Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 0.1 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
0.1
Συνεχῶς ἀκούων ἀναγινωσκοµένων τῶν Ἐπιστολῶν τοῦ µακαρίου Παύλου, καὶ καθ' ἑκάστην ἑβδοµάδα δὶς, πολλάκις δὲ καὶ τρὶς καὶ τετράκις, ἡνίκαἂν µαρτύρων ἁγίων µνήµας ἐπιτελῶµεν, χαίρω µὲν τῆς σάλπιγγος ἀπολαύων τῆς πνευµατικῆς, καὶ διανίσταµαι, καὶ θερµαίνοµαι τῷ πόθῳ, τὴν ἐµοὶφίλην ἐπιγινώσκων φωνὴν, καὶ µονονουχὶ παρόντα αὐτὸν δοκῶ φαντάζεσθαι, καὶ διαλεγόµενον ὁρᾷν· ἀλγῶ δὲ καὶ ὀδυνῶµαι, ὅτι τὸν ἄνδρα τοῦτον οὐχ ἅπαντες ἴσασιν, ὥσπερ εἰδέναι χρὴ, ἀλλ' οὕτω τινὲς αὐτὸν ἀγνοοῦσιν, ὡς µηδὲ τῶν Ἐπιστολῶν τὸνἀριθµὸν εἰδέναι σαφῶς. Τοῦτο δὲ γίνεται οὐ παρὰ ἀµαθίαν, ἀλλὰ παρὰ τὸ µὴ βούλεσθαι συνεχῶς ὁµιλεῖν τῷ µακαρίῳ τούτῳ. Οὐδὲ γὰρ ἡµεῖς ὅσαπερ ἴσµεν, εἴπερ τινὰ ἴσµεν, δι' εὐφυΐαν καὶ ὀξύτητα διανοίας ἐπιστάµεθα, ἀλλὰ διὰ τὸ συνεχῶς ἔχεσθαι τοῦ ἀνδρὸς, καὶσφόδρα διακεῖσθαι περὶ αὐτόν. Τὰ γὰρ τῶν φιλουµένων πρὸ τῶν ἄλλων ἁπάντων οἱ φιλοῦντες ἴσασιν, ἅτε δὴ µεριµνῶντες αὐτούς· ὅπερ καὶ ὁ µακάριος οὗτος ἐνδεικνύµενος, ἔλεγε Φιλιππησίοις· Καθὼς ἐµοὶ δίκαιόν ἐστι τοῦτο φρονεῖν περὶ ὑµῶν, διὰ τὸ ἔχειν µε ἐν τῇ καρδίᾳ ὑµᾶς ἔν τε τοῖς δεσµοῖς µου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου. Ὥστε καὶ ὑµεῖς εἰ θέλετε µετὰ προθυµίας προσέχειν τῇ ἀναγνώσει, οὐδενὸς ἑτέρου δεηθήσεσθε· ἀψευδὴς γὰρ ὁ τοῦ Χριστοῦ λόγος, εἰπών· Ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑµῖν. Ἀλλ' ἐπειδὴ τὸ πλέον ἡµῖν τῶν ἐνταῦθα συλλεγοµένων καὶ παιδοτροφίαν καὶ γυναικὸς ἐπιµέλειαν καὶ οἰκίας πρόνοιαν ἀνεδέξαντο, καὶ διὰ τοῦτο οὐκἂν ἀνάσχοιντο ὅλους ἑαυτοὺς δοῦναι τῷ πόνῳ τούτῳ· πρὸς γοῦν τὸ λαβεῖν τὰ παρ' ἑτέρων συλλεγέντα διανάστητε, καὶ τοσαύτην ἀπονείµατε σπουδὴν τῇ τῶν λεγοµένων ἀκροάσει, ὅσην τῇ τῶνχρηµάτων συλλογῇ. Εἰ γὰρ καὶ αἰσχρὸν τοσαύτην ἀπαιτῆσαι παρ' ὑµῶν µόνην, πλὴν ἀλλ' ἀγαπητὸν, ἂν τοσαύτην γοῦν δῶτε. Καὶ γὰρ ἐντεῦθεν τὰ µυρία ἐφύη κακὰ, ἀπὸ τῆς τῶν Γραφῶν ἀγνοίας· ἐντεῦθεν ἡ πολλὴ τῶν αἱρέσεων ἐβλάστησε λύµη, ἐντεῦθεν οἱ ἠµεληµένοι βίοι, ἐντεῦθεν οἱ ἀκερδεῖς πόνοι. Ὥσπερ γὰρ οἱ τοῦ φωτὸς ἀπεστερηµένοι τούτου οὐκ ἂν ὀρθὰ βαδίσαιεν· οὕτως οἱ πρὸς τὴν ἀκτῖνα τῶν θείων µὴ βλέποντες Γραφῶν, πολλὰ ἀναγκάζονται καὶ συνεχῶς ἁµαρτάνειν, ἅτε δὴ ἐν σκότῳ χαλεπωτάτῳ βα δίζοντες. Ὅπερ ἵνα µὴ γένηται, διανοίξωµεν τοὺς ὀφθαλµοὺς πρὸς τὴν λαµπηδόνα τῶν ἀποστολικῶν ῥηµάτων· καὶ γὰρ ὑπὲρ τὸν ἥλιον ἔλαµψεν ἡ τούτου γλῶττα, καὶ τῶν ἄλλων ἁπάντων ἐπλεονέκτησε τῷ τῆς διδασκαλίας λόγῳ· ἐπειδὴ γὰρ περισσότερον αὐτῶν ἐκοπίασε, πολλὴν καὶ τὴν τοῦ Πνεύµατος ἐπεσπάσατο χάριν. Καὶ τοῦτο οὐκ ἀπὸ τῶν Ἐπιστολῶν διισχυρίζοµαι µόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πράξεων. Εἰ γάρ που δηµηγορίας ἦν καιρὸς, αὐτῷ πανταχοῦ παρεχώρουν· διὸ καὶ Ἑρµῆς εἶναι ἐνοµίζετο παρὰ τοῖς ἀπίστοις, διὰ τὸ τοῦ λόγου κατάρχειν. Μέλλοντας δὲ εἰς τὴν Ἐπιστολὴν κατιέναι ταύτην, ἀναγκαῖον καὶ τὸν χρόνον εἰπεῖν, καθ' ὃν ἐγράφη. Οὐδὲ γὰρ, ὡς πολλοὶ νοµίζουσι, πρὸ πασῶν τῶν ἄλλων ἐστὶν, ἀλλὰ τῶν µὲν ἀπὸ Ῥώµης γραφεισῶν προτέρα πασῶν, τῶν δὲ ἄλλων ὑστέρα, εἰ καὶ µὴ πασῶν· καὶ γὰρ αἱ πρὸς Κορινθίους ἀµφότεραι πρὸ ταύτης εἰσὶν ἀπεσταλµέναι. Καὶ τοῦτο δῆλον ἀφ' ὧν ἐν τῷ τέλει ταύτης ἔγραφεν, οὕτω λέγων· Νυνὶ δὲ πορεύοµαι εἰς Ἱερουσαλὴµ διακονῶν τοῖς ἁγίοις. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήµ. Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγεν· Ἐὰν ᾖ ἄξιον τοῦ καὶ ἐµὲ πορεύεσθαι, σὺν ἐµοὶ πορεύσονται, περὶ τῶν ἀποκοµιζόντων ἐκεῖσε τὰ χρήµατα ταῦτα λέγων. Ὅθεν δῆλον, ὅτι ἡνίκα µὲν ἐπέστελλε Κορινθίοις, ἀµφίβολον ἦν τὸ τῆς τοιαύτης ἀποδηµίας αὐτοῦ· ὅτε δὲ Ῥωµαίοις, ἦν κεκυρωµένον λοιπόν. Τούτου δὲ ὁµολογουµένου, κἀκεῖνο δῆλον, ὅτι αὕτη µετ' ἐκείνας ἡ Ἐπιστολή. Καὶ ἡ πρὸς Θεσσαλονικεῖς δὲ ἐµοὶ δοκεῖ προτέρα τῆς πρὸς Κορινθίους Ἐπιστολῆς εἶναι. Καὶ γὰρ ἐκείνοις πρότερον ἐπιστείλας, καὶ τὸν τῆς ἐλεηµοσύνης πρὸς αὐτοὺς κινήσας λόγον, ὅτε ἔλεγε· Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχοµεν γράφειν ὑµῖν· αὐτοὶ γὰρ ὑµεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους· καὶ γὰρ ποιεῖτε αὐτὸ πρὸς πάντας τοὺς ἀδελφούς· τότε Κορινθίοις ἐπέστελλε. Καὶ τοῦτο αὐτὸ δηλοῖ λέγων· Οἶδα γὰρ ἐγὼ τὴν προθυµίαν ὑµῶν, ἣν ὑπὲρ ὑµῶν καυχῶµαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι· καὶ ὁ ἐξ ὑµῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Ἐξ ὧν ἔδειξεν, ὅτι πρώτοις ἐκείνοις περὶ τούτου διελέχθη. Τούτων µὲν οὖν ὑστέρα τῶν Ἐπιστολῶν αὕτη, τῶν δὲ ἀπὸ Ῥώµης πρώτη· οὐδέπω γὰρ ἦν τῆς Ῥωµαίων πόλεως ἐπιβὰς, ἡνίκα ταύτην ἔγραφε τὴν Ἐπιστολήν· καὶ τοῦτο δηλοῖ λέγων· Ἐπιποθῶ γὰρ ἰδεῖν ὑµᾶς, ἵνα τι µεταδῶ χάρισµα ὑµῖν πνευµατικόν. Ἀπὸ Ῥώµης δὲ Φιλιππησίοις ἐπέστελλε· διό φησιν, Ἀσπάζονται ὑµᾶς οἱ ἅγιοι πάντες, µάλιστα οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Καὶ Ἑβραίοις δὲ ἐκεῖθεν ὁµοίως· διό φησι, τοὺς ἀπὸ τῆς Ἰταλίας ἀσπάζεσθαι πάντας αὐτούς. Καὶ τὴν πρὸς Τιµόθεον δὲ Ἐπιστολὴν καὶ αὐτὴν ἀπὸ Ῥώµης δεδεµένος ἔπεµψεν· ἢ καὶ ἐσχάτη µοι δοκεῖ πασῶν εἶναι τῶν Ἐπιστολῶν· καὶ δῆλον ἀπὸ τοῦ τέλους· Ἐγὼ γὰρ ἤδη σπένδοµαι, φησὶ, καὶ ὁ καιρὸς τῆς ἐµῆς ἀναλύσεως ἐφέστηκεν. Ὅτι δὲ τὸν βίον ἐκεῖ κατέλυσε, παντί που δῆλόν ἐστιν. Ἡ δὲ πρὸς Φιλήµονα ἐσχάτη µὲν καὶ αὕτη· πρὸς γὰρ ἐσχάτῳ γήρᾳ αὐτὴν ἔγραψε· διὸ καὶ ἔλεγεν· Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσµιος ἐν Χριστῷ Ἰησοῦ· τῆς µέντοι πρὸς Κολοσσαεῖς προτέρα· καὶ τοῦτο ἀπὸ τοῦ τέλους δῆλον πάλιν. Κολοσσαεῦσι γὰρ γράφων φησὶν, ὅτι Τυχικὸς πάντα γνωρίσει ὑµῖν, ὃν ἔπεµψα σὺν Ὀνησίµῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ. Ὀνήσιµος δὲ οὗτος ἦν, ὑπὲρ οὗ τὴν πρὸς Φιλήµονα Ἐπιστολὴν συνέθηκε. Καὶ ὅτι οὐκ ἦν ἄλλος οὗτος ὁµώνυµος ἐκείνῳ, δῆλον καὶ ἀπὸ τοῦ Ἀρχίππου· ὃν γὰρ ἔλαβε συνεργὸν ἐν τῇ πρὸς Φιλήµονα Ἐπιστολῇ τῆς παρακλήσεως τῆς ὑπὲρ Ὀνησίµου, τοῦτον Κολοσσαεῦσιν ἐπιστέλλων διεγείρει, λέγων· Εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες, ἵνα αὐτὴν πληροῖς.∆ οκεῖ δέ µοι καὶ ἡ πρὸς Γαλάτας προτέρα εἶναι τῆς πρὸς Ῥωµαίους. Εἰ δὲ ἐν ταῖς βίβλοις ἑτέραν ἔχουσι τάξιν, θαυµαστὸν οὐδέν· ἐπεὶ καὶ οἱ προφῆται οἱ δώδεκα οὐκ ἐφεξῆς ἀλλήλοις ὄντες κατὰ τοὺς χρόνους, ἀλλὰ πολὺ διεστηκότες ἀλλήλων, ἐν τῇ τῶν βιβλίων τάξει ἐφεξῆςεἰσι κείµενοι. Ὁ γοῦν Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ἄλλοι µετὰ τὸν Ἰεζεκιὴλ καὶ∆ ανιὴλ προεφήτευσαν, καὶ πολλοὶ µετὰ τὸν Ἰωνᾶν καὶ τὸν Σοφονίαν καὶ τοὺς ἄλλουςδὲ πάντας· ἀλλ' ὅµως συνηµµένοι πᾶσίν εἰσιν ἐκείνοις, ὧν τοσοῦτον τῷ χρόνῳ διεστήκασι.
