Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Philippians
John ChrysostomHom. Phil. 2 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
2.0
Μάρτυς γάρ µοί ἐστιν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάν τας ὑµᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχοµαι, ἵνα ἡ ἀγάπη ὑµῶν ἔτι µᾶλλον καὶ µᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει. Εἰς τὸ δοκιµάζειν ὑµᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσ κοποι εἰς ἡµέραν Χριστοῦ, πεπληρωµένοι καρ πῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦεἰς δόξαν καὶ ἔπαινον Θεοῦ.
2.1
Οὐχ ὡς ἀπιστούµενος µάρτυρα καλεῖ τὸν Θεὸν, ἀλλ' ἐκ πολλῆς διαθέσεως τοῦτο ποιεῖ, καὶ τῷ σφόδρα πεπεῖσθαι καὶ θαῤῥεῖν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐκοινώνησαν αὐτῷ, ἵνα µὴ νοµίσωσιν, ὅτι διὰ τοῦτο αὐτοὺς ποθεῖ, καὶ οὐχ ἁπλῶς ἐκείνων ἕνεκεν, διὰ τοῦτο ἐπήγαγεν, ὅτιἘν σπλάγχνοις Χριστοῦ. Τί ἐστι τοῦτο; Ἀντὶ τοῦ, Κατὰ Χριστόν· ἐπειδὴ πιστοί ἐστε, ἐπειδὴ φιλεῖτε τὸν Χριστὸν, διὰ τὴν κατὰ Χριστὸν ἀγάπην. Καὶ οὐκ εἶπεν ἀγάπην, ἀλλ' ὃ θερµότερον ἦν, σπλάγχνα Χριστοῦ· ὡσανεὶ τοῦτο λέγων, τοῦ ὡς πατὴρ ὑµῶν γεγονότος διὰ τὴν συγγένειαν τὴν κατὰ Χριστόν. Σπλάγχνα γὰρ ἡµῖν αὕτη χαρίζεται, σπλάγχνα θερµὰ, καὶ διάπυρα· τοῖς γὰρ γνησίοις αὐτοῦ δούλοις σπλάγχνα χαρίζεται. Ἐν ἐκείνοις, φησὶ, τοῖς σπλάγχνοις· ὡς ἂν εἴ τις εἴποι· Φιλῶ ὑµᾶς σπλάγχνοις οὐ φυσικοῖς, ἀλλὰ τοῖς θερµοτέροις, τοῖς τοῦ Χριστοῦ. Ὡς ἐπιποθῶ, φησὶ, πάντας ὑµᾶς. Ἐπιποθῶ πάντας, ἐπειδὴ καὶ πάντες τοιοῦτοί ἐστε. Οὐ τοίνυν δυνατὸν εἰπεῖν πῶς ἐπιποθῶ· οὐ γὰρ δύναµαι παραστῆσαι τῷ λόγῳ τὸν πόθον· διὰ τοῦτο τῷ Θεῷ καταλιµπάνω εἰδέναι τῷ τὰς καρδίας ἐµβατεύοντι. Οὐκ ἂν δὲ, εἰ ἐκολάκευεν αὐτοὺς, τὸν Θεὸν ἐκάλεσε µάρτυρα· οὐδὲ γὰρ ἀκίνδυνον τοῦτο. Καὶ τοῦτο, φησὶ, προσεύχοµαι, ἵνα ἡ ἀγάπη ὑµῶν ἔτι µᾶλλον καὶ µᾶλλον περισσεύῃ. Καλῶς· ἀκόρεστον γὰρ ἀγαθὸν τοῦτο. Ὅρα πῶς φιλούµενος, ἔτι µᾶλλον ἐβούλετο φιλεῖσθαι. Ὁ γὰρ οὕτω φιλῶν, τὸν φιλούµενον οὐδαµοῦ τῆς ἀγάπης βούλεται ἵστασθαι· οὐ γὰρ ἔνι µέτρον τούτου τοῦ καλοῦ. Ὅθεν ἀεὶ αὐτὸ ὀφείλεσθαι βούλεται ὁ Παῦλος, Μηδενὶ, λέγων, µηδὲν ὀφείλετε, εἰ µὴ τὸ ἀγαπᾷν ἀλλήλους. Μέτρον ἀγάπης, τὸ µηδαµοῦ ἵστασθαι. Ἵνα ἡ ἀγάπη ὑµῶν, φησὶν, ἔτι µᾶλλον καὶ µᾶλλον περισσεύῃ. Ὅρα τὴν διάθεσιν τῆς λέξεως. Ἔτι µᾶλλον καὶ µᾶλλον, φησὶν, ἵνα περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει. Οὐχ ἁπλῶς τὴν φιλίαν θαυµάζει, οὐδὲ ἁπλῶς τὴν ἀγάπην, ἀλλὰ τὴν ἐξ ἐπιγνώσεως· τουτέστιν, οὐχ ἵνα πρὸς ἅπαντας τῇ αὐτῇ χρήσησθε ἀγάπῃ· τοῦτο γὰρ οὐκ ἀγάπης, ἀλλὰ ψυχρότητος. Τί ἐστιν, Ἐν ἐπιγνώσει; Τουτέστι, µετὰ κρίσεως µετὰ λογισµοῦ, µετὰ τοῦ αἰσθάνεσθαι. Εἰσὶ γάρ τινες ἀλόγως φιλοῦντες, ἁπλῶς καὶ ὡς ἔτυχεν· ὅθεν οὐδὲ σφοδρὰς εἶναι τὰς τοιαύτας φιλίας συµβαίνει Ἐν ἐπιγνώσει, φησὶ, καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιµάζειν ὑµᾶς τὰ διαφέροντα, τουτέστι, τὰ συµφέροντα. Οὐκ ἐµοῦ ἕνεκεν ταῦτα λέγω, φησὶν, ἀλλ' ὑµῶν αὐτῶν· δέος γὰρ µή τις παραφθαρῇ ὑπὸ τῆς τῶν αἱρετικῶν ἀγάπης. Τοῦτο γὰρ ὅλον αἰνίττεται τῷ οὕτως εἰπεῖν. Καὶ ὅρα πῶς αὐτὸ τίθησιν· Οὐ δι' ἐµὲ, φησὶ, ταῦτα λέγω, ἀλλ' ἵνα ἦτε ὑµεῖς εἰλικρινεῖς· τουτέστιν, Ἵνα µηδὲν νόθον δόγµα τῷ τῆς ἀγάπης προσχήµατι παραδέχησθε. Πῶς οὖν ἀλλαχοῦ φησιν, Εἰ δυνατὸν, µετὰ πάντων ἀνθρώπων εἰρηνεύετε; Εἰρηνεύετε, εἶπεν, οὐ τοῦτο δηλῶν, ὅτι Οὐχ οὕτως ἀγαπᾶτε, ὥστε ὑπὸ τῆς φιλίας βλάπτεσθαι· Εἰ γὰρ ὁ ὀφθαλµός σου ὁ δεξιὸς σκανδαλίζει σε, φησὶν, ἔκκοψον αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ· ἀλλ', Ἵνα ἦτε εἰλικρινεῖς, τὸ κατὰ Θεὸν δηλονότι, καὶ ἀπρόσκοποι, τὸ κατὰ ἀνθρώπους. Πολλοὺς γὰρ πολλάκις αἱ φιλίαι βλάπτουσιν. Εἰ γὰρ καὶ σὲ οὐδὲν βλάπτει, φησὶν, ἀλλ' ἕτερος προσκόπτει. Εἰς ἡµέραν Χριστοῦ· τουτέστιν, Ἵνα τότε εὑρεθῆτε καθαροὶ, µηδένα σκανδαλίσαντες· Πεπληρωµένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ· τουτέστι µετὰ τῶν δογµάτων καὶ βίον ὀρθὸν ἔχοντες. Οὐ γὰρ ἁπλῶς ὀρθὸν εἶναι χρὴ, ἀλλὰ πεπληρῶσθαι καρπῶν δικαιοσύνης. Ἔστι γὰρ δικαιοσύνη, ἀλλ' οὐ κατὰ Χριστὸν, οἷον βίος ἁπλῶς ἐνάρετος· ἀλλὰ, Τῶν διὰ Ἰησοῦ Χριστοῦ, φησὶν, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Ὁρᾷς ὅτι οὐ τὴν ἐµαυτοῦ δόξαν λέγω, ἀλλὰ τὴν τοῦ Θεοῦ δικαιοσύνην; Πολλαχοῦ δὲ δικαιοσύνην καὶ τὴν ἐλεηµοσύνην λέγει. Μὴ παραβλαπτέτω ὑµᾶς, φησὶν, ἡ ἀγάπη πρὸς τὸ εἰδέναι τὰ συµφέροντα, µηδὲ, ἐπειδὴ τὸν δεῖνα φιλεῖς, καταπέσῃς Βούλοµαι µὲν αὐξάνεσθαι τὴνἀγάπην ὑµῶν, οὐχ οὕτω µέντοι, ὡς καὶ βλάπτεσθαι· καὶ οὐχ ἁπλῶς βούλοµαι προλήψει, ἀλλὰ δοκιµάσαντας, εἰ ἡµεῖς καλῶς λέγοµεν. Καὶ οὐκ εἶπεν, Ἵνα τὰ ἡµέτερα αἱρῆσθε, ἀλλ', Ἵνα δοκιµάζητε. Καὶ οὐκ εἶπε φανερῶς, Μὴ τῷ δεῖνι πλησιάζετε· ἀλλὰ, Πρὸς τὸ συµφέρον βούλοµαι ὑµῖν τὴν ἀγάπην γίνεσθαι, οὐχ ἵνα ἀναισθήτως διακέησθε. Ἀνόητον γὰρ, εἰ µὴ διὰ Χριστὸν τὴν δικαιοσύνην ἐργάζεσθε, καὶ δι' αὐτοῦ. Ἰδοὺ τὸ,∆ ι' αὐτοῦ, πάλιν. Ἆρα οὖν ὑπουργῷ κέχρηται τῷ Θεῷ; Ἄπαγε· οὐχ ἵνα ἐγὼ, φησὶν, ἐπαινεθῶ, οὕτως εἶπον, ἀλλ' ἵνα ὁ Θεὸς δοξάζηται. Γινώσκειν δὲ ὑµᾶς βούλοµαι, ἀδελφοὶ, ὅτι τὰ κατ' ἐµὲ µᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν. Ὥστε τοὺς δεσµούς µου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσιν.
2.2
Εἰκὸς ἦν ἀκούσαντας ὅτι δέδεται, ἀλγεῖν, καὶ νοµίζειν ἐγκόπτεσθαι τὸ κήρυγµα. Τί οὖν ποιεῖ; Εὐθέως ταύτην ἀναιρεῖ τὴν ὑποψίαν, καί φησι· Τὰ κατ' ἐµὲ µᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθε. Καὶ τοῦτο δὲ φιλοῦντος, τὸ τὰ καθ' ἑαυτὸν δηλοῦν αὐτοῖς, ἅτε µεριµνῶσι. Τί λέγεις; δέδεσαι, ἐνεποδίσθης, καὶ πῶς τὸ Εὐαγγέλιον ἐπιδίδωσιν; Ὥστε τοὺς δεσµούς µου, φησὶ, φανεροὺς γενέσθαι τοὺς ἐν Χριστῷ ἐν ὅλῳ τῷ πραιτωρίῳ. Τοῦτο οὐ µόνον οὐκ ἐπεστόµισε τοὺς ἄλλους οὐδὲ δειλοὺς ἐποίησεν, ἀλλ' αὐτὸ τοῦτο καὶ µᾶλλον παρεθάῤῥυνεν. Εἰ τοίνυν οἱ πλησίον ὄντες τῶν κινδύνων µόνον οὐδὲν ἐβλάβησαν, ἀλλὰ καὶ πλέον θάρσος ἔλαβον, πολλῷ µᾶλλον ὑµᾶς θαῤῥεῖν χρή. Εἰ µὲν γὰρ δεθεὶς ἀθλίως ἤνεγκε, καὶ ἐσίγησεν, εἰκὸς ἦν καὶ ἐκείνους· τὸ αὐτὸ παθεῖν· εἰ δὲ δεθεὶς πλέον ἐπαῤῥησιάζετο, µᾶλλον αὐτοῖς θάρσος ἔδωκεν, ἢ εἰ µὴ ἐδέθη. Πῶς δὲ εἰς προκοπὴν τοῦ Εὐαγγελίου γέγονε τὰ δεσµά; Ὁ Θεὸς τοῦτο ᾠκονόµησε, φησὶν, ὥστε µὴ λαθεῖν τοὺς ἐµοὺς δεσµοὺς, τοὺς ἐν Χριστῷ, τοὺς διὰ Χριστὸν, Ἐν ὅλῳ τῷ πραιτωρίῳ. Τέως γὰρ οὕτως ἐκάλουν τὰ βασίλεια. Οὐδὲ ἐν τῷ πραιτωρίῳ µόνον, ἀλλὰ καὶ ἐν τῇ πόλει, φησὶ, πάσῃ. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσµοῖς µου περισσοτέρως τολµᾷν ἀφόβως τὸν λόγον λαλεῖν.