Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
11.0
Εἰ γὰρ σύµφυτοι γεγόναµεν τῷ ὁµοιώµατι τοῦ θα νάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσό µεθα.
11.1
Ὅπερ καὶ ἔµπροσθεν ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι εἰς τὸν ἠθικὸν συνεχῶς ἐκβαίνει λόγον, οὐχ ὥσπερ ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς, διαιρῶν αὐτὰςεἰς δύο, τὸ µὲν πρῶτον τοῖς δόγµασιν ἀφορίζει, τὸ δὲ ἕτερον τῇ τῶν ἠθῶν ἐπιµελείᾳ· ἀλλ' οὐκ ἐνταῦθα οὕτως, ἀλλὰ δι' ὅλης αὐτῆς ἀναµὶξ τοῦτο ποιεῖ, ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον.∆ ύο τοίνυν ἐνταῦθα νεκρώσεις εἶναί φησι, καὶ θανάτους δύο· καὶ τὴν µὲν ὑπὸ τοῦ Χριστοῦ γεγενῆσθαι ἐν τῷ βαπτίσµατι, τὴν δὲ ὑφ' ἡµῶν ὀφείλειν γίνεσθαι διὰ τῆς µετὰ ταῦτα σπουδῆς. Τὸ µὲν γὰρ ταφῆναι τὰ πρότερα ἁµαρτήµατα, τῆς αὐτοῦ γέγονε δωρεᾶς· τὸ δὲ µετὰ τὸ βάπτισµα µεῖναι νεκροὺς τῇ ἁµαρτίᾳ, τῆς ἡµετέρας δεῖ γενέσθαι ἔργον σπουδῆς, εἰ καὶ τὰ µάλιστα πολλὰ καὶ ἐνταῦθα τὸν Θεὸνὁρῶµεν βοηθοῦντα ἡµῖν. Οὐ γὰρ δὴ τοῦτο ἰσχύει τὸ βάπτισµα µόνον τὸ τὰ πρότερα ἀφανίσαι πληµµελήµατα, ἀλλὰ καὶ πρὸς τὰ µέλλοντα ἀσφαλίζεται. Ὥσπερ οὖν ἐν ἐκείνοις τὴν πίστιν εἰσήνεγκας, ἵνα ἀφανισθῇ· οὕτω καὶ ἐν τοῖς µετὰ ταῦτα τῆς προθυµίας ἐπίδειξαι τὴν µεταβολὴν, ἵνα µὴ πάλιν σαυτὸν καταῤῥυπάνῃς. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα συµβουλεύων φησίν· Εἰ γὰρ σύµφυτοι γεγόναµεν τῷ ὁµοιώµατι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόµεθα. Εἶδες πῶς ἐπῆρε τὸν ἀκροατὴν, πρὸς τὸν∆ εσπότην εὐθέως αὐτὸν ἀναγαγὼν τὸν αὐτοῦ, καὶ πολλὴν δεῖξαι σπουδάσας τὴν ὁµοιότητα;∆ ιὰ τοῦτο οὐδὲ εἶπε, Θανάτῳ, ἵνα µὴ ἀντείπῃς, ἀλλ' Ὁµοιώµατι θανάτου· οὐ γὰρ ἡ οὐσία αὐτὴ ἀπέθανεν, ἀλλ' ὁ ἐξ ἁµαρτιῶν ἄνθρωπος, τουτέστιν, ἡ κακία. Καὶ οὐκ εἶπεν, Εἰ γὰρ ἐκοινωνήσαµεν τῷ ὁµοιώµατι τοῦ θανάτου· ἀλλὰ τί; Εἰ γὰρ σύµφυτοι γεγόναµεν, τῷ τῆς φυτείας ὀνόµατι τὸν ἐκ ταύτης καρπὸν ἡµῖν αἰνιξάµενος. Καθάπερ γὰρ τὸ σῶµα αὐτοῦ ταφὲν ἐν τῇ γῇ καρπὸν τῆς οἰκουµένης τὴν σωτηρίαν ἤνεγκεν· οὕτω καὶ τὸ ἡµέτερον ταφὲν ἐν τῷ βαπτίσµατι, καρπὸν ἤνεγκε τὴν δικαιοσύνην, τὸν ἁγιασµὸν, τὴν υἱοθεσίαν, τὰ µυρία ἀγαθά· οἴσει δὲ καὶ τὸ τῆς ἀναστάσεως ὕστερον δῶρον. Ἐπεὶ οὖν ἡµεῖς µὲν ἐν ὕδατι, αὐτὸς δὲ ἐν γῇ, καὶ ἡµεῖς µὲν κατὰ τὸν τῆς ἁµαρτίας λόγον, ἐκεῖνος δὲ κατὰ τὸν τοῦ σώµατος ἐτάφη, διὰ τοῦτο οὐκεἶπε, Σύµφυτοι τῷ θανάτῳ, ἀλλὰ, Τῷ ὁµοιώµατι τοῦ θανάτου· θάνατος µὲν γὰρ καὶ τοῦτο καὶ ἐκεῖνο, ἀλλ' οὐ τοῦ αὐτοῦ ὑποκειµένου. Εἰ τοίνυν, φησὶν, ἐν τῷ θανάτῳ ἐγενόµεθα σύµφυτοι, καὶ τῆς ἀναστάσεως ἐσόµεθα· ἀνάστασιν ἐνταῦθα τὴν µέλλουσαν λέγων. Ἐπειδὴ γὰρ ἀνωτέρω περὶ θανάτου διαλεχθεὶς καὶ εἰπὼν, Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθηµεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθηµεν; οὐδὲν περὶ ἀναστάσεως διελέχθη σαφῶς, ἀλλὰ περὶ πολιτείας τῆς µετὰ τὸ βάπτισµα, κελεύσας ἐν καινότητι ζωῆς περιπατῆσαι· διὰ τοῦτο ἐνταῦθα τὸν αὐτὸν ἀναλαβὼν λόγον, ἐκείνην ἡµῖν λοιπὸν προαναφωνεῖ τὴν ἀνάστασιν. Καὶ ἵνα µάθῃς, ὅτι οὐ περὶ ταύτης φησὶ τῆς ἐκ τοῦ βαπτίσµατος, ἀλλὰ περὶ ἐκείνης· εἰπὼν, Εἰ γὰρ σύµφυτοι γεγόναµεν τῷ ὁµοιώµατι τοῦ θανάτου αὐτοῦ, οὐκ εἶπεν, ὅτι Τοῦ ὁµοιώµατος τῆς ἀναστάσεως ἐσόµεθα, ἀλλὰ, Καὶ τῆς ἀναστάσεως. Ἵνα γὰρ µὴ λέγῃς, Καὶ πῶς, εἰ µὴ ἀπεθάνοµεν ὡς ἀπέθανεν, ἀναστησόµεθα ὡς ἀνέστη; ἡνίκα µὲν τοῦ θανάτου ἐµνηµόνευσεν, οὐκ εἶπε, Σύµφυτοι τῷ θανάτῳ, ἀλλὰ, Τῷ ὁµοιώµατι τοῦ θανάτου· ἡνίκα δὲ τῆς ἀναστάσεως, οὐκ εἶπε, Τῷ ὁµοιώµατι τῆς ἀναστάσεως, ἀλλ' Αὐτῆς τῆς ἀναστάσεως ἐσόµεθα. Καὶ οὐκ εἶπε, Γεγόναµεν, ἀλλ' Ἐσόµεθα, καὶ τούτῳ πάλιν δηλῶν τῷ ῥήµατι ἐκείνην τὴν οὐδέπω γεγενηµένην ἀνάστασιν, ἀλλὰ µέλλουσαν. Εἶτα βουλόµενος ἀξιόπιστον ποιῆσαι τὸν λόγον, δείκνυσιν ἑτέραν ἀνάστασιν ἐνταῦθα γενοµένην πρὸ ἐκείνης, ἵνα ἀπὸ τῆς παρούσης καὶ τῇµελλούσῃ πιστεύσῃς. Εἰπὼν γὰρ, ὅτι σύµφυτοι ἐσόµεθα τῆς ἀναστάσεως, ἐπήγαγε· Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡµῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶµα τῆς ἁµαρτίας· ὁµοῦ καὶ αἰτίαν καὶ ἀπόδειξιν τῆς µελλούσης τιθεὶς ἀναστάσεως. Καὶ οὐκ εἶπεν, Ἐσταύρωται, ἀλλὰ, Συνεσταύρωται, ἐγγὺς ἄγων τὸ βάπτισµα τῷ σταυρῷ.∆ ιὸ καὶ ἀνωτέρω ἔλεγε, Σύµφυτοι τῷ ὁµοιώµατι τοῦ θανάτου αὐτοῦ γεγόναµεν, ἵνα καταργηθῇ τὸ σῶµα τῆς ἁµαρτίας, οὐ τὸ σῶµα τοῦτο οὕτω καλῶν, ἀλλὰ τὴν πονηρίαν ἅπασαν. Ὥσπερ γὰρ παλαιὸν ἄνθρωπον λέγει τὴν ὁλόκληρον κακίαν, οὕτω καὶ σῶµα τοῦ ἀνθρώπου ἐκείνου τὴν ἀπὸ τῶν διαφόρων µερῶν πονηρίαςσυγκειµένην πάλιν κακίαν. Καὶ ὅτι οὐ στοχασµὸς τὸ εἰρηµένον, ἀπὸ τοῦ Παύλου τοῦτο αὐτὸ διὰ τῶν ἑξῆς ἑρµηνεύσαντος ἄκουσον. Εἰπὼν γὰρ, Ἵνα καταργηθῇ τὸ σῶµα τῆς ἁµαρτίας, ἐπήγαγε· Τοῦ µηκέτι δουλεύειν ἡµᾶς τῇ ἁµαρτίᾳ. Ταύτῃ γὰρ αὐτὸ εἶναι βούλοµαι νεκρὸν, οὐχ ὥστε ἀφανισθῆναι καὶ ἀποθανεῖν, ἀλλ' ὥστε µὴ ἁµαρτάνειν. Καὶ προϊὼν ἔτι σαφέστερον αὐτὸ ποιεῖ· Ὁ γὰρ ἀποθανὼν, φησὶ, δεδικαίωται ἀπὸ τῆς ἁµαρτίας. Περὶ παντὸς ἀνθρώπου τοῦτό φησιν, ὅτι ὥσπερ ὁ ἀποθανὼν ἀπήλλακται τὸ λοιπὸν τοῦ ἁµαρτάνειν, νεκρὸς κείµενος, οὕτω καὶ ὁ ἀναβὰς ἀπὸτοῦ βαπτίσµατος· ἐπειδὴ γὰρ ἅπαξ ἀπέθανεν ἐκεῖ, νεκρὸν δεῖ µένειν διαπαντὸς τῇ ἁµαρτίᾳ.
