Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
12.0
Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑµῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ µέλη τῆς σαρκὸς ὑµῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνοµίᾳ εἰς τὴν ἀνοµίαν, οὕτω νῦν παραστήσατε τὰ µέλη ὑµῶν δοῦλατῇ δικαιοσύνῃ εἰς ἁγιασµόν.
12.1
Ἐπειδὴ πολλὴν ἀπῄτησεν ἀκρίβειαν τοῦ βίου, νεκροὺς εἶναι κελεύων τῷ κόσµῳ, καὶ τεθνηκέναι τῇ πονηρίᾳ, καὶ ἀκινήτους µένειν πρὸς τὴν τῶνἁµαρτηµάτων ἐνέργειαν, καὶ ἐδόκει µέγα τι καὶ βαρὺ λέγειν καὶ τὴν ἀνθρωπίνην ὑπερβαῖνον φύσιν· δεῖξαι βουλόµενος, ὅτι οὐδὲν ὑπέρογκον ἀπαιτεῖ, οὐδὲ ὅσον ἐχρῆν τὸν τοσαύτης ἀπολαύσαντα δωρεᾶς, ἀλλὰ καὶ σφόδρα σύµµετρον καὶ κοῦφον, ἀπὸτῶν ἐναντίων αὐτὸ κατασκευάζει, καί φησιν, Ἀνθρώπινον λέγω· ὡσανεὶ ἔλεγεν, ἀπὸ ἀνθρωπίνων λογισµῶν, ἀπὸ τῶν ἐν συνηθείᾳ γινο µένων· τὸ γὰρ σύµµετρον τῇ προσηγορίᾳ τοῦ ἀνθρωπίνου δηλοῖ· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Πειρασµὸς ὑµᾶς οὐκ εἴληφεν, εἰ µὴ ἀνθρώπινος· τουτέστι, σύµµετρος καὶ µικρός. Ὥσπερ γὰρ παρεστήσατε τὰ µέλη ὑµῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνοµίᾳ εἰς τὴν ἀνοµίαν, οὕτω νῦν παραστήσατε τὰ µέλη ὑµῶν δοῦλα τῇ δικαιοσύνῃεἰς ἁγιασµόν. Καίτοι πολὺ τῶν δεσποτῶν τὸ µέσον, ἀλλ' ὅµως τὸ ἴσον τῆς δουλείας ἀπαιτῶ µέτρον. Ἔδει µὲν γὰρ καὶ πολλῷ πλέον εἰσενεγκεῖν, καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ αὕτη µείζων τῆς δεσποτείας ἐκείνης καὶ ἀµείνων· πλὴν ἀλλ' οὐδὲν πλέον ἀπαιτῶ διὰ τὴν ἀσθένειαν. Καὶ οὐκ εἶπε, Τῆς προαιρέσεως ὑµῶν, οὐδὲ Τῆς προθυµίας, ἀλλὰ, Τῆς σαρκὸς ὑµῶν, ἀνεπαχθέστερον ποιῶν τὸν λόγον. Καίτοι τὸ µὲν ἀκαθαρσία, τὸ δὲ ἁγιασµός· τὸ µὲν ἀνοµία, τὸ δὲ δικαιοσύνη. Καὶ τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς µηδὲ τοσαύτην εἰσενεγκεῖν σπουδὴν τῇ τοῦ Χριστοῦ δουλείᾳ, ὅσην τῇ τῆς ἁµαρτίας καὶ τοῦ διαβόλου; Οὐκοῦν ἄκουσον τῶν ἑξῆς, καὶ εἴσῃ σαφῶς, ὅτι οὐδὲ τὸ µικρὸν τοῦτο εἰσφέροµεν. Ἐπειδὴ γὰρ ἁπλῶς οὕτω λεγόµενον οὐκ ἐδόκει πιστὸν εἶναι οὐδὲ εὐπαράδεκτον, οὐδὲ ἠνείχετό τις ἀκοῦσαι, ὅτι οὐ δουλεύει τοσοῦτον τῷ Χριστῷ, ὅσον ἐδούλευσε τῷ διαβόλῳ, διὰ τῶν ἑξῆς αὐτὸ κατασκευάζει καὶ ποιεῖ πιστὸν, τὴν δουλείαν ἐκείνην ἄγων εἰς µέσον, καὶ λέγων πῶς ἐδούλευσαν. Ὅτε γὰρ ἦτε δοῦλοι, φησὶ, τῆς ἁµαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτε ἐν πονηρίᾳ ἐζῆτε καὶ ἀσεβείᾳ καὶ ἐσχάτοις κακοῖς, µετὰ τοσαύτης ἐζῆτε τῆς ὑπακοῆς, ὡς µηδὲν καθόλου πράττειν καλόν. Τοῦτο γάρ ἐστιν, Ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ· τουτέστιν, Οὐκ ἦτε ὑποτεταγµένοι αὐτῇ, ἀλλ' ἠλλοτριωµένοι καθόλου. Οὐδὲ γὰρ διενέµετε τῆς δουλείας τὸν τρόπον τῇ δικαιοσύνῃ καὶ τῇ ἁµαρτίᾳ, ἀλλ' ὅλους ἑαυτοὺς ἐξεδίδοτε τῇ πονηρίᾳ. Οὐκοῦν καὶ νῦν, ἐπειδὴ µετέστητε πρὸς τὴν δικαιοσύνην, ὅλους ἑαυτοὺς ἔκδοτε τῇ ἀρετῇ, µηδὲν καθόλου τῆς κακίας πράττοντες, ἵνα κἂν ἴσον ἐπιδείξητετὸ µέτρον. Καίτοι γε οὐχὶ τῆς δεσποτείας πολὺ τὸ µέσον µόνον, ἀλλὰ καὶ τῆς δουλείας αὐτῆς πολὺ τὸ διάφορον· ὅπερ καὶ αὐτὸ µετὰ πολλῆς ἀναπλοῖ τῆς σαφηνείας, καὶ δείκνυσιν ἐπὶ τίσι τότε ἐδούλευον, ἐπὶ τίσι δὲ νῦν. Καὶ οὔπω λέγει τὴν βλάβην τὴν ἀπὸ τοῦ πράγµατος γινοµένην, ἀλλὰ τέως τὴν αἰσχύνην. Τίνα γὰρ, φησὶ, καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Τοιαύτη γὰρ ἦν ἡ δουλεία, ὡς καὶ τὴν ἀνάµνησιν αὐτὴν νῦν αἰσχύνην φέρειν. Εἰ δὲ ἡ ἀνάµνησις καταισχύνει, πολλῷ µᾶλλον ἡ πρᾶξις. Ὥστε διπλῇ νῦν ἐκερδάνετε, καὶ ἀπαλλαγέντες τῆς αἰσχύνης, καὶ µαθόντες ἐν οἷς ἦτε· ὥσπερ οὖν τότε διπλῇ παρεβλάπτεσθε, καὶ αἰσχύνης ἄξια πράττοντες, καὶ οὐδὲ εἰδότες αἰσχύνεσθαι, ὅπερ τοῦ προτέρου µεῖζον ἦν· ἀλλ' ὅµως ἐµένετε δουλεύοντες.∆ είξας τοίνυν ἐκ περιουσίας τὴν βλάβην τῶν τότε γενοµένων ἀπὸ τῆς αἰσχύνης, καὶ ἐπ' αὐτὸ τὸ πρᾶγµα χωρεῖ. Τί οὖν ἦν τὸ πρᾶγµα; Τὸ γὰρ τέλος ἐκείνων θάνατος. Ἐπειδὴ γὰρ ἡ αἰσχύνη οὐ σφόδρα δοκεῖ φορτικὸν εἶναι, ἐπὶ τὸ πάνυ φοβερὸν ἔρχεται, τὸν θάνατον λέγω· καίτοι γε ἤρκει καὶ τὸ ἔµπροσθεν εἰρηµένον. Ἐννόησον γὰρ ὅση τῆς κακίας ἡ ὑπερβολὴ, ὅπου γε καὶ τῆς τιµωρίας ἀπαλλαγέντες, τῆς αἰσχύνης ἀπαλλαγῆναι οὐκ εἶχον. Ποῖον οὖν προσδοκᾷς µισθὸν, φησὶν, ἀπὸ τῆς πράξεως, ὅταν ἀπὸ τῆς µνήµης µόνης, καὶ ταῦτα τῆς τιµωρίας ἀπηλλαγµένος, ἐγκαλύπτῃ καὶ ἐρυθριᾷς, καίτοι γε ἐν τοσαύτῃ ὢν χάριτι; Ἀλλ' οὐ τὰ τοῦ Θεοῦ τοιαῦτα. Νῦν δὲ, φησὶν, ἐλευθερωθέντες ἀπὸ τῆς ἁµαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑµῶν εἰς ἁγιασµὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Ἐκείνων ὁ καρπὸς αἰσχύνη καὶ µετὰ τὴν ἀπαλλαγὴν, τούτων δὲ ὁ καρπὸς ἁγιασµός· ὅπου δὲ ἁγιασµὸς, παῤῥησία πολλή. Ἐκείνων τὸ τέλος θάνατος, τούτων δὲ ζωὴ αἰώνιος.