∆ είκνυσι τοῦτο, ὅτι καὶ πρότερον ἐθάῤῥουν, καὶ µετὰ παῤῥησίας διελέγοντο, νῦν δὲ πολλῷ πλέον. Εἰ ἄλλοι τοίνυν, φησὶ, διὰ τοὺς ἐµοὺς δεσµοὺς θαῤῥοῦσι, πολλῷ µᾶλλον ἐγώ· εἰ ἄλλοις εἰµὶ αἴτιος θάρσους, πολλῷ µᾶλλον ἐµαυτῷ. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ. Ἐπειδὴ µέγα ἦν τὸ εἰπεῖν, ὅτι Οἱ ἐµοὶ δεσµοὶ θάρσος αὐτοῖς παρεῖχον, διὰ τοῦτο προλαβὼν εἶπεν· Ἐν Κυρίῳ. Ὁρᾷς πῶς καὶ ἀνάγκην ἔχων τοῦ µεγαληγορεῖν, τοῦ µετριάζειν οὐκ ἀφίσταται; Περισσοτέρως τολµᾷν, φησὶν, ἀφόβως τὸν λόγον λαλεῖν. Τὸ, Περισσοτέρως, δεικνύντος ἐστὶν, ὅτι ἤδη ἤρξαντο. Τινὲς µὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσι. Τί δὴ τοῦτό ἐστιν, ἄξιον µαθεῖν. Ἐπειδὴ κατεσχέθη ὁ Παῦλος, τὸν πόλεµον ἐγεῖραι βουλόµενοι σφοδρὸν τὸν παρὰ τοῦ βασιλέως πολλοὶ τῶν ἀπίστων, καὶ αὐτοὶ τὸν Χριστὸν ἐκήρυττον· ὥστε µείζονα γενέσθαι τῷ βασιλεῖ τὴν ὀργὴν, ἅτε τοῦ κηρύγµατος διασπειροµένου, καὶ εἰς τὴν τοῦ Παύλου κεφαλὴν τὸ πᾶν ἐλθεῖν τοῦ θυµοῦ.∆ ύο τοίνυν προφάσεων γεγόνασιν οἱ δεσµοὶ αἴτιοι. Τοῖς µὲν γὰρ θάρσος παρεῖχον πολὺ, τοὺς δὲ εἰς ἐλπίδα ἄγοντες τῆς ἐµῆς ἀπωλείας, παρεσκεύασαν κηρύττειν τὸν Χριστόν. Τίνες µὲν διὰ φθόνον· τουτέστι, φθονοῦντες τῇ δόξῃ τῇ ἐµῇ καὶ τῇ ἐνστάσει, καὶ βουλόµενοί µε ἀπολέσθαι καὶ ἐρίζοντές µοι, συµπράττουσιν ἐµοί· ἢ ὥστε καὶ αὐτοὶ τιµᾶσθαι, καὶ οἰόµενοι παρασπᾷν τι τῆς δόξης τῆς ἐµῆς. Τινὲς δὲ καὶ δι' εὐδοκίαν· τουτέστι, χωρὶς ὑποκρίσεως, ἀπὸ προθυµίας ἁπάσης. Οἱ µὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν οὐχ ἁγνῶς· τουτέστιν, οὐκ εἰλικρινῶς, οὐδὲ δι' αὐτὸ τὸ πρᾶγµα, ἀλλὰ διὰ τί; Οἰόµενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσµοῖς µου. Νοµίζοντες γὰρ οὕτω µε εἰς µείζονα ἐµπεσεῖσθαι κίνδυνον, θλῖψιν ἐπάγουσιν ἐπὶ θλίψει. Ὢ τῆς ὠµότητος! ὢ τῆς διαβολικῆς ἐνεργείας! δεδεµένον ἑώρων καὶ ἐµβεβληµένον εἰς δεσµωτήριον, καὶ ἔτι ἐφθόνουν· αὔξειν αὐτῷ τὰ τῶν συµφορῶν ἤθελον, καὶ µείζονος ὀργῆς ὑπεύθυνον καθιστᾷν. Καὶ καλῶς εἶπε τὸ, Οἰόµενοι· οὐ γὰρ οὕτως ἐξέβαινεν. Ἐκεῖνοι µὲν γὰρ ἐνόµιζόν µε τούτῳ λυπεῖν, ἐγὼ δὲ ἔχαιρον ὅτι τὸ κήρυγµα ἐπεδίδου. Οὕτως ἔνι, ἔργον ποιῆσαι ἀγαθὸν οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς· καὶ οὐ µόνον οὐ κεῖται µισθὸς ὑπὲρ τούτου, ἀλλὰ καὶ κόλασις. Ἐπειδὴ γὰρ µείζοσι κινδύνοις περιβαλεῖν τὸν τοῦ Χριστοῦ κήρυκα βουλόµενοι, τὸν Χριστὸν ἐκήρυττον, οὐ µόνον οὐ λήψονται µισθὸν, ἀλλὰ καὶτιµωρίας ἔσονται ὑπεύθυνοι καὶ κολάσεως. Οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖµαι. Τί ἐστιν, Ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖµαι; Τουτέστι, τὰς εὐθύνας µοι ὑποτέµνοντες τὰς πρὸς τὸν Θεὸν, καὶ συναντιλαµβανόµενοί τι εἰς ἀπολογίαν. Ὃ λέγει, τοῦτό ἐστι· Προσετάγην κηρῦξαι· µέλλω διδόναι εὐθύνας, καὶ ἀπολογεῖσθαι ὑπὲρ τοῦ ἔργου, οὗ προσετάγην· ὥστε οὖν µοι τὴν ἀπολογίαν γενέσθαι εὔκολον, συναντιλαµβάνονταί µοι. Ἐὰν γὰρ εὑρεθῶσι πολλοὶ οἱ κατηχηθέντες πιστεύσαντες, εὔκολός µοι ἡ ἀπολογία ἔσται. Τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Ὅρα τὸ φιλόσοφον τοῦ ἀνδρός· οὐ σφόδρα αὐτῶν κατηγόρησεν, ἀλλ' εἶπε τὸ γινόµενον. Τί γὰρ, φησὶν, ἐµοὶ διαφέρει, ἄν τε οὕτως, ἄν τε ἐκείνως; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Οὐκ εἶπε, Καταγγελλέσθω, νοµοθετῶν, ἀλλὰ πρῶτον µὲν τὸ συµβαῖνον ἀπήγγειλε, δεύτερον δὲ, εἰ καὶ νοµοθετῶν ἔλεγεν, οὐδὲ οὕτω τὰς αἱρέσεις εἰσῆγεν.