11.2
Εἰ τοίνυν ἀπέθανες ἐν τῷ βαπτίσµατι, µένε νεκρός· καὶ γὰρ ἕκαστος ἀποθανὼν, οὐκέτι ἁµαρτάνειν δύναιτ' ἄν· εἰ δὲ ἁµαρτάνεις, λυµαίνῃ τοῦ Θεοῦ τὴν δωρεάν. Ἀπαιτήσας τοίνυν τοσαύτην ἡµᾶς φιλοσοφίαν, καὶ τὸν στέφανον ταχέως ἐπήγαγε, λέγων· Εἰ δὲ ἀπεθάνοµεν σὺν Χριστῷ. Καίτοι καὶ τοῦτο πρὸ τοῦ στεφάνου µέγιστος στέφανος, τὸ κοινωνῆσαι τῷ∆ εσπότῃ· πλὴν ἀλλὰ καὶ ἕτερον δίδωµί σοι, φησὶν, ἔπαθλον. Ποῖον δὴ τοῦτο; Τὴν αἰώνιον ζωήν. Πιστεύοµεν γὰρ, φησὶν, ὅτι καὶ συζήσοµεν αὐτῷ. Καὶ πόθεν τοῦτο δῆλον; Εἰδότες, ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει. Καὶ σκόπει πάλιν αὐτοῦ τὴν φιλονεικίαν, καὶ πῶς ἀπὸ τῶν ἐναντίων αὐτὸ κατασκευάζει. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τινας θορυβεῖσθαι διὰ τὸν σταυρὸν καὶ τὸν θάνατον, δείκνυσιν ὅτι δι' αὐτὸ µὲν οὖν τοῦτο χρὴ θαῤῥεῖν λοιπόν. Μὴ γὰρ, ἐπειδὴ ἅπαξ ἀπέθανε, φησὶ, νοµίσῃς αὐτὸν θνητὸν εἶναι· καὶ γὰρ διὰ τοῦτο αὐτὸ ἀθάνατος µένει· θανάτου γὰρ θάνατος ὁ θάνατος αὐτοῦ γέγονε· καὶ ἐπειδὴ ἀπέθανε, καὶ διὰ τοῦτο οὐκ ἀποθνήσκει· καὶ γὰρ ἐκεῖνον τὸν θάνατον Τῇ ἁµαρτίᾳ ἀπέθανε. Τί ἐστι, Τῇ ἁµαρτίᾳ; Τουτέστιν, οὐδὲ ἐκείνῳ ὑπεύθυνος ἦν, ἀλλὰ διὰ τὴν ἁµαρτίαν τὴν ἡµετέραν. Ἵνα γὰρ αὐτὴν ἀνέλῃ, καὶ ἐκκόψῃ τὰ νεῦρα αὐτῆς καὶ τὴν δύναµιν ἅπασαν, διὰ τοῦτο ἀπέθανεν. Εἶδες πῶς ἐφόβησεν; Εἰ γὰρ οὐκ ἀποθνήσκει δεύτερον, οὐδὲ λουτρόν ἐστι δεύτερον· εἰ δὲ λουτρὸν οὐκ ἔστι δεύτερον, µηδὲ σὺ πρὸς ἁµαρτίαν ἐπιῤῥεπῶς ἔχε. Ταῦτα γὰρ πάντα λέγει, πρὸς ἐκεῖνο ἱστάµενος τὸ, Ποιήσωµεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθὰ, καὶ τὸ, Ἐπιµενοῦµεν τῇ ἁµαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ. Πρόῤῥιζον τοίνυν τὴν τοιαύτην ὑπόληψιν ἀναιρῶν, ἅπαντα ταῦτα τίθησιν. Ὃ δὲ ζῇ, τῷ Θεῷ ζῇ, φησί· τουτέστιν ἀκαταλύτως, ὡς µηκέτι κρατεῖσθαι ὑπὸ τοῦ θανάτου. Εἰ γὰρ καὶ τὸν πρότερον θάνατον οὐχ ὑπεύθυνος ὢν ἀπέθανεν, ἀλλὰ διὰ τὴν ἑτέρων ἁµαρτίαν· πολλῷ µᾶλλον νῦν οὐκ ἀποθανεῖται, καταλύσας αὐτήν. Ὃ καὶ ἐν τῇ πρὸς Ἑβραίους ἔλεγεν· Ἅπαξ γὰρ, φησὶν, ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁµαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. Καὶ καθόσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁµαρτίας, ἐκ δευτέρουχωρὶς ἁµαρτίας, ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχοµένοις εἰς σωτηρίαν.∆ είκνυσι δὲ καὶ τῆς κατὰ Θεὸν ζωῆς τὴν ἰσχὺν, καὶ τῆς ἁµαρτίας τὴν δύναµιν· τῆς µὲν κατὰ Θεὸν ζωῆς, ὅτι οὐκέτι ἀποθανεῖται· τῆς δὲ ἁµαρτίας, ὅτι εἰ τὸν ἀναµάρτητον αὕτη παρεσκεύαζεν ἀποθανεῖν, τοὺς ὑπευθύνους ὄντας πῶς οὐκ ἀπολεῖ; Εἶτα, ἐπειδὴ περὶ τῆς αὐτοῦ ζωῆς διελέχθη, ἵνα µὴ λέγῃ τις, Τί οὖν πρὸς ἡµᾶς τὸ εἰρηµένον; ἐπήγαγεν· Οὕτω καὶ ὑµεῖς λογίζεσθε ἑαυτοὺς, φησὶ, νεκροὺς µὲν εἶναι τῇ ἁµαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ. Καλῶς εἶπε, Λογίζεσθε, ἐπειδὴ ὄψει παραστῆσαι τὸ λεγόµενον τέως οὐκ ἔστι. Καὶ τί λογιζόµεθα, φησί; Νεκροὺς µὲν εἶναι τῇ ἁµαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν· ὁ γὰρ οὕτω ζῶν πάσης ἐπιλήψεται ἀρετῆς, αὐτὸν ἔχων σύµµαχον τὸν Ἰησοῦν· τοῦτο γάρ ἐστιν, Ἐν Χριστῷ. Εἰ γὰρ νεκροὺς ὄντας ἀνέστησε, πολλῷ µᾶλλον ζῶντας κατασχεῖν δυνήσεται. Μὴ οὖν βασιλευέτω ἡ ἁµαρτία ἐν τῷ θνητῷ ὑµῶν σώµατι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυµίαις αὐτοῦ. Οὐκ εἶπε, Μὴ οὖν ζήτω ἡ σὰρξ, µηδὲ ἐνεργείτω, ἀλλ' Ἡ ἁµαρτία µὴ βασιλευέτω· οὐ γὰρ τὴν φύσιν ἦλθεν ἀνελεῖν, ἀλλὰ τὴν προαίρεσιν διορθῶσαι. Εἶτα δεικνὺς, ὅτι οὐ βίᾳ καὶ ἀνάγκῃ κατεχόµεθα ὑπὸ τῆς πονηρίας, ἀλλ' ἑκόντες, οὐκ εἶπε, Μὴ τυραννείτω, ὅπερ ἀνάγκης ἦν, ἀλλὰ, Μὴ βασιλευέτω. Καὶ γὰρ ἄτοπον εἰς βασιλείαν ἀγοµένους τῶν οὐρανῶν, βασιλίδα τὴν ἁµαρτίαν ἔχειν, καὶ καλουµένους συµβασιλεῦσαι τῷ Χριστῷ, αἱρεῖσθαι γενέσθαιτῆς ἁµαρτίας αἰχµαλώτους· ὥσπερ ἂν εἴ τις τὸ διάδηµα ῥίψας ἀπὸ τῆς κεφαλῆς, δαιµονώσῃ γυναικὶ καὶ προσαιτούσῃ καὶ ῥάκια περιβεβληµένῃ δουλεύειν ἐθέλοι. Εἶτα, ἐπειδὴ βαρὺ τὸ περιγενέσθαι ἁµαρτίας, ὅρα πῶς καὶ κοῦφον ἔδειξε, καὶ τὸν πόνον παρεµυθήσατο εἰπὼν, Ἐν τῷ θνητῷ ὑµῶν σώµατι. Τοῦτο γὰρ δείκνυσι προσκαίρους ὄντας τοὺς ἀγῶνας, καὶ ταχέως καταλυοµένους· ὁµοῦ δὲ καὶ τῶν προτέρων ἡµᾶς ἀναµιµνήσκει κακῶν, καὶ τῆς τοῦ θανάτου ῥίζης· ἐντεῦθεν γὰρ καὶ παρὰ τὴν ἀρχὴν θνητὸν γέγονεν. Ἀλλ' ἔξεστι καὶ θνητὸν ἔχοντα σῶµα, µὴ ἁµαρτάνειν. Εἶδες τὴν περιουσίαν τῆς τοῦ Χριστοῦ χάριτος; Ὁ µὲν γὰρ Ἀδὰµ οὐδέπω θνητὸνἔχων, ὤλισθε· σὺ δὲ καὶ θανάτου λαβὼν ὑπεύθυνον ὂν, στεφανωθῆναι δυνήσῃ. Καὶ πῶς βασιλεύει, φησὶν, ἡ ἁµαρτία; Οὐκ ἀπὸ τῆς οἰκείας δυνάµεως, ἀλλ' ἀπὸ τῆς σῆς ῥᾳθυµίας.