Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
10.0
∆ ιὰ τοῦτο, ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁµαρτία εἰς τὸν κόσµον εἰσῆλθε, καὶ διὰ τῆς ἁµαρτίας ὁ θάνατος· καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλ θεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥµαρτον.
10.1
Καθάπερ οἱ τῶν ἰατρῶν ἄριστοι τὴν ῥίζαν ἀεὶ πολυπραγµονοῦσι τῶν νοσηµάτων, καὶ ἐπ' αὐτὴν ἔρχονται τὴν πηγὴν τοῦ κακοῦ· οὕτω καὶ ὁ µακάριος Παῦλος. Εἰπὼν γὰρ, ὅτι ἐδικαιώθηµεν, καὶ δείξας ἀπὸ τοῦ πατριάρχου καὶ ἀπὸ τοῦ Πνεύµατος καὶ ἐκ τοῦ ἀποθανεῖν τὸν Χριστὸν( οὐδὲ γὰρ ἂν ἀπέθανεν, εἰ µὴἔµελλε δικαιοῦν), κατασκευάζει λοιπὸν καὶ ἑτέρωθεν τὰ διὰ τούτων ἀποδειχθέντα, καὶ ἀπὸ τῶν ἐναντίων συνιστὰς τὸ προκείµενον, τουτέστιν, ἀπὸ τοῦ θανάτουκαὶ τῆς ἁµαρ τίας, πῶς καὶ τίνι τρόπῳ ζητεῖ, καὶ πόθεν εἰσῆλθεν ὁ θάνατος, καὶ πῶς ἐκράτησε. Πῶς οὖν εἰσῆλθεν ὁ θάνατος, καὶ ἐκράτησε;∆ ιὰ τῆς ἁµαρτίας τοῦ ἑνός. Τί δέ ἐστιν, Ἐφ' ᾧ πάντες ἥµαρτον; Ἐκείνου πεσόντος, καὶ οἱ µὴ φαγόντες ἀπὸ τοῦ ξύλου γεγόνασιν ἐξ ἐκείνου πάντες θνητοί. Ἄχρι γὰρ νόµου ἁµαρτία ἦν ἐν κόσµῳ· ἁµαρτία δὲ οὐκ ἐλλογεῖται, µὴ ὄντος νόµου. Τὸ, Ἄχρι νόµου, τινὲς τὸν χρόνον ἐκεῖνον νοµίζουσιν αὐτὸν εἰρηκέναι τὸν πρὸ τῆς τοῦ νόµου δόσεως· οἷον τὸν ἐπὶ Ἄβελ, τὸν ἐπὶ Νῶε, τὸν ἐπὶ Ἀβραὰµ, τὸν ἕως ὅτε Μωϋσῆς ἐγεννήθη. Ποία οὖν τότε ἦν ἡ ἁµαρτία; Τινές φασι τὴν ἐν παραδείσῳ λέγειν αὐτόν· οὐδέπω γὰρ ἦν λυθεῖσα, φησὶν, ἀλλὰ καὶ ἤνθει αὐτῆς ὁ καρπός· τὸν γὰρ κοινὸν ἐκείνη θάνατον ἤνεγκεν, ὃς ἐκράτει καὶ ἐτυράννει. Τίνος οὖν ἕνεκεν ἐπάγει, Ἁµαρτία δὲ οὐκ ἐλλογεῖται, µὴ ὄντος νόµου; Ἐξ ἀντιθέσεως τῶν Ἰουδαίων, φησὶν, οἱ τὰ ἡµέτερα εἰρηκότες τοῦτο αὐτὸν τεθεικέναι λέγονται, ὅτι εἰ µὴ ἔστιν ἁµαρτία χωρὶς νόµου, πῶς ὁ θάνατοςἀνήλισκε πάντας τοὺς πρὸ τοῦ νόµου; Ἐµοὶ δὲ δοκεῖ τὸ λεχθήσεσθαι µέλλον λόγον ἔχειν µᾶλλον, καὶ τῇ ἀποστολικῇ συµβαίνειν διανοίᾳ. Τί δὲ τοῦτό ἐστιν; Εἰπὼν, ὅτι ἄχρι νόµου ἁµαρτία ἦν ἐν κόσµῳ, τοῦτό µοι δοκεῖ λέγειν, ὅτι τοῦ νόµου δοθέντος, ἡ ἁµαρτία ἐκράτει ἡ ἐκ τῆς παραβάσεως, καὶ ἕως τότε ἐκράτει, ἕως καὶ νόµος ἦν· οὐδὲ γὰρ δύναται συστῆναι, φησὶν, ἁµαρτία, µὴ ὄντος νόµου. Εἰ τοίνυν αὕτη ἡ ἁµαρτία, φησὶν, ἐκ τῆς τοῦ νόµου παραβάσεως τὸν θάνατον ἔτικτε, πῶς οἱ πρὸ τοῦ νόµου πάντες ἀπέθνησκον; Εἰ γὰρ ἐξ ἁµαρτίας ὁ θάνατος τὴν ῥίζαν ἔσχε, νόµου δὲ οὐκ ὄντος ἡ ἁµαρτία οὐκ ἐλλογεῖται, πῶς ὁ θάνατος ἐκράτει; Ὅθεν δῆλον, ὅτι οὐχ αὕτη ἡ ἁµαρτία ἡ τῆς τοῦ νόµου παραβάσεως, ἀλλ' ἐκείνη ἡ τῆς τοῦ Ἀδὰµ παρακοῆς, αὕτη ἦν ἡ πάντα λυµαινοµένη. Καὶ τίς ἡ τούτου ἀπόδειξις; Τὸ καὶ πρὸ τοῦ νόµου πάντας ἀποθνήσκειν. Ἐβασίλευσε γὰρ ὁ θάνατος, φησὶν, ἀπὸ Ἀδὰµ µέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς µὴ ἁµαρτήσαντας. Πῶς ἐβασίλευσεν; Ἐν τῷ ὁµοιώµατι τῆς παραβάσεως Ἀδὰµ, ὅς ἐστι τύπος τοῦ µέλλοντος.∆ ιὰ γὰρ τοῦτο καὶ τύπος ἐστὶν Ἰησοῦ Χριστοῦ ὁ Ἀδάµ. Πῶς τύπος; φησίν. Ὅτι, ὥσπερ ἐκεῖνος τοῖς ἐξ αὐτοῦ, καίτοι γε µὴ φαγοῦσιν ἀπὸ τοῦ ξύλου, γέγονεν αἴτιος θανάτου τοῦ διὰ τὴν βρῶσιν εἰσαχθέντος· οὕτω καὶ ὁ Χριστὸς τοῖς ἐξ αὐτοῦ, καίτοι γε οὐ δικαιοπραγήσασι, γέγονε πρόξενος δικαιοσύνης, ἣν διὰ τοῦ σταυροῦ πᾶσιν ἡµῖν ἐχαρίσατο.∆ ιὰ τοῦτο ἄνω καὶ κάτω τοῦ ἑνὸς ἔχεται, καὶ συνεχῶς τοῦτο εἰς µέσον φέρει, λέγων· Ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁµαρτία εἰς τὸν κόσµον εἰσῆλθε· καὶ, Ἐν τῷ τοῦ ἑνὸς παραπτώµατι οἱ πολλοὶ ἀπέθανον· καὶ, Οὐχ ὡς δι' ἑνὸς ἁµαρτήσαντος, τὸ δώρηµα· καὶ, Τὸ κρῖµα ἐξ ἑνὸς εἰς κατάκριµα· καὶ πάλιν, Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώµατι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός· καὶ, Ἆρα οὖν ὡς δι' ἑνὸς παραπτώµατος· καὶ πάλιν, Ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁµαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· καὶ οὐκ ἀφίσταται τοῦ ἑνὸς, ἵν' ὅταν λέγῃ σοι ὁ Ἰουδαῖος, Πῶς, ἑνὸς κατορθώσαντος τοῦ Χριστοῦ, ἡ οἰκουµένη ἐσώθη; δυνηθῇς αὐτῷ λέγειν, Πῶς, ἑνὸς παρακούσαντος τοῦ Ἀδὰµ, ἡ οἰκουµένη κατεκρίθη; Καίτοι γε οὐκ ἴσον ἁµαρτία καὶ χάρις, οὐκ ἴσον θάνατος καὶ ζωὴ, οὐκ ἴσον διάβολος καὶ Θεὸς, ἀλλ' ἄπειρον τὸ µέσον. Ὅταν οὖν καὶ ἀπὸ τῆς τοῦ πράγµατος φύσεως, καὶ ἀπὸ τῆς τοῦ µετελθόντος δυνάµεως, καὶ ἀπ' αὐτοῦ τοῦ πρέποντος( πολὺ γὰρ τῷ Θεῷ τοῦτο πρεπωδέστερον, τὸ σώζειν, ἢ τὸ κολάζειν), ἐνταῦθα ἡ ὑπεροχὴ καὶ τὰ νικητήρια, τίνα ἂν ἔχοις λόγονεἰς ἀπιστίαν, εἰπέ µοι; Ὅτι µὲν οὖν κατὰ λόγον τὸ γεγενηµένον, ἔδειξεν εἰπών· Ἀλλ' οὐχ ὡς τὸ παράπτωµα, οὕτω καὶ τὸ χάρισµα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώµατι οἱ πολλοὶ ἀπέθανον, πολλῷ µᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ, εἰςτοὺς πολλοὺς ἐπερίσσευσεν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ἡ ἁµαρτία τοσοῦτον ἴσχυσε, καὶ ἀνθρώπου ἁµαρτία ἑνός· χάρις, καὶ Θεοῦ χάρις, καὶ οὐ Πατρὸς µόνου, ἀλλὰ καὶ Υἱοῦ, πῶς οὐ περιέσται µειζόνως; πολλῷ γὰρ τοῦτο εὐλογώτερον. Τὸ µὲν γὰρ ἕτερον δι' ἕτερον κολάζεσθαι, οὐ σφόδρα δοκεῖ λόγον ἔχειν· τὸ δὲ ἕτερον δι' ἕτερον σώζεσθαι, καὶ πρεπωδέστερον µᾶλλον καὶ εὐλογώτερον. Εἰ τοίνυν ἐκεῖνο γέγονε, πολλῷ µᾶλλον τοῦτο.
10.2
Ὅτι µὲν οὖν εἰκὸς καὶ εὔλογον, ἐκ τούτων ἔδειξε· καὶ γὰρ ἐκείνου κατασκευασθέντος, εὐπαράδεκτον τοῦτο λοιπὸν ἔµελλεν εἶναι· ὅτι δὲ καὶ ἀναγκαῖον, ἐκ τῶν ἑξῆς κατασκευάζει. Πῶς οὖν τοῦτο κατασκευάζει; Οὐχ ὡς δι' ἑνὸς ἁµαρτήσαντος τὸ δώρηµα, φησί· τὸ µὲν γὰρ κρῖµα ἐξ ἑνὸς εἰς κατάκριµα· τὸ δὲ χάρισµα ἐκ πολλῶν παραπτωµάτων εἰς δικαίωµα. Καὶ τί ποτέ ἐστι τοῦτο τὸ λεγόµενον; Ὅτι τὸν µὲν θάνατον καὶ τὸ κατάκριµα ἴσχυσεν ἁµαρτία µία εἰσενεγκεῖν· ἡ δὲ χάρις οὐ τὴν µίαν ἐκείνην ἁµαρτίαν ἀνεῖλε µόνον, ἀλλὰ καὶ τὰς µετ' ἐκείνην ἐπεισελθούσας. Ἵνα γὰρ τὸ, ὡς, καὶ τὸ, οὕτω, τιθέµενον, µὴ ἴσον εἰσάγῃ µέτρον τῶν ἀγαθῶν πρὸς τὰ κακὰ, µηδὲ νοµίσῃς ἀκούων τὸν Ἀδὰµ, ἐκείνην ἀνῃρῆσθαι µόνηντὴν ἁµαρτίαν, ἣν ἐκεῖνος εἰσήνεγκε, λέγει ὅτι πολλῶν παραπτωµάτων ἡ ἀναίρεσις γέγονε. Πόθεν δῆλον; Ὅτι µετὰ τὰς ἀπείρους ἁµαρτίας τὰς µετ' ἐκείνην τὴν ἐν τῷ παραδείσῳ εἰς δικαίωµα τὸ πρᾶγµα ἐξέβη. Ὅπου δὲ δικαιοσύνη, ἐξ ἀνάγκης καὶ ζωὴ πάντως ἕπεται, καὶ τὰ µυρία ἀγαθὰ, ὥσπερ οὖν, ὅπου ἁµαρτία, θάνατος. Πλέον γὰρ τῆς ζωῆς ἡ δικαιοσύνη, ἐπειδὴ καὶ ῥίζα ἐστὶ ζωῆς. Ὅτι µὲν οὖν πλείονα εἰσῆκται τὰ ἀγαθὰ, καὶ οὐκ ἐκείνη ἀνῄρηται ἡ ἁµαρτία µόνον, ἀλλὰ καὶ πᾶσαι αἱ λοιπαὶ, ἔδειξεν εἰπών· Τὸ δὲ χάρισµα ἐκ πολλῶν παραπτωµάτων εἰς δικαίωµα. Ὅθεν ἀναγκαίως συναποδέδεικται καὶ τὸ τὸν θάνατον πρόῤῥιζον ἀνεσπάσθαι. Χρεία δὲ κατασκευάσαι λοιπὸν, ἐπειδὴ µεῖζον εἶπε τοῦ προτέρου τὸ δεύτερον, καὶ αὐτὸ τοῦτο πάλιν. Πρότερον µὲν γὰρ εἶπεν, ὅτι Εἰ ἑνὸς ἁµαρτία ἀπέκτεινε πάντας, πολλῷ µᾶλλον καὶ ἑνὸς χάρις σῶσαι δυνήσεται· µετὰ ταῦτα ἔδειξεν, ὅτι οὐκ ἐκείνη ἀνῃρέθη µόνον ἡ ἁµαρτία διὰ τῆς χάριτος, ἀλλὰ καὶ πᾶσαι αἱ λοιπαὶ, καὶ οὐχ ἁµαρτίαι ἀνῃρέθησαν µόνον, ἀλλὰκαὶ δικαιοσύνη ἐδόθη· καὶ οὐ τοσοῦτον ὠφέλησε µόνον ὁ Χριστὸς, ὅσον ἔβλαψεν ὁ Ἀδὰµ, ἀλλὰ καὶ πολλῷ πλεῖον καὶ µεῖζον. Ἐπεὶ οὖν τοιαῦτα ἀπεφήνατο, δεῖται πάλιν καὶ ἐνταῦθα κατασκευῆς πλείονος. Πῶς οὖν αὐτὸ κατασκευάζει, Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώµατι, φησὶν, ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς, πολλῷ µᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτοςκαὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαµβάνοντες, ἐν ζωῇ βασιλεύουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τί τὸν θάνατον ὥπλισε κατὰ τῆς οἰκουµένης; Τὸ φαγεῖν ἀπὸ τοῦ ξύλου µόνον τὸν ἕνα ἄνθρωπον. Εἰ οὖν ὁ θάνατος τοσαύτην ἔλαβεν ἰσχὺν ἐξ ἑνὸς παραπτώµατος, ὅταν εὑρεθῶσί τινες πολλῷ µείζονα τῆς ἁµαρτίας ἐκείνης λαβόντες χάριν καὶδικαιοσύνην, πῶς δυνήσονται εἶναι λοιπὸν ὑπεύθυνοι τῷ θανάτῳ;∆ ιὰ τοῦτο οὐκ εἶπεν ἐνταῦθα, χάριν, ἀλλὰ, Περισσείαν χάριτος· οὐ γὰρ ὅσον ἐχρῄζοµεν εἰς τὴν τῆς ἁµαρτίας ἀναίρεσιν, τοσοῦτον ἐλάβοµεν µόνον ἐκ τῆς χάριτος, ἀλλὰ καὶ πολλῷ πλέον. Καὶ γὰρ καὶ κολάσεως ἀπηλλάγηµεν, καὶ κακίαν