2.3
Ἐξετάσωµεν γὰρ, εἰ δοκεῖ, τὸ πρᾶγµα, καὶ εὑρήσοµεν, ὅτι, εἰ καὶ οὕτως ἐπέτρεπε κηρύττειν, ὡς ἐκεῖνοι, οὐδὲ οὕτως εἰσήγετο αἵρεσις. Πῶς; Ὅτι ἐκεῖνοι ὑγιῶς µὲν ἐκήρυττον, ὁ σκοπὸς δὲ καὶ ἡ διάνοια, µεθ' ἧς ἐποίουν οὕτω, διέφθαρτο, οὐ τὸ κήρυγµα ἐνήλλακτο. Καὶ πολλὴν εἶχον ἀνάγκην οὕτω κηρύττειν.∆ ιὰ τί; Ὅτι εἰ ἑτέρως ἐκήρυξαν, οὐχ ὡς Παῦλος, εἰ ἑτέρως ἐδίδαξαν, οὐχ ὡς ἐκεῖνος, οὐκ ἂν τὴν τοῦ βασιλέως ὀργὴν ηὔξησαν· νῦν δὲ τῷ τὸ κήρυγµα αὐτοῦ αὔξειν καὶ ὁµοίως διδάσκειν, καὶ ἴσους αὐτῷ µαθητὰς ποιεῖν, ἴσχυσαν ἐκπολεµῶσαι τὸν βασιλέα, ἅτε πολλοῦ τοῦ πλήθουςτῶν µαθητῶν φαινοµένου. Ἀλλά τις µιαρὸς καὶ ἀναίσθητος, ἐπιλαβόµενος τοῦ χωρίου τούτου, φησί· Καὶ µὴν τὸ ἐναντίον εἰργάσαντο ἂν, τοὺς ἤδη πεπιστευκότας ἀπήλασαν, οὐχὶ τοὺς πιστοὺς ἐπιδοῦναι ἐποίησαν ἂν, εἴ γε δακεῖν αὐτὸν ἐβούλοντο. Τί οὖν ἐροῦµεν; Ὅτι πρὸς ἓν τοῦτο ἑώρων ἐκεῖνοι, τὸ κινδύνοις αὐτὸν περιβαλεῖν τοῖς παροῦσι, τὸ µὴ ἀφεῖναι διαφυγεῖν· καὶ τούτῳ µᾶλλον ᾤοντο αὐτὸν λυπεῖν, καὶ τὸ κήρυγµα σβεννύναι, ἢ ἐκείνως. Ἑτέρως µὲν γὰρ ἂν καὶ ἔσβεσαν τοῦ βασιλέως τὴν ὀργὴν, καὶ ἀφῆκαν ἂν ἐξελθεῖν, καὶ πάλιν κηρῦξαι· οὕτω δὲ δι' αὐτὸν τὸ πᾶν ἑλεῖν ἐνόµιζον, ἀνελόντες αὐτόν. Καὶ τοῦτο οὐκ ἦν τῶν πολλῶν συνιδεῖν, ἀλλὰ πικρῶν τινων καὶ σφόδρα µοχθηρῶν. Εἶτα, Καὶ ἐν τούτῳ, φησὶ, χαίρω, ἀλλὰ καὶ χαρήσοµαι. Τί ἐστιν, Ἀλλὰ χαρήσοµαι; Κἂν ἐπιπλεῖον γένηται, φησίν. Ἐµοὶ γὰρ συµπράττουσι καὶ ἄκοντες, καὶ τῶν αὐτοῖς πεπονηµένων ἐκεῖνοι µὲν κόλασιν, ἐγὼ δὲ ὁ µηδὲν συµβαλλόµενος, µισθὸν λήψοµαι. Ἆρα ἔστι τι τοῦ διαβόλου µιαρώτερον, τοῦ κήρυγµα ἐπινοήσαντος ἀναδέξασθαι κόλασιν τοῖς πειθοµένοις προξενοῦν; Ὁρᾷς πόσοις κακοῖς τοὺς ἑαυτοῦ περιπείρει; κόλασιν καὶ τιµωρίαν αὐτοῖς ἐκ τοῦ κηρύγµατος καὶ τῶν πόνων ἐπινοεῖ τούτων. Καὶ ποῖος ἂν ἄλλος ἐχθρὸς καὶ πολέµιος τῆς ἐκείνων σωτηρίας τὸ πᾶν οὕτω διέθηκεν; Ὁρᾷς ὅτι ὁ τὴν ἀλήθειαν πολεµῶν οὐδὲν ἰσχύει, ἀλλ' ἑαυτὸν πλήττει µᾶλλον, ὡς ὁ πρὸς κέντρα λακτίζων; Οἶδα γὰρ, φησὶν, ὅτι τοῦτό µοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑµῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύµατος Ἰησοῦ Χριστοῦ. Οὐδὲν τοῦ διαβόλου