12.2
Εἶδες πῶς τὰ µὲν δείκνυσι δεδοµένα, τὰδὲ ἐν ἐλπίσιν ὄντα; Καὶ ἀπὸ τῶν δεδοµένων κἀκεῖνα πιστοῦται, ἀπὸ τοῦ ἁγιασµοῦ τὴν ζωήν. Ἵνα γὰρ µὴ λέγῃς, ὅτι πάντα ἐν ἐλπίσι, δείκνυσι καὶ ἤδη σε καρπωσάµενον· πρῶτον τὸ ἀπαλλαγῆναι τῆς πονηρίας καὶ τοιούτων κακῶν, ὧν καὶ ἡ µνήµη αἰσχύνην φέρει· δεύτερον τὸ δουλωθῆναι τῇ δικαιοσύνῃ· τρίτον τὸ ἁγιασµοῦ ἀπολαῦσαι· τέταρτον τὸ καὶ ζωῆς ἐπιτυχεῖν, καὶ ζωῆς οὐ προσκαίρου, ἀλλ' αἰωνίας. Ἀλλ' ὅµως καὶ τούτων ὄντων, κἂν ἐξ ἴσης, φησὶ, δουλεύσατε. Εἰ γὰρ καὶ ὁ∆ εσπότης σφόδρα ὑπερέχων, καὶ τῆς δουλείας πολὺ τὸ µέσον καὶ τῶν ἐπάθλων ὑπὲρ ὧν δουλεύετε, οὐδὲν ἀπαιτῶ πλέον τέως. Εἶτα, ἐπειδὴ ὅπλων ἐµνηµόνευσε καὶ βασιλέως, ἐπιµένει τῇ µεταφορᾷ, λέγων· Τὰ µὲν γὰρ ὀψώνια τῆς ἁµαρτίας, θάνατος· τὸ δὲ χάρισµα τοῦ Θεοῦ, ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν. Εἰπὼν ὀψώνια ἁµαρτίας, ἐπὶ τῶν χρηστῶν οὐ τὴν αὐτὴν ἐτήρησε τάξιν. Οὐ γὰρ εἶπεν, Ὁ µισθὸς τῶν κατορθωµάτων ὑµῶν, ἀλλὰ, Τὸ δὲ χάρισµα τοῦ Θεοῦ, δεικνὺς ὅτι οὐκ οἴκοθεν ἀπηλλάγησαν, οὐδὲ ὀφειλὴν ἀπέλαβον, οὐδὲ ἀµοιβὴν καὶ ἀντίδοσιν πόνων, ἀλλὰ χάριτι ταῦτα πάντα ἐγένοντο· ὥστε καὶ ἐντεῦθεν ἡ ὑπεροχὴ, οὐχ ὅτι ἀπήλλαξε µόνον, οὐδὲ ὅτι ἐπὶ τὰ βελτίω µετέθηκεν, ἀλλ' ὅτι µηδὲ κάµνοντας µηδὲ πονήσαντας· καὶ οὐχ ὅτι ἀπήλλαξε µόνον, ἀλλὰ καὶ πολλῷ µείζονα ἔδωκε, καὶ διὰ τοῦ Παιδὸς ἔδωκε. Ταῦτα δὲ παρενέβαλεν ἅπαντα, ἐπειδὴ καὶ περὶ χάριτος διελέχθη, καὶ τὸν νόµον µέλλει καταβάλλειν λοιπόν. Ἵνα γὰρ µὴ ταῦτα ἀµφότερα ῥᾳθυµοτέρους ἐργάσηται, µέσα παρενέθηκε τὰ περὶ τῆς ἀκριβείας τοῦ βίου, πανταχοῦ διεγείρων εἰς τὴν τῆς ἀρετῆςἐπιµέλειαν τὸν ἀκροατήν. Ὅταν δὲ ὀψώνια τῆς ἁµαρτίας τὸν θάνατον καλῇ, φοβεῖ πάλιν, καὶ πρὸς τὰ µέλλοντα ἀσφαλίζεται.∆ ι' ὧν γὰρ αὐτοὺς ἀναµιµνήσκει τῶν προτέρων, διὰ τούτων καὶ εὐχαρίστους ποιεῖ, καὶ ἀσφαλεστέρους πρὸς τὰ ἐπιόντα ἅπαντα. Καταλύσας τοίνυν ἐνταῦθα τὸν τῶν ἠθικῶν λόγον, ἐπὶ τὰ δόγµατα ἐκβαίνει πάλιν, οὕτω λέγων· Ἢ ἀγνοεῖτε, ἀδελφοί; γινώσκουσι γὰρ νόµον λαλῶ. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἀπεθάνοµεν τῇ ἁµαρτίᾳ, δείκνυσιν ἐνταῦθα, ὅτι οὐ µόνον ἁµαρτία αὐτῶν οὐ κυριεύει, ἀλλ' οὐδὲ νόµος. Εἰ δὲ νόµος οὐ κυριεύει, πολλῷ µᾶλλον ἁµαρτία. Καὶ καταγλυκαίνων τὸν λόγον, ἀπὸ παραδείγµατος ἀνθρωπίνου τοῦτο ποιεῖ φανερόν. Καὶ δοκεῖ µὲν ἕν τι λέγειν, δύο δὲ τίθησι τοῦ προκειµένου κατασκευὰς, µίαν µὲν, ὅτι ἀποθανόντος ἀνδρὸς, οὐχ ὑπόκειται γυνὴ νόµῳ τῷ τοῦ ἀνδρὸς, οὐδὲἔστιν ὁ κωλύων ἑτέρῳ γενέσθαι γυναῖκα· ἑτέραν δὲ, ὅτι ἐνταῦθα οὐ µόνον ὁ ἀνὴρ ἐτελεύτησεν, ἀλλὰ καὶ ἡ γυνή· ὥστε διπλῆς ἀπολαύειν τῆς ἐλευθερίας. Εἰ γὰρ τελευτήσαντος τοῦ ἀνδρὸς, ἀπήλλακται τῆς ἐξουσίας, ὅταν καὶ αὐτὴ τετελευτηκυῖα φανῇ, πολλῷ µᾶλλον ἠλευθέρωται. Εἰ γὰρ ἓν γενόµενον ἀπαλλάττει τῆς ἐξουσίας αὐτὴν, πολλῷ µᾶλλον ἀµφότερα συνελθόντα. Μέλλων τοίνυν ἐµβαίνειν εἰς τὴν περὶ τούτων ἀπόδειξιν, µετ' ἐγκωµίου τῶν ἀκροατῶν ἄρχεται λέγων, Ἢ ἀγνοεῖτε, ἀδελφοί; γινώσκουσι γὰρ νόµον λαλῶ. Τουτέστι, σφόδρα ὡµολογηµένον λέγω καὶ σαφὲς, καὶ γινώσκουσι ταῦτα µετὰ ἀκριβείας ἅπαντα. Ὅτι ὁ νόµος κυριεύει τοῦ ἀνθρώπου, ἐφ' ὅσον χρόνον ζῇ. Οὐκ εἶπε, Τοῦ ἀνδρὸς, οὐδὲ Τῆς γυναικὸς, ἀλλὰ, Τοῦ ἀνθρώπου, ὅπερ ἐστὶ κοινὸν ἑκατέρου τοῦ ζώου ὄνοµα. Ὁ γὰρ ἀποθανὼν, φησὶ, δεδικαίωται ἀπὸ τῆς ἁµαρτίας. Οὐκοῦν τοῖς ζῶσιν ὁ νόµος κεῖται, τοῖς δὲ τεθνηκόσιν οὐκέτι διατάττεται. Ὁρᾷς πῶς διπλῆν τὴν ἐλευθερίαν ἐδήλωσεν; Εἶτα ἐν τοῖς προοιµίοις τοῦτο αἰνιξάµενος, ἐπὶ τῆς γυναικὸς ἐν τῇ κατασκευῇ προάγει τὸν λόγον, οὕτω λέγων· Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόµῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόµου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, µοιχαλὶς χρηµατίζει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀπο θάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόµου, τοῦ µὴ εἶναι αὐτὴν µοιχαλίδα, γενοµένην ἀνδρὶ ἑτέρῳ. Συνεχῶς αὐτὸ περιστρέφει, καὶ µετὰ πολλῆς τῆς ἀκριβείας· ἐπειδὴ σφόδρα θαῤῥεῖ τῷ ὑπ' αὐτοῦ κατασκευαζοµένῳ. Καὶ τίθησιν ἐν τάξει µὲν τοῦ ἀνδρὸς τὸν νόµον, ἐν τάξει δὲ τῆς γυναικὸς τοὺς πιστεύσαντας ἅπαντας. Εἶτα τὸ συµπέρασµα οὐ κατὰ τὴν πρότασιν ἐπάγει· τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν· Ὥστε, ἀδελφοί µου, οὐ κυριεύσει ὑµῶν ὁ νόµος· ἀπέθανε γάρ. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλ' ἐν µὲν τῇ προτάσει τοῦτο ᾐνίξατο· ἐν δὲ τῇ ἐπαγωγῇ λοιπὸν, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὸν λόγον, τὴν γυναῖκα εἰσάγει τετελευτηκυῖαν, λέγων· Ὥστε, ἀδελφοί µου, καὶ ὑµεῖς ἐθανατώθητε τῷ νόµῳ. Ὅταν γὰρ καὶ τοῦτο κἀκεῖνο γενόµενον τὴν αὐτὴν ἐλευθερίαν παρέχῃ, τί κωλύει χαρίσασθαι τῷ νόµῳ, τοῦ πράγµατος µηδὲν παραβλαπτοµένου; Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόµῳ. Ποῦ νῦν εἰσιν οἱ τὸν νόµον διαβάλλοντες; Ἀκουέτωσαν πῶς καὶ εἰς ἀνάγκην ἐµπεσὼν, οὐ καθαιρεῖ αὐτοῦ τὸ ἀξίωµα, ἀλλὰ µεγάλα περὶ τῆς ἐξουσίας αὐτοῦ διαλέγεται, εἴ γε ζῶντος αὐτοῦ, δέδεταιὁ Ἰουδαῖος, καὶ µοιχοὶ χρηµατίζουσιν οἱ παραβαίνοντες καὶ ἀφιέντες αὐτὸν ζῶντα· εἰ δὲ τελευτήσαντα εἴασεν, οὐδὲν θαυµαστόν· καὶ γὰρ ἐπ' ἀνθρώπων οὐ διαβάλλεται ὁ τοῦτο ποιῶν. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόµου τοῦ ἀνδρός.
12.3
