Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 13 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
13.0
Οἴδαµεν γὰρ, ὅτι ὁ νόµος πνευµατικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰµι, πεπραµένος ὑπὸ τὴν ἁµαρτίαν.
13.1
Ἐπειδὴ εἶπεν, ὅτι µεγάλα γέγονε κακὰ, καὶ ἡ ἁµαρτία δυνατωτέρα κατέστη τῆς ἐντολῆς ἐπιλαβοµένη, καὶ τοὐναντίον οὗπερ ἐσπούδαζεν ὁ νόµος ἐξέβη, καὶ εἰς πολλὴν τὸν ἀκροατὴν ἐνέβαλεν ἀπορίαν, λέγει καὶ τὸν λογισµὸν λοιπὸν, καθ' ὃν ταῦτα γέγονε, πρότερον ἀπαλλάξας τὸν νόµον τῆς πονηρᾶς ὑποψίας. Ἵνα γὰρ µὴ ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς ἡ ἁµαρτία ἀφορµὴν ἔλαβε, καὶ ὅτι ἐλθούσης αὐτῆς ἡ ἁµαρτία ἀνέζησε, καὶ ὅτι δι' αὐτῆς ἐξηπάτησε καὶ ἀπέκτεινεν· ἵν' οὖν µὴ τὸν νόµον τῶν κακῶν τούτων αἴτιον νοµίσῃ τις εἶναι, πρότερον τὴν ὑπὲρ αὐτοῦ τίθησιν ἀπολογίαν µετὰ πολλῆς τῆς περιουσίας, οὐµόνον κατηγορίας αὐτὸν ἀπαλλάττων, ἀλλὰ καὶ ἐγκώµιον αὐτῷ πλέκων µέγιστον. Καὶ τοῦτο οὐχ ὡς αὐτὸς χαριζόµενος τίθησιν, ἀλλ' ὡς κοινὴν ἐκφέρων ψῆφον. Οἴδαµεν γὰρ, φησὶν, ὅτι ὁ νόµος πνευµατικός ἐστιν. Ὡσανεὶ ἔλεγεν· Ὡµολογηµένον τοῦτο καὶ δῆλόν ἐστιν, ὅτι πνευµατικός ἐστι· τοσοῦτον ἀπέχει ἁµαρτίας αἴτιος εἶναι, καὶ τῶν γεγενηµένων κακῶν ὑπεύθυνος. Καὶ ὅρα πῶς οὐ κατηγορίας αὐτὸν ἀπαλλάττει µόνον, ἀλλὰ καὶ ἐπαινεῖ µεθ' ὑπερβολῆς ἁπάσης. Πνευµατικὸν γὰρ εἰπὼν, διδάσκαλον αὐτὸν ἀρετῆς δείκνυσιν ὄντα, καὶ κακίας πολέµιον· τοῦτο γάρ ἐστιν εἶναι πνευµατικὸν, τὸ πάντων ἁµαρτηµάτων ἀπάγειν· ὅπερ οὖν καὶ ὁ νόµος ἐποίει, φοβῶν, νουθετῶν, κολάζων, διορθούµενος, τὰ περὶ ἀρετῆς συµβουλεύων ἅπαντα. Πόθεν οὖν, φησὶν, ἡ ἁµαρτία ἐγεγόνει, εἰ οὕτω θαυµαστὸς ὁ διδάσκαλος; Παρὰ τὴν τῶν µαθητῶν ῥᾳθυµίαν.∆ ιὸ ἐπήγαγε λέγων, Ἐγὼ δὲ σαρκικός εἰµι, τὸν ἐν τῷ νόµῳ καὶ πρὸ τοῦ νόµου πολιτευόµενον ἄνθρωπον ὑπογράφων. Πεπραµένος ὑπὸ τὴν ἁµαρτίαν. Μετὰ γὰρ τοῦ θανάτου, φησὶ, καὶ ὁ τῶν παθῶν ἐπεισῆλθεν ὄχλος. Ὅτε γὰρ θνητὸν ἐγένετο τὸ σῶµα, ἐδέξατο καὶ ἐπιθυµίαν ἀναγκαίως λοιπὸν, καὶ ὀργὴν καὶ λύπην καὶ τὰ ἄλλα πάντα, ἃ πολλῆς ἐδεῖτο φιλοσοφίας, ἵναµὴ πληµµύραντα ἐν ἡµῖν καταποντίσῃ τὸν λογισµὸν εἰς τὸν τῆς ἁµαρτίας βυθόν. Αὐτὰ µὲν γὰρ οὐκ ἦν ἁµαρτία· ἡ δὲ ἀµετρία αὐτῶν µὴ χαλινουµένη, τοῦτο εἰργάζετο. Οἷον, ἵν' ὡς ἐπὶ ὑποδείγµατος ἓν αὐ τῶν µεταχειρίσας εἴπω, ἡ ἐπιθυµία ἁµαρτία µὲν οὐκ ἔστιν, ὅταν δὲ εἰς ἀµετρίαν ἐκπέσῃ, εἴσω τῶν τοῦ νόµουγάµων οὐκ ἐθέλουσα µένειν, ἀλλὰ καὶ ἀλλοτρίαις ἐπιπηδῶσα γυναιξὶ, τότε λοιπὸν µοιχεία τὸ πρᾶγµα γίνεται, ἀλλ' οὐ παρὰ τὴν ἐπιθυµίαν, ἀλλὰ παρὰ τὴνταύτης πλεονεξίαν. Καὶ σκόπει σοφίαν Παύλου. Ἐγκωµιάσας γὰρ τὸν νόµον, ἐπὶ τὸν ἀνωτέρω χρόνον ἔδραµεν εὐθέως, ἵνα δείξας πῶς καὶ τότε τὸ γένος διέκειτο τὸ ἡµέτερον καὶ ἡνίκα τὸν νόµονἔλαβεν, ἀποφήνῃ τῆς χάριτος ἀναγκαίαν οὖσαν τὴν περιουσίαν· ὅπερ πανταχοῦ κατασκευάσαι ἐσπούδακε. Τὸ γὰρ, Πεπραµένος ὑπὸ τὴν ἁµαρτίαν, ὅταν λέγῃ, οὐ περὶ τῶν ἐν τῷ νόµῳ λέγει µόνον, ἀλλὰ καὶ περὶ τῶν πρὸ τοῦ νόµου βεβιωκότων, καὶ τῶν ἐξἀρχῆς γενοµένων ἀνθρώπων. Εἶτα καὶ τὸν τρόπον λέγει τῆς πράσεως, καὶ τῆς ἐκδόσεως. Ὃ γὰρ κατεργάζοµαι, φησὶν, οὐ γινώσκω. Τί ἐστιν, Οὐ γινώσκω; Ἀγνοῶ. Καὶ πότε τοῦτο γέγονεν; οὐδεὶς γὰρ οὐδέποτε ἐν ἀγνοίᾳ ἥµαρτεν. Ὁρᾷς ὅτι, ἂν µὴ µετὰ τῆς προσηκούσης εὐλαβείας τὰς λέξεις ἐκλεξώµεθα, καὶ πρὸς τὸν ἀποστολικὸν ἴδωµεν σκοπὸν, µυρία ἕψεται τὰ ἄτοπα; Εἰ γὰρ ἀγνοοῦντες ἡµάρτανον, οὐδὲ δίκην ἦσαν ἄξιοι δοῦναι. Ὥσπερ οὖν ἀνωτέρω ἔλεγε, Χωρὶς γὰρ νόµου ἁµαρτία νεκρά· οὐ τοῦτο δηλῶν, ὅτι οὐκ ᾔδεσαν ἁµαρτάνοντες, ἀλλ' ὅτι ᾔδεσαν µὲν, οὐχ οὕτω δὲ ἀκριβῶς· διόπερ ἐκολάζοντο µὲν, οὐχ οὕτω δὲ σφοδρῶς· καὶ πάλιν, Τὴν ἐπιθυµίαν οὐκ ᾔδειν, οὐ τὴν καθόλου ἄγνοιαν δηλῶν, ἀλλὰ τὴν σαφεστάτην γνῶσιν ἐµφαίνων· ἔλεγε δὲ, ὅτι Κατειργάσατο ἐν ἐµοὶ πᾶσαν ἐπιθυµίαν, οὐ τοῦτο λέγων, ὅτι ἡ ἐντολὴ τὴν ἐπιθυµίαν ἐποίησεν, ἀλλ' ὅτι τὴν ἐπίτασιν τῆς ἐπιθυµίας ἡἁµαρτία διὰ τῆς ἐντολῆς ἐπεισήγαγεν· οὕτω καὶ ἐνταῦθα οὐ τὴν καθόλου ἄγνοιαν δηλοῖ, λέγων, Ὃ γὰρ κατεργάζοµαι, οὐ γινώσκω· ἐπεὶ πῶς συνήδετο τῷ νόµῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον; Τί οὖν ἐστιν, Οὐ γινώσκω; Σκοτοῦµαι, φησὶ, συναρπάζοµαι, ἐπήρειαν ὑποµένω, οὐκ οἶδα πῶς ὑποσκελίζοµαι· ὅπερ καὶ ἡµεῖς εἰώθαµεν λέγειν, Οὐκ οἶδα πῶς ὁ δεῖνα ἐλθὼν συνήρπασεν, οὐκ ἄγνοιαν προβαλλόµενοι, ἀλλὰ ἀπάτην τινὰ καὶ περίστασιν καὶἐπιβουλὴν ἐµφαίνοντες. Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ' ὃ µισῶ, τοῦτο ποιώ. Πῶς οὖν οὐ γινώσκεις, ὃ κατεργάζῃ; Εἰ γὰρ θέλεις τὸ καλὸν, καὶ µισεῖς τὸ πονηρὸν, γνώσεως τοῦτο ἀπηρτισµένης ἐστίν. Ὅθεν δῆλον, ὅτι καὶ τὸ, Ὃ οὐ θέλω, εἴρηκεν, οὐχὶ τὸ αὐτεξούσιον ἀναιρῶν, οὐδὲ ἀνάγκην τινὰ εἰσάγων βεβιασµένην. Εἰ γὰρ οὐχ ἑκόντες, ἀλλ' ἀναγκαζόµενοι ἁµαρτάνοµεν, πάλιν τὰ τῶν κολάσεων τῶν ἔµπροσθεν γεγενηµένων οὐκ ἂν ἔχοι λόγον. Ἀλλ' ὥσπερ, Οὐ γινώσκω, λέγων, οὐκ ἄγνοιαν ἐνέφηνεν, ἀλλ' ἅπερ εἰρήκαµεν· οὕτω καὶ τὸ, Ὃ οὐ θέλω, προσθεὶς, οὐκ ἀνάγκην ἐδήλωσεν, ἀλλὰ τὸ µὴ ἐπαινεῖν τὰ γινόµενα· ἐπεὶ εἰ µὴ τοῦτο ἦν δηλώσας τῷ εἰπεῖν, Ὃ οὐ θέλω, τοῦτο πράσσω, πῶς οὐκ ἐπήγαγεν, Ἀλλ' ὃ ἀναγκάζοµαι καὶ βιάζοµαι, τοῦτο ποιῶ; τοῦτο γὰρ τῷ θέλειν καὶ τῇ ἐξουσίᾳ ἀντίκειται. Νυνὶ δὲ οὐ τοῦτο εἴρηκεν, ἀλλ' ἀντὶ τούτου τὸ, Ὃ µισῶ, τέθεικεν, ἵνα µάθῃς ὡς καὶ ἐν τῷ εἰπεῖν, Ὃ οὐ θέλω, οὐ τὴν ἐξουσίαν ἀνεῖλε. Τί οὖν ἐστι τὸ, Ὃ οὐ θέλω; Ὃ µὴ ἐπαινῶ, ὃ µὴ ἀποδέχοµαι, ὃ µὴ φιλῶ· οὗ πρὸς ἀντιδιαστολὴν καὶ τὰ ἑξῆς ἐπήγαγεν εἰπών· Ἀλλ' ὃ µισῶ, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύµφηµι τῷ νόµῳ ὅτι καλός.