µιαρώτερον· οὕτω πανταχοῦ πόνοις ἀνονήτοις τοὺς ἑαυτοῦ περιβάλλει, καὶ διασπᾷ· καὶ οὐ µόνον τῶν ἐπάθλων οὐκ ἀφίησι τυχεῖν, ἀλλὰ καὶ κολάσεως ὑπευθύνους ποιεῖν οἶδεν. Οὐ γὰρ µόνον κήρυγµα, ἀλλὰ καὶ νηστείαν τοιαύτην καὶ παρθενίαν αὐτοῖς νοµοθετεῖ, ἣ οὐ µόνον µισθῶν ἀποστερήσει, ἀλλὰ καὶ µέγα κακὸν ἐπάξειτοῖς αὐτὴν µετιοῦσι· περὶ ὧν φησι καὶ ἀλλαχοῦ· Κεκαυτηριασµένοι τὴν ἰδίαν συνείδησιν.∆ ιὸ παρακαλῶ, ὑπὲρ πάντων εὐχαριστῶµεν τῷ Θεῷ, ὅτι ἡµῖν καὶ τοὺς πόνους ἐπεκούφισε, καὶ τοὺς µισθοὺς ηὔξησεν. Ὧν γὰρ οἱ παρ' ἡµῖν γαµοῦντες σωφρόνως ἀπολαύουσι µισθῶν, οὐκ ἀπολαύουσιν οἱ παρθενεύοντες παρ' αὐτοῖς, ἀλλὰ τῇ τῶν πορνευόντωνοἱ παρθενεύοντες παρὰ τοῖς αἱρετικοῖς δίκῃ γεγόνασιν ὑπεύθυνοι. Πόθεν; Ἐκ τοῦ µὴ ὀρθῷ σκοπῷ τι ποιεῖν, ἀλλ' ἐπὶ διαβολῇ τῶν τοῦ Θεοῦ κτισµάτων καὶ ἀποῤῥήτου σοφίας αὐτοῦ. Μὴ δὴ ῥᾳθυµῶµεν· ἔδωκεν ἡµῖν ὁ Θεὸς συµµέτρους ἀγῶνας, οὐδένα πόνον ἔχοντας. Ἀλλὰ µὴ καταφρονῶµεν διὰ τοῦτο. Εἰ γὰρ οἱ αἱρετικοὶ κατατείνουσιν ἑαυτοὺς πόνοις ἀνονήτοις, τίς ἡµῖν ἔσται ἀπολογία µηδὲ τοὺς ἐλάττονας, καὶ πλείονα µισθὸν ἔχονταςβουλοµένοις ἐνεγκεῖν; Τί γὰρ φορτικὸν, τί δὲ ἐπαχθὲς τῶν ἐπιταγµάτων τοῦ Χριστοῦ; Οὐ δύνασαι παρθενεύειν; ἔξεστί σοι γαµεῖν. Οὐ δύνασαι πάντων ἑαυτὸν ἀποστερῆσαι τῶν σῶν; ἔξεστί σοι ἀπὸ τῶν ὄντων χορηγεῖν· Τὸ ὑµῶν περίσσευµα, φησὶν, εἰς τὸ ἐκείνων ὑστέρηµα. Ταῦτα γὰρ εἶναι δοκεῖ φορτικὰ, χρηµάτων λέγω καταφρονεῖν, καὶ ἐπιθυµίας σωµατικῆς περιγενέσθαι· τὰ δὲ ἄλλα οὐδεµιᾶς δεῖται δαπάνης, οὐδεµιᾶς βίας. Ποία γὰρ, εἰπέ µοι, βία τὸ µὴ κακῶς εἰπεῖν, µηδὲ διαβάλλειν ἁπλῶς; ποία δὲ βία τὸ µὴ βασκαίνειν τοῖς ἑτέρων ἀγαθοῖς; ἢ ποία βία τὸ µὴ δόξῃ ἁλῶναι; Τὸ βασανίζεσθαι καὶ φέρειν, καρτερίας ἐστί· καρτερίας, καὶ φιλοσοφίαν ἀσκεῖν· καρτερίας, τὸ πενίαν διενεγκεῖν· καρτερίας, τὸ λιµῷ προσπαλαῖσαι καὶ δίψει. Ὅταν δὲ µηδὲν τούτων ᾖ, ἀλλ' ἔξεστιν ἀπολαύοντα τῶν ὄντων, ὡς Χριστιανῷ προσῆκε, µὴ φθονεῖν τοῖς ἑτέρων, ποία βία; Οὐδαµόθεν ἄλλοθεν ὁ φθόνος, ἀλλ' ἐκ τοῦ προστετηκέναι τοῖς παροῦσι, µᾶλλον δὲ πάντα τὰ κακά. Εἰ γὰρ µηδὲν ἐνόµιζες εἶναι τὰ χρήµατα, καὶ τὴν δόξαν τοῦ κόσµου τούτου, οὐκ ἂν τοῖς ἔχουσιν ἐβάσκηνας.