∆ ιὰ τοῦτο εἰπὼν, Μὴ βασιλευέτω, καὶ τὸν τρόπον δείκνυσι τῆς τοιαύτης βασιλείας, ἐπάγων καὶ λέγων· Εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυµίαις αὐτοῦ. Οὐ γάρ ἐστι τιµὴ τὸ µετ' ἐξουσίας αὐτῷ πάντα χαρίζεσθαι, ἀλλ' ἐσχάτη δουλεία καὶ ἀτιµίας ἐπίτασις. Ὅταν γὰρ ἃ βούλεται πράττῃ, τότε ἐλευθερίας ἐστέρηται πάσης· ὅταν δὲ κωλύηται, τότε µάλιστα τὴν οἰκείαν ἀξίαν διατηρεῖ. Μηδὲ παριστάνετε τὰ µέλη ὑµῶν ὅπλα ἀδικίας τῇ ἁµαρτίᾳ, ἀλλ' ὅπλα δικαιοσύνης.
11.3
Οὐκοῦν µέσον τὸ σῶµα κακίας καὶ ἀρετῆς, καθάπερ οὖν καὶ τὰ ὅπλα· ἑκάτερα δὲ τὰ ἔργα παρὰ τὸν χρώµενον γίνεται· ὥσπερ ἂν εἰ καὶ στρατιώτης ὑπὲρ τῆς πατρίδος ἀγωνιζόµενος, καὶ λῃστὴς κατὰ τῶν ἐνοικούντων ὁπλιζόµενος, τοῖς αὐτοῖς φράττοιντο ὅπλοις· οὐ γὰρ τῆς παντευχίας τὸ ἔγκληµα, ἀλλὰ τῶν εἰς τὸ κακὸν χρωµένων. Ὃ δὴ καὶ ἐπὶ τῆς σαρκὸς ἔστιν εἰπεῖν, τοῦτο κἀκεῖνο γινοµένης παρὰ τὴν τῆς ψυχῆς γνώµην, οὐ παρὰ τὴν οἰκείαν φύσιν. Ἂν µὲν γὰρ περιεργάσῃ κάλλος ἀλλότριον, ὅπλον ἀδικίας γέγονεν ὁ ὀφθαλµὸς, οὐ παρὰ τὴν οἰκείαν ἐνέργειαν( ὀφθαλµοῦ γὰρ τὸ ὁρᾷν, οὐ τὸ κακῶςὁρᾷν), ἀλλὰ παρὰ τὴν τοῦ κελεύσαντος λογισµοῦ πονηρίαν· ἂν δὲ χαλινώσῃς αὐτὸν, δικαιοσύνης γέγονεν ὅπλον. Οὕτω καὶ ἐπὶ γλώττης, οὕτω καὶ ἐπὶ χειρῶν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Καλῶς δὲ τὴν ἁµαρτίαν ἀδικίαν ἐκάλεσεν· ἢ γὰρ ἑαυτόν τις, ἢ τὸν πλησίον ἁµαρτάνων ἀδικεῖ, µᾶλλον δὲ ἑαυτὸν πρὸ τοῦ πλησίον. Ἀπαγαγὼν τοίνυν τῆς πονηρίας, ἄγει πρὸς τὴν ἀρετὴν, λέγων· Ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας. Ὅρα πῶς ἀπὸ τῶν ὀνοµάτων γυµνῶν προτρέπει, ἐκεῖ µὲν ἁµαρτίαν εἰπὼν, ἐνταῦθα δὲ τὸν Θεόν.∆ είξας γὰρ ὅσον τὸ µέσον τῶν βασιλευόντων, πάσης συγγνώµης τὸν στρατιώτην ἐξέβαλε, τὸν ἀφέντα µὲν τὸν Θεὸν, ἐπιθυµήσαντα δὲ ὑπὸ τὴν τῆςἁµαρτίας τάττεσθαι βασιλείαν. Οὐ ταύτῃ δὲ µόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς τοῦτο κατασκευάζει λέγων, Ὡς ἐκ νεκρῶν ζῶντας.∆ ιὰ γὰρ τούτων δείκνυσι κἀκείνης τὴν λύµην, καὶ τῆς τοῦ Θεοῦ δωρεᾶς τὸ µέγεθος. Ἐννοήσατε γὰρ, φησὶ, τίνες ἦτε, καὶ τί γεγόνατε. Τίνες οὖν ἦτε; Νεκροὶ καὶ ἀπολωλότες ἀπώλειαν οὐδαµόθεν διορθωθῆναι δυναµένην· οὐδὲ γὰρ ἦν τις ὁ βοηθῆσαι δυνάµενος. Καὶ τίνες ἐξ ἐκείνων γεγόνατε τῶν νεκρῶν; Ζῶντες ζωὴν ἀθάνατον. Καὶ διὰ τίνος;∆ ιὰ τοῦ πάντα δυναµένου Θεοῦ. Οὐκοῦν καὶ ὑπὸ τοῦτον τάττεσθαι δίκαιον µετὰ προθυµίας τοσαύτης, µεθ' ὅσης εἰκὸς τοὺς ἀπὸ νεκρῶν ζῶντας γενοµένους. Καὶ τὰ µέλη ὑµῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Οὐκοῦν οὐ πονηρὸν τὸ σῶµα, εἴ γε ὅπλον δικαιοσύνης αὐτὸ γενέσθαι δυνατόν. Ὅπλον δὲ εἰπὼν, ἐδήλωσεν, ὅτι καὶ πόλεµος ἐφέστηκε χαλεπός.∆ ιὸ καὶ παντευχίας ἡµῖν δεῖ ἰσχυρᾶς, καὶ γνώµης γενναίας, καὶ τὰ τῶν πολέµων τούτων ἐπισταµένης καλῶς, καὶ πρό γε πάντων στρατηγοῦ. Ἀλλ' ὁ µὲν στρατηγὸς παρέστηκεν, ἀεὶ πρὸς συµµαχίαν ἕτοιµος ὢν, καὶ ἀχείρωτος µένων, καὶ τὰ ὅπλα δὲ ἰσχυρὰ κατεσκεύασεν ἡµῖν, δεῖ δὲλοιπὸν προαιρέσεως τῆς εἰς δέον αὐτὰ µεταχειριζοµένης, ὥστε καὶ τῷ στρατηγῷ πείθεσθαι, καὶ τὸ ὅπλα ὑπὲρ τῆς πατρίδος τίθεσθαι. Παρακελευσάµενος τοίνυν ἡµῖν οὕτω µεγάλα, καὶ ὅπλων καὶ µάχης καὶ πολέµων ἀναµνήσας, ὅρα πῶς πάλιν θαῤῥύνει τὸν στρατιώτην, καὶ ἀλείφειτὴν προθυµίαν, λέγων· Ἁµαρτία γὰρ ὑµῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόµον, ἀλλὰ ὑπὸ χάριν. Εἰ οὖν ἁµαρτία ἡµῶν οὐκέτι κυριεύει, τίνος ἕνεκεν τοσαῦτα παρεγγυᾷς, λέγων· Μὴ βασιλευέτω ἡ ἁµαρτία ἐν τῷ θνητῷ ὑµῶν σώµατι· καὶ, Μὴ παριστάνετε τὰ µέλη ὑµῶν ὅπλα ἀδικίας τῇ ἁµαρτίᾳ; Τί οὖν ἐστι τὸ λεγόµενον; Σπερµατικόν τινα καταβάλλεται λόγον ἐνταῦθα, ὃν ὕστερον ἀναπτύσσειν µέλλει, καὶ µετὰ πολλῆς ἐργάζεσθαι τῆς κατασκευῆς. Τίς οὖν ἐστιν οὗτος ὁ λόγος; Τὸ σῶµα ἡµῶν πρὸ µὲν τῆς τοῦ Χριστοῦ παρουσίας εὐχείρωτον ἦν τῇ ἁµαρτίᾳ. Μετὰ γὰρ τὸν θάνατον καὶ πολὺς παθῶν ἐπεισῆλθεν ἐσµός· διόπερ οὐδὲ σφόδρα κοῦφον ἦν πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς δρόµον. Οὔτε γὰρ Πνεῦµα παρῆν τὸ βοηθοῦν, οὔτε βάπτισµα τὸ νεκρῶσαι δυνάµενον, ἀλλ' ὥσπερ τις ἵππος δυσήνιος, ἔτρεχε µὲν, διηµάρτανε δὲ πολλάκις, τοῦνόµου τὰ πρακτέα καὶ τὰ µὴ τοιαῦτα διαγορεύοντος µὲν, πλέον δὲ οὐδὲν τῆς διὰ τῶν ῥηµάτων παραινέσεως τοῖς ἀγωνιζοµένοις εἰσφέροντος· ἐπειδὴ δὲ ὁ Χριστὸς παραγέγονε, τὰ παλαίσµατα λοιπὸν εὐκολώτερα γέγονε.