13.2
Ὁρᾷς τέως τὴν διάνοιαν οὐ διεφθαρµένην, ἀλλὰ ἐν τῇ πράξει τὴν οἰκείαν διατηροῦσαν εὐγένειαν; Εἰ γὰρ καὶ µετέρχεται τὴν κακίαν, ἀλλὰ µισοῦσα µετέρχεται, ὃ καὶ τοῦ φυσικοῦ νόµου καὶ τοῦ γραπτοῦ µέγιστον ἐγκώµιον ἂν εἴη. Ὅτι γὰρ καλὸς ὁ νόµος, φησὶ, δῆλον ἐξ ὧν ἐµαυτοῦ κατηγορῶ, παρακούων τοῦ νόµου καὶ µισῶν τὸ γεγενηµένον· καίτοι εἰ ἁµαρτίας αἴτιος ἦν ὁ νόµος, πῶς αὐτῷ συνηδόµενος τὸ ὑπ' αὐτοῦ κελευόµενον γενέσθαι, ἐµίσει; Σύµφηµι γὰρ τῷ νόµῳ, φησὶν, ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζοµαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐµοὶ ἁµαρτία. Οἶδα γὰρ, ὅτι οὐκ οἰκεῖ ἐν ἐµοὶ, τουτέστιν, ἐν τῇ σαρκί µου, ἀγαθόν. Ἐνταῦθα ἐπιτίθενται οἱ τὴν σάρκα διαβάλλοντες, καὶ τῆς τοῦ Θεοῦ δηµιουργίας ἀλλοτριοῦντες. Τί οὖν ἂν εἴποιµεν; Ἃ καὶ περὶ τοῦ νόµου πρώην διαλεγόµενοι εἰρήκαµεν, ὅτι, ὥσπερ ἐκεῖ τὸ πᾶν τῆς ἁµαρτίας εἶναί φησιν, οὕτω καὶ ἐνταῦθα. Οὐ γὰρ εἶπεν, ὅτι Ἡ σὰρξ αὐτὸ κατεργάζεται, ἀλλὰ καὶ τοὐναντίον, ὅτι Οὐκέτι ἐγὼ κατεργάζοµαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐµοὶ ἁµαρτία. Εἰ δὲ λέγει, ὅτι οὐκ οἰκεῖ ἐν αὐτῇ ἀγαθὸν, οὔπω τοῦτο ἔγκληµα τῆς σαρκός· οὐ γὰρ τὸ µὴ οἰκεῖν ἀγαθὸν ἐν αὐτῇ, πονηρὰν αὐτὴν δείκνυσιν οὖσαν. Ἡµεῖς δὲ ἐλάττονα µὲν ὁµολογοῦµεν εἶναι τῆς ψυχῆς τὴν σάρκα καὶ καταδεεστέραν, οὐ µὴν ἐναντίαν οὐδὲ µαχοµένην οὐδὲ πονηρὰν, ἀλλ' ὡςκιθάραν κιθαριστῇ, καὶ ὡς ναῦν κυβερνήτῃ, οὕτως αὐτὴν ὑποκεῖσθαι τῇ ψυχῇ· ἅπερ οὐκ ἐναντία τοῖς ἄγουσι καὶ χρωµένοις ἐστὶν, ἀλλὰ καὶ σφόδρα συµβαίνοντα, οὐ µὴν ὁµότιµα τῷ τεχνίτῃ. Ὥσπερ οὖν ὁ λέγων, ὅτι Οὐκ ἐν τῇ κιθάρᾳ, οὐδ' ἐν τῇ νηῒ ἡ τέχνη, ἀλλ' ἐν τῷ κυβερνήτῃ καὶ τῷ κιθαρῳδῷ, οὐ τὰ ἔργα διέβαλεν, ἀλλὰ τὸ µέσον ὅσον πρὸςτὸν τεχνίτην τῆς τέχνης ἔδειξεν· οὕτω καὶ ὁ Παῦλος εἰπὼν, ὅτι Οὐκ οἰκεῖ ἐν τῇ σαρκί µου ἀγαθὸν, οὐ τὸ σῶµα διέβαλεν, ἀλλὰ τὸ ὑπερέχον τῆς ψυχῆς ἔδειξεν. Αὕτη γάρ ἐστιν ἡ τὸ πᾶν ἐγκεχειρισµένη τῆς κυβερνήσεως, καὶ τῆς κιθαρῳδίας· ὅπερ καὶ Παῦλος ἐνταῦθα δείκνυσι, τὸ κῦρος τῆς ψυχῆς τιθέµενος. Καὶ εἰς δύο ταῦτα τὸν ἄνθρωπον διελὼν, ψυχὴν κα ὶ σῶµα, λέγει ὅτι ἀλογωτέρα µὲν ἡ σὰρξ, καὶ συνέσεως ἔρηµος, καὶ τῶν ἀγοµένων, ἀλλ' οὐ τῶν ἀγόντων· σοφωτέρα δὲ ἡ ψυχὴ, καὶ τὸ πρακτέον καὶ τὸ µὴ πρακτέον συνιδεῖν δυναµένη, οὐ µὴν ἀρκοῦσα πρὸς τὸ τὸν ἵππον ἄρχειν ὡς βούλεται· ὅπερ οὐ τῆς σαρκὸς µόνον, ἀλλὰ καὶ τῆς ψυχῆς γένοιτ' ἂν ἔγκληµα, εἰδυίας µὲν ἅπερ δεῖ πράττειν, οὐκέτι δὲ εἰς ἔργον ἐκφερούσης τὰ δόξαντα. Τὸ γὰρ θέλειν παράκειταί µοι, φησὶ, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω. Ἐνταῦθα πάλιν εἰπὼν, Οὐχ εὑρίσκω, οὐκ ἄγνοιάν φησιν, οὐδὲ ἀπορίαν, ἀλλ' ἐπήρειάν τινα καὶ ἐπιβουλὴν τῆς ἁµαρτίας· ὅπερ οὖν καὶ σαφέστερον δεικνὺς ἐπήγαγεν· Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθὸν, ἀλλ' ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω. Εἰ δὲ ὃ ἐγὼ οὐ θέλω, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζοµαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐµοὶ ἁµαρτία. Εἶδες πῶς καὶ τὴν οὐσίαν τῆς ψυχῆς, καὶ τὴν οὐσίαν τῆς σαρκὸς ἀπαλλάξας ἐγκλήµατος, τὸ πᾶν ἐπὶ τὴν πονηρὰν πρᾶξιν µετέστησεν; Εἰ γὰρ οὐ θέλει τὸ κακὸν, ἀπήλλακται ἡ ψυχὴ, καὶ εἰ αὐτὸς αὐτὸ µὴ κατεργάζεται, ἠλευθέρωται καὶ τὸ σῶµα, καὶ µόνης τῆς πονηρᾶς προαιρέσεώς ἐστι τὸ πᾶν. Οὐ γὰρ ταυτὸν ψυχῆς οὐσία καὶ σώµατος καὶ προαιρέσεως, ἀλλὰ τὰ µέν ἐστιν ἔργα Θεοῦ, τὸ δὲ ἐξ ἡµῶν αὐτῶν γινοµένη κίνησις, πρὸς ὅπερ ἂναὐτὴν βουληθῶµεν ἀγαγεῖν. Ἡ µὲν γὰρ βούλησις, ἔµφυτον καὶ παρὰ Θεοῦ· ἡ δὲ τοιάδε βούλησις, ἡµέτερον καὶ τῆς γνώµης ἡµῶν. Εὑρίσκω ἄρα τὸν νόµον τῷ θέλοντι ἐµοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐµοὶ τὸ κακὸν παράκειται. Ἀσαφὲς τὸ εἰρηµένον· τί οὖν ἐστι τὸ λεγόµενον; Ἐπαινῶ τὸν νόµον, φησὶ, κατὰ τὸ συνειδὸς, καὶ αὐτὸν δὲ εὑρίσκω ἐµοὶ τῷ βουλοµένῳ τὸ καλὸν ποιεῖν συνήγορον, καὶ ἐπιτείνοντά µοι τὸ βούληµα· ὥσπερ γὰρ ἐγὼ αὐτῷ συνήδοµαι, οὕτω καὶ αὐτὸς ἐπαινεῖ τὴν γνώµην τὴν ἐµήν. Ὁρᾷς πῶς δείκνυσι τὴν µὲν τῶν καλῶν καὶ τῶν µὴ τοιούτων γνῶσιν ἐξ ἀρχῆς ἡµῖν καταβεβληµένην, τὸν δὲ νόµον Μωϋσέως ἐπαινοῦντα αὐτὴν, καὶ ἐπαινούµενον παρ' αὐτῆς; Οὐδὲ γὰρ ἀνωτέρω εἶπεν, ὅτι∆ ιδάσκοµαι παρὰ τοῦ νόµου, ἀλλὰ, Σύµφηµι τῷ νόµῳ· οὔτε προεῖπεν, ὅτι Παιδεύοµαι παρ' αὐτοῦ, ἀλλ', ὅτι Συνήδοµαι αὐτῷ. Τί δέ ἐστι, Συνήδοµαι; Ὁµολογῶ ὡς καλῶς ἔχοντι, ὥσπερ οὖν καὶ αὐτὸς ἐµοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν. Ὥστε τὸ θέλειν τὸ καλὸν, καὶ τὸ µὴ θέλειν τὸ πονηρὸν, ἄνωθεν ἦν προκαταβεβληµένον· ὁ δὲ νόµος ἐλθὼν, καὶ ἐν τοῖς κακοῖς κατήγορος ἐγένετο πλειόνων, καὶ ἐν τοῖς ἀγαθοῖς ἐπαινέτης µειζόνων. Ὁρᾷς πανταχοῦ ἐπίτασίν τινα καὶ προσθήκην αὐτῷ µαρτυροῦντα µόνον, πλεῖον δὲ οὐδέν; Καὶ γὰρ ἐπαινοῦντος αὐτοῦ, καὶ ἐµοῦ συνηδοµένου καὶ θέλοντος τὸ καλὸν, τὸ κακὸν ἔτι παράκειται, καὶ ἡ πρᾶξις αὐτοῦ οὐκ ἀνῄρηται. Ὥστε ὁ νόµος τῷ προῃρηµένῳ καλόν τι ποιῆσαι κατὰ τοῦτο σύµµαχος γίνεται µόνον, καθὸ καὶ αὐτὸς τὰ αὐτὰ αὐτῷ βούλεται. Εἶτα ἐπειδὴ ἀσαφῶς αὐτὸ τέθεικε, προϊὼν ἑρµηνεύει αὐτὸ καὶ σαφέστερον ποιεῖ, δεικνὺς πῶς τὸ κακὸν παράκειται, καὶ πῶς τῷ θέλοντι ποιεῖν τὸ καλὸνὁµοῦ ὁ νόµος ἐστί. Συνήδοµαι γὰρ, φησὶ, τῷ νόµῳ τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον. Ἤδειν µὲν γὰρ καὶ πρὸ τούτου, φησὶ, τὸ καλὸν, εὑρὼν δὲ αὐτὸ καὶ ἐν γράµµασι κείµενον, ἐπαινῶ. Βλέπω δὲ ἕτερον νόµον ἐν τοῖς µέλεσί µου, ἀντιστρατευόµενον τῷ νόµῳ τοῦ νοός µου.