Εἶδες πῶς ἐν τῷ παραδείγµατι τὸν νόµον δείκνυσι τετελευτηκότα; Ἀλλ' οὐκ ἐν τῇ ἐπαγωγῇ τοῦτο ποιεῖ. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, µοιχαλὶς χρηµατίζει ἡ γυνή. Ὅρα πῶς ἐνδιατρίβει ταῖς κατηγορίαις τῶν τὸν νόµον παραβαινόντων ζῶντα. Ἐπεὶ δὲ αὐτὸν ἔπαυσε, λοιπὸν µετὰ ἀσφαλείας ἁπάσης αὐτὸν χαρίζεται τῇ πίστει, οὐδὲν παραβλάπτων ἐντεῦθεν. Ζῶντος γὰρ, φησὶ, τοῦ ἀνδρὸς, µοιχαλὶς χρηµατίσει ἡ γυνὴ, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ. Ὥστε, ἀδελφοί µου, καὶ ὑµεῖς. Ἀκόλουθον ἦν εἰπεῖν· Τοῦ νόµου τελευτήσαντος, οὐ κρίνεσθε µοιχείας, ἀνδρὶ γενόµενοι ἑτέρῳ. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ πῶς; Ἐθανατώθητε τῷ νόµῳ. Εἰ νεκροὶ γεγόνατε, οὐκ ἐστὲ ὑπὸ τὸν νόµον. Εἰ γὰρ τελευτήσαντος τοῦ ἀνδρὸς οὐκ ἔστιν ὑπεύθυνος ἡ γυνὴ, πολλῷ µᾶλλον αὕτη τετελευτηκυῖα ἀπήλλακται τούτου. Εἶδες Παύλου σοφίαν, πῶς τὸν νόµον ἔδειξε τοῦτο βουλόµενον, τὸ ἀποστῆναι αὐτοῦ καὶ γενέσθαι ἀνδρὶ ἑτέρῳ; Οὐ γὰρ κωλύει, φησὶν, ἑτέρῳ συνεῖναι ἀνδρὶ, τελευτήσαντος τοῦ προτέρου. Πῶς γὰρ, ὅπου γε καὶ ζῶντος ἐπιτρέπει βιβλίον ἀποστασίου λαβοῦσαν; Ἀλλὰ καὶ τοῦτο οὐ τίθησιν, ὅπερ ἔγκληµα ἦν µᾶλλον τῶν γυναικῶν· εἰ γὰρ καὶ συγκεχώρητο, ἀλλ' ὅµως οὐκ ἦν αἰτίας ἀπηλλαγµένον. Ὅταν γὰρ ἀπὸ τῶν ἀναγκαίων καὶ δοκίµων ἔχῃ τὰ νικητήρια, οὐ ζητεῖ τὰ περιττά· οὐ γάρ ἐστι γλίσχρος. Τὸ τοίνυν θαυµαστὸν τοῦτό ἐστιν, ὅτι αὐτὸς ὁ νόµος ἀπαλλάττει τῶν ἐγκληµάτων ἡµᾶς ἀποστάντας αὐτοῦ· ὥστε αὐτοῦ βούληµα τὸ γενέσθαι ἡµᾶς τοῦ Χριστοῦ. Καὶ γὰρ καὶ αὐτὸς τέθνηκε, καὶ ἡµεῖς τεθνήκαµεν, καὶ διπλῇ τὰ τῆς ἐξουσίας ἀνῄρηται. Ὁ δὲ οὐδὲ τούτοις ἀρκεῖται µόνοις, ἀλλὰ καὶ τὸν αἴτιον προστίθησιν· οὐδὲ γὰρ ἁπλῶς τέθεικε τὸν θάνατον, ἀλλὰ πάλιν τὸν ταῦτα ἐργασάµενον τὸν σταυρὸν εἰσήγαγε, καὶ ταύτῃ ποιῶν ἡµᾶς ὑπευθύνους. Οὐ γὰρ ἁπλῶς, Ἀπηλλάγητε, φησὶν, ἀλλὰ,∆ ιὰ τοῦ θανάτου τοῦ∆ εσποτικοῦ. Ἐθανατώθητε γὰρ, φησὶ, τῷ νόµῳ διὰ τοῦ σώµατος τοῦ Χριστοῦ. Οὐκ ἐντεῦθεν δὲ προτρέπει µόνον, ἀλλὰ καὶ ἐκ τῆς ὑπεροχῆς τοῦ δευτέρου ἀνδρός· διὸ καὶ ἐπήγαγεν· Εἰς τὸ γενέσθαι ὑµᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι. Εἶτα, ἵνα µὴ λέγωσι, Τί οὖν, ἂν µὴ βουλώµεθα δευτέρῳ ὁµιλῆσαι ἀνδρί; ὁ γὰρ νόµος τὴν χηρεύσασαν οὐ ποιεῖ µὲν εἶναι µοιχαλίδα δευτέροις ὁµιλήσασαν γάµοις, οὐ µὴν ἀναγκάζει ὁµιλῆσαι· ἵν' οὖν µὴ τοῦτο λέγωσι, δείκνυσιν ὅτι καὶ ἐκ τῶν ὑπηργµένων ἤδη ἡµῖν βουληθῆναι δεῖ· ὅπερ καὶ ἀλλαχοῦ σαφέστερον τίθησι, λέγων· Οὐκ ἐστὲ ἑαυτῶν· καὶ, Τιµῆς ἠγοράσθητε· καὶ, Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· καὶ πάλιν, Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες µηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι. Τοῦτο γοῦν καὶ ἐνταῦθα ᾐνίξατο εἰπών·∆ ιὰ τοῦ σώµατος. Εἶτα καὶ προτρέπει ταῖς κρείττοσιν ἐλπίσι, λέγων· Ἵνα καρποφορήσωµεν τῷ Θεῷ. Τότε µὲν γὰρ ἐκαρποφορεῖτε τῷ θανάτῳ, φησὶ, νῦν δὲ τῷ Θεῷ. Ὅτε γὰρ ἦµεν ἐν τῇ σαρκὶ, τὰ παθήµατα τῶν ἁµαρτιῶν τὰ διὰ τοῦ νόµου ἐνηργεῖτο ἐν τοῖς µέλεσιν ἡµῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Εἶδες τοῦ προτέρου ἀνδρὸς τὸ κέρδος; Καὶ οὐκ εἶπεν, Ὅτε ἦµεν ἐν τῷ νόµῳ, πανταχοῦ φειδόµενος δοῦναι αἱρετικοῖς λαβήν· ἀλλ', Ὅτε ἦµεν ἐν τῇ σαρκὶ, τουτέστι, ταῖς πονηραῖς πράξεσι, τῷ σαρκικῷ βίῳ. Οὐ γὰρ τοῦτό φησιν, ὅτι πρὸ τούτου µὲν ἐν σαρκὶ ἦσαν, νυνὶ δὲ ἀσώµατοι γενόµενοι περιῄεσαν. Τοῦτο δὲ εἰπὼν, οὔτε αἴτιον εἶναί φησιν ἁµαρτηµάτων τὸν νόµον, οὔτε ἀπαλλάττει αὐτὸν ἀπεχθείας· κατηγόρου γὰρ τάξιν ἐπεῖχε πικροῦ, ἀπογυµνῶν τὰ ἁµαρτήµατα· ὁ γὰρ τῷ µηδὲν πείθεσθαι βουλοµένῳ πλείονα ἐπιτάττων, πλεονάζει τὸ παράπτωµα.∆ ιὰ τοῦτο οὐκ εἶπε, Τὰ παθήµατα τῶν ἁµαρτιῶν τὰ ὑπὸ τοῦ νόµου γινόµενα, ἀλλὰ, Τὰ διὰ τοῦ νόµου, καὶ οὐ προσέθηκε, Γινόµενα, ἀλλ' ἁπλῶς,∆ ιὰ τοῦνόµου, τουτέστι, τὰ διὰ τοῦ νόµου φαινόµενα ἢ γνωριζόµενα. Εἶτα, ἵνα µηδὲ τῆς σαρκὸς κατηγορήσῃ, οὐκ εἶπεν, Ἃ ἐνήργει τὰ µέλη, ἀλλ' ἃ Ἐνηργεῖτο ἐν τοῖς µέλεσιν ἡµῶν· δεικνὺς ἑτέρωθεν οὖσαν τῆς πονηρίας τὴν ἀρχὴν, ἀπὸ τῶν ἐνεργούντων λογισµῶν, οὐκ ἀπὸ τῶν ἐνεργουµένων µελῶν. Ἡ µὲν γὰρ ψυχὴ τεχνίτου τάξιν ἐπεῖχε, κιθάρας δὲ τῆς σαρκὸς ἡ φύσις, οὕτως ἠχοῦσα, ὡς ἠνάγκαζεν ὁ τεχνίτης. Οὐκοῦν οὐ ταύτῃ τὸ ἀπηχὲς µέλος, ἀλλ' ἐκείνῃ πρὸ ταύτης λογιστέον ἡµῖν. Νῦν δὲ, φησὶ, κατηργήθηµεν ἀπὸ τοῦ νόµου. Ὁρᾷς πῶς πάλιν ἐνταῦθα τῆς σαρκὸς καὶ τοῦ νόµου φείδεται; Οὐ γὰρ εἶπεν, ὅτι Κατηργήθη ὁ νόµος, οὐδ' ὅτι Κατηργήθη ἡ σὰρξ, ἀλλ' ὅτι Κατηργήθηµεν ἡµεῖς. Καὶ πῶς ἡµεῖς κατηργήθηµεν; Τοῦ κατεχοµένου παρὰ τῆς ἁµαρτίας ἀνθρώπου παλαιοῦ ἀποθανόντος καὶ ταφέντος· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Ἀποθανόντες ἐν ᾧ κατειχόµεθα. Ὡσανεὶ ἔλεγεν, Ὁδεσµὸς, δι' οὗ κατεχόµεθα, ἐνεκρώθη καὶ διεῤῥύη, ὥστε τὸν κατέχοντα µηδὲν κατέχειν λοιπὸν, τουτέστι, τὴν ἁµαρτίαν. Ἀλλὰ µὴ ἀναπέσῃς µηδὲ ῥᾳθυµότερος γένῃ· κατηργήθης γὰρ ὥστε δουλεύειν πάλιν, ἀλλ' οὐχ ὁµοίως, ἀλλ' Ὥστε δουλεύειν ἡµᾶς ἐν καινότητι πνεύµατος, καὶ οὐ παλαιότητι γράµµατος. Τί δέ ἐστιν, ὅ φησιν; ἀναγκαῖον γὰρ αὐτὸ ἤδη ἐκκαλύψαι, ἵν', ὅταν εἰς τὸ χωρίον ἐµπέσωµεν, µὴ θορυβώµεθα. Ὅτε γὰρ, φησὶν, ἥµαρτεν ὁ Ἀδὰµ, καὶ τὸ σῶµα αὐτοῦ γέγονε θνητὸν καὶ παθητὸν, καὶ πολλὰ ἐλαττώµατα ἐδέξατο φυσικὰ, καὶ βαρύτερος καὶ δυσήνιοςὁ ἵππος κατέστη· ἀλλ' ὁ Χριστὸς ἐλθὼν, διὰ τοῦ βαπτίσµατος κουφότερον ἡµῖν αὐτὸ ἐποίησεν τῷ πτερῷ διεγείρων τοῦ Πνεύµατος.
12.4
∆ ιὰ δὴ τοῦτο οὐδὲ τὰ αὐτὰ κεῖται τοῖς παλαιοῖς καὶ ἡµῖν σκάµµατα, ἐπειδὴ οὐδὲ οὕτω τότε εὔκολος ὁ δρόµος ἦν.∆ ιὸ καὶ αὐτὸς οὐχὶ φόνων ἀπαιτεῖ καθαροὺς εἶναι µόνον, ὥσπερ τοὺς ἀρχαίους, ἀλλὰ καὶ ὀργῆς· οὐδὲ µοιχείας, ἀλλὰ καὶ ἀκολάστου ὄψεως ἀπηλλάχθαι κελεύει· οὐδὲ ἐπιορκίας, ἀλλὰ καὶ εὐορκίας ἐκτὸς εἶναι, καὶ µετὰ τῶν φίλων καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν ἐπιτάττει· καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασι µακροτέρους ἐποίησε τοὺς διαύλους, κἂν µὴ πειθώµεθα, καὶ γέενναν ἠπείλησε, δεικνὺς ὅτι οὐ τῆς φιλοτιµίας τῶνἀγωνιζοµένων τὰ ζητούµενα, ὥσπερ ἡ παρθενία καὶ ἡ ἀκτηµοσύνη, ἀλλὰ πάντως αὐτὰ ἀνυσθῆναι δεῖ. Καὶ γὰρ τῶν ἀναγκαίων ἐστὶ καὶ κατεπειγόντων, καὶ ὁ µὴ ποιήσας τὴν ἐσχάτην δίδωσι δίκην.∆ ιὰ τοῦτο ἔλεγεν· Ἐὰν µὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑµῶν πλέον τῶν Γραµµατέων καὶ Φαρισαίων, οὐ µὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δὲ τὴν βασιλείαν οὐχ ὁρῶν, εἰς γέενναν πεσεῖται πάντως.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Ἁµαρτία γὰρ ὑµῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόµον, ἀλλ' ὑπὸ χάριν· καὶ ἐνταῦθα πάλιν· Ὥστε δουλεύειν ἡµᾶς ἐν καινότητι πνεύµατος, καὶ οὐ παλαιότητι γράµµατος. Οὐ γάρ ἐστι γράµµα καταδικάζον, τουτέστιν, ὁ νόµος ὁ παλαιὸς, ἀλλὰ πνεῦµα βοηθοῦν.∆ ιὰ τοῦτο ἐπὶ µὲν τῶν παλαιῶν εἴ πού τις ἐφάνη παρθενίαν ἀσκῶν, σφόδρα ἔκπληκτον ἦν· νῦν δὲ πανταχοῦ τῆς οἰκουµένης τὸ πρᾶγµα ἔσπαρται· καὶ θανάτου τότε µὲν ὀλίγοι µόλις ὑπερεῖδον ἄνδρες, νυνὶ δὲ καὶ ἐν κώµαις καὶ πόλεσι δῆµοι µαρτύρων ἄπειροι, οὐκ ἐξ ἀνδρῶν µόνον, ἀλλὰ καὶ ἐκγυναικῶν συνεστηκότες. Εἶτα ἐπειδὴ ταῦτα εἶπεν, ἀντίθεσιν πάλιν ἀνακύπτουσαν λύει, ἐν τῇ λύσει κατασκευάζων ὃ βούλεται.