∆ ιὸ καὶ µείζονα ἡµῖν προετέθη τὰ σκάµµατα, ἅτε µείζονος µετεσχηκόσι τῆς βοηθείας.∆ ιὸ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐὰν µὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑµῶν πλέον τῶν Γραµµατέων καὶ Φαρισαίων, οὐ µὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλὰ τοῦτο µὲν ἐν τοῖς ἑξῆς σαφέστερον λέγει, τέως δὲ αὐτὸ αἰνίττεται διὰ βραχέων ἐνταῦθα, δεικνὺς, ὅτι ἐὰν µὴ σφόδρα ἑαυτοὺς ὑποκατακλίνωµεν, οὐ περιέσται ἡµῶν ἡ ἁµαρτία. Οὐ γάρ ἐστι νόµος ὁ κελεύων µόνον, ἀλλὰ καὶ χάρις ἡ καὶ τὰ πρότερα ἀφεῖσα, καὶ πρὸς τὰ µέλλοντα ἀσφαλιζοµένη. Ἐκεῖνος µὲν γὰρ µετὰ τοὺς πόνους τοὺς στεφάνους ἐπήγγελτο, αὕτη δὲ πρότερον ἐστεφάνωσε, καὶ τότε εἰς τοὺς ἀγῶνας εἵλκυσεν. Ἐµοὶ δὲ δοκεῖ οὐδὲ πάντα τὸν βίον τοῦ πιστοῦ ἐνταῦθα αἰνίττεσθαι, ἀλλὰ σύγκρισιν βαπτίσµατος ποιεῖσθαι καὶ τοῦ νόµου· ὅπερ καὶ ἀλλαχοῦ φησιν, ὅτι Τὸ µὲν γράµµα ἀποκτείνει, τὸ δὲ πνεῦµα ζωοποιεῖ. Ὁ µὲν γὰρ νόµος ἐλέγχει τὴν παράβασιν, ἡ δὲ χάρις λύει τὴν παράβασιν. Ὥσπερ οὖν ἐκεῖνος ἐλέγχων συνίστησι τὴν ἁµαρτίαν, οὕτως αὕτη συγχωροῦσα οὐκ ἀφίησιν εἶναι ὑπὸ ἁµαρτίαν· ὥστε διπλῇ τῆς τυραννίδος εἶ ταύτης ἀπηλλαγµένος, τῷ τε µὴ ὑπὸ νόµον εἶναι, καὶ τῷ χάριτος ἀπολελαυκέναι.
11.4
Ἐπειδὴ τοίνυν τούτοις ἀναπνεῦσαι πεποίηκε τὸν ἀκροατὴν, ἀσφαλίζεται πάλιν αὐτὸν, ἐξ ἀντιθέσεως παραίνεσιν εἰσάγων, καὶ λέγων οὕτω· Τί οὖν; ἁµαρτήσοµεν, ὅτι οὐκ ἐσµὲν ὑπὸ νόµον, ἀλλ' ὑπὸ χάριν; Μὴ γένοιτο. Πρῶτον µὲν γὰρ τῇ ἀπαγορεύσει, διὰ τὸ σφόδρα ἄτοπον εἶναι τὸ λεγόµενον, κέχρηται· ἔπειτα δὲ καὶ εἰς παραίνεσιν ἐξάγει τὸν λόγον, καὶ δείκνυσι πολλὴν οὖσαν τὴν εὐκολίαν τῶν ἀγώνων, οὕτω λέγων· Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε, ᾧ ὑπακούετε, ἤτοι ἁµαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην; Οὔπω λέγω τὴν γέενναν, φησὶν, οὐδὲ τὴν πολλὴν ἐκείνην κόλασιν, ἀλλὰ τὴν ἐνταῦθα αἰσχύνην, ὅταν δοῦλοι γίνησθε, καὶ ἑκόντες δοῦλοι, καὶἁµαρτίας δοῦλοι, καὶ ἐπὶ τοιούτῳ µισθῷ, ὥστε πάλιν ἀποθανεῖν. Εἰ γὰρ πρὸ τοῦ βαπτίσµατος θάνατον εἰργάσατο σωµατικὸν, καὶ τοσαύτης ἐδεήθη τῆς θεραπείας τὸ ἕλκος, ὥστε τὸν∆ εσπότην ἁπάντων εἰςθάνατον κατελθεῖν, καὶ οὕτω λῦσαι τὸ κακὸν, µετὰ τὴν τοσαύτην δωρεὰν, καὶ ἐλευθερίαν, λαµβάνουσά σε ἑκόντα αὕτη πάλιν ὑποκατακλινόµενον, τί οὐκ ἐργάσεται; Μὴ τοίνυν ἐπὶ τοσοῦτον δράµῃς βάραθρον, µηδὲ ἑκὼν σεαυτὸν προδῷς. Ἐπὶ µὲν γὰρ τῶν πολέµων καὶ ἄκοντες παραδίδονται πολλάκις οἱ στρατιῶται· ἐνταῦθα δὲ ἂν µὴ αὐτὸς αὐτοµολήσῃς, οὐδείς σου περιέσται. Ἐντρέψας τοίνυν ἀπὸ τοῦ πρέποντος, φοβεῖ καὶ ἀπὸ τῶν ἐπάθλων, καὶ τίθησιν ἀµφοτέρων τὰ ἐπίχειρα, δικαιοσύνην καὶ θάνατον· θάνατον δὲ οὐ τοιοῦτον, ἀλλὰ πολλῷ χαλεπώτερον. Εἰ γὰρ οὐκέτι ἀποθανεῖται Χριστὸς, τίς λύσει τὸν θάνατον ἐκεῖνον; Οὐδείς. Οὐκοῦν ἀνάγκη διόλου κολάζεσθαι καὶ τιµωρεῖσθαι· οὐκέτι γὰρ θάνατος παραγίνεται αἰσθητὸς, καθάπερ ἐνταῦθα, ἀναπαύων τὸ σῶµα, καὶ τῆς ψυχῆς διαιρῶν· Ἔσχατος γὰρ ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ὅθεν ἀθάνατος ἔσται ἡ κόλασις, ἀλλ' οὐχὶ τοῖς ὑπακούουσι Θεῷ, ἀλλὰ δικαιοσύνη, καὶ τὰ ἐκ ταύτης βλαστάνοντα ἀγαθὰ, ἔσται τὰ ἔπαθλα, Χάρις δὲ τῷΘεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁµαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς. Ἐντρέψας ἀπὸ τῆς δουλείας, φοβήσας ἀπὸ τῶν ἐπάθλων καὶ προτρέψας, ἀνορθοῖ πάλιν ἀπὸ τῆς µνήµης τῶν εὐεργεσιῶν αὐτούς.