0.2
Μηδεὶς δὲ πάρεργον τοῦτον ἡγείσθω τὸν πόνον, µηδὲ περιεργίας περιττῆς τὴν τοιαύτην ἔρευναν· συντελεῖ γὰρ ἡµῖν πρὸς τὰ ζητούµενα οὐ µικρὸν ὁ τῶν Ἐπιστολῶν χρόνος. Ὅταν γὰρ ἴδω Ῥωµαίοις καὶ Κολοσσαεῦσιν ὑπὲρ τῶν αὐτῶν µὲν ἐπιστέλλοντα, οὐχ ὁµοίως δὲ ὑπὲρ τῶν αὐτῶν, ἀλλ' ἐκείνοις µὲν µετὰ πολλῆςτῆς συγκαταβάσεως, ὡς ὅταν λέγῃ· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαµβάνεσθε, µὴ εἰς διακρίσεις διαλογισµῶν· ὃς µὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει· Κολοσσαεῦσι δὲ οὐχ οὕτω περὶ τῶν αὐτῶν, ἀλλὰ µετὰ πλείονος παῤῥησίας· Εἰ γὰρ ἀπεθάνετε, φησὶ, σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσµου, τί ὡς ζῶντες ἐν κόσµῳ; δογµατίζεσθε, Μὴ ἅψῃ, µηδὲ γεύσῃ, µηδὲ θίγῃς; ἅτινά ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, οὐκ ἐν τιµῇ τινι πρὸς πλησµονὴν τῆς σαρκός· οὐδὲν ἄλλο αἴτιον εὑρίσκω τῆς διαφορᾶς ταύτης, ἢ τὸν τῶν πραγµάτων χρόνον. Ἐν ἀρχῇ µὲν γὰρ συγκαταβαίνειν ἔδει, µετὰ δὲ ταῦτα οὐκέτι. Καὶ πολλαχοῦ δὲ ἀλλαχοῦ τοῦτο ἄν τις εὕροι ποιοῦντα αὐτόν. Οὕτω καὶ ἰατρὸς καὶ διδάσκαλος ποιεῖν εἰώθασιν· οὔτε γὰρ τοῖς ἐξ ἀρχῆς νοσοῦσιν ὁ ἰατρὸς, καὶ τοῖς πρὸς τὸ τέλος λοιπὸν τῆς ὑγείας ἐλθοῦσιν, οὔτε τοῖς ἐξ ἀρχῆς µανθάνουσι παιδίοις ὁ διδάσκαλος, καὶτοῖς τῶν τελεωτέρων δεοµένοις διδαγµάτων, ὁµοίως χρήσονται. Τοῖς µὲν οὖν ἄλλοις ἐξ αἰτίας τινὸς καὶ ὑποθέσεως κινούµενος ἐπέστελλε( καὶ δηλοῖ τοῦτο Κορινθίοις µὲν λέγων· Περὶ δὲ ὧν ἐγράψατέ µοι· καὶ Γαλάταις δὲ, εὐθέως ἐκ τοῦ προοιµίου καὶ τῆς Ἐπιστολῆς ἁπάσης τὸ αὐτὸ ἐµφαίνων)· τούτοις δὲ τίνος ἕνεκεν, καὶ διὰ τί; καὶ γὰρ φαίνεται µαρτυρῶν αὐτοῖς, ὅτι µεστοὶ µὲν εἰσὶν ἀγαθωσύνης, πεπληρωµένοι πάσης γνώσεως, δυνάµενοι καὶ ἄλλους νουθετεῖν. Τίνος οὖν ἕνεκεν ἐπέστελλε;∆ ιὰ τὴν χάριν τοῦ Θεοῦ, φησὶ, τὴν δοθεῖσάν µοι εἰς τὸ εἶναί µε λειτουργὸν Ἰησοῦ Χριστοῦ.