ἀπεδοσάµεθα πᾶσαν, καὶ ἀνεγεννήθηµεν ἄνωθεν, καὶ ἀνέστηµεν τοῦ παλαιοῦ ταφέντος ἀνθρώπου, καὶ ἀπελυτρώθη µεν, καὶ ἡγιάσθηµεν, καὶ εἰς υἱοθεσίαν ἤχθηµεν, καὶ ἐδικαιώθηµεν, καὶ ἐγενόµεθα ἀδελφοὶ τοῦ Μονογενοῦς, καὶ συγκληρονόµοι καὶσύσσωµοι αὐτοῦ κατέστηµεν, καὶ εἰς τὴν σάρκα αὐτοῦ τελοῦµεν, καὶ ὥσπερ σῶµα κεφαλῇ, οὕτως ἡνώµεθα. Ταῦτα οὖν ἅπαντα περισσείαν χάριτος ἐκάλεσεν ὁ Παῦλος, δεικνὺς ὅτι οὐ φάρµακον ἐλάβοµεν ἀντίῤῥοπον τοῦ τραύµατος µόνον, ἀλλὰ καὶ ὑγείανκαὶ εὐµορφίαν καὶ τιµὴν καὶ δόξαν καὶ ἀξιώµατα πολὺ τὴν ἡµετέραν ὑπερβαίνοντα φύσιν. Καὶ τούτων µὲν ἕκαστον ἱκανὸν ἦν καθ' ἑαυτὸ λῦσαι τὸν θάνατον· ὅταν δὲ ἅπαντα ὁµοῦ συντρέχοντα φαίνηται, οὐδὲ ἴχνος αὐτοῦ λοιπὸν, οὐδὲ σκιὰν φανῆναι δυνατὸν, ἄρδην ἀφανισθέντος. Ὥσπερ οὖν εἴ τις ὀβολοὺς δέκα ὀφείλοντά τινα εἰς δεσµωτήριον ἐµβάλοι, οὐκ αὐτὸν δὲ µόνον, ἀλλὰ καὶ γυναῖκα καὶ παιδία καὶ οἰκέτας δι' αὐτόν· ἐλθὼν δὲ ἕτερος µὴ τοὺς δέκα ὀβολοὺς καταβάλοι µόνον, ἀλλὰ καὶ µυρία χρυσοῦ τάλαντα χαρίσαιτο, καὶ εἰς βασιλικὰς αὐλὰς εἰσαγάγοι τὸν δεσµώτην, καὶ εἰς θρόνον ἀρχῆς ὑψηλοτάτης, καὶ κοινωνὸν τῆς ἀνωτάτης τιµῆς ποιήσειε καὶ τῆς ἄλλης περιφανείας, οὐκ ἂν δύναιτο λοιπὸν µεµνῆσθαι τῶν δέκα ὀβολῶνὁ δανείσας· οὕτω καὶ ἐφ' ἡµῶν γέγονε. Πολλῷ γὰρ πλείονα ὧν ὀφείλοµεν κατέβαλεν ὁ Χριστὸς, καὶ τοσούτῳ πλείονα, ὅσῳ πρὸς ῥανίδα µικρὰν πέλαγος ἄπειρον Μὴ τοίνυν ἀµφίβαλλε, ἄνθρωπε, τοσοῦτον πλοῦτον ὁρῶν ἀγαθῶν, µηδὲ ζήτει πῶς ὁ σπινθὴρ ἐκεῖνος τοῦ θανάτου καὶ τῆς ἁµαρτίας ἐλύθη, τοσαύτης θαλάττης χαρισµάτωνἐπενεχθείσης αὐτῷ. Τοῦτο γὰρ καὶ Παῦλος ᾐνίξατο εἰπὼν, ὅτι Οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δικαιοσύνης λαβόντες, ἐν ζωῇ βασιλεύσουσι· καὶ ἐπειδὴ σαφῶς τοῦτο ἀπέδειξε, πάλιν τῷ πρώτῳ κέχρηται συλλογισµῷ, ἐπισφίγγων αὐτὸν τῇ ἐπαναλήψει, καὶ λέγων, ὅτι, εἰ διὰ τοῦπαραπτώµατος ἐκείνου ἐκολάσθησαν ἅπαντες, δύναιντ' ἂν καὶ ἐντεῦθεν δικαιωθῆναι.∆ ιὸ καὶ λέγει· Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώµατος εἰς πάντας ἀνθρώπους εἰς κατάκριµα, οὕτω καὶ δι' ἑνὸς δικαιώµατος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. Καὶ ἐπαγωνίζεται πάλιν αὐτῷ, οὕτω λέγων· Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁµαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονταιοἱ πολλοί. Καὶ δοκεῖ µὲν ζήτηµα οὐ µικρὸν ἔχειν τὸ εἰρηµένον· ἂν δέ τις ἀκριβῶς προσέχῃ, καὶ τοῦτο εὐκόλως λυθήσεται. Τί ποτ' οὖν ἐστι τὸ ζήτηµα; Τὸ λέγειν διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἁµαρτωλοὺς γενέσθαι πολλούς. Τὸ µὲν γὰρ ἁµαρτόντος ἐκείνου καὶ γενοµένου θνητοῦ, καὶ τοὺς ἐξ αὐτοῦ τοιούτους εἶναι, οὐδὲν ἀπεικός· τὸ δὲ ἐκ τῆς παρακοῆς ἐκείνου ἕτερον ἁµαρτωλὸν γενέσθαι, ποίαν ἂν ἀκολουθίαν σχοίη; Εὑρεθήσεται γὰρ οὕτω µηδὲ δίκην ὀφείλων ὁ τοιοῦτος, εἴ γε µὴ οἴκοθεν γέγονεν ἁµαρτωλός.