13.3
Νόµον ἐνταῦθα πάλιν ἀντιστρατευόµενον τὴν ἁµαρτίαν ἐκάλεσεν, οὐ διὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν σφοδρὰν ὑπακοὴν τῶν πειθοµένων αὐτῇ. Ὥσπερ οὖν κύριον τὸν µαµµωνᾶν καλεῖ, καὶ θεὸν τὴν κοιλίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν, ἀλλὰ διὰ τὴν πολλὴν τῶν ὑποτεταγµένων δουλείαν· οὕτω καὶ ἐνταῦθα νόµον ἐκάλεσεν ἁµαρτίαν, διὰ τοὺς οὕτως αὐτῇ δουλεύοντας καὶ φοβουµένους ἀφεῖναι αὐτὴν, ὥσπερ δεδοίκασιν οἱ νόµονλαβόντες ἀφεῖναι τὸν νόµον. Αὕτη οὖν, φησὶν, ἀντίκειται τῷ νόµῳ τῷ φυσικῷ· τοῦτο γάρ ἐστι, Τῷ νόµῳ τοῦ νοός µου. Καὶ εἰσάγει λοιπὸν παράταξιν καὶ µάχην, καὶ τὸν ἀγῶνα ὅλον ἀνατίθησι τῷ φυσικῷ νόµῳ. Ὁ γὰρ Μωϋσέως ἐκ περιουσίας ὕστερον προσετέθη· ἀλλ' ὅµως καὶ οὗτος κἀκεῖνος, ὁ µὲν διδάξας, ὁ δὲ ἐπαινέσας τὰ δέοντα, οὐδὲν ἐν τῇ µάχῃ ταύτῃ µέγα ἤνυσαν· τοσαύτη τῆς ἁµαρτίας ἡ τυραννὶς, νικῶσα καὶ περιγινοµένη. Ὅπερ οὖν ὁ Παῦλος ἐµφαίνων, καὶ τὴν κατὰ κράτος ἧτταν δηλῶν ἔλεγε· Βλέπω δὲ ἕτερον νόµον ἀντιστρατευόµενον τῷ νόµῳ τοῦ νοός µου, καὶ αἰχµαλωτίζοντά µε. Οὐ γὰρ εἶπε, Νικῶντα ἁπλῶς, ἀλλ', Αἰχµαλωτίζοντά µε τῷ νόµῳ τῆς ἁµαρτίας. Οὐκ εἶπε, Τῇ ὁρµῇ τῆς σαρκὸς, οὐδὲ, Τῇ φύσει τῆς σαρκὸς, ἀλλὰ, Τῷ νόµῳ τῆς ἁµαρτίας, τουτέστι, τῇ τυραννίδι, τῇ δυνάµει. Πῶς οὖν φησι, Τῷ ὄντι ἐν τοῖς µέλεσί µου; Καὶ τί τοῦτο; οὐ γὰρ τοῦτο ἁµαρτίαν τὰ µέλη ποιεῖ, ἀλλὰ χωρίζει µάλιστα τῆς ἁµαρτίας· ἕτερον γὰρ τὸ, ἔν τινι ὂν, καὶ τὸ, ἐν ᾧ ἐστιν ἐκεῖνο. Ὥσπερ οὖν ἡ ἐντολὴ οὐκ ἔστι πονηρὰ, ἐπειδὴ δι' αὐτῆς ἀφορµὴν ἔλαβεν ἡ ἁµαρτία· οὕτως οὐδὲ τῆς σαρκὸς ἡ φύσις, εἰ καὶ δι' αὐτῆς ἡµᾶς καταγωνίζεται· ἐπεὶ οὕτως ἔσται καὶ ἡ ψυχὴ πονηρὰ, καὶ πολλῷ µᾶλλον ἐκείνη, ὅσῳ καὶ τὸ κῦρος τῶν πρακτέων ἔχει. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὐδὲ γὰρ εἰ θαυµαστὸν οἶκον καὶ βασιλικὰς αὐλὰς τύραννος λάβῃ καὶ λῃστὴς, διαβολὴ τῆς οἰκίας τὸ γινόµενον, ἀλλ' ἡ κατηγορία πᾶσα τῶν τὰτοιαῦτα ἐπιβουλευσαµένων ἐστίν. Ἀλλ' οἱ τῆς ἀληθείας ἐχθροὶ µετὰ τῆς ἀσεβείας καὶ ἀνοίᾳ πολλῇ περιπίπτοντες, οὐκ αἰσθάνονται. Οὐδὲ γὰρ τῆς σαρκὸς µόνον κατηγοροῦσιν, ἀλλὰ καὶ τὸν νόµον διαβάλλουσι· καίτοιγε εἰ πονηρὸν ἡ σὰρξ, καλὸν ὁ νόµος· ἀντιστρατεύεται γὰρ καὶ ἐναντιοῦται· εἰ δὲ οὐ καλὸν ὁ νόµος, καλὸν ἡ σάρξ· µάχεται γὰρ αὐτῷ κατ' ἐκείνους καὶ πολεµεῖ. Πῶς οὖν ἀµφότερα τοῦ διαβόλου φασὶν εἶναι, ἐναντία ἀλλήλοις εἰσάγοντες; Ὁρᾷς ὅση µετὰ τῆς ἀσεβείας καὶ ἡ ἄνοια; Ἀλλ' οὐ τῆς Ἐκκλησίας τὰ δόγµατα τοιαῦτα, ἀλλὰ τὴν ἁµαρτίαν κατακρίνει µόνον, καὶ τὸν νόµον ἑκάτερον παρὰ Θεοῦ δεδοµένον, καὶ τὸν τῆς φύσεως, καὶ τὸν τοῦ Μωϋσέως, ταύτῃ πολέµιον εἶναί φησιν, οὐ τῇ σαρκί· οὐδὲ γὰρ τὴν σάρκα ἁµαρτίαν εἶναι, ἀλλ' ἔργον Θεοῦ σφόδρα, καὶ πρὸς ἀρετὴν ἡµῖν ἐπιτήδειον, ἐὰν νήφωµεν. Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς µε ῥύσεται ἐκ τοῦ σώµατος τοῦ θανάτου τούτου; Εἶδες πόση τῆς κακίας ἡ τυραννὶς, ὅτι καὶ συνηδόµενον τῷ νόµῳ τὸν νοῦν νικᾷ; Οὐδὲ γὰρ ἔχει τις εἰπεῖν, φησὶν, ὅτι µισοῦντά µε τὸν νόµον καὶ ἀποστρεφόµενον ἡ ἁµαρτία χειροῦται· συνήδοµαι γὰρ αὐτῷ καὶ σύµφηµι, καὶ καταφεύγω πρὸς αὐτὸν, ἀλλ' ὅµως ἐκεῖνος µὲν οὐδὲ φεύγοντα πρὸς αὐτὸν ἴσχυσε σῶσαι, ὁ δὲ Χριστὸς καὶφεύγοντα ἀπ' αὐτοῦἔσωσεν. Εἶδες πόση τῆς χάριτος ἡ ὑπερβολή; Ἀλλ' οὕτω µὲν οὐκ ἔθηκεν αὐτὸ ὁ Ἀπόστολος· ἀνοιµώξας δὲ µόνον καὶ θρηνήσας µέγα, ὡς ἐν ἐρηµίᾳ τῶν βοηθησόντων, διὰ τῆς ἀπορίας δείκνυσι τοῦ Χριστοῦ τὴν δύναµιν, καί φησι· Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς µε ῥύσεται ἐκ τοῦ σώµατος τοῦ θανάτου τούτου; Νόµος οὐκ ἴσχυσε, τὸ συνειδὸς οὐκ ἤρκεσε· καίτοι γε ἐπῄνουν τὰ καλὰ, καὶ οὐκ ἐπῄνουν µόνον, ἀλλὰ καὶ ἀπεµαχόµην πρὸς τὰ ἐναντία. Τῷ γὰρ εἰπεῖν, Ἀντιστρατευόµενον, ἔδειξε καὶ αὐτὸν ἀντιταττόµενον. Πόθεν οὖν ἔσται σωτηρίας ἐλπίς; Εὐχαριστῶ τῷ Θεῷ, φησὶ, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡµῶν. Εἶδες πῶς ἔδειξεν ἀναγκαίαν τῆς χάριτος τὴν παρουσίαν, καὶ κοινὰ Πατρὸς καὶ Υἱοῦ τὰ κατορθώµατα; Εἰ γὰρ καὶ τῷ Πατρὶ εὐχαριστεῖ, ἀλλὰ τῆς εὐχαριστίας ταύτης καὶ ὁ Υἱὸς αἴτιος. Ὅταν δὲ ἀκούσῃς λέγοντος αὐτοῦ, Τίς µε ῥύσεται ἐκ τοῦ σώµατος τοῦ θανάτου τούτου; µὴ νόµιζε τῆς σαρκὸς αὐτὸν κατηγορεῖν. Οὐδὲ γὰρ εἶπε σῶµα ἁµαρτίας, ἀλλὰ σῶµα θανάτου· τουτέστι τὸ θνητὸν σῶµα, τὸ χειρωθὲν ὑπὸ τοῦ θανάτου, οὐ τὸ γεννῆσαν τὸν θάνατον· ὅπερ οὐ τῆς πονηρίας τῆς σαρκὸς, ἀλλὰ τῆς ἐπηρείας ἧς ὑπέµεινε, δεῖγµά ἐστιν. Ὥσπερ ἂν εἴ τις αἰχµαλωτισθεὶς παρὰ βαρβάρων, λέγοιτο εἶναι τῶν βαρβάρων, οὐκ ἐπειδὴ βάρβαρός ἐστιν, ἀλλ' ἐπειδὴ ὑπ' ἐκείνων κατέχεται· οὕτω καὶ τὸ σῶµα θανάτου λέγεται, ἐπειδὴ κατεσχέθη παρ' αὐτοῦ, οὐκ ἐπειδὴ προεξένησεν αὐτόν.∆ ιόπερ οὐδὲ αὐτὸς τοῦ σώµατος ῥυσθῆναι βούλεται, ἀλλὰ τοῦ θνητοῦ σώµατος, αἰνιττόµενος ὃ πολλάκις ἔφην, ὅτι ἐκ τοῦ παθητὸν αὐτὸ γενέσθαι, καὶ εὐεπιχείρητον γέγονε τῇ ἁµαρτίᾳ.
13.4
Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τοσαύτη τῆς ἁµαρτίας ἡ τυραννὶς πρὸ τῆς χάριτος ἦν, ἐκολάσθησαν οἱ ἁµαρτάνοντες; Ὅτι τοιαῦτα ἐπετάγησαν, οἷα δυνατὸν ἦν καὶ τῆς ἁµαρτίας κρατούσης κατορθοῦν. Οὐδὲ γὰρ εἰς ἄκραν αὐτοὺς εἷλκε πολιτείαν, ἀλλὰ καὶ χρηµάτων ἀπολαύειν ἐπέτρεπε, καὶ γυναιξὶ κεχρῆσθαι πλείοσιν οὐκ ἐκώλυε, καὶ θυµῷχαρίσασθαι µετὰ τοῦ δικαίου, καὶ τρυφῇ χρήσασθαι συµµέτρῳ· καὶ τοσαύτη ἦν ἡ συγκατάβασις, ὡς καὶ ἐλάττονα ὧν ὁ φυσικὸς διηγόρευσε νόµος, τὸν γραπτὸν ἀπαιτεῖν. Ὁ µὲν γὰρ τῆς φύσεως νόµος ἕνα ἄνδρα µιᾷ γυναικὶ διηνεκῶς ὁµιλεῖν ἐκέλευεν· ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν, ὅτι Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ὁ δὲ Μωϋσέως νόµος οὔτε τὴν µὲν ἐκβαλεῖν, τὴν δὲ ἀντεισάγειν ἐκώλυεν, οὔτε δύο κατὰ ταυτὸν ἔχειν ἀπηγόρευε. Χωρὶς δὲ τούτου, καὶ ἕτερα πλείονα τῶν ἐν τῷ νόµῳ τοὺς πρὸ τούτου κατορθωκότας ἴδοι τις ἂν τῷ τῆς φύσεως παιδευοµένους νόµῳ. Οὐ τοίνυν ἐπηρεάσθησαν οἱ ἐν τῇ Παλαιᾷ πολιτευσάµενοι, συµµέτρου νοµοθεσίας οὕτως εἰσενεχθείσης αὐτοῖς. Εἰ δὲ µηδὲ οὕτως ἤρκεσαν περιγενέσθαι, τῆς αὐτῶν ῥᾳθυµίας τὸ ἔγκληµα.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος εὐχαριστεῖ, ὅτι οὐδὲν τούτων ἀκριβολογησάµενος ὁ Χριστὸς, οὐ µόνον τῶν ἡµετέρων οὐκ ἀπῄτησεν εὐθύνας, ἀλλὰ καὶἐπιτηδείους ἐποίησε πρὸς µείζονα δρόµον.∆ ιό φησιν, Εὐχαριστῶ τῷ Θεῷ µου διὰ Ἰησοῦ Χριστοῦ. Καὶ τὴν σωτηρίαν ἀφεὶς ὡµολογηµένην, ἐκ τῶν ἤδη κατασκευασθέντων ἐπ' ἄλλο µεταβαίνει πλέον λέγων, ὅτι οὐ τῶν προτέρων ἀπηλλάγηµεν µόνον, ἀλλὰ καὶ πρὸς τὸ µέλλον ἀχείρωτοι γεγόναµεν. Οὐδὲν γὰρ, φησὶ, κατάκριµα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ, µὴ κατὰ σάρκα περιπατοῦσιν. Ἀλλ' οὐ πρότερον αὐτὸ εἴρηκεν, ἕως ἀνέµνησε πάλιν τῆς προτέρας καταστάσεως. Πρότερον γὰρ εἰπὼν, Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ µὲν νοῒ δουλεύω νόµω Θεοῦ, τῇ δὲ σαρκὶ νόµῳ ἁµαρτίας, τότε ἐπήγαγεν· Οὐδὲν ἄρα κατάκριµα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ. Εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ τὸ πολλοὺς καὶ µετὰ τὸ βάπτισµα ἁµαρτάνειν, διὰ τοῦτο πρὸς αὐτὸ ἐπείγεται. Καὶ οὐχ ἁπλῶς φησι, Τοῖς ἐν Χριστῷ Ἰησοῦ, ἀλλὰ, Τοῖς µὴ κατὰ σάρκα περιπατοῦσι· δεικνὺς, ὅτι ἐκ ῥᾳθυµίας τὸ πᾶν λοιπὸν τῆς ἡµετέρας· δυνατὸν γὰρ νῦν µὴ κατὰ σάρκα περιπατεῖν, τότε δὲ δύσκολον ἦν. Εἶτα γὰρ ἑτέρως αὐτὸ κατασκευάζει διὰ τῶν ἑξῆς λέγων· Ὁ γὰρ νόµος τοῦ Πνεύµατος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ µε· νόµον Πνεύµατος ἐνταῦθα τὸ Πνεῦµα καλῶν. Ὥσπερ γὰρ νόµον ἁµαρτίας τὴν ἁµαρτίαν, οὕτω νόµον Πνεύµατος τὸ Πνεῦµά φησι. Καίτοι καὶ τὸν Μωϋσέως οὕτως ἐκάλει λέγων, Οἴδαµεν γὰρ, ὅτι ὁ νόµος πνευµατικός ἐστι· τί οὖν τὸ µέσον; Πολὺ καὶ ἄπειρον· ἐκεῖνος µὲν γὰρ πνευµατικὸς, οὗτος δὲ νόµος Πνεύµατος. Καὶ τί τοῦτο ἐκείνου διέστηκεν; Ὅτι ὁ µὲν ὑπὸ τοῦ Πνεύµατος ἐδόθη µόνον, οὗτος δὲ καὶ Πνεῦµα ἐχορήγει τοῖς δεχοµένοις αὐτὸν δαψιλές.∆ ιὸ καὶ ζωῆς αὐτὸν νόµον ἐκάλεσε, πρὸς ἀντιδιαστολὴν ἐκείνου τοῦ τῆς ἁµαρτίας, οὐ τοῦ Μωϋσαϊκοῦ. Ὅταν γὰρ λέγῃ, Ἠλευθέρωσέ µε ἀπὸ τοῦ νόµου τῆς ἁµαρτίας καὶ τοῦ θανάτου, οὐ τὸν Μωϋσέως νόµον λέγει ἐνταῦθα· οὐδαµοῦ γὰρ αὐτὸν νόµον ἁµαρτίας καλεῖ· πῶς γὰρ, ὃν δίκαιον καὶ ἅγιον πολλάκις ὠνόµασε, καὶ ἁµαρτίας ἀναιρετικόν; ἀλλ' ἐκεῖνον τὸν ἀντιστρατευόµενον τῷ νόµῳ τοῦ νοός. Τοῦτον γὰρ τὸν χαλεπὸν κατέλυσε πόλεµον θανατώσασα τὴν ἁµαρτίαν ἡ τοῦ Πνεύµατος χάρις, καὶ ποιήσασα τὸν ἀγῶνα κοῦφον ἡµῖν, καὶπρότερον στεφανώσασα, καὶ τότε µετὰ πολλῆς τῆς συµµαχίας ἐπὶ τὰ παλαίσµατα ἑλκύσασα. Καὶ ὅπερ ἀεὶ ποιεῖ, ἀπὸ τοῦ Υἱοῦ εἰς τὸ Πνεῦµα µεταβαίνων, ἀπὸ τοῦ Πνεύµατος εἰς τὸν Υἱὸν καὶ τὸν Πατέρα, καὶ τῇ Τριάδι πάντα τὰ παρ' ἡµῶν λογιζοµένος· τοῦτο καὶ ἐνταῦθα ἐργάζεται. Καὶ γὰρ εἰπὼν, Τίς µε ῥύσεται ἐκ τοῦ σώµατος τοῦ θανάτου τούτου; ἔδειξε Πατέρα διὰ Υἱοῦ τοῦτο ποιοῦντα· εἶτα πάλιν τὸ Πνεῦµα τὸ ἅγιον µετὰ τοῦ Υἱοῦ· Ὁ γὰρ νόµος τοῦ Πνεύµατος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ µε, φησίν· εἶτα πάλιν τὸν Πατέρα καὶ τὸν Υἱόν· Τὸ γὰρ ἀδύνατον τοῦ νόµου, φησὶν, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέµψας ἐν ὁµοιώµατι σαρκὸς ἁµαρτίας, καὶ περὶ ἁµαρτίαςκατέκρινε τὴν ἁµαρτίαν ἐν τῇ σαρκί. Πάλιν δοκεῖ µὲν διαβάλλειν τὸν νόµον· εἰ δέ τις ἀκριβῶς προσέχοι, καὶ σφόδρα αὐτὸν ἐπαινεῖ, σύµφωνον τῷ Χριστῷ δεικνὺς, καὶ τὰ αὐτὰ προῃρηµένον. Οὐδὲ γὰρ εἶπε, Τὸ πονηρὸν τοῦ νόµου, ἀλλὰ, Τὸ ἀδύνατον· καὶ πάλιν, Ἐν ᾧ ἠσθένει, οὐκ, Ἐν ᾧ ἐκακούργει, ἢ ἐπεβούλευε. Καὶ οὐδὲ τὴν ἀσθένειαν αὐτῷ λογίζεται, ἀλλὰ τῇ σαρκὶ, λέγων· Ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός· σάρκα πάλιν ἐνταῦθα οὐχὶ τὴν οὐσίαν αὐτὴν καὶ τὸ ὑποκείµενον, ἀλλὰ τὸ σαρκικώτερον φρόνηµα καλῶν, δι' ὧν καὶ τὸ σῶµα καὶ τὸν νόµονἀπαλλάττει κατηγορίας· οὐ διὰ τούτων δὲ µόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς.
13.5
Εἰ γὰρ ἐναντίος ἦν ὁ νόµος, πῶς ὁ Χριστὸς εἰς βοήθειαν αὐτοῦ παραγέγονε, καὶ τὸ δικαίωµα αὐτοῦ πληροῖ, καὶ χεῖρα ὤρεξε κατακρίνας τὴνἁµαρτίαν ἐν τῇ σαρκί; Τοῦτο γὰρ ὑπολέλειπτο, ἐπειδήπερ ἐν τῇ ψυχῇ πάλαι ὁ νόµος αὐτὴν κατακρίνας ἦν. Τί οὖν; τὸ µεῖζον ὁ νόµος ἐποίησε, τὸ δὲ ἔλαττον ὁ τοῦ Θεοῦ Μονογενής; Οὐδαµῶς. Μάλιστα µὲν γὰρ κἀκεῖνο ὁ Θεὸς εἰργάσατο, ὁ τὸν φυσικὸν δεδωκὼς νόµον, καὶ τὸν γραπτὸν προσθείς· ἄλλως δὲ οὐδὲν ὄφελος τοῦ µείζονος ἦν, τοῦ ἐλάττονος µὴ προσκειµένου. Τί γὰρ ὄφελος εἰδέναι τὰ πρακτέα µὴ µετιόντα αὐτά; Οὐδὲν, ἀλλὰ καὶ µείζων κατάκρισις. Ὥστε ὁ καὶ τὴν ψυχὴν σώσας, οὗτός ἐστιν ὁ καὶ τὴν σάρκα εὐήνιον καταστήσας. Τὸ µὲν γὰρ διδάξαι, εὔκολον· τὸ δὲ καὶ ὁδόν τινα δεῖξαι, δι' ἧς µετ' εὐκολίας ταῦτα ἐγένετο, τοῦτό ἔστι τὸ θαυµαστόν.∆ ιὰ δὲ τοῦτο ἦλθεν ὁ Μονογενὴς, καὶ οὐ πρότερον ἀπέστη, ἕως ἂν ἀπήλλαξεν ἡµᾶς τῆς δυσκολίας ἐκείνης. Καὶ τὸ δὴ µεῖζον, ὁ τρόπος τῆς νίκης· οὐδὲ γὰρ ἑτέραν ἔλαβε σάρκα, ἀλλ' αὐτὴν ταύτην τὴν καταπονουµένην· ὥσπερ ἂν εἴ τις ἐν ἀγορᾷ γυναῖκα εὐτελῆ καὶ ἀγοραίαν τυπτοµένην ἰδὼν, εἴποι αὐτῆς εἶναι υἱὸς, βασιλέως ὢν υἱὸς, καὶ οὕτως αὐτὴν ἀπαλλάξειετῶν ἐπηρεαζόντων. Ὅπερ αὐτὸς ἐποίησε, καὶ υἱὸς ἀνθρώπου εἶναι ὁµολογήσας, καὶ παραστὰς αὐτῇ, καὶ κατακρίνας τὴν ἁµαρτίαν. Οὐ τοίνυν ἐτόλµησε τυπτῆσαι αὐτὴν λοιπὸν, µᾶλλον δὲ ἐτύπτησε µὲν τῇ τοῦ θανάτου πληγῇ· τούτῳ δὲ αὐτῷ κατεκρίθη καὶ ἀπώλετο, οὐχ ἡ τυπτηθεῖσα σὰρξ, ἀλλ' ἡ τυπτήσασα ἁµαρτία· ὅπερ ἁπάντων ἐστὶ θαυµαστότερον. Εἰ µὴ γὰρ ἐν τῇ σαρκὶ νίκη γέγονεν, οὐχ οὕτω θαυµαστὸν ἦν, ἐπεὶ καὶ ὁ νόµος τοῦτο εἰργάζετο· τὸ δὲ θαυµαστὸν, ὅτι µετὰ σαρκὸς τὸ τρόπαιον ἔστη, καὶ ἡ µυριάκις ὑπὸ τῆς ἁµαρτίας καταβληθεῖσα, αὕτη λαµπρὰν κατ' αὐτῆς τὴν νίκην ἤρατο. Ὅρα γὰρ πόσα τὰ παράδοξα γέγονεν· ἓν µὲν, ὅτι οὐκ ἐνίκησεν ἡ ἁµαρτία τὴν σάρκα· ἕτερον δὲ, ὅτι καὶ ἐνικήθη, καὶ παρ' αὐτῆς ἐνικήθη· οὐ γάρ ἐστιν ἴσον µὴ νικηθῆναι, καὶ νικῆσαι τὴν ἀεὶ καταβάλλουσαν. Τρίτον, ὅτι οὐ µόνον ἐνίκησεν, ἀλλὰ καὶ ἐκόλασε· τῷ µὲν γὰρ µὴ ἁµαρτεῖν οὐκ ἐνικήθη· τῷ δὲ ἀποθανεῖν ἐνίκησε καὶ κατέκρινεν αὐτὴν, φοβερὰν αὐτῇ τὴν σάρκα ἀποφήνας τὴν πρότερον οὖσαν εὐκαταφρόνητον. Οὕτω γοῦν καὶ τὴν δύναµιν αὐτῆς ἐξέλυσε, καὶ τὸν δι' αὐτῆς εἰσενεχθέντα θάνατον ἀνεῖλεν. Ἕως µὲν γὰρ ἁµαρτωλοὺς ἐλάµβανε, κατὰ τὸν τοῦ δικαίου λόγον ἐπῆγε τὴν τελευτήν· ἐπειδὴ δὲ ἀναµάρτητον εὑροῦσα σῶµα τῷ θανάτῳ παρέδωκεν, ὡς ἀδικήσασα κατεκρίθη. Ὁρᾷς ὅσα τὰ νικητήρια γέγονε, τὸ µὴ ἡττηθῆναι τὴν σάρκα ὑπὸ τῆς ἁµαρτίας, τὸ καὶ νικῆσαι αὐτὴν καὶ καταδικάσαι, τὸ µὴ ἁπλῶς καταδικάσαι, ἀλλὰ καὶὡς ἁµαρτοῦσαν καταδικάσαι; Πρότερον γὰρ ἐλέγξας ἠδικηκυῖαν, οὕτως αὐτὴν κατεδίκασεν, οὐχ ἁπλῶς ἰσχύϊ καὶ ἐξουσίᾳ, ἀλλὰ καὶ τῷ τοῦ δικαίου λόγῳ. Τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν περὶ ἁµαρτίας· Κατέκρινε τὴν ἁµαρτίαν ἐν τῇ σαρκί· ὡσανεὶ ἔλεγεν, ὅτι Μέγα ἡµαρτηκυῖαν ἤλεγξε, καὶ τότε αὐτὴν κατεδίκασεν. Ὁρᾷς πανταχοῦ τὴν ἁµαρτίαν καταδικαζοµένην, οὐχὶ τὴν σάρκα, ἀλλὰ ταύτην καὶ στεφανουµένην, καὶ τὴν ἀπόφασιν κατ' αὐτῆς ἐκφέρουσαν; Εἰ δὲ ἐν ὁµοιώµατι σαρκός φησι πέµψαι τὸν Υἱὸν, µὴ διὰ τοῦτο ἄλλην ἐκείνην σάρκα εἶναι νόµιζε· ἐπειδὴ γὰρ εἶπεν ἁµαρτίας, διὰ τοῦτο καὶ τὸ ὁµοίωµα τέθεικεν. Οὐδὲ γὰρ ἁµαρτωλὸν σάρκα εἶχεν ὁ Χριστὸς, ἀλλ' ὁµοίαν µὲν τῇ ἡµετέρᾳ τῇ ἁµαρτωλῷ, ἀναµάρτητον δὲ, καὶ τῇ φύσει τὴν αὐτὴν ἡµῖν. Ὥστε καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐκ ἦν πονηρὰ τῆς σαρκὸς ἡ φύσις. Οὔτε γὰρ ἑτέραν ἀντὶ τῆς προτέρας λαβὼν ὁ Χριστὸς, οὔτε αὐτὴν ταύτην µεταβαλὼν κατ' οὐσίαν, οὕτως αὐτὴν ἀναµαχήσασθαι παρεσκεύασεν· ἀλλ' ἀφεὶς µένειν ἐπὶ τῆς αὐτῆς φύσεως, τὸν στέφανον ἀναδήσασθαι ἐποίησε κατὰ τῆς ἁµαρτίας· καὶ τότε αὐτὴν µετὰ τὴν νίκην ἀνέστησε, καὶ ἀθάνατον εἰργάσατο. Τί οὖν, φησὶ, πρός µε τοῦτο, εἰ ταῦτα ἐν ἐκείνῃ τῇ σαρκὶ γέγονε; Πρὸς σὲ µὲν οὖν µάλιστα· διὸ καὶ ἐπήγαγεν· Ἵνα τὸ δικαίωµα τοῦ νόµου πληρωθῇ ἐν ἡµῖν τοῖς µὴ κατὰ σάρκα περιπατοῦσι. Τί ἐστι, Τὸ δικαίωµα; Τὸ τέλος, ὁ σκοπὸς, τὸ κατόρθωµα. Τί γὰρ ἐκεῖνος ἐβούλετο, καὶ τί ποτε ἐπέταττεν; Ἀναµάρτητον εἶναι. Τοῦτο τοίνυν κατώρθωται νῦν ἡµῖν διὰ Χριστοῦ· καὶ τὸ µὲν ἀντιστῆναι καὶ περιγενέσθαι, γέγονεν ἐκείνου· τὸ δὲ ἀπολαῦσαι τῆς νίκης, ἡµέτερον. Οὐκοῦν οὐχ ἁµαρτησόµεθα λοιπὸν, οὐχ ἁµαρτησόµεθα, ἂν µὴ σφόδρα ὦµεν ἐκλελυµένοι καὶ ἀναπεπτωκότες· διὸ καὶ προσέθηκε· Τοῖς µὴ κατὰ σάρκα περιπατοῦσιν. Ἵνα γὰρ µὴ, ἀκούσας, ὅτι σε ἐῤῥύσατο ὁ Χριστὸς τοῦ πολέµου τῆς ἁµαρτίας, καὶ ὅτι τὸ δικαίωµα τοῦ νόµου πεπλήρωται ἐν σοὶ, τῆς ἁµαρτίας κατακριθείσηςἐν τῇ σαρκὶ, καταλύσῃς τὴν παρασκευὴν ἅπασαν· διὰ τοῦτο καὶ ἐκεῖ εἰπὼν, Οὐδὲν ἄρα κατάκριµα, προσέθηκε· Τοῖς µὴ κατὰ σάρκα περιπατοῦσι· καὶ ἐνταῦθα, Ἵνα πληρωθῇ τὸ δικαίωµα τοῦ νόµου ἐν ἡµῖν, λέγων, τὸ αὐτὸ τοῦτο ἐπήγαγε· µᾶλλον δὲ οὐχὶ τοῦτο µόνον, ἀλλὰ καὶ πολλῷ πλέον. Εἰπὼν γὰρ, ὅτι Ἵνα τὸ δικαίωµα τοῦ νόµου πληρωθῇ ἐν ἡµῖν τοῖς µὴ κατὰ σάρκα περιπατοῦσιν, ἐπήγαγεν, Ἀλλὰ κατὰ πνεῦµα· δεικνὺς, ὅτι οὐ κακῶν ἀπέχεσθαι δεῖ µόνον, ἀλλὰ καὶ ἐν ἀγαθῷ κοµᾷν. Τὸ µὲν γὰρ δοῦναί σοι τὸν στέφανον, ἐκείνου· τὸ δὲ κατασχεῖν τὰ δοθέντα, σόν. Καὶ γὰρ ὅπερ ἦν δικαίωµα τοῦ νόµου τὸ µὴ γενέσθαι ὑπεύθυνον τῇ ἀρᾷ, τοῦτο ἤνυσέ σοι ὁ Χριστός.