2.4
Ἀλλ' ἐπειδὴ κέχηνας, καὶ θαυµάζεις αὐτὰ καὶ ἐπτόησαι, διὰ τοῦτό σοι καὶ τὰ τῆς βασκανίας ἐνοχλεῖ, διὰ τοῦτο καὶ τὰ τῆς κενοδοξίας· καὶ πάντα ἀπὸ τούτου γίνεται, ἀπὸ τοῦ θαυµάζειν τὰ τοῦ παρόντος βίου. Βασκαίνεις, ὅτι ὁ δεῖνα πλουτεῖ; Καὶ µὴν ἐλέους καὶ δακρύων ἄξιος ὁ τοιοῦτος. Ἀλλ' ἐρεῖς εὐθέως γελῶν· Ἐγὼ δακρύων ἄξιος, οὐκ ἐκεῖνος.∆ ακρύων ἄξιος καὶ σὺ, οὐχ ὅτι πένῃ, ἀλλὰ διὰ τὸ σεαυτὸν ἐλεεινὸν εἶναι νοµίζειν. Τοὺς γὰρ οὐδὲν ἔχοντας κακὸν καὶ δυσφοροῦντας δακρύοµεν, οὐχ ὅτι κακόν τι ἔχουσιν, ἀλλ' ὅτι µὴ ἔχοντες, ἔχειν νοµίζουσιν. Εἰπὲ γάρ µοι, εἴ τις πυρετοῦ ἀπηλλαγµένος, ἀλύει καὶ περιστρέφεται, ὑγιαίνων ἐπὶ τῆς κλίνης κείµενος, ἆρα τῶν πυρεττόντων µᾶλλον οὐχὶ δακρύων ἄξιοςὁ τοιοῦτος, οὐκ ἐπειδὴ πυρέττει, οὐδὲ γὰρ πυρέττει, ἀλλ' ἐπειδὴ µηδὲν ἔχων δεινὸν, ἔχειν τι νοµίζει; Καὶ σὺ δακρύων ἄξιος διὰ τοῦτο, ὅτι σαυτὸν ἐλεεινὸν νοµίζεις, οὐ διὰ τὴν πενίαν· τῆς γὰρ πενίας ἕνεκεν καὶ µακαριστός. Τί φθονεῖς τῷ πλουσίῳ; ὅτι φροντίδων ἑαυτὸν ὑπεύθυνον κατέστησε πλειόνων, ὅτι δουλείᾳ χαλεπωτέρα; ὅτι µυρίαις ἁλύσεσι, καθάπερ τις κύων, τοῖς αὑτοῦ δέδεται χρήµασι; Κατέλαβεν ἑσπέρα, κατέλαβε νὺξ, καὶ τὸν τῆς ἀναπαύσεως καιρὸν οὗτος θορύβου καιρὸν καὶ ἀηδίας καὶ λύπης ἔχει καὶ µερίµνης. Ψόφος ἐγένετο; εὐθέως ἀνεπήδησεν. Ὁ δεῖνα ἐσυλήθη; µᾶλλον ἐκείνου φροντίζει τοῦ ἀπολωλεκότος ὁ µὴ ἀπολωλεκώς. Ἐκεῖνος µὲν γὰρ ἅπαξ ἀπώλεσε, καὶ λυπηθεὶς ἀπέθετο τὴν φροντίδα· οὗτος δὲ αὐτὴν ἔχει διηνεκῶς. Κατέλαβε νὺξ, ὁ λιµὴν τῶν ἡµετέρων κακῶν, τὸ παραµύθιον τῶν ἡµετέρων συµφορῶν, τὸ φάρµακον τῶν τραυµάτων. Καὶ γὰρ οἱ περιωδυνίᾳ τινὶ κατεχόµενοι τοῖς φίλοις µὲν καὶ συγγενέσι καὶ οἰκείοις, πολλάκις δὲ καὶ πατράσι παραµυθουµένοις οὐκ εἶξαν οὐδὲὑπεχώρησαν, ἀλλὰ καὶ πρὸς τὰ ῥήµατα αὐτὰ ἠγανάκτησαν· παντὸς γὰρ καύµατος µᾶλλον τὸ πικρὸν τῆς ὀδύνης τὰς ἡµετέρας θλίβει ψυχάς· τῷ δὲ ὕπνῳ κελεύοντι παύεσθαι οὐδὲ ἀντιβλέψαι ἴσχυσαν. Καθάπερ οὖν σῶµα διακαὲς καὶ θερµοτέρᾳ προσπαλαῖσαν ἀκτῖνι κατατρυχόµενον, ὥσπερ τινὶ καταγωγίῳ πολλὰς ἔχοντι πηγὰς καὶ τὴν ἀπὸ τῆςλεπτῆς αὔρας παραµυθίαν· οὕτως ἡ νὺξ τῷ ὕπνῳ παραδίδωσιν ἡµῶν τὴν ψυχήν· µᾶλλον δὲ οὐχ ἡ νὺξ, οὐδὲ ὁ ὕπνος τοῦτο ἐργάζεται, ἀλλ' ὁ Θεὸς, εἰδὼς τὸ ταλαίπωρον τοῦτο γένος, ἅπαντα ταῦτα εἰργάσατο. Ἀλλ' ἡµεῖς οὐκ ἐλεοῦµεν ἑαυτοὺς, ἀλλ' ἐπενοήσαµεν, καθάπερ ἐχθροὶ ὄντες ἑαυτῶν, τῆς φυσικῆς ἀνάγκης καὶ ἀναπαύσεως µείζονα τυραννίδα, τὴν ἀπὸτοῦ πλούτου ἀγρυπνίαν. Μέριµνα γὰρ, φησὶ, πλούτου, ἀφιστᾷ ὕπνον. Καὶ ὅρα πόση τοῦ Θεοῦ ἡ κηδεµονία· Οὐκ ἐπέτρεψε τῇ προθέσει τὴν ἀνάπαυσιν, οὐδὲ προαιρέσει τινὶ τὴν χρείαν τοῦ ὕπνου, ἀλλὰ φυσικαῖς αὐτὴν ἀνάγκαις κατέδησεν, ἵνα καὶἄκοντες εὐεργετώµεθα· τὸ γὰρ καθεύδειν, τῆς φύσεως. Ἡµεῖς δὲ ὡς σφόδρα ἑαυτοὺς µισοῦντες, ὡς ἑτέρους πολεµοῦντες καὶ θλίβοντες, τῆς φυσικῆς ταύτης ἀνάγκης µείζονα τὴν ἀπὸ τῶν χρηµάτωνἐπενοήσαµεν τυραννίδα. Ἡµέρα γέγονε; καὶ δέδοικεν ὁ τοιοῦτος τοὺς συκοφάντας. Ἡ νὺξ κατέλαβε; τρέµει λῃστάς. Θάνατος ἐπέστη; τοῦ θανάτου µᾶλλον δάκνεται, ὅτι ἑτέρων ἐκεῖνα