∆ ιὰ γὰρ τούτων δείκνυσιν, ὅτι τε µεγάλων ἀπηλλάγησαν κακῶν, καὶ ὅτι οὐκ ἐξ οἰκείων πόνων, καὶ ὅτι τὰ µέλλοντα εὐκολώτερα. Καθάπερ γάρ τις ὠµοῦ τυράννου τὸν αἰχµάλωτον ἐξελόµενος, καὶ παραινῶν µὴ παλινδροµῆσαι πρὸς αὐτὸν, ἀναµιµνήσκει τῆς χαλεπῆς αὐτοῦ τυραννίδος· οὕτω καὶ ὁ Παῦλος ἐµφαντικώτατα τὰ παρελθόντα ἐνδείκνυται κακὰ διὰ τοῦ εὐχαριστεῖν τῷ Θεῷ. Οὐδὲ γὰρ ἀνθρωπίνης ἰσχύος ἦν, φησὶν, ἐκείνων ἡµᾶς ἀπαλλάξαι πάντων, ἀλλὰ τῷ Θεῷ χάρις τῷ τοσαῦτα καὶ βουληθέντι καὶ δυνηθέντι. Καὶ καλῶς εἶπεν, Ὑπηκούσατε ἐκ καρδίας· οὐδὲ γὰρ ἠναγκάσθητε οὐδὲ ἐβιάσθητε, ἀλλ' ἑκόντες µετὰ προθυµίας ἀπέστητε. Τοῦτο δὲ καὶ ἐγκωµιάζοντός ἐστιν ὁµοῦ, καὶ καθαπτοµένου. Οἱ γὰρ ἑκόντες προσελθόντες, καὶ µηδεµίαν ὑποµείναντες ἀνάγκην, ποίαν ἂν σχοίητε συγγνώµην, τίνα δὲ ἀπολογίαν ἐπὶ τὰ πρότερα παλινδροµοῦντες; Εἶτα ἵνα µάθῃς, ὅτι οὐ τῆς αὐτῶν εὐγνωµοσύνης µόνον, ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν γέγονεν, εἰπὼν, Ὑπηκούσατε ἐκ καρδίας, ἐπήγαγεν, Εἰςὃν παρεδόθητε τύπον διδαχῆς. Ἡ µὲν γὰρ ὑπακοὴ ἡ ἐκ καρδίας τὸ αὐτεξούσιον δηλοῖ, τὸ δὲ παραδοθῆναι, τὴν τοῦ Θεοῦ βοήθειαν αἰνίττεται. Τίς δὲ ὁ τύπος τῆς διδαχῆς; Ὀρθῶς ζῇν καὶ µετὰ πολιτείας ἀρίστης. Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁµαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ.∆ ύο ἐνταῦθα δείκνυσι τοῦ Θεοῦ δωρεὰς, τό τε ἁµαρτίας ἐλευθερῶσαι, καὶ τὸ δουλῶσαι τῇ δικαιοσύνῃ, ὅπερ ἐλευθερίας ἁπάσης ἄµεινόν ἐστι. Καὶ γὰρ ταὐτὸν πεποίηκεν ὁ Θεὸς, οἷον ἂν εἴ τις παῖδα ὀρφανὸν λαβὼν ὑπὸ βαρβάρων εἰς τὴν αὐτῶν ἀπενεχθέντα γῆν, µὴ µόνον τῆςαἰχµαλωσίας ἀπαλλάξειεν, ἀλλὰ καὶ πατέρα ἑαυτὸν αὐτῷ κηδεµονικὸν ἐπιστήσειε, καὶ εἰς µεγίστην ἀξίαν ἀγάγοι· ὃ δὴ καὶ ἐφ' ἡµῶν γέγονεν. Οὐ γὰρ µόνον τῶν παλαιῶν κακῶν ἠλευθέρωσεν, ἀλλὰ καὶ εἰς ἀγγελικὸν ἤγαγε βίον, καὶ ὁδὸν ἡµῖν πολιτείας ἔτεµεν ἀρίστης, τῇ τῆς δικαιοσύνηςἀσφαλείᾳ παραδοὺς, καὶ τὰ παλαιὰ ἀποκτείνας κακὰ, καὶ νεκρώσας τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐπὶ τὴν ζωὴν χειραγωγήσας ἡµᾶς τὴν ἀθάνατον. Μένωµεν τοίνυν ταύτην ζῶντες· πολλοὶ γὰρ τῶν δοκούντων ἐµπνεῖν καὶ βαδίζειν, νεκρῶν ἀθλιώτερον διάκεινται.
11.5
Καὶ γὰρ διάφοροι νεκρότητός εἰσι τρόποι· καὶ ἔστιν εἷς µὲν ὁ τοῦ σώµατος, καθ' ὃν ὁ Ἀβραὰµ νεκρὸς ὢν, οὐκ ἦν νεκρός· Ὁ γὰρ Θεὸς, φησὶν, οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ἕτερος ὁ τῆς ψυχῆς, ὃν ὁ Χριστὸς αἰνιττόµενος ἔλεγεν. Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· ἄλλος ὁ καὶ ἐπαινετὸς, ὁ διὰ τῆς φιλοσοφίας γινόµενος, περὶ οὗ φησιν ὁ Παῦλος· Νεκρώσατε ὑµῶν τὰ µέλη τὰ ἐπὶ τῆς γῆς· ἕτερος ὁ καὶ τούτου γεγενηµένος αἴτιος, ὁ ἐπὶ τοῦ βαπτίσµατος· Ὁ γὰρ παλαιὸς ἡµῶν ἄνθρωπος, φησὶν, ἐσταύρωται, τουτέστι νενέκρωται. Ταῦτ' οὖν εἰδότες, ἐκείνην µὲν φύγωµεν τὴν νέκρωσιν, καθ' ἣν καὶ ζῶντες ἀποθνήσκοµεν· ταύτην δὲ µὴ δείσωµεν, καθ' ἣν ὁ κοινὸς ἔπεισι θάνατος. Τὰς δὲ ἑτέρας δύο, ὧν ἡ µέν ἐστι µακαριστὴ ἡ παρὰ τοῦ Θεοῦ δοθεῖσα, ἡ δὲ ἐπαινετὴ ἡ παρ' ἡµῶν καὶ τοῦ Θεοῦ κατορθουµένη, καὶ ἑλώµεθακαὶ ζηλώσωµεν. Τούτων δὲ τῶν δύο τὴν µὲν ὁ∆ αυῒδ µακαρίζει λέγων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνοµίαι· τὴν δὲ ὁ Παῦλος θαυµάζει, Γαλάταις γράφων, ὅτι Οἱ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν. Τῆς δὲ ἑτέρας συζυγίας τὴν µὲν εὐκαταφρόνητον εἶναί φησιν ὁ Χριστὸς λέγων· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶµα, τὴν δὲ ψυχὴν µὴ δυναµένων ἀποκτεῖναι· τὴν δὲ φοβερὰν, Φοβήθητε γὰρ τὸν δυνάµενον καὶ ψυχὴν καὶ σῶµα ἀπολέσαι ἐν γεέννῃ.∆ ιὸ ταύτην φυγόντες, ἐκείνην ἑλώµεθα τὴν νεκρότητα, τὴν µακαριζοµένην καὶ θαυµαζοµένην, ἵνα τῶν ἑτέρων τῶν δύο τὴν µὲν φύγωµεν, τὴν δὲ φοβηθῶµεν. Οὐδὲ γὰρ ὄφελος ἡµῖν οὐδὲν τὸν ἥλιον ὁρῶσι, καὶ ἐσθίουσι καὶ πίνουσιν, ἂν µὴ ἡ διὰ τῶν ἀγαθῶν ἔργων ζωὴ παρῇ. Τί γὰρ ὄφελος, εἰπέ µοι, βασιλέως ἁλουργίδα µὲν περικειµένου καὶ ὅπλα ἔχοντος, οὐδένα δὲ ὑπήκοον κεκτηµένου, ἀλλὰ προκειµένου πᾶσι τοῖςβουλοµένοις ἐνάλλεσθαι καὶ ὑβρίζειν αὐτόν; Οὕτω καὶ Χριστιανοῦ οὐδὲν ἔσται κέρδος πίστιν µὲν ἔχοντος καὶ τὴν ἀπὸ τοῦ βαπτίσµατος δωρεὰν, πᾶσι δὲ τοῖς πάθεσι ὑποκειµένου· µείζων γὰρ οὕτως ἡ ὕβρις ἔσται, καὶ πλείων ἡ αἰσχύνη. Ὥσπερ γὰρ ἐκεῖνος ὁ τὸ διάδηµα περικείµενος καὶ τὴν ἁλουργίδα, οὐ µόνον οὐδὲν ἀπὸ τῆς στολῆς κερδανεῖ ταύτης εἰς τὴν οἰκείαν τιµὴν, ἀλλὰ καὶἐκείνην καθυβρίζει διὰ τῆς οἰκείας αἰσχύνης· οὕτω καὶ ὁ πιστὸς βίον διεφθαρµένον ζῶν, οὐ µόνον οὐδὲν ἐντεῦθεν αἰδέσιµος ἔσται, ἀλλὰ καὶ µειζόνως καταγέλαστος. Ὅσοι γὰρ, φησὶν, ἀνόµως ἥµαρτον, ἀνόµως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόµῳ ἥµαρτον, διὰ νόµου