∆ ιόπερ οὐδὲ προηγουµένως εἰσάγει τὴν λύσιν, ἀλλ' ἐξ ἀντιλογίας, ἵνα τῇ ἀνάγκῃ τῆς λύσεως ἀφορµὴν εἰς τὸ εἰπεῖν ἃ βούλεται λάβῃ, καὶἀνεπαχθέστερον ποιήσῃ τὴν κατηγορίαν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐν καινότητι πνεύµατος, καὶ οὐ παλαιότητι γράµµατος, ἐπήγαγε· Τί οὖν ἐροῦµεν; ὁ νόµος ἁµαρτία; Μὴ γένοιτο. Καὶ γὰρ πρὸ τούτου ἦν εἰρηκὼς, ὅτι Τὰ παθήµατα τῶν ἁµαρτιῶν τὰ διὰ τοῦ νόµου ἐνηργεῖτο ἐν τοῖς µέλεσιν ἡµῶν· καὶ, Ἁµαρτία ὑµῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόµον, ἀλλ' ὑπὸ χάριν· καὶ ὅτι, Οὗ γὰρ οὐκ ἔστι νόµος, οὐδὲ παράβασις· καὶ, Νόµος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωµα· καὶ, Ὁ νόµος ὀργὴν κατεργάζεται. Ἐπεὶ οὖν ταῦτα πάντα ἐδόκει διαβολὴν φέρειν τῷ νόµῳ, ὡς διορθούµενος τὴν ἐκ τούτων ὑπόνοιαν, τίθησι καὶ ἀντίθεσιν, καί φησι· Τί οὖν; ὁ νόµος ἁµαρτία; Μὴ γένοιτο. Πρὸ τῆς κατασκευῆς ἀπηγόρευσε, τὸν ἀκροατὴν οἰκειούµενος, καὶ τὸν σκανδαλιζόµενον θεραπεύων. Λοιπὸν γὰρ ἀκούσας, καὶ περὶ τῆς διαθέσεως αὐτοῦ πληροφορηθεὶς, ζητεῖ µετ' αὐτοῦ τὸ δοκοῦν εἶναι ἄπορον, καὶ οὐχ ὑποπτεύει τὸν λέγοντα· διὸ καὶ τὴν ἀντίθεσιν προλαβὼν ἐκείνην τέθεικεν. Οὐδὲ γὰρ εἶπε, Τί οὖν εἴποιµι ἄν; ἀλλὰ, Τί ἐροῦµεν; ὡς βουλῆς καὶ γνώµης προκειµένης, καὶ Ἐκκλησίας κοινῆς συγκεκροτηµένης, καὶ οὐ παρ' αὐτοῦ, ἀλλὰ παρὰ τῆς τῶν εἰρηµένων ἀκολουθίας καὶ τῆςτῶν πραγµάτων ἀληθείας τῆς ἀντιθέσεως φανείσης. Ὅτι µὲν γὰρ τὸ γράµµα ἀποκτείνει, οὐδεὶς ἀντερεῖ, φησί· καὶ ὅτι τὸ πνεῦµα ζωοποιεῖ, καὶ τοῦτο δῆλον, καὶ οὐδεὶς ἂν φιλονεικήσειεν. Εἰ τοίνυν ταῦτα ὡµολογηµένα, τί ἂν εἴποιµεν περὶ τοῦ νόµου; ὅτι ἁµαρτία; Μὴ γένοιτο. Λῦσον οὖν τὴν ἀπορίαν. Εἶδες πῶς µετ' αὐτοῦ τὸν ἀντίδικον ἵστησι, καὶ τὸ τοῦ διδάσκοντος ἀξίωµα λαβὼν, ἐπὶ τὴν λύσιν ἔρχεται; Τίς οὖν ἡ λύσις; Ἁµαρτία µὲν οὐκ ἔστι, φησίν. Ἁµαρτίαν δὲ οὐκ ἂν ἔγνων, εἰ µὴ διὰ νόµου. Ὅρα σοφίας ἐπίτασιν. Ὅπερ οὐκ ἔστιν ὁ νόµος, ἐξ ἀντιθέσεως τέθεικεν, ἵνα ἀναιρῶν τοῦτο, καὶ ταύτῃ χαριζόµενος τῷ Ἰουδαίῳ, πείσῃ τὸ ἔλαττον αὐτὸν καταδέξασθαι. Τί δέ ἐστι τὸ ἔλαττον; Ὅτι Τὴν ἁµαρτίαν οὐκ ἔγνων, εἰ µὴ διὰ νόµου. Τήν τε γὰρ ἐπιθυµίαν οὐκ ᾔδειν, φησὶν, εἰ µὴ ὁ νόµος ἔλεγεν. Οὐκ ἐπιθυµήσεις. Ὁρᾷς πῶς κατὰ µικρὸν οὐχὶ µόνον κατήγορον αὐτὸν ὄντα δείκνυσι τῆς ἁµαρτίας, ἀλλὰ καὶ ἠρέµα κατασκευαστικόν; οὐ µὴν παρὰ τὴν αἰτίαν τὴν αὐτοῦ, ἀλλὰ παρὰ τὴν τῶν ἀγνωµόνων Ἰουδαίων ἀποφαίνει τοῦτο συµβαῖνον. Καὶ γὰρ καὶ Μανιχαίων ἐσπούδακεν ἐµφράξαι τὰ στόµατα τῶν κατηγορούντων τοῦ νόµου. Εἰπὼν γὰρ, ὅτι Τὴν ἁµαρτίαν οὐκ ἔγνων, εἰ µὴ διὰ νόµου, καὶ τὴν ἐπιθυµίαν οὐκ ᾔδειν, εἰ µὴ ὁ νόµος ἔλεγεν· Οὐκ ἐπιθυµήσεις, ἐπήγαγεν· Ἀφορµὴν δὲ λαβοῦσα ἡ ἁµαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐµοὶ πᾶσαν ἐπιθυµίαν.
12.5
Εἶδες πῶς αὐτὸν ἀπήλλαξεν ἐγκληµάτων; Ἀφορµὴν γὰρ λαβοῦσα, φησὶν, ἡ ἁµαρτία, οὐχ ὁ νόµος, ηὔξησε τὴν ἐπιθυµίαν, καὶ τοὐναντίον οὗπερ ἐβούλετο ὁ νόµος, γέγονεν· ὅπερ ἀσθενείας ἦν, οὐ πονηρίας. Ὅταν γάρ τινος ἐπιθυµῶµεν, εἶτα κωλυώµεθα, αἴρεται µᾶλλον τῆς ἐπιθυµίας ἡ φλόξ. Ἀλλ' οὐ παρὰ τὸν νόµον τοῦτο· αὐτὸς µὲν γὰρ ἐκώλυσεν ὥστε ἀπαγαγεῖν· ἡ δὲ ἁµαρτία, τουτέστιν, ἡ ῥᾳθυµία ἡ σὴ καὶ ἡ γνώµη ἡ πονηρὰ, τῷ καλῷ πρὸς τὸ ἐναντίον ἐχρήσατο. Ἀλλ' οὐ τοῦ ἰατροῦ τοῦτο ἔγκληµα, ἀλλὰ τοῦ ἀῤῥωστοῦντος τῷ φαρµάκῳ κακῶς χρησαµένου. Οὐ γὰρ διὰ τοῦτο ἔδωκε τὸν νόµον, ἵνα ἀνάψῃ τὴν ἐπιθυµίαν, ἀλλ' ἵνα σβέσῃ· τοὐναντίον δὲ ἐξέβη· ἀλλ' οὐκ ἐκείνου, ἀλλ' ἡµῶν ἡ κατηγορία. Οὐδὲ γὰρ, εἴ τις τῷ πυρέττοντι, καὶ ψυχροποσίας ἀκαίρως ἐπιθυµοῦντι, µὴ παρασχὼν ἐµφορηθῆναι, τῆς ὀλεθρίας ταύτης ἡδονῆς αὐξήσειε τὴνἐπιθυµίαν, ἐγκαλοῖτο ἂν δικαίως· τοῦ γὰρ ἰατροῦ τὸ κωλῦσαι ἦν µόνον, τὸ δὲ ἀποσχέσθαι τοῦ κάµνοντος. Τί γὰρ, εἰ ἡ ἁµαρτία τὴν ἀφορµὴν ἐξ αὐτοῦ ἔλαβε; Πολλοὶ γὰρ καὶ τῶν πονηρῶν ἐξ ἀγαθῶν ἐπιταγµάτων τὴν αὑτῶν πονηρίαν αὔξουσιν· ἐπεὶ καὶ ὁ διάβολος οὕτω τὸν Ἰούδαν ἀπώλεσεν, εἰς φιλοχρηµατίαν ἐµβαλὼν, καὶ κλέπτειν τὰ τῶν πενήτων ποιήσας· ἀλλ' οὐ τὸ πιστευθῆναι τὸ γλωσσόκοµον αὐτὸν τοῦτο εἰργάσατο, ἀλλ' ἡ τῆς γνώµης πονηρία. Καὶ ἡ Εὔα δὲ τὸν Ἀδὰµ ἀπὸ τοῦ ξύλου παρασκευάσασα φαγεῖν, ἐξέβαλεν ἐκ τοῦ παραδείσου· ἀλλ' οὐδὲ ἐκεῖ τὸ δένδρον αἴτιον, εἰ καὶ δι' αὐτοῦ ἡ ἀφορµὴ γέγονεν. Εἰ δὲ σφοδρότερον κέχρηται τῷ λόγῳ τῷ περὶ τοῦ νόµου, µὴ θαυµάσῃς· πρὸς γὰρ τὸ κατεπεῖγον ὁ Παῦλος ἵσταται, οὐκ ἀφεὶς µὲν οὐδὲ τοῖς ἄλλως ὑποπτεύουσι τὰ λεγόµενα λαβὴν παρασχεῖν, πολλὴν δὲ σπουδὴν ποιούµενοςτὸ παρὸν διορθῶσαι. Μὴ τοίνυν γυµνὰ ἐξέταζε τὰ ἐντεῦθεν λεγόµενα, ἀλλὰ καὶ τὴν ὑπόθεσιν προστίθει, δι' ἣν ταῦτα εἰπεῖν προάγεται, καὶ τὴν µανίαν λογίζου τὴν Ἰουδαϊκὴν, καὶ τὴν εὔτονον αὐτῶν φιλονεικίαν, ἣν καταλῦσαι ἔσπευδε.∆ οκεῖ δὲ πολὺς κατὰ τοῦ νόµου πνεῖν, οὐχ ἵνα ἐκεῖνον διαβάλῃ, ἀλλ' ἵνα τούτων ἐκλύσῃ τὸν τόνον. Εἰ γὰρ ἔγκληµα τοῦ νόµου, τὸ δι' αὐτοῦ τὴν ἁµαρτίαν ἀφορµὴν λαβεῖν, εὑρεθήσεται καὶ ἐν τῇ Καινῇ τοῦτο συµβαῖνον. Καὶ γὰρ καὶ ἐν τῇ Καινῇ νόµοι µυρίοι, καὶ περὶ πολλῶν µειζόνων πραγµάτων· καὶ τὸ αὐτὸ ἴδοι τις ἂν ἐκβαῖνον κἀκεῖ, οὐκ ἐπὶ τῆς ἐπιθυµίας µόνον, ἀλλ' ἐπὶ πάσης ἁπλῶς κακίας. Εἰ γὰρ µὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁµαρτίαν οὐκ εἶχον. Οὐκοῦν ἐντεῦθεν ἡ ἁµαρτία τὴν ὑπόθεσιν ἔλαβε, καὶ ἡ µείζων κόλασις. Καὶ πάλιν περὶ τῆς χάριτος Παῦλος διαλεγόµενος, φησί· Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιµωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας; Οὐκοῦν καὶ ἡ χείρων τιµωρία τὴν ἀφορµὴν ἐντεῦθεν ἔχει ἀπὸ τῆς µείζονος εὐεργεσίας. Καὶ τοὺς Ἕλληνας δέ φησι διὰ τοῦτο ἀναπολογήτους εἶναι, ὅτι καὶ λόγῳ τιµηθέντες, καὶ τῆς κτίσεως τὸ κάλλος καταµαθόντες, καὶ ἀπ' αὐτῆς δυνάµενοιπρὸς τὸν∆ ηµιουργὸν χειραγωγηθῆναι, τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ εἰς δέον ἐχρήσαντο. Ὅρα πανταχοῦ τοῖς πονηροῖς τὰς ἀφορµὰς τοῦ µειζόνως κολάζεσθαι ἀπὸ τῶν ἀγαθῶν γινοµένας πραγµάτων. Ἀλλ' οὐ δήπου διὰ τοῦτο κατηγορήσοµεν τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ἀλλὰ ταύτας µὲν θαυµασόµεθα µειζόνως καὶ µετὰ ταῦτα, τὴν δὲ γνώµην τῶνεἰς τἀναντία τοῖς ἀγαθοῖς κεχρηµένων διαβαλοῦµεν. Τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ νόµου ποιῶµεν. Ἀλλὰ τοῦτο µὲν ῥᾴδιον καὶ εὔκολον· τὸ δὲ ἄπορον ἐκεῖνό ἐστι. Πῶς φησι, Τὴν ἐπιθυµίαν οὐκ ᾔδειν, εἰ µὴ ὁ νόµος ἔλεγεν· Οὐκ ἐπιθυµήσεις· Εἰ γὰρ οὐκ ᾔδει τὴν ἐπιθυµίαν πρὶν ἢ λάβῃ τὸν νόµον ὁ ἄνθρωπος, πόθεν ὁ κατακλυσµὸς γέγονεν; πόθεν τὰ Σόδοµα ἐνεπρήσθη; Τί οὖν φησι; Τὴν ἐπιτεταµένην.