13.6
Μὴ τοίνυν προδῷς τὴν τοσαύτην δωρεὰν, ἀλλὰ µένε φυλάττων τὸν καλὸν τοῦτον θησαυρόν.∆ είκνυσι γὰρ ἐνταῦθά σοι, ὅτι οὐκ ἀρκεῖ τὸ λουτρὸν ἡµῖν εἰς σωτηρίαν, ἂν µὴ µετὰ τὸ λουτρὸν ἄξιον ἐπιδειξώµεθα βίον τῆς δωρεᾶς. Ὥστε πάλιν τῷ νόµῳ συνηγορεῖ, ταῦτα λέγων. Καὶ γὰρ µετὰ τὸ πεισθῆναι τῷ Χριστῷ, πάντα δεῖ ποιεῖν καὶ πραγµατεύεσθαι, ὥστε τὸ ἐκείνου δικαίωµα µένειν ἐν ἡµῖν ὅπερ ἐπλήρωσεν ὁ Χριστὸς, καὶ µὴ διαφθαρῆναι. Οἱ γὰρ κατὰ σάρκα ὄντες, φησὶ, τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦµα, τὰ τοῦ πνεύµατος. Τὸ γὰρ φρόνηµα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνηµα τοῦ πνεύµατος ζωὴ καὶ εἰρήνη.∆ ιότι τὸ φρόνηµα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόµῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. Ἀλλ' οὐδὲ τοῦτο διαβολὴ τῆς σαρκός. Ἕως µὲν γὰρ ἂν τὴν οἰκείαν φυλάττῃ τάξιν, οὐδὲν ἄτοπον γίνεται· ὅταν δὲ αὐτῇ πάντα ἐπιτρέπωµεν, καὶ τοὺς οἰκείους ὑπερβᾶσα ὅρους κατεξανίσταται τῆς ψυχῆς, τότε πάντα ἀπόλλυσι καὶ διαφθείρει, οὐ παρὰ τὴνοἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀµετρίαν καὶ τὴν ἐκ ταύτης ἀταξίαν. Οἱ δὲ κατὰ πνεῦµα, τὰ τοῦ πνεύµατος· τὸ γὰρ φρόνηµα τῆς σαρκὸς, θάνατος. Οὐκ εἶπεν, Ἡ γὰρ τῆς σαρκὸς φύσις, οὐδὲ, Ἡ οὐσία τοῦ σώµατος, ἀλλὰ, Τὸ φρόνηµα· ὃ διορθωθῆναι δύναιτ' ἂν καὶ ἀναιρεθῆναι. Τοῦτο δὲ λέγει οὐ τῇ σαρκὶ λογισµὸν διδοὺς ἴδιον, ἄπαγε, ἀλλὰ τὴν παχυ τέραν τῆς διανοίας ὁρµὴν ἐνδεικνύµενος, καὶ ἀπὸ τοῦ χείρονος αὐτὴνκαλῶν, ὥσπερ οὖν καὶ σάρκα πολλάκις ὁλόκληρον ἄνθρωπον καὶ ψυχὴν ἔχοντα εἴωθε καλεῖν. Τὸ δὲ φρόνηµα τοῦ πνεύµατος. Πάλιν κἀνταῦθα τὴν πνευµατικὴν διάνοιαν λέγει, ὥσπερ οὖν καὶ προϊών φησιν, Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνηµα τοῦ πνεύµατος· καὶ δείκνυσι πολλὰ τὰ ἐκ ταύτης ἀγαθὰ καὶ ἐν τῷ παρόντι καὶ ἐν τῷ µέλλοντι. Τῶν γὰρ κακῶν, ὧν τὸ φρόνηµα εἰσάγει τὸ σαρκικὸν, πολλῷ πλείονα ἀγαθὰ παρέχει τὸ πνευµατικόν· ἅπερ ἐδήλωσεν εἰπὼν, Ζωὴ καὶ εἰρήνη· τὸ µὲν πρὸς ἀντιδιαστολὴν τοῦ προτέρου· Τὸ γὰρ φρόνηµα, φησὶ, τῆς σαρκὸς, θάνατος· τὸ δὲ πρὸς ἀντιδιαστολὴν τοῦ ἑξῆς· εἰπὼν γὰρ, Εἰρήνη, ἐπήγαγε,∆ ιότι τὸ φρόνηµα τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· ὃ τοῦ θανάτου χεῖρόν ἐστιν. Εἶτα δεικνὺς, πῶς καὶ θάνατος καὶ ἔχθρα· Τῷ γὰρ νόµῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, φησίν· οὐδὲ γὰρ δύναται. Ἀλλὰ µὴ θορυβηθῇς ἀκούων, Οὐδὲ γὰρ δύναται· καὶ γὰρ εὔκολον ἡ ἀπορία αὕτη τὴν λύσιν ἔχει. Φρόνηµα γὰρ σαρκὸς ἐνταῦθά φησι τὸν γεώδη λογισµὸν, τὸν παχὺν, τὸν πρὸς τὰ βιωτικὰ καὶ τὰς πονηρὰς πράξεις ἐπτοηµένον· τοῦτόν φησιν ἀδύνατον εἶναι ὑποταγῆναι Θεῷ. Καὶ ποία λοιπὸν ἐλπὶς σωτηρίας, εἰ ἀδύνατον κακὸν ὄντα γενέσθαι καλόν; Οὐ τοῦτό φησιν· ἐπεὶ πῶς ὁ Παῦλος ἐγένετο τοιοῦτος; πῶς ὁ λῃστής; πῶς ὁ Μανασσῆς; πῶς οἱ Νινευῖται; πῶς ὁ∆ αυῒδ πεσὼν, ἑαυτὸν ἀνεκτήσατο; πῶς ὁ Πέτρος ἀρνησάµενος, ἑαυτὸν ἀνέλαβε; πῶς ὁ πεπορνευκὼς, εἰς τὴν ἀγέλην κατελέγη τοῦ Χριστοῦ; πῶς οἱ Γαλάται τῆς χάριτος ἐκπεσόντες, πρὸς τὴν προτέραν ἐπανῆλθον εὐγένειαν; Οὐ τοίνυν τοῦτό φησιν ὅτι ἀδύνατον τὸν πονηρὸν γενέσθαι καλὸν, ἀλλ' ὅτι ἀδύνατον πονηρὸν µένοντα ὑποταγῆναι τῷ Θεῷ· µεταβαλ[ λ] όµενον µέντοι, καλὸν γενέσθαι καὶ ὑποταγῆναι, ῥᾴδιον. Οὐ γὰρ εἶπεν, ὅτι ὁ ἄνθρωπος οὐ δύναται ὑποταγῆναι τῷ Θεῷ, ἀλλ' ὅτι ἡ πονηρὰ πρᾶξις οὐ δύναται εἶναι καλή· ὡσανεὶ ἔλεγεν· Ἡ πορνεία οὐ δύναται εἶναι σωφροσύνη, οὐδὲ ἡ κακία ἀρετή. Ὅπερ οὖν καὶ ἐν τῷ Εὐαγγελίῳ φησὶν, Οὐ δύναται δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν, οὐ τὴν ἀπὸ κακίας εἰς ἀρετὴν µεταβολὴν κωλύων, ἀλλὰ τὴν ἐντῇ κακίᾳ διατριβὴν λέγων µὴ δύνασθαι φέρειν καρποὺς καλούς. Οὐ γὰρ εἶπεν, Οὐ δύναται δένδρον πονηρὸν καλὸν γενέσθαι, ἀλλ' ὅτι φέρειν καρποὺς καλοὺς οὐ δύναται µένον πονηρόν· ἐπεὶ ὅτι γε δυνατὸν µεταβληθῆναι, καὶ ἐντεῦθεν καὶ ἐξ ἄλλης ἔδειξε τοῦτο παραβολῆς, ὅταν εἰσάγῃ τὰ ζιζάνια σῖτον γινόµενα.∆ ιὸ καὶ ἐκριζῶσαι αὐτὰ κωλύει· Μή ποτε γὰρ, φησὶ, σὺν αὐτοῖς ἀνασπάσητε καὶ τὸν σῖτον· τουτέστι, τὸν µέλλοντα γίνεσθαι ἐξ αὐτῶν. Φρόνηµα τοίνυν σαρκὸς τὴν κακίαν φησὶ, καὶ φρόνηµα πνεύµατος τὴν χάριν τὴν δεδοµένην καὶ τὴν ἐνέργειαν τὴν τῇ προαιρέσει κρινοµένην τῇχρηστῇ, οὐδαµοῦ περὶ ὑποστάσεως καὶ οὐσίας διαλεγόµενος ἐνταῦθα, ἀλλὰ περὶ ἀρετῆς καὶ κακίας. Ὅπερ γὰρ οὐκ ἴσχυσας ἐν τῷ νόµῳ, φησὶ, τοῦτο δυνήσῃ νῦν, ὀρθὰ βαδίζειν καὶ ἀδιάπτωτα, εἰ τῆς τοῦ Πνεύµατος ἐπιλάβοιο βοηθείας. Οὐ γὰρ ἀρκεῖ τὸ µὴ κατὰ σάρκα περιπατεῖν, ἀλλὰ δεῖ καὶ κατὰ πνεῦµα βαδίζειν· ἐπειδήπερ οὐκ ἀπόχρη πρὸς σωτηρίαν ἡµῖν τὸ ἐκκλῖναι ἀπὸ κακοῦ, ἀλλὰ δεῖ καὶ τὰ ἀγαθὰ ποιεῖν. Τοῦτο δὲ ἔσται, ἂν τῷ πνεύµατι τὴν ψυχὴν ἐκδῶµεν, καὶ τὴν σάρκα πείθωµεν τὴν οἰκείαν τάξιν ἐπιγινώσκειν. Οὕτω γὰρ καὶ αὐτὴν ἐργασόµεθα πνευµατικήν· ὥσπερ οὖν, ἐὰν ῥᾳθυµῶµεν, καὶ τὴν ψυχὴν ποιήσοµεν σαρκικήν.