κριθήσονται. Καὶ Ἑβραίοις δὲ ἐπιστέλλων, ἔλεγεν· Ἀθετήσας τις νόµον Μωϋσέως, χωρὶς οἰκτιρµῶν ἐπὶ δυσὶν ἢ τρισὶ µάρτυσιν ἀποθνήσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιµωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας; Καὶ µάλα εἰκότως· καὶ γὰρ ὑπέταξά σοι πάντα τὰ πάθη, φησὶ, διὰ τοῦ βαπτίσµατος. Τί οὖν γέγονεν, ὅτι εἰς τοσαύτην ἐξύβρισας δωρεὰν, καὶ γέγονας ἕτερος ἀνθ' ἑτέρου; Ἀπέκτεινα καὶ ἔθαψά σου τὰ πρότερα πληµµελήµατα, καθάπερ σκώληκας· τί τοίνυν ἕτερα ἔτεκες; καὶ γὰρ σκωλήκων χείρω τὰ ἁµαρτήµατα· οὗτοι µὲν γὰρ τὸ σῶµα, ἐκεῖνα δὲ τὴν ψυχὴν λυµαίνεται, καὶ πλείονα ποιεῖ τὴν δυσωδίαν. Ἀλλ' ἡµεῖς οὐκ αἰσθανόµεθα· διόπερ αὐτὴν οὐδὲ ἐκκαθᾶραι σπεύδοµεν. Οὐδὲ γὰρ ὁ µεθύων οἶδε πόση τοῦ σεσηπότος οἴνου ἡ βδελυγµία, ἀλλ' ὁ µὴ µεθύων ἀκριβῶς ταῦτα ἐπίσταται. Οὕτω καὶ ἐπὶ τῶν ἁµαρτηµάτων ὁ µὲν σωφρόνως ζῶν, µετὰ ἀκριβείας οἶδε τὸν βόρβορον ἐκείνων καὶ τὴν κηλῖδα· ὁ δὲ τῇ πονηρίᾳ ἑαυτὸν ἐκδοὺς, καθάπερ µέθῃ τινὶ κεκαρωµένος, οὐδὲ αὐτὸ τοῦτο οἶδεν, ὅτι νοσεῖ. Καὶ τοῦτο µάλιστα τῆς κακίας τὸ χαλεπώτατον, ὅτι οὐδὲ ἰδεῖν ἀφίησι τοὺς εἰς αὐτὴν ἐµπεσόντας τῆς οἰκείας λύµης τὸ µέγεθος, ἀλλ' ἐν βορβόρῳκείµενοι µύρων ἀπολαύειν νοµίζουσι· διόπερ οὐδὲ ἀπαλλάττεσθαι δύνανται, ἀλλὰ σκωλήκων γέµοντες, ὥσπερ λίθοις τιµίοις καλλωπιζόµενοι, οὕτως ἐναβρύνονται.∆ ιὰ ταῦτα αὐτοὺς οὐδὲ ἀποκτεῖναι ἐθέλουσιν, ἀλλὰ καὶ τρέφουσι καὶ αὔξουσιν ἐν ἑαυτοῖς, ἕως ἂν αὐτοὺς πρὸς τοὺς τοῦ µέλλοντος αἰῶνοςπαραπέµψωσι σκώληκας. Καὶ γὰρ ἐκείνων οὗτοι πρόξενοι· οὐ πρόξενοι δὲ µόνον, ἀλλὰ καὶ πατέρες εἰσὶν ἐκείνων τῶν µηδέποτε τελευτώντων. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, φησίν. Οὗτοι τὴν γέενναν ἀνάπτουσι τὴν µηδέποτε σβεννυµένην. Ἵν' οὖν ταῦτα µὴ γένηται, τὴν πηγὴν τῶν κακῶν ἀνέλωµεν, καὶ τὴν κάµινον σβέσωµεν, καὶ τὴν ῥίζαν τῆς πονηρίας κάτωθεν ἀνασπάσωµεν· ἐπεὶ καὶ δένδρον πονηρὸν ἂν ἀποτέµῃς ἄνωθεν, οὐδὲν πλέον ἐποίησας, τῆς ῥίζης κάτω µενούσης, καὶ τὰ αὐτὰ βλαστανούσης πάλιν. Τίς οὖν ἡ ῥίζα τῶν κακῶν; Μάθε παρὰ τοῦ καλοῦ φυτουργοῦ, τοῦ τὰ τοιαῦτα ἀκριβῶς ἐπισταµένου, καὶ τὴν ἄµπελον τὴν πνευµατικὴν θεραπεύοντος, καὶ τὴν οἰκουµένηνγεωργοῦντος ἅπασαν. Τίνα οὖν οὗτός φησιν εἶναι τὴν αἰτίαν τῶν κακῶν ἁπάντων; Τὴν τῶν χρηµάτων ἐπιθυµίαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν, φησὶν, ἡ φιλαργυρία. Ἐντεῦθεν µάχαι καὶ ἔχθραι καὶ πόλεµοι, ἐντεῦθεν φιλονεικίαι καὶ λοιδορίαι καὶ ὑποψίαι καὶ ὕβρεις, ἐντεῦθεν φόνοι καὶ κλοπαὶ καὶ τυµβωρυχίαι· διὰ ταύτην οὐ πόλεις καὶ χῶραι µόνον, ἀλλὰ καὶ ὁδοὶ, καὶ οἰκουµένη καὶ ἀοίκητος, καὶ ὄρη, καὶ νάπαι, καὶ βουνοὶ καὶ πάντα ἁπλῶς αἱµάτων γέµει καὶ φόνων. Καὶ οὐδὲ τῆς θαλάττης ἀπέσχετο τουτὶ τὸ κακὸν, ἀλλὰ καὶ ἐκεῖ µετὰ πολλῆς εἰσεκώµασε τῆς µανίας, τῶν πειρατῶν αὐτὴν πολιορκούντων πάντοθεν, καὶ καινόν τινα λῃστείας ἐπινοούντων τρόπον.∆ ιὰ ταύτην καὶ οἱ τῆς φύσεως ἀνετράπησαν νόµοι, καὶ οἱ τῆς συγγενείας ἐκινήθησαν θεσµοὶ, καὶ τὰ τῆς οὐσίας αὐτῆς διέφθαρται δίκαια.
11.6
Ἡ γὰρ τῶν χρηµάτων τυραννὶς οὐ κατὰ τῶν ζώντων µόνον, ἀλλὰ καὶ κατὰ τῶν ἀποθανόντων τὰς τοιαύτας ὥπλισε δεξιάς· καὶ οὐδὲ τῷ θανάτῳ πρὸς αὐτοὺς σπένδονται, ἀλλὰ θήκας ἀναῤῥηγνύντες, καὶ κατὰ νεκρῶν σωµάτων τὰς µιαρὰς ἐκτείνουσι χεῖρας, οὐδὲ τὸνἀπαλλαγέντα τῆς ζωῆς τῆς ἑαυτῶν ἀφιέντες ἀπηλλάχθαι ἐπιβουλῆς. Καὶ ὅσα ἂν εὕρῃς κακὰ, κἂν ἐν οἰκίᾳ, κἂν ἐν ἀγορᾷ, κἂν ἐν δικαστηρίοις, κἂν ἐν βουλευτηρίοις, κἂν ἐν βασιλείοις, κἂν ὁπουδήποτε, ἐντεῦθεν πάνταὄψει βλαστάνοντα. Τοῦτο γάρ ἐστι, τοῦτο τὸ κακὸν ὃ πάντα αἱµάτων καὶ φόνων ἐνέπλησε, τοῦτο τὴν φλόγα τῆς γεέννης ἀνῆψε, τοῦτο τῆς ἐρηµίας τὰς πόλεις οὐδὲνἄµεινον διακεῖσθαι ἐποίησεν, ἀλλὰ καὶ πολλῷ χεῖρον. Τοὺς µὲν γὰρ ταῖς ὁδοῖς ἐφεδρεύοντας καὶ φυλάσσεσθαι ῥᾴδιον, ἅτε οὐ διὰ παντὸς ἐπιτιθεµένους· οἱ δὲ ἐν µέσαις ταῖς πόλεσιν ἐκείνους µιµούµενοι, τοσούτῳ χείρους ἐκείνων, ὅσῳ καὶ δυσφύλακτοι µᾶλλον αὐτῶν, καὶ µετὰ παῤῥησίας ταῦτα τολµῶσιν, ἃ µετὰ τοῦ λανθάνειν ἐκεῖνοι. Τοὺς γὰρ ἐπ' ἀναιρέσει τῆς πονηρίας αὐτῶν κειµένους νόµους, τούτους καὶ εἰς συµµαχίαν ἕλκοντες, τῶν τοιούτων φόνων καὶ µιασµάτων τὰςπόλεις ἐνέπλησαν. Ἢ οὐ φόνος, εἰπέ µοι, καὶ φόνου χεῖρον, τὸ λιµῷ παραδοῦναι πένητα καὶ εἰς