∆ ιὰ τοῦτο οὐκ εἶπε, Κατειργάσατο ἐν ἐµοὶ ἐπιθυµίαν, ἀλλὰ, Πᾶσαν ἐπιθυµίαν, τὸ σφοδρὸν ἐνταῦθα αἰνιττόµενος. Καὶ τί τοῦ νόµου τὸ κέρδος, εἰ τὸ πάθος ηὔξησε, φησίν; Οὐδὲν, ἀλλὰ καὶ πολὺ τὸ βλάβος· ἀλλ' οὐ τοῦ νόµου τὸ ἔγκληµα, ἀλλὰ τῆς ῥᾳθυµίας τῶν δεξαµένων. Ἡ γὰρ ἁµαρτία αὐτὸ κατειργάσατο, ἀλλὰ διὰ νόµου· ἀλλ' οὐ τοῦτο τοῦ νόµου σπουδάζοντος, ἀλλὰ καὶ τὸ ἐναντίον. Ἰσχυροτέρα οὖν γέγονεν ἡ ἁµαρτία, καὶ σφόδρα· ἀλλ' οὐδὲ τοῦτο ἔγκληµα τοῦ νόµου πάλιν, ἀλλὰ τῆς ἐκείνων ἀγνωµοσύνης. Χωρὶς γὰρ νόµου ἡ ἁµαρτία νεκρά· τουτέστιν, οὐχ οὕτω γνώριµος. Ἤδεσαν µὲν γὰρ καὶ οἱ πρὸ τοῦ νόµου, ὅτι ἡµάρτανον, ἀκριβέστερον δὲ ἔµαθον µετὰ τὴν τοῦ νόµου δόσιν.∆ ιὰ τοῦτο καὶ µείζονος ἦσαν κατηγορίας ὑπεύθυνοι. Οὐδὲ γὰρ ἴσον ἦν φύσιν ἔχειν κατήγορον, καὶ µετὰ τῆς φύσεως καὶ τὸν νόµον φανερῶς διαγορεύοντα ἅπαντα. Ἐγὼ δὲ ἔζων χωρὶς νόµου ποτέ. Πότε, εἰπέ µοι; Πρὸ Μωϋσέως. Ὅρα πῶς δεῖξαι τὸν νόµον σπουδάζει, καὶ ἀφ' ὧν ἐποίησε, καὶ ἀφ' ὧν οὐκ ἐποίησε βαρήσαντα τὴν ἀνθρωπίνην φύσιν. Ὅτε γὰρ χωρὶς νόµου ἔζων, φησὶν, οὐχ οὕτω κατεδικαζόµην. Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁµαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. Τοῦτο δοκεῖ µὲν εἶναι κατηγορία τοῦ νόµου· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἐγκώµιον αὐτοῦ φανεῖται ὄν. Οὐ γὰρ µὴ οὖσαν ὑπεστήσατο, ἀλλὰ κρυπτοµένην ἔδειξεν· ὅπερ καὶ ἔπαινός ἐστι τοῦ νόµου, εἴ γε πρὸ τούτου µὲν ἀνεπαισθήτως ἡµάρτανον, τούτου δὲ ἐλθόντος, εἰ καὶ µηδὲν ἕτερον ἐκαρπώσαντο, τοῦτο γοῦναὐτὸ ἀκριβῶς ἔµαθον, ὅτι ἡµάρτανον· ὅπερ οὐκ ἂν εἴη µικρὸν εἰς κακίας ἀπαλλαγήν. Εἰ δὲ µὴ ἀπηλλάγησαν τῆς κακίας, οὐδὲν τοῦτο πρὸς τὸν πάντα ὑπὲρ τούτου ποιήσαντα νόµον, ἀλλὰ πᾶσα ἡ κατηγορία τῆς ἐκείνων γνώµης ἐστὶ παρ' ἐλπίδα πᾶσαν διαφθαρείσης.
12.6
Οὐδὲ γὰρ κατὰ λόγον ἦν τὸ γινόµενον, τὸ διὰ τῶν ὠφελούντων βλάπτεσθαι· διὸ καὶ ἔλεγε· Καὶ εὑρέθη µοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον. Οὐκ εἶπε, Γέγονε θάνατος, οὐδὲ, Ἔτεκε θάνατον, ἀλλ', Εὑρέθη, τὸ καινὸν καὶ παράδοξον τῆς ἀτοπίας οὕτως ἑρµηνεύων, καὶ τὸ πᾶν εἰς τὴνἐκείνων περιτρέπων κεφαλήν. Ἂν γὰρ τὸν σκοπὸν αὐτῆς ἐθέλῃς ἰδεῖν, εἰς ζωὴν ἦγε, φησὶ, καὶ διὰ τοῦτο ἐδόθη· εἰ δὲ θάνατος ἐντεῦθεν ἐξέβη, τῶν λαβόντων τὴν ἐντολὴν τὸ ἔγκληµα, οὐ τῆς ἐπὶ τὴν ζωὴν ἀγούσης. Σαφέστερον δὲ αὐτὸ τοῦτο καὶ διὰ τῶν ἑξῆς ἐδήλωσεν, εἰπών· Ἡ γὰρ ἁµαρτία ἀφορµὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ µε, καὶ δι' αὐτῆς ἀπέκτεινεν. Εἶδες πῶς πανταχοῦ τῆς ἁµαρτίας ἔχεται, τὸν νόµον ἀπαλλάττων κατηγορίας ἁπάσης;∆ ιὸ καὶ ἐπήγαγε λέγων· Ὥστε ὁ νόµος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Ἀλλ', εἰ βούλεσθε, καὶ τῶν παραποιούντων τὰς ἐξηγήσεις ταύτας εἰς µέσον τὸν λόγον ἀγάγωµεν· οὕτω γὰρ σαφέστερα ἔσται τὰ παρ' ἡµῶν λεγόµενα. Τινὲς γὰρ ἐνταῦθα οὐ περὶ τοῦ νόµου Μωϋσέως αὐτόν φασι λέγειν τὰ λεγόµενα, ἀλλ' οἱ µὲν περὶ τοῦ φυσικοῦ, οἱ δὲ περὶ τῆς ἐντολῆς τῆς ἐν τῷπαραδείσῳ δοθείσης. Καὶ µὴν πανταχοῦ σκοπὸς τῷ Παύλῳ τοῦτον ἀναπαῦσαι τὸν νόµον, πρὸς δὲ ἐκείνους οὐδένα λόγον ἔχει· καὶ µάλα εἰκότως· τοῦτο γὰρ οἱ Ἰουδαῖοι δεδοικότες καὶ φρίττοντες, ἐφιλονείκουν τῇ χάριτι. Τὴν δὲ ἐντολὴν τὴν ἐν τῷ παραδείσῳ οὐδὲ νόµον φαίνεταί ποτε καλέσας, οὔτε αὐτὸς οὔτε ἄλλος οὐδείς. Ἵνα δὲ καὶ ἀπ' αὐτῶν τῶν εἰρηµένων τοῦτο σαφέστερον γένηται, ἐπεξέλθωµεν τοῖς ῥήµασι, µικρὸν ἀνωτέρω τὸν λόγον ἀναγαγόντες. Περὶ γὰρ πολιτείας ἀκριβῶς αὐτοῖς διαλεχθεὶς, ἐπήγαγε λέγων· Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὁ νόµος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ; Ὥστε ὑµεῖς ἐθανατώθητε τῷ νόµῳ. Οὐκοῦν εἰ περὶ τοῦ φυσικοῦ ταῦτα εἴρηται, εὑρεθησόµεθα νόµον µὴ ἔχοντες φυσικόν· εἰ δὲ τοῦτο ἀληθὲς, τῶν ἀλόγων ἐσµὲν ἀνοητότεροι. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Περὶ γὰρ τοῦ ἐν τῷ παραδείσῳ οὐδὲ φιλονεικεῖν ἀναγκαῖον, ἵνα µὴ περιττὸν ἀναδεξώµεθα πόλεµον, πρὸς τὰ ὡµολογηµένα ἀποδυόµενοι. Πῶς οὖν φησι, Τὴν ἁµαρτίαν οὐκ ἔγνων, εἰ µὴ διὰ νόµου; Οὐ τὴν καθόλου λέγων ἄγνοιαν, ἀλλὰ τὴν ἀκριβεστέραν γνῶσιν. Εἰ γὰρ περὶ τοῦ φυσικοῦ τοῦτο εἴρηται, πῶς ἂν τὸ ἑξῆς ἔχοι λόγον; Ἐγὼ γὰρ, φησὶν, ἔζων χωρὶς νόµου ποτέ. Οὔτε γὰρ ὁ Ἀδὰµ, οὔτε ἄλλος ἄνθρωπος οὐδεὶς οὐδέποτε φαίνεται χωρὶς νόµου ζήσας φυσικοῦ· ὁµοῦ τε γὰρ αὐτὸν ἔπλαττεν ὁ Θεὸς, καὶ ἐκεῖνον ἐνετίθει τὸν νόµον αὐτῷ, σύνοικον ἀσφαλῆ παρακαθιστὰς τῇ φύσει πάσῃ. Χωρὶς δὲ τούτων οὐδαµοῦ φαίνεται ἐντολὴν τὸν φυσικὸν νόµον καλέσας· τοῦτον δὲ κα ὶ ἐντολὴν, καὶ δικαίαν, καὶ ἁγίαν καλεῖ, καὶ νόµον πνευµατικόν. Ὁ δὲ φυσικὸς οὐκ ἀπὸ Πνεύµατος ἡµῖν ἐδόθη· καὶ γὰρ καὶ βάρβαροι καὶ Ἕλληνες καὶ πάντες ἄνθρωποι τοῦτον τὸν νόµον ἔχουσιν. Ὅθεν δῆλον, ὅτι περὶ τοῦ Μωσαϊκοῦ καὶ ἄνω καὶ κάτω καὶ πανταχοῦ διαλέγεται.