13.7
Ἐπειδὴ γὰρ οὐκ ἀνάγκη φύσεως τὸ δῶρον ἐνέθηκεν, ἀλλ' ἐλευθερία προαιρέσεως ἐνεχείρισεν, ἐν σοὶ λοιπόν ἐστι καὶ τοῦτο γενέσθαι κἀκεῖνο. Τὰ γὰρ παρ' αὐτοῦ πάντα ἀπήρτισται· οὐδὲ γὰρ ἀντιστρατεύεται τῷ νόµῳ τοῦ νοὸς ἡµῶν ἡ ἁµαρτία, οὐδὲ αἰχµαλωτίζει, καθάπερ ἔµπροσθεν, ἀλλὰ πάντα ἐκεῖνα πέπαυται καὶ καταλύεται, καὶ κατέπτηχε τὰ πάθη δεδοικότα καὶ τρέµοντα τὴν τοῦ Πνεύµατος χάριν. Εἰ δὲ σὺ τὸ φῶς σβεννύεις, τὸν ἡνίοχον ἐκβάλλεις, καὶ τὸν κυβερνήτην ἐλαύνεις, σαυτῷ λογίζου λοιπὸν τὸ κλυδώνιον. Ὅτι γὰρ νῦν εὐκολωτέρα ἡ ἀρετὴ γέγονε, διὸ καὶ πολλὴ ἡ ἐπίτασις τῆς φιλοσοφίας, κατάµαθε πῶς µὲν, ἡνίκα ὁ νόµος ἐκράτει, τὰ τῶν ἀνθρώπωνδιέκειτο πράγµατα, πῶς δὲ νῦν, ἐπειδὴ ἡ χάρις ἔλαµψεν. Ἃ γὰρ µηδενὶ πρότερον ἐδόκει εἶναι δυνατὰ, παρθενία, καὶ θανάτου ὑπεροψία, καὶ τῶν ἄλλων τῶν πλειόνων παθῶν, ταῦτα πανταχοῦ τῆςοἰκουµένης κατώρθωται νῦν. Καὶ οὐ παρ' ἡµῖν µόνον, ἀλλὰ καὶ παρὰ Σκύθαις καὶ Θρᾳξὶ καὶ Ἰνδοῖς καὶ Πέρσαις, καὶ ἑτέροις δὲ βαρβάροις πλείοσι, καὶ παρθένων χοροὶ καὶ µαρτύρωνδῆµοι καὶ µοναχῶν συµµορίαι, καὶ πλείους οὗτοι λοιπὸν τῶν γεγαµηκότων εἰσὶ, καὶ νηστείας ἐπίτασις καὶ ἀκτηµοσύνης ὑπερβολή· ἅπερ, πλὴν ἑνὸς ἢ δυεῖν, οὐ φαντασθῆναι ὄναρ οἱ κατὰ τὸν νόµον ἠδυνήθησαν πολιτευόµενοι. Ὁρῶν τοίνυν σάλπιγγος λαµπρότερον βοῶσαν τὴν τῶν πραγµάτων ἀλήθειαν, µὴ καταµαλακίζου, µηδὲ προδίδου τὴν τοσαύτην χάριν. Οὐδὲ γὰρ δυνατὸν, οὐδὲ µετὰ τὴν πίστιν, ῥᾳθυµοῦντα σωθῆναι. Εὔκολα γὰρ τὰ παλαίσµατα, ἵνα νικήσῃς ἀγωνιζόµενος, οὐχ ἵνα καθεύδῃς, οὐδ' ἵνα τῷ µεγέθει τῆς χάριτος πρὸς ῥᾳθυµίας ὑπόθεσιν ἀποχρήσῃ, τῷβορβόρῳ πάλιν ἐγκαλινδούµενος τῷ προτέρῳ.∆ ιὸ καὶ ἐπάγει λέγων· Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Τί οὖν; κατακόψοµεν τὸ σῶµα, φησὶν, ἵνα ἀρέσωµεν τῷ Θεῷ, καὶ ἐξέλθωµεν ἀπὸ τῆς σαρκὸς, καὶ ἀνδροφόνους ἡµᾶς εἶναι κελεύεις, ἐπ' ἀρετὴν ἄγων; Ὁρᾷς πόσα ἄτοπα τίκτεται, ἐὰν ἁπλῶς τὰ λεγόµενα ἐκδεξώµεθα; Σάρκα καὶ ἐνταῦθα οὐ τὸ σῶµά φησιν, οὐδὲ τὴν οὐσίαν τοῦ σώµατος, ἀλλὰ τὸν σαρκικὸν βίον καὶ κοσµικὸν, καὶ τρυφῆς καὶ ἀσωτίας γέµοντα, τὸν ὅλονσάρκα ποιοῦντα τὸν ἄνθρωπον. Ὥσπερ γὰρ οἱ τῷ πνεύµατι πτερούµενοι, καὶ τὸ σῶµα πνευµατικὸν ἐργάζονται· οὕτως οἱ τούτου µὲν ἀποπηδῶντες, γαστρὶ δὲ καὶ ἡδονῇ δουλεύοντες, καὶ τὴν ψυχὴν σάρκα ποιοῦσιν, οὐ τὴν οὐσίαν αὐτῆς µεταβάλλοντες, ἀλλὰτὴν εὐγένειαν αὐτῆς ἀπολλύντες. Καὶ οὗτος τῆς λέξεως ὁ τρόπος καὶ ἐν τῇ Παλαιᾷ πολλαχοῦ κεῖται, σάρκα σηµαίνων τὸν παχὺν καὶ πηλώδη βίον, καὶ ἡδοναῖς ἐµπεπλεγµένον ἀτόποις. Καὶ γὰρ τῷ Νῶέ φησιν· Οὐ µὴ καταµείνῃ τὸ πνεῦµά µου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Καίτοι καὶ αὐτὸς ὁ Νῶε σάρκα περιέκειτο· ἀλλ' οὐκ ἦν τοῦτο ἔγκληµα τὸ περικεῖσθαι σάρκα· τοῦτο γὰρ τῆς φύσεως· ἀλλὰ τὸ σαρκικὸν ἀνῃρῆσθαι βίον.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται· καὶ ἐπήγαγεν, Ὑµεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύµατι, οὐχ ἁπλῶς σάρκα λέγων πάλιν, ἀλλὰ τὴν τοιαύτην σάρκα, τὴν συροµένην ὑπὸ τῶν παθῶν, τὴν τυραννουµένην. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐχ οὕτως εἶπεν, οὐδὲ τὴν διαφορὰν τέθεικεν; Ἐπαίρων τὸν ἀκροατὴν, καὶ δεικνὺς ὅτι οὐδὲ ἐν σώµατι ἔσται ὁ ὀρθῶς βιῶν. Ἐπειδὴ γὰρ τὸ ἐν ἁµαρτίᾳ µὴ εἶναι τὸν πνευµατικὸν, παντί που δῆλον ἦν, οὗτος τὸ µεῖζον τίθησιν, ὅτι οὐ µόνον ἐν ἁµαρτίᾳ, ἀλλ' ὅτι οὐδὲ ἐνσαρκὶ λοιπόν ἐστιν ὁ πνευµατικὸς ἄνθρωπος, ἄγγελος ἐντεῦθεν ἤδη γενόµενος, καὶ πρὸς τὸν οὐρανὸν ἀναβὰς, καὶ λοιπὸν τὸ σῶµα ἁπλῶς περιφέρων. Εἰ δὲ διὰ τοῦτο τὴν σάρκα διαβάλλεις, ἐπειδὴ τῷ ὀνόµατι αὐτῆς τὸν σαρκικὸν καλεῖ βίον· καὶ τὸν κόσµον οὕτω διαβαλεῖς, ἐπειδὴ καὶ ἐντεῦθεν ἡ πονηρία καλεῖται πολλάκις, καθάπερ καὶ τοῖς µαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὑµεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσµου τούτου· καὶ τοῖς ἀδελφοῖς τοῖς ἑαυτοῦ ἔλεγε πάλιν· Οὐ δύναται ὁ κόσµος ὑµᾶς µισεῖν, ἐµὲ δὲ µισεῖ. Καὶ τὴν ψυχὴν δὲ ἀλλοτρίαν εἶναι φήσεται τοῦ Θεοῦ, ἐπειδὴ τοὺς ἐν πλάνῃ ζῶντας ψυχικοὺς ἐκάλεσεν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὐ γὰρ ἁπλῶς ταῖς λέξεσιν, ἀλλὰ τῇ γνώµῃ τοῦ λέγοντος ἀναγκαῖον πανταχοῦ προσέχειν, καὶ τὴν ἀκριβῆ τῶν εἰρηµένων εἰδέναι διαίρεσιν. Τὰ µὲν γάρ ἐστιν ἀγαθὰ, τὰ δὲ κακὰ, τὰ δὲ µέσα, οἷον ψυχὴ καὶ σὰρξ τῶν µέσων ἐστὶ, καὶ τοῦτο κἀκεῖνο γενέσθαι δυναµένη· τὸ δὲ πνεῦµα, τῶν ἀγαθῶν ἀεὶ, καὶ οὐδέποτε ἕτερόν τι γινόµενον. Πάλιν τὸ φρόνηµα τῆς σαρκὸς, τουτέστιν, ἡ πονηρὰ πρᾶξις, τῶν ἀεὶ κακῶν· τῷ γὰρ νόµῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται. Ἂν τοίνυν τῷ βελτίονι δῷς τὴν ψυχὴν καὶ τὸ σῶµα, ἐγένου τῆς ἐκείνου µερίδος· ἂν τῷ χείρονι πάλιν, τῆς ἐνταῦθα ἀπωλείας κατέστης κοινωνὸς, οὐ παρὰ τὴν φύσιν τῆς ψυχῆς καὶ τῆς σαρκὸς, ἀλλὰ παρὰ τὴν γνώµην τὴν κυρίανἀµφότερα ταῦτα ἑλέσθαι. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ οὐ σαρκὸς διαβολὴ τὰ εἰρηµένα, πάλιν αὐτὴν µεταχειρίσαντες τὴν λέξιν, ἐξετάσωµεν ἀκριβέστερον. Ὑµεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύµατι, φησί.
13.8
Τί οὖν; οὐκ ἦσαν ἐν σαρκὶ, ἀλλ' ἀσώµατοι περιῄεσαν; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ὁρᾷς, ὅτι τὸν σαρκικὸν βίον ᾐνίξατο; Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ὑµεῖς δὲ οὐκ ἐστὲ ἐν ἁµαρτίᾳ; Ἵνα µάθῃς, ὅτι οὐ τὴν τυραννίδα τῆς ἁµαρτίας ἔσβεσε µόνον ὁ Χριστὸς, ἀλλὰ καὶ τὴν σάρκα κουφοτέραν καὶ πνευµατικωτέραν ἐποίησεν, οὐ τῷ τὴνφύσιν µεταβαλεῖν, ἀλλὰ τῷ πτερῶσαι µᾶλλον αὐτήν. Καθάπερ γὰρ πυρὸς ὁµιλοῦντος σιδήρῳ, καὶ ὁ σίδηρος γίνεται πῦρ ἐν τῇ οἰκείᾳ µένων φύσει· οὕτω καὶ τῶν πιστῶν καὶ πνεῦµα ἐχόντων ἡ σὰρξ λοιπὸν πρὸς ἐκείνην µεθίσταται τὴν ἐνέργειαν, ὅλη πνευµατικὴ γινοµένη, σταυρουµένη πάντοθεν, καὶτῇ ψυχῇ συναναπτερουµένη· οἷον ἦν καὶ τὸ σῶµα τοῦ ταῦτα λέγοντος.∆ ιὸ τρυφῆς µὲν ἁπάσης καὶ ἡδονῆς κατεγέλα, ἐνετρύφα δὲ λιµῷ καὶ µάστιξι καὶ δεσµωτηρίοις, καὶ οὐδὲ ἤλγει ταῦτα πάσχων. Καὶ τοῦτο δηλῶν ἔλεγε· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡµῶν· οὕτως ἦν καλῶς καὶ τὴν σάρκα παιδεύσας συντρέχειν τῷ πνεύµατι. Εἴπερ Πνεῦµα Θεοῦ οἰκεῖ ἐν ὑµῖν. Τὸ, Εἴπερ, τοῦτο πολλαχοῦ οὐκ ἀµφιβάλλων τίθησιν, ἀλλὰ καὶ σφόδρα πιστεύων, καὶ ἀντὶ τοῦ Ἐπείπερ, ὡς ὅταν λέγῃ· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑµᾶς θλῖψιν· πάλιν, Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Εἰ δέ τις Πνεῦµα Χριστοῦ οὐκ ἔχει. Οὐκ εἶπεν, Εἰ δὲ ὑµεῖς οὐκ ἔχετε, ἀλλ' ἐπ' ἄλλων προήγαγε τὸ λυπηρόν. Οὗτος οὐκ ἔστιν αὐτοῦ, φησίν. Εἰ δὲ Χριστὸς ἐν ὑµῖν. Πάλιν τὸν Χριστὸν ἐπ' αὐτῶν. Καὶ τὸ µὲν λυπηρὸν, βραχὺ καὶ µέσον· τὸ δὲ ποθεινὸν, ἑκατέρωθεν καὶ διὰ πολλῶν, ὥστε ἐκεῖνο συσκιάσαι. Τοῦτο δὲ ἔλεγεν, οὐ τὸ Πνεῦµα Χριστὸν λέγων, ἄπαγε, ἀλλὰ δεικνὺς ὅτι ὁ τὸ Πνεῦµα ἔχων, οὐ µόνον τοῦ Χριστοῦ χρηµατίζει, ἀλλὰ καὶ αὐτὸν ἔχειτὸν Χριστόν. Οὐ γὰρ ἔστι Πνεύµατος παρόντος, µὴ καὶ Χριστὸν παρεῖναι. Ὅπου γὰρ ἂν µία τῆς Τριάδος ὑπόστασις παρῇ, πᾶσα πάρεστιν ἡ Τριάς· ἀδιασπάστως γὰρ ἔχει πρὸς ἑαυτὴν, καὶ ἥνωται µετ' ἀκριβείας ἁπάσης. Καὶ τί ἔσται, φησὶν, ἐὰν ᾖ Χριστὸς ἐν ὑµῖν; Τὸ µὲν σῶµα νεκρὸν δι' ἁµαρτίαν· τὸ δὲ πνεῦµα ζωὴ διὰ δικαιοσύνην. Εἶδες ὅσα κακὰ ἐκ τοῦ µὴ ἔχειν Πνεῦµα ἅγιον, θάνατος, ἔχθρα εἰς Θεὸν, τὸ µὴ δύνασθαι ἀρέσαι τοῖς ἐκείνου νόµοις, τὸ µὴ εἶναι ὡς χρὴ τοῦ Χριστοῦ, τὸµὴ ἔχειν αὐτὸν ἔνοικον. Σκόπει τοίνυν καὶ ὅσα ἀγαθὰ ἐκ τοῦ Πνεῦµα ἔχειν· τὸ Χριστοῦ εἶναι, τὸ αὐτὸν ἔχειν τὸν Χριστὸν, τὸ τοῖς ἀγγέλοις ἁµιλλᾶσθαι. Τοῦτο γάρ ἐστι νεκρῶσαι τὴν σάρκα, τὸ ζωὴν ἀθάνατον ζῇν, τὸ ἐντεῦθεν ἤδη τῆς ἀναστάσεως ἔχειν τὰ ἐνέχυρα, τὸ µετ' εὐκολίας τὸν τῆς ἀρετῆςτρέχειν δρόµον. Οὐδὲ γὰρ εἶπεν, ἀργεῖν τὸ σῶµα λοιπὸν τὴν ἁµαρτίαν, ἀλλὰ καὶ νεκρὸν εἶναι· ἐπιτείνων τὴν εὐκολίαν τῶν δρόµων. Χωρὶς δὲ πραγµάτων καὶ πόνων ὁ τοιοῦτος στεφανοῦται λοιπόν.