μὴ γένοιτο.∆ ιὰ τοῦτό σε ἐκείνων ἀπήλλαξεν, ἵνα µη κέτι παλινδροµήσῃς πρὸς τὴν ἀτιµίαν ἐκείνην. Ἐπεὶ καὶ ἰατροὶ τοὺς πυρέττοντας ἀπαλλάττουσι τῆς φλογὸς, οὐχ ἵνα τῇ ὑγείᾳ πρὸς κάκωσιν ἀποχρήσωνται καὶ ἀταξίαν( ἐπεὶ βέλτιον νοσεῖν, εἴ γε µέλλοιτις διὰ τοῦτο ὑγιαίνειν, ἵνα πάλιν τῇ κλίνῃ προσηλώσῃ ἑαυτὸν), ἀλλ' ἵνα µαθόντες τὰ ἀπὸ τῆς ἀῤῥωστίας κακὰ, µηκέτι τοῖς αὐτοῖς περιπέσωσιν, ἵνα ἀσφαλέστεροντῆς ὑγείας ἔχωνται, ἵνα πάντα πράττωσι τὰ πρὸς ταύτην συντελοῦντα. Πῶς οὖν ἡ φιλανθρωπία τοῦ Θεοῦ, φησὶν, εἴ γε µὴ µέλλοι σώζειν τοὺς κακούς; πολλαχοῦ γὰρ καὶ τοῦτο πολλοὺς ἀκούω λέγοντας, ὅτι φιλάνθρωπός ἐστι, καὶ πάντως σώσει πάντας. Ἵν' οὖν µὴ µάτην ἑαυτοὺς ἀπατῶµεν( καὶ γὰρ µέµνηµαι τοιαύτην τινὰ ὑπόσχεσιν), φέρε τήµερον τὸν λόγον τοῦτον κινήσωµεν.∆ ιελέχθην περὶ γεέννης πρὸς ὑµᾶς πρώην, καὶ ἀνεβαλόµην τὸν περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λόγον· σήµερον οὖν αὐτὸν ἀποδοῦναι καλόν. Ὅτι µὲν οὖν ἔσται γέεννα, ἱκανῶς, ὡς ἐµαυτῷ δοκῶ, τάχα ἀπεδείξαµεν, τὸν κατακλυσµὸν εἰς µέσον ἐνεγκόντες, καὶ τὰ πρότερα κακὰ, καὶ εἰπόντες, ὅτιοὐχ οἷόν τε τὸν ἐκεῖνα ποιήσαντα ἀτιµωρήτους ἐᾶσαι τοὺς νῦν. Εἰ γὰρ τοὺς πρὸ τοῦ νόµου ἁµαρτόντας οὕτως ἐκόλασε, τοὺς µείζονα κακὰ ἐργασαµένους µετὰ τὴν χάριν ἀτιµωρήτους οὐκ ἀφήσει. Ἐζητεῖτο τοίνυν, Πῶς οὖν ἀγαθὸς, πῶς δὲ φιλάνθρωπος, εἴ γε κολάζει; καὶ ἀνεβαλόµεθα τὸν λόγον, ὥστε µὴ τῷ πλήθει καταχῶσαι τὰς ἀκοὰς τὰς ὑµετέρας. Φέρε, τήµερον ἀποδῶµεν τὸ χρέος, καὶ δείξωµεν, πῶς ἀγαθὸς ὁ Θεὸς καὶ κολάζων. Καὶ γὰρ καὶ πρὸς τοὺς αἱρετικοὺς ἡµῖν ὁ λόγος οὗτος ἁρµόσειεν ἄν· ὥστε µετὰ σπουδῆς προσέχωµεν· Οὐδενὸς δεόµενος ὁ Θεὸς τῶν παρ' ἡµῶν, ἐποίησεν ἡµᾶς. Ὅτι δὲ οὐδενὸς ἐδεῖτο, ἐδήλωσεν ἐκ τοῦ µετὰ ταῦτα ποιῆσαι. Εἰ γὰρ ἐδεῖτο, πάλαι ἂν ἐποίησεν· εἰ δὲ καὶ χωρὶς ἡµῶν ἦν αὐτὸς, ἡµεῖς δὲ ἐν ὑστέροις χρόνοις γεγόναµεν, οὐ δεόµενος ἡµῶν ἐποίησεν ἡµᾶς. Ἐποίησεν οὐρανὸν, γῆν, θάλατταν, πάντα