∆ ιὸ καὶ ἅγιον αὐτὸν καλεῖ λέγων· Ὥστε ὁ µὲν νόµος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Εἰ γὰρ καὶ ἀκάθαρτοι γεγόνασιν οἱ Ἰουδαῖοι µετὰ τὸν νόµον, καὶ ἄδικοι καὶ πλεονέκται, οὐ καταργεῖ τοῦτο τοῦ νόµου τὴν ἀρετὴν, ὥσπερ τοῦ Θεοῦ τὴνπίστιν οὐκ ἀναιρεῖ ἡ ἀπιστία αὐτῶν. Ὥστε ἐξ ἁπάντων τούτων δῆλον, ὅτι περὶ τοῦ Μωσαϊκοῦ ταῦτα διαλέγεται νόµου. Τὸ οὖν ἀγαθὸν, φησὶν, ἐµοὶ γέγονε θάνατος; Μὴ γένοιτο· ἀλλ' ἡ ἁµαρτία, ἵνα φανῇ ἡ ἁµαρτία. Τουτέστιν, ἵνα δειχθῇ ὅσον κακὸν ἡ ἁµαρτία, ἡ ῥᾴθυµος προαίρεσις καὶ ἡ ἐπὶ τὸ χεῖρον ὁρµὴ, καὶ αὐτὴ δὲ ἡ πρᾶξις καὶ ἡ διεφθαρµένη γνώµη· τοῦτο γὰρ πάντων αἴτιον τῶν κακῶν. Αὔξει δὲ αὐτὴν, δεικνὺς τῆς τοῦ Χριστοῦ χάριτος τὴν ὑπερβολὴν, καὶ διδάσκων οἵου κακοῦ τὸ τῶν ἀνθρώπων ἀπήλλαξε γένος, ὃ καὶ διὰ τῶνἰατρικῶν φαρµάκων χεῖρον ἐγίνετο, καὶ διὰ τῶν κωλυόντων ηὔξετο· διὸ καὶ ἐπάγει λέγων· Ἵνα γένηται καθ' ὑπερβολὴν ἁµαρτωλὸς ἡ ἁµαρτία διὰ τῆς ἐντολῆς. Εἶδες πανταχοῦ πῶς ταύτῃ συµπλέκεται; Καὶ δι' ὧν αὐτῆς κατηγορεῖ, δείκνυσι πάλιν µειζόνως τοῦ νόµου τὴν ἀρετήν. Οὐδὲ γὰρ µικρὸν ἤνυσε δείξας ὅσον ἡ ἁµαρτία κακὸν, καὶ πάντα τὸν ἰὸν αὐτῆς ἐκκαλύψας, καὶ εἰς µέσον προθείς· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Ἵνα γένηται καθ' ὑπερβολὴν ἁµαρτωλὸς ἡ ἁµαρτία διὰ τῆς ἐντολῆς. Τουτέστιν, ἵνα φανῇ ἡλίκον κακὸν, ἡλίκος ὄλεθρος ἡ ἁµαρτία· τοῦτο δὲ διὰ τῆς ἐντολῆς ἐδείχθη. Ἐκ τούτων καὶ τὴν ὑπεροχὴν δείκνυσι τῆς χάριτος πρὸς τὸν νόµον· τὴν ὑπεροχὴν, οὐ τὴν µάχην. Μὴ γὰρ τοῦτο ἴδῃς, ὅτι χείρους ἐγένοντο οἱ δεξάµενοι, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι οὐ µόνον εἰς ἐπίτασιν τὴν κακίαν ἀγαγεῖν οὐκ ἤθελεν ὁ νόµος, ἀλλὰ καὶτὴν προϋπάρχουσαν ἐκκόψαι ἐσπούδαζεν. Εἰ δὲ οὐκ ἴσχυσε, στεφάνου µὲν ἐκεῖνον ἀπὸ τῆς γνώµης· προσκύνει δὲ µειζόνως τοῦ Χριστοῦ τὴν δύναµιν, ὅτι ποικίλον οὕτω κακὸν καὶ δυσκαταγώνιστον ἠφάνισέ τε καὶ πρόῤῥιζον ἐκτεµοῦσα ἀνέσπασεν. Ἁµαρτίαν δὲ ὅταν ἀκούσῃς, µὴ δύναµίν τινα ἐνυπόστατον νοµίσῃς, ἀλλὰ τὴν πρᾶξιν τὴν πονηρὰν, ἐπιγινοµένην τε καὶ ἀπογινοµένην ἀεὶ, καὶ οὔτε πρὸτοῦ γενέσθαι οὖσαν, καὶ µετὰ τὸ γενέσθαι πάλιν ἀφανιζοµένην.∆ ιὰ γὰρ τοῦτο καὶ νόµος ἐδόθη· νόµος δὲ οὐδέποτε ἐπ' ἀναιρέσει τῶν φυσικῶν δίδοται, ἀλλ' ἐπὶ διορθώσει τῆς κατὰ προαίρεσιν πονηρᾶς πράξεως.
12.7
Καὶ τοῦτο καὶ οἱ ἔξωθεν ἴσασι νοµοθέται, καὶ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις. Τὰ γὰρ ἐκ ῥᾳθυµίας γινόµενα κακὰ ἀναστέλλουσι µόνον, οὐ τὰ τῇ φύσει συγκεκληρωµένα ἐπαγγέλλονται ἐκκόπτειν· οὐδὲ γὰρ δυνατόν. Τὰ γὰρ τῆς φύσεως ἀκίνητα µένει, ὃ πολλάκις πρὸς ὑµᾶς καὶ ἐν ἑτέραις εἴρηκα διαλέξεσι.∆ ιόπερ τοὺς ἀγῶνας τούτους ἀφέντες, τὸν ἠθικὸν πάλιν γυµνάσωµεν λόγον· µᾶλλον δὲ καὶ τοῦτο τὸ µέρος τῶν ἀγώνων ἐκείνων ἐστίν. Ἂν γὰρ κακίαν ἐκβάλ[ λ] ωµεν, καὶ ἀρετὴν εἰσαγάγωµεν· καὶ διὰ τούτων σαφῶς διδάξοµεν, ὅτι οὐ φύσει πονηρὸν ἡ κακία, καὶ τοὺς ζητοῦντας πόθεν τὰ κακὰ, οὐκ ἀπὸ λόγων µόνον, ἀλλὰ καὶ ἀπὸ τῶνπραγµάτων δυνησόµεθα ῥᾳδίως ἐπιστοµίσαι, τῆς µὲν αὐτῆς κοινωνοῦντες αὐτοῖς φύσεως, ἀπηλλαγµένοι δὲ τῆς πονηρίας αὐτῶν. Μὴ γὰρ τοῦτο δὴ ἴδωµεν, ὅτι ἐπίπονον ἡ ἀρετὴ, ἀλλ' ὅτι κατορθωθῆναι δυνατόν· ἐὰν δὲ σπουδάζωµεν, καὶ κοῦφον ἡµῖν ἔσται καὶ εὔκολον. Εἰ δὲ τὴν ἡδονήν µοι λέγεις τῆς κακίας, λέγε καὶ τὸ τέλος αὐτῆς· εἰς γὰρ θάνατον αὕτη καταστρέφει, καθάπερ ἡ ἀρετὴ εἰς ζωὴν ἡµᾶς χειραγωγεῖ. Μᾶλλον δὲ, εἰ δοκεῖ, καὶ πρὸ τοῦ τέλους ἑκάτερον αὐτῶν ἐξετάσωµεν· ὀψόµεθα γὰρ τὴν µὲν κακίαν πολλὴν ἔχουσαν τὴν ὀδύνην, τὴν δὲ ἀρετὴν τὴν ἡδονήν. Τί γὰρ ἀλγεινότερον, εἰπέ µοι, συνειδότος πονηροῦ; τί δὲ ἥδιον ἐλπίδος χρηστῆς; Οὐδὲν γὰρ οὕτως, οὐδὲν κόπτειν ἡµᾶς εἴωθεν καὶ πιέζειν, ὡς προσδοκία πονηρά· οὐδὲν οὕτως ἀνέχει, καὶ µικροῦ πέτεσθαι ποιεῖ, ὡς συνειδὸς ἀγαθόν. Καὶ τοῦτο ἀπὸ τῶν παρ' ἡµῖν γινοµένων ἔστι καταµαθεῖν. Τῶν γὰρ διὰ τοῦ στενωποῦ χωρούντων ἐπαιτῶν, καὶ µηδὲν ἑαυτοῖς συνειδότων πονηρὸν, οἱ τὸ δεσµωτήριον οἰκοῦντες καὶ καταδίκην ἀναµένοντες, κἂνµυρίας τροφῆς ἀπολαύσωσιν, ἀλγεινότερον ζῶσιν· ἡ γὰρ προσδοκία τῶν δεινῶν οὐκ ἀφίησι τῶν ἐν χερσὶν ἡδέων αἰσθάνεσθαι. Καὶ τί λέγω τοὺς δεσµώ τας; Τῶν γὰρ ἔξω διατριβόντων καὶ πλουτούντων πονηρά τε συνειδότων ἑαυτοῖς, ἄµεινόν εἰσι πολλῷ διακείµενοι οἱ κάµνοντες χειροτέχναι, καὶ δι' ὅληςἡµέρας πόνοις συζῶντες. Καὶ τοὺς µονοµάχους δὲ διὰ τοῦτο ταλανίζοµεν· καίτοι γε ἐν καπηλείοις ὁρῶντες µεθύοντας, τρυφῶντας, γαστριζοµένους, καὶ πάντων ἀθλιωτέρους εἶναί φαµεν, ὅτι πολλῷ µείζων τῆς ἡδονῆς ἐκείνης ἡτῆς προσδοκωµένης τελευτῆς συµφορά. Εἰ δὲ ἐκείνοις ἡδὺς οὗτος ὁ βίος εἶναι δοκεῖ, ἀναµνήσθητε τοῦ λόγου, οὗ συνεχῶς λέγω πρὸς ὑµᾶς, ὅτι οὐδὲν θαυµαστὸν µὴ φυγεῖν κακίας πικρίαν καὶλύπην ἐν κακίᾳ ζῶντα. Ἰδοὺ γὰρ πρᾶγµα οὕτως ἐπάρατον ἐπέραστον τοῖς µετιοῦσιν εἶναι δοκεῖ. Ἀλλ' οὐ διὰ τοῦτο αὐτοὺς µακαρίζοµεν, ἀλλὰ καὶ δι' αὐτὸ µὲν οὖν τοῦτο ταλανίζοµεν, ὅτι οὐδὲ οἷ τῶν κακῶν εἰσιν, ἴσασι. Τί δὲ ἂν εἴποις περὶ τῶν µοιχῶν, οἳ διὰ µικρὰν ἡδονὴν καὶ δουλείαν ἀπρεπῆ καὶ χρηµάτων δαπάνην καὶ φόβον διηνεκῆ, καὶ βίον ἁπλῶς τὸν τοῦΚάϊν ὑποµένουσι, µᾶλλον δὲ καὶ ἐκείνου πολλῷ χαλεπώτερον, καὶ τὰ παρόντα δεδοικότος καὶ τὰ µέλλοντα τρέµοντες, καὶ φίλους καὶ ἐχθροὺς ὑποπτεύοντες, καὶτοὺς εἰδότας καὶ τοὺς µηδὲν εἰδότας; Καὶ οὐδὲ ἡνίκα ἂν καθεύδωσι, ταύτης ἀπαλλάττονται τῆς ἀγωνίας, τοῦ πονηροῦ συνειδότος ὀνείρατα πολλῶν γέµοντα φόβων ἀναπλάττοντος αὐτοῖς, καὶ ἐκδειµατοῦντος οὕτως. Ἀλλ' οὐχὶ ὁ σώφρων τοιοῦτος, ἀλλ' ἐν ἀνέσει καὶ ἐλευθερίᾳ πολλῇ τὸν παρόντα διάγει βίον. Ἀντίστησον τοίνυν τῇ µικρᾷ ἡδονῇ τὰ πολλὰ κύµατα τῶν φόβων τούτων, καὶ τῷ βραχεῖ πόνῳ τῆς ἐγκρατείας τὴν γαλήνην τῆς διηνεκοῦς ζωῆς, καὶὄψει ταύτην ἐκείνης οὖσαν ἡδίω. Ὁ δὲ ἁρπάζειν βουλόµενος, εἰπέ µοι, καὶ τοῖς ἀλλοτρίοις ἐπιτίθεσθαι χρήµασιν, οὐχὶ µυρίους ὑποµένει πόνους, περιτρέχων, κολακεύων δούλους, ἐλευθέρους, θυρωροὺς, φοβῶν, ἀπειλῶν, ἀναισχυντῶν, ἀγρυπνῶν, τρέµων, ἀγωνιῶν, ὑφορώµενος ἅπαντα; Ἀλλ' οὐχ ὁ χρηµάτων καταφρονῶν τοιοῦτος, ἀλλὰ καὶ οὗτος πάλιν πολλῆς ἀπολαύει τῆς ἡδονῆς, ἐν ἀδείᾳ ζῶν καὶ µετὰ ἀσφαλείας ἁπάσης. Καὶ τὰ ἄλλα δὲ εἴ τις ἐπέλθοι τῆς κακίας µέρη, πολὺν τὸν θόρυβον ὄψεται, πολλοὺς τοὺς σκοπέλους. Καὶ τὸ δὴ µεῖζον, ὅτι ἐπὶ µὲν τῆς ἀρετῆς πρῶτα µὲν τὰ ἐπίπονα, µετὰ δὲ ταῦτα τὰ ἡδέα· ὥστε καὶ ταύτῃ τὸν πόνον κουφίζεσθαι· ἐπὶ δὲ τῆς κακίας ἀντιστρόφως· µετὰ τὴν ἡδονὴν αἱ ὀδύναι καὶ αἱ κολάσεις· ὥστε καὶ ἐντεῦθεν τὴν ἡδονὴν ἀφανίζεσθαι. Ὥσπερ γὰρ ὁ στεφάνους ἀναµένων, οὐδενὸς αἰσθάνεται τῶν παρόντων φορτικῶν· οὕτως ὁ µετὰ τὴν ἡδονὴν κολάσεις προσδοκῶν, οὐ δύναται καρποῦσθαι καθαρὰν εὐφροσύνην, τοῦ φόβου πάντα διαταράττοντος. Μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ πρὸ τῆς κολάσεως τῆς ἐπὶ τούτοις κειµένης πολλὴν καὶ ἐν αὐτῷ τῷ τολµᾶσθαι τὴν κακίαν ὀδύνην εὕροι τιςἂν γινοµένην.