10.3
Τί οὖν ἐστιν ἐνταῦθα τὸ, Ἁµαρτωλοί; Ἐµοὶ δοκεῖ τὸ ὑπεύθυνοι κολάσει καὶ καταδεδικασµένοι θανάτῳ. Ὅτι µὲν οὖν τοῦ Ἀδὰµ ἀποθανόντος πάντες ἐγενόµεθα θνητοὶ, σαφῶς καὶ διὰ πολλῶν ἔδειξε· τὸ δὲ ζητούµενον, τίνος ἕνεκεν τοῦτο γέγονεν. Ἀλλ' οὐκέτι τοῦτο προστίθησιν· οὐδὲ γὰρ αὐτῷ πρὸς τὸ παρὸν συντελεῖ· πρὸς γὰρ Ἰουδαῖον ἡ µάχη τὸν ἀµφιβάλλοντα καὶ καταγελῶντα τῆς διὰ τοῦ ἑνὸς δικαιοσύνης.∆ ιὰ τοῦτο δείξας καὶ τὴν κόλασιν ἐξ ἑνὸς ἐξενεχθεῖσαν εἰς ἅπαντας, τίνος ἕνεκεν τοῦτο γέγονε, οὐκέτι προσέθηκεν· οὐ γάρ ἐστι περιττὸς, ἀλλὰ τῶν ἀναγκαίων ἔχεται µόνον. Τοῦτο γὰρ οὐκ αὐτὸν µᾶλλον ἢ τὸν Ἰουδαῖον ἠνάγκαζε λοιπὸν ὁ τὸν ἀγώνων νόµος εἰπεῖν· διόπερ ἀφίησιν ἄλυτον. Εἰ δὲ ὑµῶν τις ζητοίη µαθεῖν, ἐροῦµεν τοῦτο, ὅτι οὐ µόνον οὐδὲν παρεβλάβηµεν ἀπὸ τοῦ θανάτου τούτου καὶ τῆς καταδίκης, ἐὰν νήφωµεν, ἀλλὰκαὶ ἐκερδάναµεν θνητοὶ γενόµενοι· πρῶτον, τὸ µὴ ἐν ἀθανάτῳ σώµατι ἁµαρτάνειν· δεύτερον, ὥστε µυρίας ἔχειν φιλοσοφίας ὑποθέσεις. Καὶ γὰρ καὶ µετριάζειν καὶ σωφρονεῖν καὶ κατεστάλθαι καὶ πάσης ἀπηλλάχθαι κακίας, καὶ παρὼν καὶ προσδοκώµενος ὁ θάνατος ἀναπείθει. Μετὰ δὲ τούτων, µᾶλλον δὲ καὶ πρὸ τούτων καὶ ἕτερα πλείονα εἰσήγαγεν ἀγαθά. Ἐντεῦθεν γὰρ οἱ τῶν µαρτύρων στέφανοι, καὶ τὰ τῶν ἀποστόλων βραβεῖα· οὕτως ὁ Ἄβελ ἐδικαιώθη, οὕτως ὁ Ἀβραὰµ τὸν υἱὸν κατασφάξας, οὕτως ὁ Ἰωάννης διὰ τὸν Χριστὸν ἀναιρεθεὶς, οὕτως οἱ παῖδες οἱ τρεῖς, οὕτως ὁ∆ ανιήλ. Ἂν γὰρ θέλωµεν, οὐ µόνον ὁ θάνατος, ἀλλ' οὐδὲ αὐτὸς ὁ διάβολος ἡµᾶς βλάψαι δυνήσεται. Χωρὶς δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ ἀθανασία ἡµᾶς ἐκδέξεται, καὶ πρὸς ὀλίγον νουθετηθέντες χρόνον, µετὰ ἀδείας ἀπολαυσόµεθα τῶνµελλόντων ἀγαθῶν, ὥσπερ ἐν διδασκαλείῳ τινὶ τῷ παρόντι βίῳ διὰ νόσου καὶ θλίψεως καὶ πειρασµῶν καὶ πενίας καὶ τῶν ἄλλων τῶν δοκούντων εἶναιδεινῶν παιδευόµενοι εἰς τὸ γενέσθαι ἐπιτήδειοι εἰς τὴν τῶν µελλόντων ἀγαθῶν ὑποδοχήν. Νόµος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωµα. Ἐπειδὴ γὰρ ἔδειξεν ἀπὸ µὲν τοῦ Ἀδὰµ καταδικασθεῖσαν τὴν οἰκουµένην, ἀπὸ δὲ τοῦ Χριστοῦ σωθεῖσαν, καὶ τῆς καταδίκης ἀπαλλαγεῖσαν, εὐκαίρως καὶπερὶ τοῦ νόµου ζητεῖ λοιπὸν πάλιν, τὴν περὶ αὐτοῦ δόξαν ὑποτεµνόµενος. Οὐ γὰρ µόνον οὐδὲν ὤνησε, φησὶν, οὐδὲ µόνον οὐδὲν ἐβοήθησεν, ἀλλὰ καὶ ηὐξήθη τὸ νόσηµα παρεισελθόντος αὐτοῦ. Τὸ δὲ, Ἵνα, ἐνταῦθα οὐκ αἰτιολογίας πάλιν, ἀλλ' ἐκβάσεώς ἐστιν. Οὐ γὰρ διὰ τοῦτο ἐδόθη, ἵνα πλεονάσῃ, ἀλλ' ἐδόθη µὲν ὥστε µειῶσαι καὶ ἀνελεῖν τὸ παράπτωµα· ἐξέβη δὲ τοὐναντίον, οὐ παρὰ τὴν τοῦ νόµου φύσιν, ἀλλὰ παρὰ τὴν τῶν δεξαµένων ῥᾳθυµίαν.∆ ιὰ τί δὲ οὐκ εἶπε, Νόµος ἐδόθη, ἀλλὰ, Νόµος δὲ παρεισῆλθε; Πρόσκαιρον αὐτοῦ δεικνὺς τὴν χρείαν οὖσαν, καὶ οὐ κυρίαν οὐδὲ προηγουµένην· ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας φησὶν, ἑτέρως τὸ αὐτὸ τοῦτο δηλῶν· Πρὸ τοῦ γὰρ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόµον, φησὶν, ἐφρουρούµεθα συγκεκλεισµένοι εἰς τὴν µέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε οὐχ ἑαυτῷ, ἀλλ' ἑτέρῳ τὴν ποίµνην ἐφύλαττεν. Ἐπειδὴ γὰρ βάναυσοί τινες ἦσαν Ἰουδαῖοι καὶ ἐκλελυµένοι, καὶ πρὸς αὐτὰς τὰς δωρεὰς ἀναπεπτωκότες, τούτου χάριν ὁ νόµος ἐδόθη, ἵνα αὐτοὺςἐλέγξῃ µειζόνως, καὶ διδάξῃ σαφῶς ἐν οἷς εἰσι, καὶ τὴν κατηγορίαν αὐξήσας ἐπισφίγξῃ µᾶλλον αὐτούς. Ἀλλὰ µὴ φοβηθῇς· οὐ γὰρ ἐπὶ τῷ µείζω γενέσθαι τὴν κόλασιν τοῦτο ἐγένετο, ἀλλ' ἐπὶ τῷ µείζονα φανῆναι τὴν χάριν.∆ ιὸ ἐπήγαγεν, Οὗ δὲ ἐπλεόνασεν ἡ ἁµαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Οὐκ εἶπεν, Ἐπερίσσευσεν, ἀλλὰ καὶ, Ὑπερεπερίσσευσεν. Οὐ γὰρ κολάσεως ἀπήλλαξε µόνον, ἀλλὰ καὶ ἁµαρτηµάτων ἄφεσιν καὶ ζωὴν ἔδωκε, καὶ τὰ ἄλλα ἃ πολλάκις εἰρήκαµεν· ὥσπερ ἂν εἴ τις τὸν πυρέττοντα µὴ νόσου µόνον ἐλευθερώσειεν, ἀλλὰ καὶ ὡραῖον ἐργάσαιτο καὶ ἰσχυρὸν καὶ ἔντιµον, ἢ τὸν πεινῶντα πάλιν µὴθρέψειε µόνον, ἀλλὰ καὶ τῶν πολλῶν ποιήσειε χρηµάτων εἶναι κύριον, καὶ ἐπ' ἀρχὴν ἀγάγοι µεγίστην. Καὶ πῶς ἐπλεόνασε τὸ ἁµάρτηµα, φησί; Μυρίας ἔδωκεν ἐντολὰς ὁ νόµος· ἐπεὶ οὖν πάσας ὑπερέβησαν, ἐπλεόνασε τὸ ἁµάρτηµα. Εἶδες πόσον τὸ µέσον τῆς χάριτος καὶ τοῦ νόµου; Ὁ µὲν γὰρ καὶ προσθήκη κατακρίσεως ἐγένετο, ἡ δὲ πλεονασµὸς δωρεᾶς.
10.4
Εἰπὼν δὲ τὴν ἄφατον φιλοτιµίαν, ζητεῖ πάλιν τὴν ἀρχὴν καὶ τὴν ῥίζαν καὶ τοῦ θανάτου καὶ τῆς ζωῆς. Τίς οὖν τοῦ θανάτου ἡ ῥίζα; Ἡ ἁµαρτία· διὸ καὶ ἔλεγεν· Ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁµαρτία ἐν τῷ θανάτῳ, οὕτω καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡµῶν. Ταῦτα δὲ ἔφη, δεικνὺς ταύτην µὲν ἐν τάξει βασιλέως, τὸν δὲ θάνατον ἐν τάξει στρατιώτου ὑπ' αὐτῇ ταττόµενον, καὶ ὑπὸ ταύτης καθοπλιζόµενον. Οὐκοῦν εἰ αὐτὴ τὸν θάνατον καθώπλισεν, εὔδηλον ὅτι ἡ ἀναιρετικὴ ταύτης δικαιοσύνη ἡ διὰ τῆς χάριτος εἰσενεχθεῖσα οὐ µόνον ἀφοπλίζει τὸνθάνατον, ἀλλὰ καὶ ἀναιρεῖ, καὶ τὴν ἐκείνης καταλύει βασιλείαν ἅπασαν, ὅσῳ καὶ µείζων ταύτης ἐκείνη, οὐ δι' ἀνθρώπου ἢ διαβόλου, ἀλλὰ διὰ Θεοῦ καὶχάριτος εἰσαγοµένη, καὶ ἐπὶ τὸ χρηστότερον ἄγουσα τὴν ζωὴν τὴν ἡµετέραν καὶ ἀπέραντον ἀγαθόν· οὐκ ἔτι γὰρ αὐτῆς ἔσται πέρας, ἵνα καὶ ἐντεῦθεν µάθῃς τὸ πλέον. Ἐκείνη µὲν γὰρ τῆς παρούσης ἐξέβαλε ζωῆς· ἡ δὲ χάρις ἐλθοῦσα οὐ τὴν παροῦσαν, ἀλλὰ τὴν ἀθάνατον ἡµῖν ἐδωρήσατο καὶ αἰώνιον. Τούτων δὲ πάντων πρόξενος ἡµῖν ὁ Χριστός. Μὴ τοίνυν ἀµφίβαλλε περὶ ζωῆς, δικαιοσύνην ἔχων· καὶ γὰρ µείζων ἡ δικαιοσύνη τῆς ζωῆς, ἐπεὶ καὶ µήτηρ αὐτῆς ἐστι. Τί οὖν; ἐπιµενοῦµεν τῇ ἁµαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Πάλιν εἰς τὸν ἠθικὸν ἐκβαίνει λόγον, οὐχὶ προηγουµένως αὐτὸν εἰσάγων, ἵνα µὴ δόξῃ φορτικὸς εἶναι πολλοῖς καὶ ἐπαχθὴς, ἀλλ' ἐκ τῆς τῶνδογµάτων ἀκολουθίας. Εἰ γὰρ καὶ οὕτω ποικίλλων τὸν λόγον ἐφείδετο, µή ποτε δυσχεράνωσιν ἐκεῖνοι πρὸς τὰ λεγόµενα( διὸ καὶ ἔλεγε, Τολµηρότερον δὲ ἔγραψα ὑµῖν ἀπὸµέρους), πολλῷ µᾶλλον, εἰ µὴ τοῦτο ἐποίησε, τραχύτερος ἂν αὐτοῖς ὤφθη. Ἐπεὶ οὖν ἔδειξε µεγάλην οὖσαν τὴν χάριν τῷ µεγάλα ἰάσασθαι ἁµαρτήµατα, ἐκ δὲ τούτου ἐδόκει παρὰ τοῖς ἀνοήτοις προτροπὴ τὸ λεγόµενον εἰςἁµαρτίαν εἶναι. Εἰ γὰρ διὰ τοῦτο µείζων ἐφάνη ἡ χάρις, φησὶν, ἐπειδὴ µεγάλα ἡµάρτοµεν, µὴ ἀποστῶµεν ἁµαρτάνοντες, ἵνα πλείων ἡ χάρις δειχθῇ· ἵν' οὖν µὴ ταῦτα λέγωσιν ἢ ὑπονοῶσιν, ὅρα πῶς ἀνατρέπει τὴν ἀντίθεσιν, πρῶτον µὲν τῇ ἀπαγορεύσει, λέγων, Μὴ γένοιτο· ὅπερ ἐπὶ τῶν σφόδρα ὡµολογηµένων ἀτόπων ποιεῖν εἴωθεν· ἔπειτα καὶ λογισµὸν τίθησιν ἀναντίῤῥητον. Ποῖον δὴ τοῦτον; Οἵτινες ἀπεθάνοµεν, φησὶ, τῇ ἁµαρτίᾳ, πῶς ἔτι ζήσοµεν ἐν αὐτῇ; Τί ἐστιν, Ἀπεθάνοµεν; Ἢ ὅτι, τὸ ἐκείνης µέρος καὶ τὸ εἰς αὐτὴν ἧκον, ἀπόφασιν ἐδεξάµεθα πάντες· ἢ ὅτι νεκροὶ γεγόναµεν αὐτῇ, πιστεύσαντες καὶ φωτισθέντες· ὃ καὶ µᾶλλον ἔστιν εἰπεῖν· τοῦτο γὰρ καὶ τὸ ἑξῆς κείµενον ἐµφαίνει. Τί δέ ἐστιν, νεκροὺς αὐτῇ γεγονέναι; Τὸ πρὸς µηδὲν ὑπακούειν αὐτῇ λοιπόν. Τοῦτο γὰρ τὸ µὲν βάπτισµα ἐποίησεν ἅπαξ, ἐνέκρωσεν ἡµᾶς αὐτῇ· δεῖ δὲ λοιπὸν παρὰ τῆς ἡµετέρας σπουδῆς κατορθοῦσθαι αὐτὸ διηνεκῶς, ὥστε, κἂν µυρία ἐπιτάττῃ, µηκέτι ὑπακούειν, ἀλλὰ µένειν ἀκίνητον ὥσπερτὸν νεκρόν. Καίτοι γε ἀλλαχοῦ φησιν, ὅτι αὕτη ἡ ἁµαρτία ἀπέθανεν· ἀλλ' ἐκεῖ µὲν εὔκολον βουλόµενος δεῖξαι τὴν ἀρετὴν, τοῦτο τίθησιν· ἐνταῦθα δὲ, ἐπειδὴ διεγεῖραι σπεύδει τὸν ἀκροατὴν, ἐπ' αὐτὸν µεταφέρει τὸν θάνατον. Εἶτα, ἐπειδὴ ἀσαφὲς ἦν τὸ εἰρηµένον, ἑρµηνεύει πάλιν αὐτὸ καὶ ἐπιπληκτικῶς τῷ λόγῳ χρώµενος. Ἣ ἀγνοεῖτε γὰρ, φησὶν, ἀδελφοὶ, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθηµεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθηµεν; Συνετάφηµεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσµατος εἰς τὸν θάνατον. Τί ἐστιν, Εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθηµεν; Εἰς τὸ καὶ αὐτοὶ ἀποθανεῖν ὥσπερ ἐκεῖνος· σταυρὸς γάρ ἐστι τὸ βάπτισµα. Ὅπερ οὖν ὁ σταυρὸς τῷ Χριστῷ καὶ ὁ τάφος, τοῦτο ἡµῖν τὸ βάπτισµα γέγονεν, εἰ καὶ µὴ ἐπὶ τῶν αὐτῶν· αὐτὸς µὲν γὰρ σαρκὶ καὶ ἀπέθανε καὶ ἐτάφη, ἡµεῖς δὲ ἁµαρτίᾳ ἀµφότερα.∆ ιὸ οὐκ εἶπε Σύµφυτοι τῷ θανάτῳ, ἀλλὰ, Τῷ ὁµοιώµατι τοῦ θανάτου. Θάνατος µὲν γὰρ καὶ τοῦτο κἀκεῖνο, ἀλλ' οὐχὶ τοῦ αὐτοῦ ὑποκειµένου· ἀλλ' ὁ µὲν σαρκὸς ὁ τοῦ Χριστοῦ, ὁ δὲ ἁµαρτίας ὁ ἡµέτερος. Ὥσπερ οὖν ἐκεῖνος ἀληθὴς, οὕτω καὶ οὗτος. Ἀλλ' εἰ καὶ ἀληθὴς, δεῖ καὶ τὰ παρ' ἡµῶν συνενεχθῆναι πάλιν· διὸ καὶ ἐπήγαγεν· Ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡµεῖς ἐν καινότητι ζωῆς περιπατήσωµεν. Ἐνταῦθα µετὰ τῆς ἐπιµελείας τοῦ βίου καὶ τὸν περὶ τῆς ἀναστάσεως αἰνίττεται λόγον. Πῶς; Ἐπίστευσας, φησὶν, ὅτι ἀπέθανεν ὁ Χριστὸς, καὶ ὅτι ἠγέρθη; Οὐκοῦν καὶ τὸ σὸν πίστευε· τοῦτο γὰρ ἔοικεν ἐκείνῳ, ἐπειδὴ καὶ τὸ σὸν καὶ σταυρὸς καὶ τάφος. Εἰ γὰρ ἐν θανάτῳ ἐκοινώνησας καὶ ταφῇ, πολλῷ µᾶλλον ἐν ἀναστάσει καὶ ζωῇ· τοῦ γὰρ µείζονος λυθέντος, τῆς ἁµαρτίας, οὐ δεῖ περὶ τοῦ ἐλάττονος ἀµφιβάλλειν λοιπὸν, τῆς τοῦ θανάτου ἀναιρέσεως. Ἀλλὰ ταῦτα µὲν τέως ἀφίησι λογίζεσθαι τῷ συνειδότι τῶν ἀκροωµένων, αὐτὸς δὲ προκειµένης τῆς µελλούσης, ἑτέραν ἡµᾶς ἀνάστασιν ἀπαιτεῖ, τὴνκαινὴν πολιτείαν, τὴν κατὰ τὸν παρόντα βίον ἐκ τῆς τῶν τρόπων µεταβολῆς γινοµένην. Ὅταν γὰρ ὁ πόρνος γένηται σώφρων, καὶ ὁ πλεονέκτης ἐλεήµων, καὶ ὁ τραχὺς ἥµερος, καὶ ἐνταῦθα ἀνάστασις γέγονεν ἐκείνης οὖσα προοίµιον. Καὶ πῶς ἀνάστασις; Τῆς µὲν ἁµαρτίας νεκρωθείσης, τῆς δὲ δικαιοσύνης ἀναστάσης, καὶ τῆς µὲν παλαιᾶς ζωῆς ἀφανισθείσης, τῆς δὲ καινῆς ταύτης καὶ ἀγγελικῆς πολιτευοµένης. Ὅταν δὲ ἀκούσῃς καινὴν ζωὴν, πολλὴν ζήτει τὴν ἐναλλαγὴν, καὶ µεγάλην τὴν µεταβολήν.