τὰ ὄντα δι' ἡµᾶς. Ταῦτα οὐκ ἀγαθότητος, εἰπέ µοι; Καὶ πολλὰ ἄν τις ἔχοι λέγειν· ἀλλ' ἵνα συντέµωµεν τὸν λόγον, Ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Τοῦτο οὐκ ἀγαθότητος; Οὒ, φησί. Καὶ γάρ ποτε πρός τινα Μαρκιωνιστὴν ἔλεγον, Ἆρα οὐκ ἀγαθότητος ταῦτα; καὶ ἔφησεν, Εἰ µὴ τὸν λόγον ἀπῄτει τῶν ἁµαρτηµάτων, ἀγαθότητος ἦν· εἰ δὲ ἀπαιτεῖ, οὐκ ἀγαθότητος. Ἀλλ' ἐκεῖνος µὲν οὐ πάρεστι νῦν. Φέρε δὲ τὰ τότε λεχθέντα εἴπωµεν, καὶ πλείονα τούτων. Ἐγὼ γὰρ δείκνυµι ἐκ περιουσίας, ὅτι εἰ µὴ ἀπῄτει λόγον, οὐκ ἀγαθός· ἐπειδὴ δὲ ἀπαιτεῖ διὰ τοῦτο ἀγαθός. Εἰπὲ γάρ µοι, εἰ µὴ ἀπήτει λόγον ἡµᾶς, ἆρα ἂν ἔστη ὁ βίος ὁ ἀνθρώπινος; ἆρα οὐκ ἂν εἰς θηρία ἐξεπέσοµεν; Εἰ γὰρ, ἐπικειµένου φόβου καὶ εὐθυνῶν καὶ δικαστηρίων, τοὺς ἰχθῦς παρηλάσα µεν ἀλλήλους κατεσθίοντες, τοὺς λέοντας καὶ τοὺςλύκους ἀπεκρύψαµεν τὰ ἀλλήλων ἁρπάζοντες· εἰ µὴ λόγον ἡµᾶς ἀπῄτει, καὶ τοῦτο πεπείσµεθα, πόσης ἂν συγχύσεως καὶ τύρβης ἐπληρώθη ὁ βίος; τίς ἦν ὁ µυθευόµενος λαβύρινθος λοιπὸν πρὸς τὴν ἀταξίαν τὴν κοσµικήν; οὐκ ἂν εἶδες µυρίας ἀτοπίας καὶ ἀταξίας; τίς γὰρ ἂν ᾐδέσθη πατέρα λοιπόν; τίς δὲ ἂν ἐφείσατο µητρός; τίς δ' ἂν πᾶσαν ἡδονὴν, πᾶσαν κακίαν παρέλιπε; Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἀπὸ µιᾶς οἰκίας µόνης ἐγώ σε πεῖσαι πειράσοµαι. Πῶς; Ἐὰν ὑµῶν τῶν ταῦτα ἐρωτώντων, καὶ οἰκέτας ἐχόντων, δῆλον ποιήσω τούτοις, ὅτι, κἂν διαφθείρωσι τὴν δεσποτείαν, καὶ εἰς τὸ σῶµα ἐκείνων ἐνυβρίσωσι, κἂν πάντα ἐκφέρωσι, κἂν τὰ ἄνω κάτω ἐργάσωνται, καὶ τὰ τῶν ἐχθρῶν αὐτοὺς διαθῶσιν, οὐκ ἀπειλοῦσιν, οὐ κολάζουσιν, οὐ τιµωρήσονται, οὐδὲ µέχριῥηµάτων λυπήσουσιν· ἆρα δοκεῖ ταῦτα ἀγαθότητος εἶναι; Ἀλλ' ἐγὼ δείκνυµι, ὅτι ὠµότητός ἐστι τῆς ἐσχάτης, οὐ µόνον τῷ τὴν γυναῖκα καὶ τὰ παιδία προδίδοσθαι διὰ ταύτης τῆς ἀκαίρου χρηστότητος, ἀλλὰ καὶτῷ αὐτοὺς ἐκείνους πρὸ τούτων ἀπόλλυσθαι. Καὶ γὰρ µέθυσοι καὶ ἀσελγεῖς καὶ ἀκόλαστοι καὶ ὑβρισταὶ καὶ πάντων