∆ ιὰ τοῦτο καὶ, Τῇ ἁµαρτίᾳ, προσέθηκεν, ἵνα µάθῃς, ὅτι τὴν πονηρίαν, ἀλλ' οὐ τὴν φύσιν τοῦ σώµατος καθάπαξ ἀνεῖλεν. Εἰ γὰρ τοῦτο γένοιτο, πολλὰ καὶ τῶν τὴν ψυχὴν ὠφελῆσαι δυναµένων ἀνῄρηται. Οὐ τοίνυν τοῦτό φησιν, ἀλλὰ ζῶν καὶ µένον, νεκρὸν εἶναι βούλεται. Τοῦτο γὰρ τοῦ τὸν Υἱὸν ἔχειν, τοῦ τὸ Πνεῦµα ἐν ἡµῖν εἶναι σηµεῖόν ἐστιν, τὸ µηδὲν τῶν ἐν τῇ σορῷ κειµένων σωµάτων διαφέρειν ἡµῶν τὰ σώµατα πρὸςτὴν τοῦ σώµατος ἐργασίαν. Ἀλλὰ µὴ φοβηθῇς, νέκρωσιν ἀκούσας· ἔχεις γὰρ τὴν ὄντως ζωὴν, ἣν οὐδεὶς διαδέξεται θάνατος. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύµατος· οὐκ εἴκει θανάτῳ λοιπὸν, ἀλλ' ἀναλίσκει θάνατον καὶ δαπανᾷ, καὶ ὅπερ ἔλαβεν, ἀθάνατον διατηρεῖ.∆ ιόπερ εἰπὼν τὸ σῶµα νεκρὸν, οὐκ εἶπε, τὸ Πνεῦµα ζῶν, ἀλλὰ ζωὴν, ἵνα δείξῃ καὶ ἑτέροις τοῦτο δυνάµενον παρασχεῖν. Εἶτα πάλιν ἐπισφίγγων τὸν ἀκροατὴν, λέγει καὶ τὴν αἰτίαν τῆς ζωῆς καὶ τὴν ἀπόδειξιν· αὕτη δέ ἐστιν ἡ δικαιοσύνη. Ἁµαρτίας γὰρ οὐκ οὔσης, οὐδὲ θάνατος φαίνεται· θανάτου δὲ µὴ φαινοµένου, ἀκατάλυτος ζωή. Εἰ δὲ τὸ Πνεῦµα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑµῖν, ὁ ἐγείρας τὸν Κύριον ζωοποιήσει καὶ τὰ θνητὰ σώµατα ὑµῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦΠνεῦµα ἐν ὑµῖν. Πάλιν τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον, ἐπειδὴ αὕτη µάλιστα τὸν ἀκροατὴν ἤλειφεν ἡ ἐλπὶς, καὶ βεβαιοῖ αὐτὸν ἀπὸ τῶν ἐπὶ τοῦ Χριστοῦ συµβάντων. Μὴ γὰρ δὴ φοβηθῇς, φησὶν, ὅτι νεκρὸν περίκεισαι σῶµα· ἔχε τὸ Πνεῦµα, καὶ ἀναστήσεται πάντως. Τί οὖν; τὰ µὴ ἔχοντα Πνεῦµα σώµατα οὐκ ἀνίσταται; καὶ πῶς ἅπαντας δεῖ παραστῆναι τῷ βήµατι τοῦ Χριστοῦ; πῶς δὲ ὁ τῆς γεέννης ἀξιόπιστος ἔσται λόγος; Εἰ γὰρ οἱ µὴ ἔχοντες Πνεῦµα οὐκ ἀνίστανται, οὐδὲ γέεννα ἔσται. Τί οὖν ἐστι τὸ λεγόµενον; Πάντες µὲν ἀναστήσονται, οὐ πάντες δὲ εἰς ζωὴν, ἀλλ' οἱ µὲν εἰς κόλασιν, οἱ δὲ εἰς ζωήν.∆ ιὰ τοῦτο οὐκ εἶπεν, Ἀναστήσει, ἀλλὰ, Ζωοποιήσει· ὃ πλέον τῆς ἀναστάσεως ἦν, καὶ τοῖς δικαίοις µόνοις δεδωρηµένον. Καὶ τὴν αἰτίαν τῆς τοσαύτης τιµῆς τιθεὶς, προσέθηκε λέγων,∆ ιὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦµα ἐν ὑµῖν. Ὥστε ἂν ἀπελάσῃς ἐνταῦθα ὢν τοῦ Πνεύµατος τὴν χάριν, καὶ µὴ σώαν αὐτὴν ἔχων ἀπέλθῃς, ἀπολῇ πάντως, κἂν ἀναστῇς. Ὥσπερ γὰρ οὐκ ἀνέχεται, τὸ Πνεῦµα αὐτοῦ λάµπον ὁρῶν ἐν σοὶ τότε, κολάσει σε παραδοῦναι, οὕτως οὐ καταδέξεται, ἐσβεσµένον ἰδὼν, εἰς τὸν νυµφῶνα εἰσαγαγεῖν, καθάπερ οὐδὲ τὰςπαρθένους ἐκείνας. Μὴ τοίνυν ἀφῇς ζῆσαι τὸ σῶµα νῦν, ἵνα τότε ζήσῃ· ποίησον αὐτὸ ἀποθανεῖν, ἵνα µὴ ἀποθάνῃ. Ἐὰν γὰρ µένῃ ζῶν, οὐ ζήσεται· ἐὰν δὲ ἀποθάνῃ, τότε ζήσεται. Τοῦτο καὶ ἐπὶ τῆς ἀναστάσεως γίνεται τῆς καθόλου· πρότερον γὰρ ἀποθανεῖν αὐτὸ δεῖ καὶ ταφῆναι, καὶ τότε γενέσθαι ἀθάνατον. Τοῦτο καὶ ἐν τῷ λουτρῷ γέγονεν· ἐσταυρώθη γοῦν τὸ πρότερον καὶ ἐτάφη, καὶ τότε ἠγέρθη. Τοῦτο καὶ ἐπὶ τοῦ σώµατος τοῦ Κυριακοῦ· καὶ γὰρ καὶ ἐκεῖνο ἐσταυρώθη καὶ ἐτάφη καὶ τότε ἀνέστη.
13.9
Τοῦτο τοίνυν καὶ ἡµεῖς ποιῶµεν· ἐπὶ τῶν ἔργων αὐτῶν διηνεκῶς αὐτὸ νεκρώσωµεν. Οὐχὶ τὴν οὐσίαν λέγω, µὴ γένοιτο, ἀλλὰ τὰς ὁρµὰς τὰς ἐπὶ τὰς πονηρὰς πράξεις. Καὶ γὰρ καὶ τοῦτο ζωὴ, µᾶλλον δὲ τοῦτο µόνον ζωὴ, τὸ µηδὲν ἀνθρώπινον ὑποµένειν, µηδὲ ἡδοναῖς δουλεύειν. Ὁ γὰρ ταύταις ἑαυτὸν ὑποτάξας, οὐδὲ ζῇν δύναται λοιπὸν διὰ τὰς ἐξ αὐτῶν ἀθυµίας, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τῶν µυρίων παθῶν ἐσµόν. Ἄν τε γὰρ θάνατος προσδοκηθῇ, τέθνηκε πρὸ τοῦ θανάτου τῷ δέει· ἄν τε νόσον ὑποπτεύσῃ, ἂν ὕβριν, ἂν πενίαν, ἂν ἄλλο τι τῶν ἀδοκήτων, ἀπόλωλε καὶ διέφθαρται. Τί τοίνυν τῆς ζωῆς ταύτης γένοιτ' ἂν ἀθλιώτερον; Ἀλλ' οὐχ ὁ τῷ Πνεύµατι ζῶν τοιοῦτος, ἀλλὰ καὶ φόβων καὶ λύπης καὶ κινδύνων καὶ µεταβολῆς ἁπάσης ἕστηκεν ἀνώτερος, οὐ τῷ µηδὲν ὑποµένειν, ἀλλ', ὃ πολλῷ µεῖζόν ἐστι, τῷ καὶ ἐπιόντων αὐτῶν καταφρονεῖν. Πῶς δὲ τοῦτο ἔσται; Ἐὰν τὸ Πνεῦµα διόλου κατοικῇ ἐν ἡµῖν· οὐδὲ γὰρ ἁπλῶς αὐτὸ εἶπεν οἰκεῖν πρὸς βραχὺ, ἀλλ' ἐνοικεῖν διηνεκῶς.∆ ιὰ τοῦτο οὐκ εἶπε, Τὸ ἐνοικῆσαν Πνεῦµα, ἀλλὰ, Τὸ ἐνοικοῦν, τὴν διόλου µονὴν ἐνδεικνύµενος. Οὐκοῦν ζῶν οὗτος µάλιστά ἐστιν ὁ νεκρωθεὶς τῷ βίῳ.∆ ιὸ καὶ ἔλεγε· Τὸ Πνεῦµα ζωὴ διὰ δικαιοσύνην. Καὶ ἵνα σαφέστερον τὸ λεγόµενον γένηται, δύο παρ[ αγ] άγωµεν ἀνθρώπους, τὸν µὲν ἐκδεδοµένον ἀσωτίαις καὶ ἡδοναῖς καὶ τῇ ἀπάτῃ τοῦ βίου· τὸν δὲ νενεκρωµένον τούτοις· καὶ ἴδωµεν τίς ἐστι µᾶλλον ὁ ζῶν. Ἔστω γὰρ τοῖν δυοῖν τούτοιν ὁ µὲν σφόδρα πλούσιος καὶ ἐπίσηµος, παρασίτους τρέφων καὶ κόλακας, καὶ πᾶσαν εἰς τοῦτο ἀναλισκέτω τὴν ἡµέραν, κωµάζων καὶ κραιπαλῶν· ὁ δὲ ἕτερος, πενίᾳ συζῶν καὶ νηστείᾳ καὶ τῇ λοιπῇ σκληραγωγίᾳ τε καὶ φιλοσοφίᾳ, ἐν ἑσπέρᾳ τῆς ἀναγκαίας µεταλαµβανέτω τροφῆς µόνον, ἢ, εἰ βούλει, καὶ δύο καὶ τρεῖς ἄσιτος ἡµέρας µενέτω· τίς οὖν ἡµῖν ἔσται ἐκ τῶν δύο τούτων ὁ µάλιστα ζῶν; Οἱ µὲν πολλοὶ εὖ οἶδ' ὅτι ἐκεῖνον ἡγήσονται, τὸν σκιρτῶντα, καὶ σκορπίζοντα τὰ αὑτοῦ· ἡµεῖς δὲ ἐκεῖνον τὸν συµµετρίας ἀπολαύοντα. Οὐκοῦν ἐπειδὴ µάχη καὶ φιλονεικία τέως ἐστὶν, εἰς τὰς ἑκατέρων εἰσέλθωµεν οἰκίας, καὶ τότε, ὅτε σοι µάλιστα δοκεῖ ζῇν ὁ πλούσιος, ἐν αὐτῷ τῷ καιρῷτῆς τρυφῆς, καὶ εἰσελθόντες κατίδωµεν ἐν τίσιν ἐστὶν ἑκάτερος τούτων· ἀπὸ γὰρ τῶν πράξεων καὶ ὁ ζῶν καὶ ὁ τεθνηκὼς φαίνεται. Οὐκοῦν τὸν µὲν ἐν βίβλοις εὑρήσοµεν ὄντα, ἢ ἐν εὐχῇ καὶ νηστείᾳ, ἢ ἐν ἄλλῳ τινὶ τῶν ἀναγκαίων ἐγρηγορότα, καὶ νήφοντα, καὶ Θεῷ διαλεγόµενον· τὸν δὲ ὑπὸ τῆς µέθης βαπτισθέντα, καὶ νεκροῦ οὐδὲν ἄµεινον διακείµενον ὀψόµεθα· κἂν µέχρι τῆς ἑσπέρας µείνω µεν, πλείονα τὸν θάνατον τοῦτον ἐπιόντα αὐτῷ θεασόµεθα, κἀκεῖθεν πάλιν ὕπνον διαδεχόµενον· τὸν δὲ καὶ ἐν νυκτὶ νήφοντα καὶ ἐγρηγορότα. Τίνα οὖν ἂν εἴποιµεν µᾶλλον ζῇν, τὸν ἀναισθήτως κείµενον, καὶ προκείµενον ἅπασι γέλωτα· ἢ τὸν ἐνεργοῦντα, καὶ Θεῷ διαλεγόµενον; Ἐκείνῳ µὲν γὰρ ἂν προσέλθῃς καὶ εἴπῃς τι τῶν ἀναγκαίων, οὐδὲν ἀκούσῃ φθεγγοµένου, ὥσπερ οὐδὲ τοῦ νεκροῦ· τούτῳ δὲ κἂν ἐν νυκτὶ, κἂν ἐν ἡµέρᾳ συγγενέσθαι ἐπιθυµήσῃς, ἄγγελον µᾶλλον ὄψει ἢ ἄνθρωπον, καὶ φιλοσοφοῦντα ἀκούσῃ περὶ τῶν ἐνοὐρανῷ πραγµάτων. Ὁρᾷς ὅτι ὁ µὲν ὑπὲρ τοὺς ζῶντας ζῇ, ὁ δὲ καὶ τεθνηκότων ἐλεεινότερον κεῖται; Κἂν ἐνεργεῖν δόξῃ, ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ, καὶ τοῖς µαινοµένοις ἔοικε, µᾶλλον δὲ ἐκείνων ἐστὶν ἀθλιώτερος. Εἰς ἐκείνους µὲ ν γὰρ ἄν τις ὑβρίσῃ, καὶ ἐλεοῦµεν πάντες τὸν ὑβριζόµενον, καὶ ἐπιτιµῶµεν τῷ ὑβρίζοντι· τούτῳ δὲ κἂν ἐναλλόµενόν τινα ἴδωµεν, οὐ µόνον οὐκ ἐπικαµπτόµεθα εἰς ἔλεον, ἀλλὰ καὶ καταψηφιζόµεθα αὐτοῦ κειµένου. Τοῦτο οὖν, εἰπέ µοι, ζωή; ἀλλ' οὐ µυρίων θανάτων χαλεπώτερον; Ὁρᾷς ὅτι οὐ µόνον νεκρὸς ὁ τρυφῶν, ἀλλὰ καὶ νεκροῦ χείρων, καὶ δαιµονῶντος ἀθλιώτερος; Ὁ µὲν γὰρ ἐλεεῖται, ὁ δὲ µισεῖται· καὶ ὁ µὲν συγγνώµης ἀπολαύει, ὁ δὲ κόλασιν δίδωσιν ὑπὲρ ὧν νοσεῖ. Εἰ δὲ ἔξωθεν οὕτως ἐστὶ καταγέλαστος, σεσηπότα σίελον ἔχων, καὶ οἴνου πνέων ὀδωδότος, ἐννόησον τὴν ἀθλίαν ψυχὴν τὴν ὥσπερ ἐν τάφῳ τῷτοιούτῳ σώµατι κατωρυγµένην, πῶς εἰκὸς διακεῖσθαι. Ταυτὸν γὰρ ἔστιν ἰδεῖν, οἷον ἂν εἰ κόρῃ κοσµίᾳ καὶ σώφρονι καὶ ἐλευθέρᾳ καὶ εὐγενεῖ καὶ καλῇ θεραπαινίδα βάρβαρόν τινα καὶ αἰσχρὰν καὶἀκάθαρτον ἐνάλλεσθαι καὶ ἐνυβρίζειν µετὰ πολλῆς τις παρασκευάσειε τῆς ἐξουσίας. Τοιοῦτον γὰρ ἡ µέθη.