γίνεται. Παιδίον ἔσχε; πλείων ἡ ἐπιθυµία· καὶ τότε δοκεῖ πένης εἶναι. Οὐκ ἔσχε, µᾶλλον ὀδυνᾶται. Τοῦτον οὖν µακαρίζεις τὸν οὐδαµόθεν ἡσθῆναι δυνάµενον; τούτῳ φθονεῖς τῷ κλυδωνιζοµένῳ, ἐν λιµένι γαληνῷ τῇ πενίᾳ ἑστηκώς; Ὄντως καὶ τοῦτο ἐλάττωµα τῆς ἀνθρωπίνης φύσεως, τὸ µὴ φέρειν τὰ ἀγαθὰ γενναίως, ἀλλ' εἰς τὰς εὐπραγίας ἐξυβρίζειν. Καὶ ταῦτα µὲν ἐνταῦθα· ὅταν δὲ ἀπέλθωµεν ἐκεῖ, ἄκουσον τί φησιν ὁ πλούσιος, ὁ µυρίων ἀγαθῶν κύριος, ὥσπερ σὺ λέγεις· οὐ γὰρ ἂν ἔγωγε ταῦτα εἴποιµι ἀγαθὰ, ἀλλ' ἀδιάφορα. Οὗτος τοίνυν ὁ µυρίων ἀγαθῶν κύριος, ἄκουσον τί φησι, καὶ τίνος ἐν χρείᾳ καθέστηκε· Πάτερ, φησὶν, Ἀβραὰµ, πέµψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ ἐπιστάζῃ µου τὴν γλῶτταν, ὅτι ἀποτηγανίζοµαι. Εἰ γὰρ µηδὲν ὧν εἶπον ἔπασχεν ὁ πλούσιος ἐκεῖνος, εἰ γὰρ ἐν ἀδείᾳ καὶ φροντίδος χωρὶς τὸν ἅπαντα βίον διήγαγε· τί λέγω τὸν ἅπαντα βίον; τὴν µίαν ῥοπὴν ἐκείνην· ῥοπὴ γάρ ἐστιν· ὡς µία γὰρ ῥοπὴ, φησὶν, ὁ πᾶς ἡµῶν αἰὼν πρὸς τὸν αἰῶνα τὸν ἄπειρον· εἰ τοίνυν πάντα αὐτῷ κατὰ γνώµην προεκεχωρήκει, ἆρα οὐκ ἐλεεινός ἐστι τούτων τῶν ῥηµάτων, µᾶλλον δὲ τούτων τῶν πραγµάτων; Οὐχὶ οἴνῳ περιεκλύζετό σου ἡ τράπεζα; νῦν δὲ οὐδὲ σταγόνος ὕδατος εἶ κύριος, καὶ ταῦτα ἐν χρείᾳ πολλῇ καθεστηκώς. Οὐχ ἡλκωµένον ὑπερεώρας τὸν πένητα; νῦν δὲ ἀξιοῖς αὐτὸν ἰδεῖν, καὶ οὐδεὶς δίδωσι. Παρὰ τὸν πυλῶνα ἦν τὸν σὸν, νῦν δὲ ἐν τοῖς κόλποις τοῦ Ἀβραάµ· ὑπὸ τὰς µεγάλας σὺ κατέκεισο ὀροφὰς, νῦν δὲ ἐν τῷ πυρὶ τῆς γεέννης.
2.5
Ἀκουέτωσαν ταῦτα οἱ πλούσιοι· µᾶλλον δὲ οὐχ οἱ πλούσιοι, ἀλλ' οἱ ἀνελεήµονες· οὐ γὰρ, ἐπειδὴ πλούσιος ἦν, ἐκολάζετο, ἀλλ' ἐπειδὴ οὐκ ἠλέησεν. Ἔνεστι γὰρ πλουτοῦντα καὶ ἐλεοῦντα τυχεῖν παντὸς ἀγαθοῦ. Καὶ διὰ τοῦτο οὐδένα ἄλλον ὁρᾷ, ἀλλ' ἢ ἐκεῖνον τὸν δεόµενον αὐτοῦ, ἵνα µάθῃ, ὅτι δικαίως ταῦτα ἔπασχεν, εἰς ὑπόµνησιν ἐλθὼν ὧν ἔπραττε. Μὴ γὰρ οὐκ ἦσαν µυρίοι πένητες δίκαιοι; Ἀλλ' ὁ πρὸς τῷ πυλῶνι αὐτοῦ κείµενος, οὗτος αὐτῷ φαίνεται, παιδεύων αὐτὸν καὶ ἡµᾶς, ὅσον ἐστὶν ἀγαθὸν µὴ πεποιθέναι ἐπὶ χρήµασιν. Οὐδὲν ἐκεῖνον ἔβλαψεν ἡ πενία πρὸς τὸ βασιλείας τυχεῖν· οὐδὲν τοῦτον ὠφέλησεν ὁ πλοῦτος πρὸς τὸ γέενναν ἐκφυγεῖν. Μέχρι πότε πένητες; µέχρι πότε πτωχοί; Οὐκ ἔστιν, οὐκ ἔστι πένης ὁ µηδὲν ἔχων, ἀλλ' ὁ πολλῶν ἐπιθυµῶν· οὐκ ἔστι πλούσιος ὁ πολλὰ κεκτηµένος, ἀλλ' ὁ µηδενὸς δεόµενος. Τί γὰρ ὄφελος πᾶσαν µὲν κεκτῆσθαι τὴν οἰκουµένην, τοῦ δὲ µηδὲν ἔχοντος µᾶλλον ἐν ἀθυµίᾳ διάγειν; Αἱ προαιρέσεις καὶ τοὺς πλουτοῦντας καὶ τοὺς πενοµένους ἐργάζονται, οὐχ ἡ τῶν χρηµάτων περιουσία οὐδὲ ἡ ἔνδεια. Βούλει γενέσθαι πλούσιος σὺ ὁ πένης; Ἔξεστί σοι βουλοµένῳ, καὶ ὁ κωλύων οὐδείς· καταφρόνησον τῶν τοῦ κόσµου χρηµάτων· νόµισον εἶναι µηδὲν, ὥσπερ οὖν οὐδέ ἐστιν; ἔκβαλε τὴν ἐπιθυµίαν τοῦ πλούτου, καὶ ἐπλούτησας. Οὗτός ἐστιν ὁ πλουτῶν, ὁ µὴ θέλων πλουτεῖν· ὁ µὴ θέλων πένεσθαι, οὗτός ἐστιν ὁ πενόµενος. Καθάπερ ἐκεῖνος νοσῶν ὁ καὶ ἐν ὑγείᾳ ἀλύων, οὐκ ἐκεῖνος ὁ πάσης ὑγείας εὐκολώτερον τὴν νόσον φέρων, οὕτω καὶ ἐνταῦθα πένης ἐστὶν ὁ µὴδυνάµενος πενίαν ἐνεγκεῖν, ἀλλ' ἐν πλούτῳ τῶν