θηρίων ἔσονται ἀλογώτεροι. Τοῦτο οὖν ἀγαθότητος, εἰπέ µοι, εὐγένειαν τῆς ψυχῆς καταπατῆσαι, καὶ αὐτοὺς καὶ ἀλλήλους προσαπολέσαι; Ὁρᾷς, ὅτι τὸ εὐθύνας ἀπαιτεῖν τοῦτό ἐστι τὸ πολλῆς χρηστότητος ὄν; Καὶ τί λέγω οἰκέτας τοὺς προχειρότερον ἐπὶ τὰ ἁµαρτήµατα ταῦτα ἐρχοµένους; Ἀλλ' ἐχέτω τις υἱοὺς, καὶ πάντα ἐπιτρεπέτω τολµᾷν ἐκείνοις, καὶ µὴ κολαζέτω, τίνος οὖν οὐκ ἔσονται χείρους, εἰπέ µοι; Εἶτα ἐπὶ µὲν ἀνθρώπων τὸ κολάζειν ἀγαθότητος, τὸ δὲ µὴ κολάζειν ὠµότητος, ἐπὶ δὲ Θεοῦ οὐκέτι; Ὥστε ἐπειδὴ ἀγαθός ἐστι, διὰ τοῦτο γέενναν προητοίµασε. Βούλεσθε καὶ ἄλλην εἴπω ἀγαθότητα τοῦ Θεοῦ; Οὐ τοῦτο µόνον, ἀλλ' ὅτι καὶ τοὺς ἀγαθοὺς οὐκ ἀφίησι γενέσθαι κακούς. Εἰ γὰρ ἔµελλον τῶν αὐτῶν τυγχάνειν, πάντες ἂν ἦσαν κακοί· νῦν δὲ οὐ µικρῶς καὶ τοῦτο παραµυθεῖται τοὺς ἀγαθούς. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβοῦς, τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵµατι τοῦ ἁµαρτωλοῦ. Οὐχ ὑπερηδόµενος, µὴ γένοιτο, ἀλλὰ δεδοικὼς µὴ τὰ αὐτὰ πάθῃ, καθαρώτερον τὸν ἑαυτοῦ βίον ἐργάσεται. Πολλῆς ἄρα τοῦτο κηδεµονίας ἐστί. Ναὶ, φησίν· ἀλλ' ἀπειλῆσαι µόνον ἐχρῆν, µὴ µέντοι καὶ κολάσαι. Εἰ κολάζει, καὶ λέγεις, ὅτι ἀπειλὴ τὸ πρᾶγµά ἐστι, καὶ διὰ τοῦτο ῥᾳθυµότερος γίνῃ· εἰ ὄντως ἀπειλὴ µόνον ἦν, οὐκ ἂν ὑπτιώτερος γέγονας; Οἱ Νινευῖται εἰ ᾔδεσαν ὅτι ἀπειλὴ µόνον τὸ πρᾶγµα ἦν, οὐκ ἂνµετενόησαν· ἐπειδὴ δὲ µετενόησαν, µέχρι ῥηµάτων τὴν ἀπειλὴν ἔστησαν. Βούλει αὐτὸ ἀπειλὴν εἶναι; σὺ κύριος εἶ τοῦ πράγµατος· γενοῦ βελτίων, καὶ ἵσταται µέχρι τῆς ἀπειλῆς· ἂν δὲ, ὅπερ ἀπείη, καταφρονήσῃς τῆς ἀπειλῆς, ἥξεις ἐπὶ τὴν πεῖραν· οἱ πρὸ τοῦ κατακλυσµοῦ, εἰ τὴν ἀπειλὴν ἔδεισαν, οὐκ ἂν τὴν πεῖραν ὑπέµειναν. Καὶ ἡµεῖς, ἐὰν φοβηθῶµεν τὴν ἀπειλὴν, οὐχ ὑποστησόµεθα τὴν πεῖραν· µηδὲ γένοιτο· ἀλλὰ παράσχοι ὁ φιλάνθρωπος Θεὸς πάντας ἡµᾶς ἐντεῦθεν ἤδη σωφρονισθέντας, τῶν ἀποῤῥήτων ἐκείνων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note