12.8
Καὶ εἰ δοκεῖ, τοῦτο ἐπὶ τῶν τὰ ἀλλότρια ἁρπαζόντων ἐξετάσωµεν, ἢ καὶ τῶν ὁπωσοῦν χρήµατα περιβαλλοµένων· καὶ φόβους ἀποστήσαντες καὶ κινδύνους καὶ τρόµον καὶ ἀγωνίαν καὶ φροντίδα καὶ πάντα ταῦτα, ὑποθώµεθα εἶναί τινα ἀπραγµόνως πλουτοῦντα, καὶπερὶ τῆς φυλακῆς τῶν ὄντων θαῤῥοῦντα, ὅπερ ἀµήχανον, πλὴν ἀλλ' ὅµως κείσθω τῷ λόγῳ· ποίαν οὖν οὗτος καρπώσεται ἡδονήν; Ὅτι πολλὰ περιεβάλ[ λ] ετο; Ἀλλ' αὐτὸ µὲν οὖν τοῦτο οὐκ ἀφίησιν αὐτὸν εὐφραίνεσθαι· ἕως γὰρ ἂν τῶν ἑτέρων πλειόνων ἐπιθυµῇ, ἐπιτείνεται τὰ τῆς βασάνου. Ἡ γὰρ ἐπιθυµία ὅταν στῇ, τότε παρ έχει τὴν ἡδονήν· ἐπεὶ καὶ οἱ διψῶντες τότε ἀνακτώµεθα ἑαυτοὺς, ὅταν ὅσον βουλόµεθα πίνωµεν· ἕως δ' ἂν διψῶµεν, κἂν πάσας ἐξαντλήσωµεν τὰς πηγὰς, µείζων ἡµῖν ἡ βάσανος γίνεται, κἂν µυρίους ἐκπίωµεν ποταµοὺς, χαλεπώτερα τὰ τῆς κολάσεως. Καὶ σὺ τοίνυν ἂν τὰ τοῦ κόσµου λάβῃς, ἔτι δὲ ἐπιθυµῇς, µείζονα εἰργάσω τὴν κόλασιν, ὅσῳ πλειόνων ἀπεγεύσω. Μὴ τοίνυν ἀπὸ τοῦ πολλὰ περιβάλλεσθαι νόµιζέ σοι προσγίνεσθαί τινα ἡδονὴν, ἀλλ' ἀπὸ τοῦ µὴ θέλειν πλουτεῖν· ἐὰν δὲ ἐπιθυµῇς πλουτεῖν, οὐδέποτε παύσῃ µαστιζόµενος. Ἔρως γάρ ἐστιν οὗτος ἀτέλεστος, καὶ ὅσῳπερ ἂν πλείονα προέλθῃς ὁδὸν, τοσούτῳ µᾶλλον τοῦ τέλους ἀφέστηκας. Ἆρ' οὖν οὐκ αἴνιγµα τοῦτο καὶ παραπληξία καὶ ἐσχάτη µανία; Ἀποστῶµεν τοίνυν ἐκ πρώτης τῶν κακῶν· µᾶλλον δὲ µηδὲ ὅλως ἁψώµεθα τῆς τοιαύτης ἐπιθυµίας· κἂν ἁψώµεθα δὲ, ἐκ προοιµίων ἀποπηδήσωµεν· ὅπερ ὁ Παροιµιαστὴς παραινεῖ περὶ πόρνης γυναικὸς λέγων· Ἀποπήδησον, µὴ ἐγχρονίσῃς, καὶ µὴ ἔλθῃς ἐπὶ θύρας οἴκων αὐτῆς. Τοῦτό σοι καὶ ἐγὼ περὶ τῆς φιλοχρηµατίας λέγω. Ἂν γὰρ ἐµπέσῃς κατὰ µικρὸν εἰς τὸ πέλαγος εἰσιὼν τῆς µανίας ἐκείνης, δυσκόλως ἐπανελθεῖν δυνήσῃ· καὶ καθάπερ ἐν τοῖς ἴλιγξι κἂν µυριάκις φιλονεικῇς, οὐ περιέσῃ ῥᾳδίως· οὕτω, καὶ πολλῷ χαλεπώτερον, εἰς τὸ βάθος τῆς ἐπιθυµίας ταύτης ἐµπεσὼν, ἀπολεῖς σεαυτὸν µετὰ τῶν ὄντων ἁπάντων.∆ ιὸ, παρακαλῶ, τὴν ἀρχὴν φυλαττώµεθα, καὶ τὰ µικρὰ φύγωµεν κακά· τὰ γὰρ µεγάλα ἀπὸ τούτων τίκτεται. Ὁ γὰρ καθ' ἕκαστον ἁµάρτηµα µαθὼν λέγειν, Οὐδὲν παρὰ τοῦτο, κατὰ µικρὸν πάντα ἀπολεῖ. Τοῦτο γοῦν τὴν κακίαν εἰσήγαγε, τοῦτο τὰς θύρας ἀνέῳξε τῷ λῃστῇ, τοῦτο τῆς πόλεως τὰ τείχη κατέβαλε, τὸ καθ' ἕκαστον λέγειν· Οὐδὲν παρὰ τοῦτο. Οὕτω καὶ ἐπὶ τῶν σωµάτων τὰ µέγιστα αὔξεται νοσήµατα, ὅταν τὰ µικρὰ καταφρονῆται. Ὁ Ἡσαῦ εἰ µὴ προέδωκε τὰ πρωτοτόκια, οὐκ ἂν ἀνάξιος ἐγένετο τῶν εὐλογιῶν· εἰ µὴ τῶν εὐλογιῶν ἀνάξιον ἑαυτὸν κατέστησεν, οὐκ ἂν εἰς ἀδελφοκτονίαν προελθεῖν ἐπεθύµησεν. Ὁ Κάϊν εἰ µὴ τῶν πρωτείων ἠράσθη, ἀλλὰ τῷ Θεῷ παρεχώρησε τούτων, οὐκ ἂν ἔσχε τὰ δευτερεῖα· τὰ δευτερεῖα ἔχων πάλιν, εἰ τῆς παραινέσεως ἤκουσεν, οὐκ ἂν ὤδινε τὸν φόνον· πάλιν τὸν φόνον ἐργασάµενος, εἰ πρὸς µετάνοιαν ἦλθε, τοῦ Θεοῦ καλοῦντος αὐτὸν, καὶ µὴ ἀναισχύντως ἀπεκρίνετο, οὐκ ἂν τὰ µετὰ ταῦτα ὑπέµεινε δεινά. Εἰ δὲ οἱ πρὸ τοῦ νόµου ἀπὸ τῆς ῥᾳθυµίας ταύτης κατὰ µικρὸν εἰς αὐτὸν τὸν πυθµένα τῆς κακίας ἦλθον, ἐννόησον τί πεισόµεθα ἡµεῖς οἱ πρὸςµείζονα καλούµενοι σκάµµατα, ἂν µὴ µετὰ ἀκριβείας ἑαυτοῖς προσέχωµεν, καὶ τοὺς σπινθῆρας τῶν κακῶν, πρὶν ἢ τὴν πυρὰν ἀναφθῆναι, προλαβόντες σβεννύωµεν. Οἷόν τι λέγω· Ἐπιορκεῖς συνεχῶς; Μὴ πρὸς τοῦτο στῇς µόνον, ἀλλὰ καὶ τὸ ὀµνύναι ἄνελε, καὶ οὐ δεήσῃ πόνου λοιπόν· πολὺ γὰρ δυσκολώτερον, ὀµνύντα µὴ ἐπιορκεῖν, ἢ µηδὲ ὀµνύναι ὅλως. Ὑβριστὴς εἶ καὶ λοίδορος καὶ πλήκτης; Γράψον σεαυτῷ νόµον µὴ ὀργίζεσθαι µηδὲ κράζειν ὅλως, καὶ συναναιρεῖται τῇ ῥίζῃ καὶ ὁ καρπός. Λάγνος εἶ καὶ ἄσωτος; Τίθει σεαυτῷ πάλιν ὅρον, ὥστε µὴ ὁρᾷν εἰς γυναῖκα, µήτι δὲ εἰς τὸ θέατρον ἀναβαίνειν, µηδὲ ἐν ἀγορᾷ τὰ ἀλλότρια περιεργάζεσθαι κάλλη. Πολὺ γὰρ εὐκολώτερον, τὴν ἀρχὴν µηδὲ ἰδεῖν εὔµορφον γυναῖκα, ἢ θεασάµενον, καὶ δεξάµενον τὴν ἐπιθυµίαν, ἐκβάλλειν τὸν ἐκ ταύτης θόρυβον. Κουφότεροι γὰρ ἐν προοιµίοις οἱ ἀγῶνες· µᾶλλον δὲ οὐδὲ ἀγῶνος ἡµῖν δεῖ, ἂν µὴ τὰς θύρας ἀνοίξωµεν τῷ πολεµίῳ, µηδὲ τὰ σπέρµατα τῆς κακίας δεξώµεθα.∆ ιὰ τοῦτο καὶ ὁ Χριστὸς τὸν ἀκολάστως ὁρῶντα εἰς γυναῖκα ἐκόλασεν, ἵνα πλείονος ἡµᾶς ἀπαλλάξῃ πόνου, πρὶν ἢ γενέσθαι τὸν ἀνταγωνιστὴνἰσχυρὸν κελεύων ἐκβάλλειν τῆς οἰκίας, ὅτε καὶ εὐκόλως ἐκβάλλεσθαι δύναται. Ποία γὰρ ἀνάγκη πράγµατα ἔχειν περιττὰ, καὶ συµπλέκεσθαι τοῖς ἀνταγωνισταῖς, παρὸν χωρὶς συµπλοκῆς στῆσαι τὸ τρόπαιον, καὶ πρὸ τῆς πάληςἁρπάσαι τὸ βραβεῖον; Οὐ γὰρ τοσοῦτος πόνος µὴ ὁρᾷν γυναῖκας ὡραίας, ὅσος πόνος ὁρῶντα κατέχειν· µᾶλλον δὲ οὐδὲ πόνος τὸ πρότερον ἂν εἴη, ἀλλὰ πολὺς ἱδρὼς καὶ µόχθος µετὰ τὸ ἰδεῖν ἐγγίνεται.