10.5
Ἀλλὰ γὰρ δακρῦσαί µοι λοιπὸν ἔπεισι καὶ στενάξαι µέγα, ὅταν ἐννοήσω πόσην µὲν ἡµᾶς ἀπαιτεῖ φιλοσοφίαν ὁ Παῦλος, πόσῃ δὲ ἑαυτοὺςἐξεδώκαµεν ῥᾳθυµίᾳ, µετὰ τὸ βάπτισµα ἐπὶ τὸ πρότερον ἐπανιόντες γῆρας, καὶ εἰς τὴν Αἴγυπτον ἀνακάµπτοντες, καὶ τῶν σκορόδων µεµνηµένοι µετὰ τὸ µάννα.∆ έκα γὰρ καὶ εἴκοσιν ἡµέρας παρ' αὐτὸ τὸ βάπτισµα µεταβαλλόµενοι, τοῖς προτέροις πάλιν ἐπιχειροῦµεν. Ἀλλ' οὐκ ἀριθµὸν ἡµερῶν τακτὸν, ἀλλ' ὅλον ἡµᾶς τὸν βίον ἀπαιτεῖ ταύτην τὴν πολιτείαν ὁ Παῦλος· ἡµεῖς δὲ ἐπὶ τὸν πρότερον ἐπανερχόµεθα ἔµετον, µετὰ τὴν ἀπὸ τῆς χάριτος νεότητα, τὸ ἀπὸ τῶν ἁµαρτιῶν κατασκευάζοντες γῆρας. Καὶ γὰρ τὸ χρηµάτων ἐρᾷν, καὶ τὸ δουλεύειν ἐπιθυµίαις ἀτόποις, καὶ πᾶσα ἁπλῶς ἁµαρτία παλαιοῦν εἴωθε τὸν ἐργαζόµενον· τὸ δὲ παλαιούµενον καὶ γηράσκον ἐγγὺς ἀφανισµοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὕτω σῶµα ὑπὸ χρόνων παραλελυµένον ἰδεῖν, ὡς ψυχὴν ὑπὸ ἁµαρτηµάτων πολλῶν σαθρουµένην καὶ καταπίπτουσαν. Ἡ γὰρ εἰς ἐσχάτην ληρωδίαν ἐξάγεται λοιπὸν, ἄσηµα φθεγγοµένη καθάπερ οἱ γεγηρακότες καὶ παραπαίοντες, καὶ κορύζης ἀναπεπλησµένηκαὶ παραπληξίας πολλῆς καὶ λήθης, καὶ λήµας πρὸ τῶν ὀφθαλµῶν ἔχουσα, καὶ ἀνθρώποις βδελυρὰ, καὶ τῷ διαβόλῳ εὐχείρωτος· καὶ γὰρ τοιαῦται αἱ τῶν ἁµαρτωλῶν ψυχαί. Ἀλλ' οὐχ αἱ τῶν δικαίων, ἀλλὰ νεάζουσι καὶ σφριγῶσι, καὶ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας εἰσὶ διαπαντὸς, πρὸς ἅπασαν µάχην καὶ πάλην ἀεὶ παρεσκευασµέναι· αἱ δὲ τῶν ἁµαρτωλῶν κἂν µικρὰν δέξωνται προσβολὴν, ἔπεσόν τε εὐθέως καὶ ἀπώλοντο. Καὶ τοῦτο δηλῶν ὁ προφήτης ἔλεγεν, ὅτι Ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεµος ἀπὸ προσώπου τῆς γῆς, οὕτως εἰσὶν εὐρίπιστοι, καὶ εἰς ἐπήρειαν πᾶσιπροκείµενοι, οἱ ἐν ἁµαρτίαις ζῶντες. Οὔτε γὰρ ὁρῶσιν ὑγιῶς, οὔτ' ἀκούουσιν εἰλικρινῶς, οὐ φθέγγονται ἔναρθρα, ἀλλὰ πολλῆς µὲν γέµουσι τῆς λυγγὸς, πολὺν δὲ ἐν τῷ στόµατι περιῤῥέοντατὸν σίελον περιφέρουσι. Καὶ εἴθε σίελον, καὶ οὐδὲν ἦν ἄτοπον· νυνὶ δὲ παντὸς βορβόρου ῥήµατα δυσωδέστερα προΐενται, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ ἀποπτύσαι τὸν σίελον τούτων τῶν ῥηµάτων ἰσχύουσιν, ἀλλὰτῇ χειρὶ δεχόµενοι µετὰ πολλῆς τῆς βδελυρίας, πάλιν αὐτὸν προστρίβονται παχὺν ὄντα καὶ δυσδιάτµητον. Τάχα ναυτιᾶτε πρὸς τὴν διήγησιν· οὐκοῦν µᾶλλον πρὸς τὴν πρᾶξιν. Εἰ γὰρ ἐν σώµατι ταῦτα ἀηδῆ συµβαίνοντα, πολλῷ µᾶλλον ἐν τῇ ψυχῇ. Τοιοῦτος ἦν ἐκεῖνος ὁ παῖς ὁ πάντα τὰ ἑαυτοῦ κατηναλωκὼς, καὶ εἰς ἐσχάτην κακίαν κατενεχθεὶς, παντὸς ληροῦντος καὶ νενοσηκότοςἀσθενέστερον διακείµενος. Ἀλλ' ἐπειδὴ ἐβουλήθη, γέγονεν ἄφνω νέος, ἀπὸ γνώµης µόνης καὶ µεταστάσεως. Ἐπειδὴ γὰρ εἶπεν, Ἐπιστρέψω πρὸς τὸν πατέρα µου, τὸ ῥῆµα τοῦτο αὐτῷ πάντα ἐκόµισε τἀγαθά· µᾶλλον δὲ οὐ τὸ ῥῆµα ἁπλῶς, ἀλλὰ τὸ ἔργον τῷ ῥήµατι προστεθέν. Οὐδὲ γὰρ εἶπεν, Ἐπανέλθω, καὶ ἔµεινεν· ἀλλ' εἶπεν, Ἐπανέλθω, καὶ ἐπανῆλθε, καὶ τὴν