∆ ιὸ καὶ ἐν ἀρχῇ ἔλεγεν· Ὀφειλέτης εἰµὶ, τὸ κατ' ἐµὲ πρόθυµον, καὶ ὑµῖν τοῖς ἐν Ῥώµῃ εὐαγγελίσασθαι. Καὶ γὰρ τὰ εἰρηµένα, οἷον ὅτι δύνανται καὶ ἄλλοις νουθετεῖν, καὶ ὅσα τοιαῦτα, ἐγκωµίου µᾶλλόν ἐστι καὶ προτροπῆς· καὶ ἀναγκαία καὶ ἡ διὰ τῶν γραµµάτων διόρθωσις καὶ τούτοις ἦν. Ἐπειδὴ γὰρ οὔπω παραγεγονὼς ἦν, διπλῇ ῥυθµίζει τοὺς ἄνδρας, καὶ τῇ τῶν γραµµάτων ὠφελείᾳ, καὶ τῇ τῆς παρουσίας προσδοκίᾳ. Τοιαύτη γὰρ ἡ ἁγία ἐκείνη ψυχή· πᾶσαν περιελάµβανε τὴν οἰκουµένην, καὶ ἐν ἑαυτῷ περιέφερεν ἅπαντας, συγγένειαν µεγίστην τὴν κατὰ Θεὸν εἶναι νοµίζων· καὶ ὥσπερ πάντας αὐτοὺς ἀποτεκὼν, οὕτως ἐφίλει, µᾶλλον δὲ πατρὸς παντὸς µείζονα ἐπεδείκνυτο φιλοστοργίαν. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύµατος χάρις· νικᾷ τὰς σαρκικὰς ὠδῖνας, καὶ θερµότερον ἐπιδείκνυται τὸν πόθον. Καὶ τοῦτο µάλιστα ἔστιν ἰδεῖν ἐπὶ τῆς τοῦ Παύλου ψυχῆς, ὃς καθάπερ πτηνός τις ὑπὸ τῆς ἀγάπης γενόµενος, ἅπαντας περιῄει συνεχῶς, οὐδαµοῦ µένωνοὐδὲ ἱστάµενος. Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, Πέτρε, φιλεῖς µε; ποίµαινέ µου τὰ πρόβατα, καὶ τοῦτον µέγιστον ὅρον ἐκφέροντος ἀγάπης, µεθ' ὑπερβολῆς αὐτὸν ἐπεδείκνυτο. Τοῦτον οὖν καὶ ἡµεῖς ζηλώσαντες, εἰ καὶ µὴ τὴν οἰκουµένην, µηδὲ πόλεις ὁλοκλήρους καὶ ἔθνη, ἀλλὰ τὴν οἰκίαν ἕκαστος ῥυθµιζέτω τὴν ἑαυτοῦ, τὴνγυναῖκα, τὰ παιδία, τοὺς φίλους, τοὺς γείτονας. Καὶ µή µοι λεγέτω τις, ὅτι Ἄπειρός εἰµι καὶ ἰδιώτης. Οὐδὲν ἀµαθέστερον Πέτρου, οὐδὲν ἰδιωτικώτερον Παύλου. Καὶ τοῦτο αὐτὸς ὡµολόγει, καὶ οὐκ ᾐσχύνετο λέγων· Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Ἀλλ' ὅµως ὁ ἰδιώτης οὗτος καὶ ὁ ἀµαθὴς ἐκεῖνος µυρίους ἐνίκησαν φιλοσόφους, µυρίους ἐπεστόµισαν ῥήτορας, ἀπὸ τῆς αὐτῶν προθυµίας καὶ τῆς τοῦΘεοῦ χάριτος τὸ πᾶν ἐργασάµενοι. Τίνα οὖν ἕξοµεν ἀπολογίαν ἡµεῖς, οὐδὲ εἴκοσιν ἀρκοῦντες ὀνόµασιν, οὐδὲ τοῖς συνοικοῦσιν ὄντες χρήσιµοι; Σκῆψις ταῦτα καὶ πρόφασις· οὐδὲ γὰρ ἀµαθία οὐδὲ ἀπαιδευσία κωλύει τὴν διδασκαλίαν, ἀλλὰ νωθεία καὶ ὕπνος. Τοῦτον οὖν ἀποτιναξάµενοι τὸν ὕπνον, µετὰ πάσης σπουδῆς ἀντεχώµεθα τῶν οἰκείων µελῶν, ἵνα καὶ ἐνταῦθα πολλῆς ἀπολαύσωµεν τῆς γαλήνης, κατὰτὸν τοῦ Θεοῦ φόβον τοὺς ἡµῖν ἐπιτηδείους ῥυθµίζοντες, καὶ ἐκεῖ µυρίων µετάσχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶµεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅµα τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note