12.9
Ὅταν οὖν καὶ ὁ πόνος ἐλάττων ᾖ, µᾶλλον δὲ µηδὲ ὅλως ᾖ µόχθος τις µηδὲ πόνος, καὶ τὸ κέρδος µεῖζον, τί σπουδάζοµεν εἰς τὸ πέλαγος ἐµπεσεῖν τῶν µυρίων κακῶν; Οὐδὲ γὰρ εὐκολώτερον µόνον ὁ µὴ ὁρῶν γυναῖκα, ἀλλὰ καὶ καθαρώτερον περιέσται τῆς τοιαύτης ἐπιθυµίας, ὥσπερ οὖν ὁ ὁρῶν καὶ µετὰ πόνου πλείονος, καὶ µετὰ κηλῖδός τινος ἀπαλλάττεται, ἐὰν ἄρα ποτὲ ἀπαλλαγῇ. Ὁ µὲν γὰρ µὴ ἰδὼν τὴν εὔµορφον ὄψιν, καὶ τῆς ἐπιθυµίας τῆς ἐντεῦθέν ἐστι καθαρός· ὁ δὲ ἐπιθυµήσας ἰδεῖν, πρότερον καταβαλὼν τὸν λογισµὸν, καὶ µολύνας αὐτὸν µυριάκις, τότε ἐκβάλλει τὴν ἀπὸ τῆς ἐπιθυµίας κηλῖδα, ἐὰν ἄρα ἐκβάλῃ.∆ ιὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς, ἵνα µὴ ταῦτα πάσχωµεν, οὐ φόνον κωλύει µόνον, ἀλλὰ καὶ ὀργήν· οὐ µοιχείαν, ἀλλὰ καὶ ὄψιν ἀκόλαστον· οὐκ ἐπιορκίαν, ἀλλὰ καὶ τὸ ὀµνύναι καθόλου. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται τοῦ µέτρου τῆς ἀρετῆς, ἀλλ' ἐπειδὴ ταῦτα ἐνοµοθέτησε, καὶ ἐπὶ τὸ µεῖζον πρόεισιν. Ἀποστήσας γὰρ τῶν φόνων, καὶ κελεύσας καθαρὸν εἶναι ὀργῆς, κελεύει καὶ πρὸς τὸ πάσχειν κακῶς ἕτοιµον εἶναι, καὶ µὴ τοσοῦτον παρεσκευάσθαι παθεῖν, ὅσον ὁ ἐπιβουλεύων βούλεται, ἀλλ' ὑπερβαίνειν περαιτέρω, καὶ νικᾷν αὐτοῦ τῆς µανίας τὴν ὑπερβολὴν τῇ τῆς οἰκείας φιλοσοφίας περιουσίᾳ. Οὐδὲ γὰρ εἶπεν, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, φέρε γενναίως καὶ ἡσύχασον, ἀλλὰ προσέθηκε τούτῳ καὶ τὸ τὴν ἑτέραν αὐτῷ παρασχεῖν· Στρέψον γὰρ αὐτῷ, φησὶ, καὶ τὴν ἄλλην. Τοῦτο γὰρ ἡ λαµπρὰ νίκη, τὸ πλεῖον αὐτῷ παρασχεῖν ὧν βούλεται, καὶ τοὺς ὅρους τῆς πονηρᾶς ἐπιθυµίας αὐτοῦ τῇ δαψιλείᾳ τῆς οἰκείαςὑπερβῆναι µακροθυµίας. Οὕτω γοῦν καὶ τὴν ἐκείνου καταλύσεις µανίαν, καὶ τοῦ προτέρου λήψῃ µισθὸν ἐκ τοῦ δευτέρου, καὶ τὴν ἐπ' ἐκείνῳ καταλύσεις ὀργήν. Ὁρᾷς ὅτι πανταχοῦ τοῦ µὴ κακῶς πάσχειν ἡµεῖς ἐσµεν κύριοι, οὐχ οἱ ποιοῦντες ἡµᾶς; Μᾶλλον δὲ οὐ τοῦ µὴ πάσχειν κακῶς µόνον, ἀλλὰ καὶ τοῦ παθεῖν εὖ αὐτοὶ τὴν ἐξουσίαν ἔχοµεν· ὃ δὴ µάλιστά ἐστι θαυµαστὸν, ὅτι οὐ µόνον οὐκ ἀδικούµεθα, ἐὰν νήφωµεν, ἀλλὰ καὶ εὐεργετούµεθα καὶ δι' αὐτῶν ὧν ἀδικούµεθα παρ' ἑτέρων. Σκόπει δέ· Ὕβρισεν ὁ δεῖνα; Σὺ κύριος εἶ ποιῆσαι τὴν ὕβριν ταύτην ἐγκώµιον σόν. Ἂν µὲν γὰρ ἀνθυβρίσῃς, ἐπέτεινες τὴν αἰσχύνην· ἐὰν δὲ εὐλογήσῃς τὸν ὑβρικότα, πάντας ὄψει τοὺς παρόντας στεφανοῦντάς σε καὶ ἀνακηρύττοντας. Εἶδες πῶς δι' ὧν ἀδικούµεθα εὐεργετούµεθα, ἂν θέλωµεν; Τοῦτο καὶ ἐπὶ χρηµάτων, τοῦτο καὶ ἐπὶ πληγῶν, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ἔστιν ἰδεῖν συµβαῖνον. Ἂν γὰρ τοῖς ἐναντίοις αὐτοὺς ἀµειβώµεθα, καὶ ὑπὲρ ὧν κακῶς ἐπάθοµεν, καὶ ὑπὲρ ὧν εὐεργετοῦµεν, διπλοῦν ἑαυτοῖς ὑφαίνοµεν στέφανον. Ὅταν τοίνυν ἐλθών τις εἴπῃ, ὅτι Ὁ δεῖνά σε ὕβρισε, καὶ κακῶς σε πρὸς ἅπαντας λέγων διατελεῖ, ἐπαίνεσον πρὸς τοὺς λέγοντας τὸν ὑβρικότα· οὕτω γὰρ, κἂν ἀµύνασθαι βουληθῇς, δυνήσῃ δίκην λαβεῖν. Οἱ γὰρ ἀκούοντες κἂν σφόδρα ἀνόητοι ὦσι, σὲ µὲν ἐπαινέσονται, µισήσουσι δὲ ἐκεῖνον ὡς θηρίου παντὸς χαλεπώτερον, ὅτι ὁ µὲν οὐδὲν ἠδικηµένοςἐλύπησε, σὺ δὲ καὶ κακῶς παθὼν, τοῖς ἐναντίοις ἠµείψω. Καὶ τὰ εἰρηµένα δὲ πάντα οὕτω δεῖξαι δυνήσῃ ἕωλα ὄντα. Ὁ µὲν γὰρ δακνόµενος τοῦ συνειδέναι τοῖς εἰρηµένοις ἀπόδειξιν παρέχεται τὸ ἀλγεῖν· ὁ δὲ καταγελάσας, αὐτῷ τούτῳ παρὰ τοῖς παροῦσι πάσης ἑαυτὸν ἀπήλλαξεν ὑποψίας. Σκόπει τοίνυν πόσα ἐκ τούτου συλλέγεις καλά· πρότερον ἀπαλλάττεις σεαυτὸν θορύβου καὶ ταραχῆς· εἶτα δὲ, µᾶλλον τοῦτο κείσθω πρῶτον, κἂν ἁµαρτήµατα ἔχῃς, καὶ ταῦτα ἀποδύσῃ, καθάπερ ὁ τελώνης τὴν τοῦ Φαρισαίου κατηγορίαν πράως ἐνεγκών. Πρὸς τούτοις, φιλόσοφον κατασκευάζεις σου τὴν ψυχὴν τῇ τοιαύτῃ µελέτῃ, καὶ µυρίων παρὰ πάντων ἀπολαύσεις ἐπαίνων, καὶ τὴν ἐπὶ τοῖςεἰρηµένοις ὑποψίαν ἀποδύσῃ πᾶσαν. Εἰ δὲ καὶ ἐκεῖνον ἀµύνασθαι ἐπιθυµεῖς, καὶ τοῦτο ἐκ περιουσίας ἕψεται, καὶ τοῦ Θεοῦ κολάζοντος αὐτὸν ἀνθ' ὧν εἴρηκε, καὶ πρὸ τῆς κολάσεωςἐκείνης τῆς σῆς φιλοσοφίας ἀντὶ καιρίας αὐτῷ γινοµένης πληγῆς. Οὐδὲν γὰρ οὕτω τοὺς ὑβρίζοντας ἡµᾶς δάκνειν εἴωθεν, ὡς τὸ τοὺς ὑβριζοµένους ἡµᾶς τῶν ὕβρεων καταγελᾷν. Ὥσπερ οὖν ἐκ τοῦ φιλοσοφεῖν τοσαῦτα ἔσται καλὰ, οὕτως ἐκ τοῦ µικροψύχους εἶναι τὰ ἐναντία συµβήσεται ἅπαντα. Καὶ γὰρ ἑαυτοὺς καταισχύνοµεν, καὶ ὑπεύθυνοι παρὰ τοῖς παροῦσι δοκοῦµεν εἶναι τοῖς λεγοµένοις, καὶ τὴν ψυχὴν θορύβου πληροῦµεν, καὶ τὸνἐχθρὸν εὐφραίνοµεν, καὶ τὸν Θεὸν παροξύνοµεν, καὶ τοῖς ἁµαρτήµασι προστίθεµεν τοῖς ἡµετέροις. Ταῦτα οὖν ἅπαντα ἐννοήσαντες, φύγωµεν τῆς µικροψυχίας τὸ βάραθρον, καὶ πρὸς τὸν λιµένα τῆς µακροθυµίας καταδράµωµεν, ἵνα καὶ ἐνταῦθαεὕρωµεν ἀνάπαυσιν ταῖς ψυχαῖς ἡµῶν, καθὼς καὶ ὁ Χριστὸς ἀπεφήνατο, καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶνἸησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.