ὁδὸν πᾶσαν ὑπέστρεψεν ἐκείνην. Οὕτω καὶ ἡµεῖς ποιῶµεν· κἂν εἰς τὴν ὑπερορίαν ἀπενεχθῶµεν, ἐπανέλθωµεν πρὸς τὸν πατρῷον οἶκον, καὶ µὴ κατοκνήσωµεν πρὸς τὸ τῆς ὁδοῦ µῆκος. Ἂν βουληθῶµεν, εὔκολος ἡ ἐπάνοδος γίνεται καὶ ταχίστη, µόνον ἀφῶµεν τὴν ξένην καὶ τὴν ἀλλοτρίαν· τοῦτο γὰρ ἡ ἁµαρτία, πόῤῥω τῆς οἰκίας ἡµᾶς ἀπάγουσα τοῦ πατρός. Ἀφῶµεν τοίνυν αὐτὴν, ἵνα ταχέως πρὸς τὸν πατρῷον ἐπανέλθωµεν οἶκον. Καὶ γὰρ φιλόστοργός ἐστιν ὁ πατὴρ, καὶ τῶν εὐδοκιµούντων οὐχ ἧττον ἡµᾶς ἀγαπήσει µεταβαλλοµένους, ἀλλὰ καὶ πλέον· ἐπεὶ καὶ ἐκεῖνον ὁ πατὴρ τότε µειζόνως ἐτίµησε· καὶ γὰρ µειζόνως αὐτὸς ἥσθη τὸν παῖδα ἀπολαβών. Καὶ πῶς ἐπανέλθω, φησίν; Ἀρχὴν ἐπίθες τῷ πράγµατι µόνον, καὶ τὸ πᾶν γέγονε· στῆθι τῆς κακίας, καὶ µὴ προέλθῃς περαιτέρω, καὶ ἤδη τοῦ παντὸς ἐπελάβου. Καθάπερ γὰρ τοῖς κάµνουσι τὸ µὴ χεῖρον σχεῖν ἀρχὴ γένοιτ' ἂν τοῦ βέλτιον ἔχειν, οὕτω καὶ ἐπὶ τῆς κακίας συµβαίνει· µὴ περαιτέρω προβῇς, καὶ τέλος ἕξει σοι τὰ τῆς πονηρίας. Κἂν δύο ποιήσῃς τοῦτο ἡµέρας, τῇ τρίτῃ εὐκολώτερον ἀποστήσῃ, καὶ µετὰ τὰς τρεῖς, καὶ δέκα προσθήσεις, εἶτα εἴκοσιν, εἶτα ἑκατὸν, εἶτα τὸν βίον ἅπαντα. Ὅσῳ γὰρ ἂν προβαίνῃς, εὐκολώτερον ὄψει τὴν ὁδὸν, καὶ ἐπ' αὐτὴν στήσῃ τὴν κορυφὴν, καὶ πολλῶν ἀθρόον ἀπολαύσεις τῶν ἀγαθῶν. Ἐπεὶ καὶ τότε, ὅτε ὁ ἄσωτος ἐπανῆλθεν ἐκεῖνος, καὶ αὐλοὶ καὶ κιθάραι καὶ χοροὶ καὶ θαλίαι καὶ πανηγύρεις ἦσαν· καὶ ὁ ὀφείλων ὑπὲρ τῆς ἀκαίρου δαπάνης καὶ τῆς οὕτω µακρᾶς φυγῆς τὸν παῖδα ἀπαιτῆσαι δίκην, οὐδὲν τούτων ἐποίησεν, ἀλλ' ὡς εὐδοκιµηκότα εἶδε, καὶ οὐδὲ µέχρι ῥηµάτων ὀνειδίσαι τῷ παιδὶ, µᾶλλον δὲ οὐδὲ ἁπλῶς αὐτὸν ἀναµνῆσαι τῶν προτέρων ἠνέσχετο, ἀλλὰ καὶ περιεχύθη, καὶ κατεφίλησε, καὶ µόσχονἔθυσε, καὶ στολὴν ἐνέδυσε, καὶ ἐν πολλῷ τῷ κόσµῳ κατέστησε. Ταῦτα οὖν ἔχοντες καὶ ἡµεῖς τὰ ὑποδείγµατα, θαῤῥῶµεν καὶ µὴ ἀπογινώσκωµεν. Οὐ γὰρ οὕτω χαίρει καλούµενος∆ εσπότης, ὡς Πατὴρ, οὐδὲ δοῦλον ἔχων, ὡς υἱόν· καὶ µᾶλλον τοῦτο βούλεται, ἢ ἐκεῖνο.∆ ιὰ τοῦτο γοῦν καὶ πάντα ἐποίησεν ἅπερ ἐποίησε, καὶ οὐδὲ τοῦ Μονογενοῦς αὐτοῦ ἐφείσατο, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωµεν, ἵνα µὴ ὡς∆ εσπότην µόνον, ἀλλὰ καὶ ὡς Πατέρα αὐτὸν ἀγαπῶµεν. Κἂν τύχῃ τούτου παρ' ἡµῶν, καθάπερ τις δοξαζόµενος ἐναβρύνεται, καὶ εἰς πάντας αὐτὸ ἐκφέρει, ὁ µηδενὸς δεόµενος τῶν ἡµετέρων. Τοῦτο γοῦν ἐπὶ τοῦ Ἀβραὰµ ἐποίησε, πανταχοῦ λέγων, Ἐγὼ ὁ Θεὸς Ἀβραὰµ καὶ Ἰσαὰκ καὶἸακώβ. Καίτοι γε τοὺς οἰκέτας ἐχρῆν καλλωπίζεσθαι τούτῳ· νῦν δὲ ὁ∆ εσπότης φαίνεται τοῦτο ποιῶν.∆ ιὰ τοῦτο καὶ Πέτρῳ φησὶ, Φιλεῖς µε πλέον τούτων; δεικνὺς, ὅτι οὐδὲν πρὸ τούτου ζητεῖ παρ' ἡµῶν.∆ ιὰ τοῦτο καὶ τὸν Ἀβραὰµ τὸν υἱὸν θῦσαι ἐκέλευσεν, ἵνα δείξῃ πᾶσιν, ὅτι σφόδρα φιλεῖται παρὰ τοῦ πατριάρχου. Τοῦτο δὲ τὸ σφόδρα φιλεῖσθαι ἐθέλειν, ἀπὸ τοῦ σφόδρα φιλεῖν γίνεται.∆ ιὰ τοῦτο καὶ τοῖς ἀποστόλοις ἔλεγεν· Ὁ φιλῶν πατέρα ἢ µητέρα ὑπὲρ ἐµὲ, οὐκ ἔστι µου ἄξιος.