δεσµωτήριον ἐµβαλεῖν, καὶ µετὰ τοῦ λιµοῦ καὶ βασάνοις ἐκδοῦναι καὶµυρίοις αἰκισµοῖς; Κἂν γὰρ αὐτὸς ταῦτα µὴ ποιῇς, παρέχῃς δὲ τὴν αἰτίαν τοῦ γίνεσθαι, τῶν διακονουµένων µᾶλλον αὐτὰ ἐργάζῃ. Ὁ µὲν γὰρ ἀνδροφόνος ὁµοῦ τὸ ξίφος ἐνέπηξε, καὶ µικρὸν λυπήσας χρόνον οὐκέτι περαιτέρω προάγει τὴν βάσανον· σὺ δὲ ταῖς συκοφαντίαις, ταῖς ἐπηρείαις, ταῖς ἐπιβουλαῖς τὸ φῶς ἐργαζόµενος αὐτῷ σκότος, καὶ ἐν ἐπιθυµίᾳ καθιστὰς τοῦ µυριάκις ἀποθανεῖν, ἐννόησον ὅσους ἐργάζῃ ἀνθ' ἑνὸς θανάτους. Καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅτι ἁρπάζεις καὶ πλεονεκτεῖς, οὐχ ὑπὸ πενίας ὠθούµενος οὐδὲ λιµοῦ σε καταναγκάζοντος, ἀλλ' ἵνα ὁ τοῦ ἵππουχαλινὸς ἀλείφηται πολλῷ τῷ χρυσῷ, καὶ ὁ τῆς οἰκίας ὄροφος, καὶ αἱ τῶν κιόνων κεφαλαί. Καὶ πόσης οὐκ ἂν εἴη ταῦτα γεέννης ἄξια, ὅταν τὸν ἀδελφὸν, καὶ τῶν ἀποῤῥήτων σοι κοινωνήσαντα ἀγαθῶν, καὶ οὕτω παρὰ τοῦ∆ εσπότου σουτιµηθέντα, ἵνα λίθους καλλω πίσῃς καὶ ἔδαφος καὶ σώµατα ἀλόγων ζώων οὐδὲ αἰσθανοµένων τοῦ κόσµου τούτου, εἰς µυρίας ἐµβάλλῃς συµφοράς; Καὶ ὁ µὲν κύων ἐν ἐπιµελείᾳ πολλῇ, ὁ δὲ ἄνθρωπος, µᾶλλον δὲ ὁ Χριστὸς, διὰ τὸν κύνα καὶ πάντα τὰ εἰρηµένα εἰς ἔσχατον κατακλείεται λιµόν. Τί ταύτης τῆς συγχύσεως χεῖρον; τί τῆς παρανοµίας ταύτης χαλεπώτερον; πόσοι ποταµοὶ πυρὸς ἀρκέσουσι τῇ τοιαύτῃ ψυχῇ; Ὁ µὲν κατ' εἰκόνα τοῦ Θεοῦ γεγενηµένος ἕστηκεν ἀσχηµονῶν διὰ τὴν σὴν ἀπανθρωπίαν· αἱ δὲ ὄψεις τῶν ἡµιόνων τῶν τὴν γυναῖκα φερουσῶν τὴν σὴν πολλῷ καταλάµπονται χρυσίῳ, καὶ τὰ δέρµατα καὶ τὰ ξύλα τὰ τὴν στέγην ἐκείνην ὑφαίνοντα· κἂν θρόνον κατασκευάσαι δέῃ, κἂν ὑποπόδιον, πάντα ὑπὸ χρυσοῦ καὶ ἀργύρου κατασκευάζονται· τὸ δὲ τοῦ Χριστοῦ µέλος, καὶ δι' ὃν ἐξ οὐρανοῦ παραγέγονε, καὶ τὸ τίµιον αἷµα ἐξέχεεν, οὐδὲ τῆς ἀναγκαίας ἀπολαύει τροφῆς διὰ τὴν πλεονεξίαν τὴν σήν. Ἀλλ' αἱ µὲν κλῖναι ἀργύρῳ πάντοθέν εἰσι περιβεβληµέναι, τὰ δὲ σώµατα τῶν ἁγίων καὶ τῆς ἀναγκαίας ἀπεστέρηται σκέπης· καὶ πάντων σοι γέγονεν ἀτιµότερος ὁ Χριστὸς, καὶ οἰκετῶν καὶ ἡµιόνων καὶ κλίνης καὶ θρόνου καὶ ὑποποδίου. Τὰ γὰρ ἔτι τούτων ἀτιµότερα σκεύη παρίηµι καταλιµπάνων ὑµῖν εἰδέναι. Εἰ δὲ φρίττεις ταῦτα ἀκούων, ἀπόστηθι πράσσων, καὶ οὐδέν σε βλάψει τὰ εἰρηµένα· ἀπόστηθι, καὶ στῆθι τῆς µανίας ταύτης· καὶ γὰρ µανία σαφὴς ἡ περὶ ταῦτα σπουδή.∆ ιὸ ταῦτα ἀφέντες ἀναβλέψωµεν ὀψὲ γοῦν ποτε εἰς τὸν οὐρανὸν, ἀναµνησθῶµεν τῆς µελλούσης ἡµέρας, ἐννοήσωµεν τὸ φοβερὸν δικαστήριον καὶτὰς ἠκριβωµένας εὐθύνας καὶ τὴν ἀδέκαστον ψῆφον· λογισώµεθα, ὅτι ταῦτα πάντα ὁρῶν ὁ Θεὸς, οὐ κεραυνοὺς ἄνωθεν πέµπει· καίτοι γε οὐ σκηπτῶν ἄξια τὰ γινόµενα µόνον. Ἀλλ' οὔτε τοῦτο ποιεῖ, οὔτε τὴν θάλασσαν ἡµῖν ἐπαφίησιν, οὐ τὴν γῆν ῥήγνυσι µέσην, οὐ τὸν ἥλιον σβέννυσιν, οὐ τὸν οὐρανὸν ῥίπτει µετὰ τῶν ἀστέρων, οὐ πάντα ἁπλῶς ἐκ µέσου ποιεῖ, ἀλλ' ἀφίησιν ἐν τάξει εἶναι καὶ διακονεῖσθαι ἡµῖν τὴν κτίσιν ἅπασαν. Ταῦτ' οὖν λογισάµενοι, τῆς φιλανθρωπίας τὸ µέγεθος φρίξωµεν, καὶ πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθωµεν· ὡς νῦν γε τῶν ἀλόγων οὐδὲν ἄµεινον διακείµεθα, ἀλλὰ πολλῷ χεῖρον. Ἐκεῖνα µὲν γὰρ ἀγαπᾷ τὰ συγγενῆ, καὶ ἀρκεῖται τῇ κοινωνίᾳ τῆς φύσεως εἰς τὴν πρὸς ἄλληλα φιλοστοργίαν. Σὺ δὲ µετὰ τῆς φύσεως µυρίας ἔχων ὑποθέσεις συναγούσας σε καὶ σφιγγούσας πρὸς τὰ οἰκεῖα µέλη, τὸ τετιµῆσθαι λόγῳ, τὸ µετέχειν εὐσεβείας, τὸ κοινωνῆσαι µυρίων ἀγαθῶν, ἐκείνων ἀγριώτερος γέγονας, εἰς µὲν τὰ ἀνότητα πολλὴν τὴν σπουδὴν ἐνδεικνύµενος, τοὺς δὲ ναοὺς τοῦ Θεοῦ καὶ λιµῷ καὶγυµνότητι παρορῶν ἀπολλυµένους, πολλάκις δὲ καὶ µυρίοις περιβάλλων κακοῖς. Εἰ γὰρ δόξης ἐρῶν ταῦτα ποιεῖς, πολλῷ µᾶλλον τὸν ἀδελφὸν τοῦ ἵππου θεραπεύειν δεῖ. Ὅσῳ γὰρ βελτίων ὁ τῆς εὐεργεσίας ἀπολαύων, τοσούτῳ καὶ λαµπρότερός σοι πλέκεται τῆς τοιαύτης σπουδῆς ὁ στέφανος· ὡς νῦν γε τοῖς ἐναντίοις περιπίπτων, καὶ µυρίους ἐπισπώµενος κατὰ σεαυτοῦ κατηγόρους, οὐκ αἰσθάνῃ. Τίς γάρ σε οὐκ ἐρεῖ κακῶς; τίς γάρ σε οὐ γράψεται τῆς ἐσχάτης ὠµότητος καὶ µισανθρωπίας, ὁρῶν τὸ µὲν τῶν ἀνθρώπων ἀτιµάζοντα γένος, τὸ δὲ τῶν ἀλόγων πρὸ τῶνἀνθρώπων ποιούµενον, καὶ µετὰ τῶν ἀλόγων τὴν οἰκίαν καὶ τὰ ἔπιπλα; Οὐκ ἤκουσας τῶν ἀποστόλων λεγόντων, ὅτι οἱ πρῶτοι τὸν λόγον δεξάµενοι καὶ οἰκίας καὶ χωρία ἐπώλουν, ἵνα τοὺς ἀδελφοὺς τρέφωσι; Σὺ δὲ καὶ οἰκίας καὶ χωρία ἁρπάζεις, ἵνα ἵππον κοσµήσῃς καὶ ξύλα καὶ δέρµατα, καὶ τοίχους καὶ ἔδαφος. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐκ ἄνδρες µόνον, ἀλλὰ καὶ γυναῖκες ταύτην µαίνονται τὴν µανίαν, καὶ τοὺς ἄνδρας εἰς τὴν τοιαύτην ἀλείφουσιµαταιοπονίαν, πανταχοῦ µᾶλλον ἢ ἐν τοῖς ἀναγκαίοις δαπανᾷν ἀναγκάζουσαι· κἂν ἐγκαλέσῃ τις ὑπὲρ τούτων, µεµελετήκασιν ἀπολογίαν πολλῆς κατηγορίας γέµουσαν. Καὶ γὰρ ταῦτα κἀκεῖνα γίνεται, φησί. Τί φής; οὐ δέδοικας τοιαῦτα φθεγγόµενος, καὶ µετὰ τῶν ἵππων καὶ τῶν ἡµιόνων, καὶ τῶν κλινῶν καὶ τῶν ὑποποδίων τὸν Χριστὸν πεινῶντα ἀριθµῶν; µᾶλλον δὲ οὐδὲ µετὰ τούτων, ἀλλὰ τὸ µὲν πλέον µέρος τούτοις, ἐκείνῳ δὲ µόλις ὀλίγον ἀπονέµων µέρος. Οὐκ οἶσθα, ὅτι πάντα αὐτοῦ, καὶ σὺ, καὶ τὰ σά; οὐκ οἶσθα, ὅτι καὶ σῶµα αὐτὸς διέπλασε, καὶ ψυχὴν ἐχαρίσατο, καὶ τὸν κόσµον ἀπένειµεν ἅπαντα; Σὺ δὲ οὐδὲ µικρὰν τούτῳ ἀντιδίδως ἀµοιβήν· ἀλλ' ἂν µὲν οἰκίσκον µικρὸν ἐκµισθώσῃς, µετὰ πολλῆς τῆς ἀκριβείας τὸν µισθὸν ἀπαιτεῖς, τὴν δὲ κτίσιν αὐτοῦ πᾶσαν καρπούµενος, καὶ κόσµοντοσοῦτον οἰκῶν, οὐδὲ ὀλίγον ἀνέχῃ µισθὸν καταβαλεῖν, ἀλλὰ τῇ κενοδοξίᾳ καὶ σαυτὸν καὶ τὰ σαυτοῦ πάντα ἐξέδωκας· καὶ γὰρ ἐκεῖθεν ἅπαντα ταῦτα ἤρτηνται. Οὐδὲ γὰρ ἵππος βελτίων ἂν γένοιτο πρὸς τὴν ἀρετὴν αὐτοῦ, τὸν κόσµον περιθέµενος τοῦτον, οὔτε ὁ καθήµενος ἐπ' αὐτοῦ ἄνθρωπος, ἀλλ' ἔστιν ὅτεκαὶ ἀτιµότερος. Πολλοὶ γὰρ ἀφέντες τὸν ὀχούµενον, πρὸς τὸν κόσµον τοῦ ἵππου τρέπουσι τοὺς ὀφθαλµοὺς, καὶ τοὺς ἑποµένους οἰκέτας καὶ τοὺς προηγουµένους καὶτοὺς σοβοῦντας· τὸν δὲ ὑπὸ τούτων δορυφορούµενον καὶ µισοῦσι, καὶ ἀποστρέφονται ὡς κοινὸν ἐχθρόν. Ἀλλ' οὐχ ὅταν τὴν ψυχὴν κοσµῇς, τοῦτο συµβαίνει, ἀλλὰ καὶ ἄνθρωποι καὶ ἄγγελοι καὶ ὁ τῶν ἀγγέλων∆ εσπότης, πάντες σοι τὸν στέφανον πλέκουσιν. Ὥστε, εἰ δόξης ἐρᾷς, ἀπόστηθι τούτων ὧν νῦν ποιεῖς, καὶ µὴ τὴν οἰκίαν, ἀλλὰ τὴν ψυχὴν καλλώπιζε, ἵνα γένῃ λαµπρὸς καὶ περιφανής· ὡς νῦν γε οὐδέν σου γένοιτ' ἂν εὐτελέστερον ἐρήµην ἔχοντος τὴν ψυχὴν, καὶ τὸ τῆς οἰκίας προβαλλοµένου κάλλος. Εἰ δὲ οὐκ ἀνέχῃ τῶν παρ' ἐµοῦ λεγοµένων, ἄκουσον τί τῶν ἔξωθέν τις ἐποίησε, καὶ αἰσχύνθητι τὴν γοῦν ἐκείνων φιλοσοφίαν. Λέγεται γάρ τις ἐκείνων εἰς οἰκίαν λαµπρὰν εἰσελθὼν, πολλῷ µὲν καταλαµποµένην χρυσίῳ, πολλῷ δὲ ἀπαστράπτουσαν τῷ τῶν µαρµάρων καὶ τῶνκιόνων κάλλει, ἐπειδὴ καὶ τὸ ἔδαφος εἶδε πανταχοῦ τάπητας ἔχον ἐστορεσµένους, εἰς τὴν ὄψιν ἐµπτύσαι τοῦ τῆς οἰκίας δεσπότου· εἶτα ἐγκαλούµενος εἰπεῖν, διὰ τὸ µηδαµοῦ τῆς οἰκίας ἑτέρωθι τοῦτο ἐξεῖναι ποιῆσαι, εἰς τὴν ὄψιν ἀναγκασθῆναι ὑβρίσαι τὴν ἐκείνου. Ὁρᾷς πῶς καταγέλαστος ὁ τὰ ἔξωθεν καλλωπίζων ἐστὶ, καὶ παρὰ πᾶσιν εὐκαταφρόνητος τοῖς νοῦν ἔχουσι; Καὶ µάλα εἰκότως. Οὐδὲ γὰρ εἰ τὴν σύνοικόν τις ἀφεὶς τὴν σὴν ῥάκια περικεῖσθαι, καὶ ἠµεληµένην εἶναι, τὰς θεραπαινίδας λαµπρᾷ περιέβαλε στολῇ, πράως ἂν ἤνεγκας, ἀλλὰ παρωξύνθης, καὶ ὕβριν ἂν τὸ πρᾶγµα ἔφησας εἶναι τὴν ἐσχάτην. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς λογίζου. Ὅταν γὰρ τοὺς µὲν τοίχους καὶ τὸ ἔδαφος καὶ τὰ ἔπιπλα καὶ τὰ ἄλλα πάντα καλλωπίζῃς, ἐλεηµοσύνην δὲ µὴ παρέχῃς δαψιλῆ, µηδὲ τὴν ἄλληνἀσκῇς φιλοσοφίαν, οὐδὲν ἕτερον ἢ τοῦτο ποιεῖς, µᾶλλον δὲ τὸ πολλῷ χαλεπώτερον. Τῆς µὲν γὰρ δούλης καὶ τῆς δεσποίνης οὐδὲν τὸ µέσον, τῆς δὲ ψυχῆς καὶ τῆς σαρκὸς πολὺ τὸ διάφορον· εἰ δὲ τῆς σαρκὸς, πολλῷ µᾶλλον τῆς ψυχῆς καὶ τῆς οἰκίας, καὶ τῆς ψυχῆς καὶ τῆς κλίνης καὶ τοῦ ὑποποδίου. Ποίας οὖν ἄξιος ἀπολογίας ἂν εἴης, ταῦτα µὲν ἅπαντα ἀργυρίῳ πολλῷ περιβάλλων, ἐκείνην δὲ περιορῶν ῥακοδυτοῦσαν, αὐχµῶσαν, πεινῶσαν, τραυµάτων γέµουσαν, ὑπὸ µυρίων σπαραττοµένην κυνῶν, καὶ µετὰ ταῦτα ἅπαντα καὶ δοξάζεσθαι ἀπὸ τοῦ καλλωπισµοῦ τῶν ἔξωθεν περικειµένων νοµίζων; ὃ δὴ µάλιστα τῆς ἐσχάτης παραπληξίας ἐστὶ, τὸ γελώµενον καὶ ὀνειδιζόµενον, καὶ ἀσχηµονοῦντα καὶ ἀτιµαζόµενον, καὶ εἰς ἐσχάτην ἐµπίπτοντα· κόλασιν, ἔτι καὶ ἐγκαλλωπίζεσθαι τούτοις.∆ ιὸ παρακαλῶ, ταῦτα πάντα ἐννοήσαντες ἀνανήψωµεν ὀψὲ γοῦν ποτε, καὶ ἡµῶν αὐτῶν γενώµεθα, καὶ τὸν κόσµον τοῦτον ἀπὸ τῶν ἔξωθεν εἰς τὴνψυχὴν µετενέγκωµεν. Οὕτω γὰρ καὶ αὐτὸς ἄσυλος µένει, καὶ ἡµᾶς τοῖς ἀγγέλοις ἴσους ἐργάζεται, καὶ τὰ ἀκίνητα προξενήσει καλά· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.