πενοµένων µᾶλλον ἡγούµενος εἶναι πένης, οὐκ ἐκεῖνος ὁ τῶν πλουτούντων µᾶλλον τὴν πενίανεὐκολώτερον φέρων· οὗτος γάρ ἐστι µᾶλλον ὁ πλουσιώτερος. Εἰπὲ γάρ µοι, τὴν πενίαν διὰ τί δέδοικας; διὰ τί τρέµεις; οὐχὶ διὰ λιµόν; οὐχὶ διὰ δῖψος; οὐχὶ διὰ ψῦχος; ἢ οὐ διὰ ταῦτα; Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστιν οὐδεὶς ὁ τούτων ἀπορήσας ποτέ. Ἐµβλέψατε γὰρ εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε· τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ ἐγκατελείφθη; ἢ τίς ἤλπισεν ἐπ' αὐτὸν, καὶ κατησχύνθη; καὶ πάλιν, Ἐµβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑµῶν ὁ οὐράνιοςτρέφει αὐτά. Οὐδένα ἂν ἔχοι τις ἡµῖν δεῖξαί τινα ταχέως διὰ λιµὸν καὶ ψῦχος ἀπολωλότα. Τίνος οὖν ἕνεκεν τρέµεις τὴν πενίαν; Οὐκ ἔχεις εἰπεῖν. Εἰ γὰρ εὐπορεῖς τῶν ἀναγκαίων, τί δήποτε τρέµεις αὐτήν; ὅτι πλῆθος οὐκ ἔστι σοι οἰκετῶν; Τοῦτο δεσποτῶν ἐστιν ἀπαλλαγῆναι, τοῦτο µακαριότης διηνεκὴς, τοῦτο φροντίδος ἐλευθερία. Ἀλλ' ὅτι καὶ σκεύη, καὶ κλῖναι, καὶ ἔπιπλα οὐκ ἔστιν ἐξ ἀργυρίου κατεσκευασµένα σοι; Τί γάρ σου πλέον ἔχει κατὰ τὴν ἀπόλαυσιν ὁ ταῦτα κεκτηµένος; Οὐδέν· τὰ γὰρ τῆς χρήσεως ἴσα, ἄν τε ἀπὸ ταύτης, ἄν τε ἀπ' ἐκείνης τῆς ὕλης ᾖ. Ἀλλ' ὅτι φοβερὸς οὐκ εἶ τοῖς πολλοῖς; Μηδὲ γένοιό ποτε· ποία γὰρ ἡδονὴ τρέµειν καὶ δεδοικέναι σέ τινας; ἀλλ' ὅτι ἑτέρους φοβῇ; ἀλλ' οὐκ ἔστι φοβηθῆναι. Θέλεις γὰρ µὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἔξεις ἔπαινον ἐξ αὐτῆς. Ἀλλ' ὅτι εὐκαταφρόνητοί ἐσµεν, φησὶ, καὶ πρὸς τὸ παθεῖν ἕτοιµοι κακῶς; Μάλιστα µὲν οὐχ ἡ πενία τοῦτο ποιεῖ, ἀλλ' ἡ κακία. Ἐπεὶ πολλῶν πενήτων ἀπραγµόνως τὸν πάντα βίον διαγόντων, ἄρχοντες, πλουτοῦντες καὶ δυνάσται πάντων κακούργων καὶ λῃστῶν καὶτυµβωρύχων ἀθλιώτερον ἀπήλλαξαν. Ὅπερ γὰρ ἐπὶ σοῦ ἡ πενία, τοῦτο ἐπ' ἐκείνου ὁ πλοῦτος ἔχει. Ὥσπερ γάρ σε διὰ τὸ καταφρονεῖσθαι ἐνταῦθα ποιοῦσι κακῶς οἱ κακοῦν βουλόµενοι· οὕτως ἐκεῖνον διὰ τὸ φθονεῖν καὶ βασκαίνειν· καὶ µᾶλλον οὗτοι, ἢ ἐκεῖνοι· µᾶλλον αὕτη ἡ ἀνάγκη ἰσχυροτέρα τοῦ κακῶς ποιεῖν. Ὁ µὲν γὰρ φθονῶν, ἰσχύϊ πάσῃ καὶ δυνάµει πάντα πράττει, ὁ δὲ καταφρονῶν πολλάκις καὶ ἠλέησε τὸν καταφρονούµενον· καὶ τοῦτο αὐτὸ γέγονεν αὐτῷ αἴτιον ἀπαλλαγῆς, τὸ πένητα εἶναι, τὸ µὴ δύνασθαι ἔχειν ἰσχύν· Μεγάλα τε κατορθώσεις, λέγοντες πρὸς αὐτὸν, ἐὰν τὸν δεῖνα ἀνέλῃς, ἐὰν ἀποκτείνῃς ἕνα πένητα· πόσων οὐκ ἀπολαύσῃ µισθῶν; καὶ οὕτως αὐτῶν τὸν θυµὸν χαλῶµεν. Ἐπὶ δὲ τῶν πλουτούντων ὁ φθόνος ἐφέστηκεν, οὐ πρότερον λήγων, ἕως ἂν ὅπερ βούλεται ἐργάσηται, καὶ τὸν ἰὸν ἐκχέῃ τὸν αὑτοῦ. Ὁρᾷ ὅτι οὐχ ἡ πενία, οὐδὲ ὁ πλοῦτος ἀγαθὸν, ἀλλ' ἡ ἡµετέρα προαίρεσις; Οὐκοῦν ταύτην ῥυθµίζωµεν, ταύτην παιδεύωµεν φιλοσοφεῖν. Ἂν αὕτη καλῶς ᾖ διακειµένη, οὔτε πλοῦτος ἡµᾶς ἐκβαλεῖν τῆς βασιλείας δυνήσεται, οὔτε πενία ποιήσει ἔλαττον ἔχειν· ἀλλὰ πράως τὴν πενίαν οἴσοµεν, οὐδὲ εἰς τὴν τῶν µελλόντων ἀγαθῶν ἀπόλαυσιν παραβλαπτόµενοι, οὐδὲ ἐνταῦθα· ἀλλὰ καὶ τούτων ἀπολαύσοµεν, καὶ τῶν ἐν οὐρανοῖς ἐπιτευξόµεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note