10.6
∆ ιὰ τοῦτο, ὃ πάντων ἡµῖν ἐστιν οἰκειότερον ἡ ψυχὴ, καὶ ταύτην δευτέραν κελεύει τίθεσθαι τῆς εἰς αὐτὸν ἀγάπης, ἐπειδὴ µεθ' ὑπερβολῆς ἁπάσηςβούλεται φιλεῖσθαι παρ' ἡµῶν. Καὶ γὰρ ἡµεῖς, ὅταν µὲν µὴ σφόδρα περί τινα ὦµεν διακείµενοι, οὐδὲ τῆς παρ' ἐκείνου σφόδρα δεόµεθα φιλίας, κἂν µέγας ᾖ καὶ περιφανής· ὅταν δὲ θερµῶς τινα καὶ γνησίως φιλῶµεν, κἂν εὐτελὴς, κἂν µικρὸς ὁ φιλούµενος, µεγίστην τιθέµεθα δόξαν τὸ παρ' ἐκείνου φίλτρον.∆ ιὸ καὶ αὐτὸς οὐ τὸ φιλεῖσθαι παρ' ἡµῶν µόνον, ἀλλὰ καὶ τὸ ὑπὲρ ἡµῶν παθεῖν τὰ ἐπονείδιστα ἐκεῖνα, δόξαν ἐκάλει. Ἀλλ' ἐκεῖνα µὲν δι' ἀγάπην µόνον δόξα ἦν· ἃ δὲ ἂν ἡµεῖς ὑπὲρ αὐτοῦ πάθωµεν, οὐ δι' ἀγάπην µόνον, ἀλλὰ καὶ διὰ τὸ µέγεθος τοῦ ποθουµένου καὶ τὴν ἀξίαν, δόξα ἂν εἰκότως καὶ καλοῖτο καὶ εἴη. Ὡς ἐπὶ στεφάνους τοίνυν µεγίστους τρέχωµεν τοὺς ὑπὲρ αὐτοῦ κινδύνους, καὶ µήτε πενίαν µήτε νόσον µήτε ἐπήρειαν, µὴ συκοφαντίαν, µὴ αὐτὸντὸν θάνατον νοµίζωµεν εἶναι βαρὺ καὶ ἐπαχθὲς, ὅταν δι' αὐτὸν ταῦτα ὑποµένωµεν. Ἂν γὰρ νήφωµεν, τὰ µέγιστα διὰ τούτων ἁπάντων κερδανοῦµεν· ὥσπερ οὖν ἐὰν µὴ νήφωµεν, οὐδὲ ἀπὸ τῶν ἐναντίων καρπωσόµεθά τι χρηστόν. Σκόπει δέ· ἐπηρεάζει σοί τις καὶ πολεµεῖ; Οὐκοῦν ἐγρηγορέναι σε παρασκευάζει, καὶ ἀφορµήν σοι παρέχει τοῦ γενέσθαι ὅµοιον τῷ Θεῷ. Ἂν γὰρ ἀγαπήσῃς τὸν ἐπιβουλεύοντα, ὅµοιος ἔσῃ τῷ Τὸν ἥλιον ἀνατέλλοντι ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἕτερος ἀφαιρεῖταί σου τὰ χρήµατα; Ἂν γενναίως ἐνέγκῃς, τοῖς εἰς πένητας πάντα δεδαπανηκόσι τὸν αὐτὸν λήψῃ µισθόν. Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑµῶν, φησὶ, µετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες κρείττονα ἔχειν ὕπαρξιν ἐν οὐρανοῖς, καὶ µένουσαν. Εἶπέ τις κακῶς καὶ ὠνείδισεν; Ἄν τε ἀληθῆ ταῦτα ᾖ, ἄν τε ψευδῆ, στέφανόν σοι µέγιστον ἔπλεξεν, ἂν πράως τὴν λοιδορίαν ἐνέγκῃς. Ὅ τε γὰρ συκοφαντῶν πολὺν ἡµῖν προξενεῖ τὸν µισθὸν( Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆµα καθ' ὑµῶν ψευδόµενοι, ὅτιὁ µισθὸς ὑµῶν πολὺς ἐν τοῖς οὐρανοῖς), ὅ τε ἀληθῆ λέγων πάλιν τὰ µέγιστα ὠφελεῖ, µόνον ἂν πράως ἐνέγκωµεν τὰ λεγόµενα. Καὶ γὰρ ὁ Φαρισαῖος ἀληθεύων τὸν τελώνην ἔλεγε κακῶς, ἀλλ' ὅµως ἀντὶ τελώνου δίκαιον ἐποίησε. Καὶ τί δεῖ καθ' ἕκα στον λέγειν, ἔξεστι γὰρ ἐπελθόντα τοὺς ἄθλους τοῦ Ἰὼβ ἅπαντα ταῦτα µετ' ἀκριβείας µαθεῖν.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Εἰ ὁ Θεὸς ὑπὲρ ἡµῶν, τίς καθ' ἡµῶν; Ὥσπερ οὖν σπουδάζοντες καὶ ἀπὸ τῶν λυπούντων κερδαίνοµεν, οὕτω ῥᾳθυµοῦντες οὐδὲ ἀπὸ τῶν ὠφελούντων ἀµείνους γινόµεθα. Τί γὰρ τὸν Ἰούδαν ὠφέλησεν, εἰπέ µοι, ἡ τοῦ Χριστοῦ συνουσία; τί δὲ τοὺς Ἰουδαίους ὁ νόµος; τί δὲ τὸν Ἀδὰµ ὁ παράδεισος; τί δὲ τοὺς ἐν τῇ ἐρήµῳ Μωϋσῆς;∆ ιά τοι τοῦτο πάντα ἀφέντας, ἓν δεῖ σκοπεῖν µόνον, ὅπως τὰ καθ' ἑαυτοὺς οἰκονοµήσωµεν καλῶς· κἂν τοῦτο ποιῶµεν, οὐδὲ αὐτὸς ὁ διάβολος ἡµῶν περιέσται ποτὲ, ἀλλὰ καὶ µειζόνως ἡµᾶς ὠφελήσει, νήφειν παρασκευάζων. Οὕτω γοῦν καὶ τοὺς Ἐφεσίους ὁ Παῦλος διήγειρε, τὴν ἐκείνου διηγούµενος ἀγριότητα. Ἀλλ' ἡµεῖς καθεύδοµεν καὶ ῥέγχοµεν καὶ ταῦτα πρὸς οὕτω πονηρὸν πολέµιον ἔχοντες. Καὶ εἰ µὲν ὄφιν ἐµφωλεύοντα ἔγνωµεν παρὰ τὴν κλίνην τὴν ἡµετέραν, πολλὴν ἂν ἐποιησάµεθα σπουδὴν ὥστε αὐτὸν ἀνελεῖν· τοῦ διαβόλου δὲ ἐµφωλεύοντος ἡµῶν ταῖς ψυχαῖς, οὐδὲν ἡγούµεθα πάσχειν δεινὸν, ἀλλ' ἀναπεπτώκαµεν. Τὸ δὲ αἴτιον, ἐπειδὴ τοῖς ὀφθαλµοῖς οὐχ ὁρῶµεν αὐτὸν τοῖς τοῦ σώµατος· καίτοι διὰ τοῦτο ἐχρῆν ἐγρηγορέναι µᾶλλον καὶ νήφειν. Τὸν µὲν γὰρ αἰσθητὸν πολέµιον κἂν φυλάξαιτό τις ῥᾳδίως, τὸν δὲ ἀόρατον, ἂν µὴ διὰ παντὸς ὦµεν καθωπλισµένοι, οὐ δυνησόµεθα εὐκόλως διαφυγεῖν· καὶ µάλιστα, ὅτι οὐδὲ ἐξ εὐθείας οἶδε πολεµεῖν· ἦ γὰρ ἂν ἑάλω ταχέως· ἀλλὰ σχήµατι πολλάκις φιλίας τὸν τῆς ὠµότητος ἰὸν ἐνίησιν. Οὕτω γοῦν καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ παρεσκεύασε, προσωπεῖον φιλοστοργίας ὑποδῦσαν τὴν πονηρὰν ἐκείνην εἰσενεγκεῖν συµβουλήν· οὕτω καὶ τῷ Ἀδὰµ διαλεγόµενος, ὑποκρίνεται τὸ κηδεµονικὸν καὶ προστατικὸν, λέγων, ὅτι Ἀνοιχθήσονται ὑµῶν οἱ ὀφθαλµοὶ ᾗ ἂν ἡµέρᾳ φάγητε ἀπὸτοῦ ξύλου. Οὕτω καὶ τὸν Ἰεφθάε ἀνέπεισε προσχήµατι εὐσεβείας τὴν θυγατέρα κατασφάξαι, καὶ τὴν παράνοµον θυσίαν ἀνενεγκεῖν. Εἶδες αὐτοῦ τὰς µεθοδείας; εἶδες τὸν ποικίλον πόλεµον; Φυλάττου τοίνυν, καὶ πανταχόθεν φράττου τοῖς ὅπλοις τοῖς πνευµατικοῖς, καὶ καταµάνθανε τὰς ἐκείνου µηχανὰς µετὰ ἀκριβείας, ἵνα καὶ ἀνάλωτος ᾖςκαὶ ἕλῃς αὐτὸν εὐκόλως· ἐπεὶ καὶ Παῦλος οὕτως αὐτοῦ περιεγένετο, ταῦτα µετὰ ἀκριβείας καταµανθάνων· διὸ καὶ ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήµατα ἀγνοοῦµεν. Καὶ ἡµεῖς τοίνυν καὶ µαθεῖν καὶ φυγεῖν τὰς ἐπιβουλὰς αὐτοῦ σπουδάσωµεν, ἵνα τὴν κατ' αὐτοῦ νίκην ἀράµενοι, καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰτὸν µέλλοντα ἀνακηρυχθῶµεν αἰῶνα, καὶ τῶν ἀκηράτων ἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµατῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.