13.10
Τίς οὖν οὐκ ἂν ἕλοιτο τῶν νοῦν ἐχόντων µυριάκις ἀποθανεῖν, ἢ µίαν οὕτω ζῆσαι ἡµέραν; Κἂν γὰρ ἡµέρας γενοµένης ἐκ τῆς κωµῳδίας ἐκείνης ἀναστὰς δόξῃ νήφειν, οὐδὲ τότε καθαρᾶς ἀπολαύει σωφροσύνης, ἔτι τῆς νεφέλης ἐκείνης τῆς ἀπὸτοῦ χειµῶνος τῆς µέθης πρὸ τῶν ὀφθαλµῶν ἱσταµένης. Εἰ δὲ καὶ δῴη αὐτὸν καθαρῶς νήφειν, τί τὸ ὄφελος; Εἰς οὐδὲν γὰρ αὐτῷ χρήσιµος ἡ νῆψις αὕτη, ἀλλ' ἢ εἰς τὸ τοὺς κατηγόρους ἰδεῖν. Ὅταν µὲν γὰρ ἀσχηµονῇ, τοσοῦτον κερδαίνει, ὅσον οὐκ αἰσθάνεται τῶν γελώντων· ἡµέρας δὲ γενοµένης, καὶ ταύτην ἀπόλλυσι τὴν παραµυθίαν, καὶ οἰκετῶν γογγυζόντων, καὶ γυναικὸς αἰσχυνοµένης, καὶ φίλων διαβαλλόντων, καὶἐχθρῶν καταγελώντων αἰσθανόµενος. Τί ταύτης ἐλεεινότερον γένοιτ' ἂν τῆς ζωῆς, γελᾶσθαι µεθ' ἡµέραν ὑπὸ πάντων, καὶ δείλης πάλιν τὰ αὐτὰ ἀσχηµονεῖν; Ἀλλὰ τί; βούλει τοὺς πλεονέκτας εἰς µέσον ἀγάγωµεν; Καὶ γὰρ αὕτη πάλιν ἑτέρα µέθη χαλεπωτέρα· εἰ δὲ µέθη, καὶ θάνατος πάντως πολλῷ χείρων ἐκείνου, ἐπειδὴ καὶ ἡ µέθη χαλεπωτέρα. Καὶ γὰρ οὐχ οὕτω δεινὸν τὸ οἴνῳ µεθύειν, ὡς ἐπιθυµίᾳ χρηµάτων· ἐκεῖ µὲν γὰρ ἡ ζηµία µέχρι τοῦ πάθους ἵσταται, καὶ εἰς ἀναισθησίαν τελευτᾷ, καὶ τὴν αὐτοῦ τοῦ µεθύοντος ἀπώλειαν· ἐνταῦθα δὲ εἰς µυρίας ἡ βλάβη διαβαίνει ψυχὰς, ποικίλους πάντοθεν ἀνάπτουσα πολέµους. Φέρε οὖν, καὶ τοῦτον ἐκείνῳ παραβάλωµεν, καὶ ἴδωµεν ἐν τίσι µὲν αὐτῷ κοινωνεῖ, ἐν τίσι δὲ αὐτοῦ πλεονεκτεῖ πάλιν, καὶ µεθυόντων ποιήσωµενσήµερον σύγκρισιν. Πρὸς γὰρ ἐκεῖνον τὸν µακάριον, τὸν Πνεύµατι ζῶντα, µηδὲ παραβαλέσθωσαν οὗτοι λοιπὸν, ἀλλὰ πρὸς ἀλλήλους ἐξεταζέσθωσαν· καὶ πάλιν τὴν τράπε ζαν εἰς µέσον ἀγάγωµεν, τὴν µυρίων γέµουσαν φόνων. Ἐν τίσιν οὖν κοινωνοῦσι, καὶ ἀλλήλοις ἐοίκασιν; Ἐν αὐτῇ τῇ τοῦ νοσήµατος φύσει· τὸ µὲν γὰρ εἶδος τῆς µέθης διάφορον, ἐπειδὴ τὸ µὲν ἐξ οἴνου, τὸ δὲ ἀπὸ χρηµάτων γίνεται· τὸ δὲ πάθος ὅµοιον· καὶ γὰρ ὁµοίως ἀµφότεροι ἐπιθυµίᾳ ἀτόπῳ κατέχονται. Ὅ τε γὰρ οἴνῳ µεθύων, ὅσῳ ἂν πλείους ἐκπίῃ κύλικας, τοσούτῳ πλειόνων ἐφίεται· ὅ τε χρηµάτων ἐρῶν, ὅσῳπερ ἂν περιβάληται πλείω, τοσούτῳ µᾶλλον ἀνάπτει τῆς ἐπιθυµίας τὴν φλόγα, καὶ χαλεπώτερον αὑτῷ κατασκευάζει τὸ δίψος. Τούτῳ µὲν οὖν ἐοίκασιν· ἑτέρῳ δ' αὖ πάλιν ὁ φιλάργυρος πλεονεκτεῖ. Ποίῳ δὴ τούτῳ; Ὅτι ἐκεῖνος µὲν πρᾶγµα πάσχει κατὰ φύσιν· ὁ γὰρ οἶνος θερµὸς ὢν, καὶ τὴν ἔµφυτον ἐπιτείνων ξηρότητα, οὕτω τοὺς µεθύοντας ποιεῖ διψῇν· ἐκεῖνος δὲ πόθεν ἀεὶ πλειόνων ἐφίεται; Πόθεν; Ἐπειδὰν µειζόνως πλουτήσῃ, τότε µάλιστά ἐστιν ἐν πενίᾳ· ἄπορον γὰρ τουτὶ τὸ πάθος, καὶ αἰνίγµατι µᾶλλόν ἐστιν ἐοικός. Ἀλλ' ἴδωµεν αὐτοὺς, εἰ δοκεῖ, καὶ µετὰ τὴν µέθην· µᾶλλον δὲ τὸν φιλάργυρον οὐδέποτε ἔστιν ἰδεῖν µετὰ τὴν µέθην· οὕτως ἐν τῷ µεθύειν ἐστὶν ἀεί. Οὐκοῦν ἐν αὐτῷ τῷ µεθύειν ὄντας ἀµφοτέρους ἴδωµεν, καὶ διασκεψώµεθα τίς µᾶλλόν ἐστι καταγέλαστος, καὶ σχηµατίσωµεν αὐτοὺς ἀκριβῶςπάλιν ὑπογράφοντες. Ὀψόµεθα τοίνυν τὸν ἐξ οἴνου παραπαίοντα, γενοµένης ἑσπέρας, τῶν ὀφθαλµῶν ἀνεῳγµένων οὐδένα βλέποντα, ἀλλὰ ἁπλῶς καὶ εἰκῆ περιφερόµενον, καὶ τοῖς ἀπαντῶσιν ἐγκρούοντα, καὶ ἐµοῦντα καὶ σπαραττόµενον καὶ γυµνούµενον ἀσχηµόνως· κἂν γυνὴ παρῇ, κἂν θυγάτηρ, κἂν θεραπαινὶς, κἂν ὁστισοῦν, ἐγγελάσεται δαψιλές. Οὐκοῦν καὶ τὸν πλεονέκτην φέρε εἰς µέσον ἀγάγωµεν. Ἐνταῦθα γὰρ οὐ γέλωτος τὰ γινόµενα µόνον, ἀλλὰ καὶ ἀρᾶς καὶ πολλοῦ τοῦ θυµοῦ καὶ µυρίων σκηπτῶν· τέως µέντοι τὸν γέλωτα ἴδωµεν. Καὶ γὰρ καὶ οὗτος ὁµοίως ἐκείνῳ πάντας ἀγνοεῖ, καὶ φίλους καὶ ἐχθροὺς, καὶ ὁµοίως τῶν ὀφθαλµῶν ἀνεῳγµένων πεπήρωται, καὶ ὥσπερ ἐκεῖνος πάνταοἶνον, οὕτω καὶ οὗτος πάντα χρήµατα βλέπει. Καὶ ὁ ἔµετος δὲ πολὺ χαλεπώτερος· οὐ γὰρ τροφὰς προΐεται, ἀλλὰ ῥήµατα λοιδορίας, ὕβρεων, πολέµων, θανάτων, µυρίους ἄνωθεν κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἕλκοντα κεραυνούς· καὶ οἷόν ἐστι τὸ σῶµα τοῦ µεθύοντος πελιδνὸν καὶ διαῤῥέον, τοιαύτη καὶ ἡ ἐκείνου ψυχή· µᾶλλον δὲ οὐδὲ τὸ σῶµα αὐτὸ τῆς νόσου ταύτης ἀπήλλακται, ἀλλὰ καὶ µᾶλλον ἁλίσκεται, οἴνου χαλεπώτερον τῆς φροντίδος καὶ τοῦ θυµοῦ καὶτῆς ἀγρυπνίας κατεσθιούσης αὐτὸ, καὶ κατὰ µικρὸν δαπανώσης ἅπαν. Καὶ ὁ µὲν οἰνοφλυγίᾳ κατεχόµενος, κἂν κατὰ τὴν νύκτα δύναται νήφειν· ὁ δὲ διαπαντὸς µεθύει, καὶ ἐν ἡµέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐγρηγορὼς καὶ καθεύδων, δεσµώτου παντὸς καὶ τῶν τὰ µέταλλα ἐργαζοµένων, καὶ εἴ τις ἑτέραταύτης ἐστὶ χαλεπωτέρα τιµωρία, µείζονα διδοὺς δίκην.
13.11
Τοῦτο οὖν, εἰπέ µοι, ζωὴ, ἀλλ' οὐ θάνατος, µᾶλλον δὲ καὶ θανάτου παντὸς ἐλεεινότερον; Ὁ µὲν γὰρ θάνατος ἀναπαύει τὸ σῶµα, καὶ γέλωτος καὶ ἀσχηµοσύνης καὶ ἁµαρτηµάτων ἀπαλλάττει· αὗται δὲ αἱ µέθαι εἰς πάντα ταῦτα ἐµβάλλουσι, τὰς ἀκοὰς ἐµφράττουσαι, τοὺς ὀφθαλµοὺς πηροῦσαι, τὴν διάνοιαν ἐν πολλῷ τῷ σκότῳ κατέχουσαι. Οὔτε γὰρ ἀκοῦσαι, οὔτε εἰπεῖν ἕτερόν τι ἀνέχεται, ἀλλ' ἢ τόκους καὶ τόκους τόκων, καὶ ἀναίσχυντα κέρδη, καὶ καπηλείας µεµισηµένας, καὶπραγµατείας ἀνελευθέρους καὶ δουλοπρεπεῖς, καθάπερ κύων πρὸς ἅπαντας ὑλακτῶν, πάντας µισῶν, πάντας ἀποστρεφό µενος, πολεµῶν ἅπασινοὐδεµιᾶς ὑποκειµένης αἰτίας, πενήτων κατεξανιστάµενος, τοῖς πλουτοῦσι βασκαίνων, πρὸς οὐδένα ἡδέως ἔχων. Κἂν γυναῖκα ἔχῃ, κἂν παιδία, κἂν φίλους, ἂν µὴ πάντοθεν ἐξῇ κερδαίνειν αὐτῷ, τῶν φύσει πολεµίων αὐτῷ οὗτοι πολεµιώτεροι. Τί ταύτης τοίνυν τῆς µανίας γένοιτ' ἂν χεῖρον, τί δὲ ἀθλιώτερον, ὅταν αὐτὸς ἑαυτῷ πανταχοῦ σκοπέλους κατασκευάζῃ καὶ ὑφάλους καὶ κρηµνοὺςκαὶ φάραγγας καὶ µυρία βάραθρα, σῶµα ἔχων ἓν, καὶ γαστρὶ δουλεύων µιᾷ; Κἂν µὲν εἰς πολιτικάς τις ἐµβάλῃ σε λειτουργίας, δραπετεύεις, τὸ δαπανηρὸν δεδοικώς· σεαυτῷ δὲ µυρία κατασκευάζεις πασῶν ἐκείνων ἔργα χαλεπώτερα, καὶ οὐχὶ δαπανηροτέρας µόνον, ἀλλὰ καὶ σφαλερωτέρας λειτουργίας τῷµαµµωνᾷ τελούµενος, καὶ οὐ χρήµατα µόνον τῷ πονηρῷ τούτῳ τυράννῳ, οὐδὲ πόνον σώµατος καὶ βάσανον ψυχῆς καὶ ἀλγηδόνας, ἀλλὰ καὶ αὐτὸ εἰσφέρων τὸσῶµα, ἵνα τί σοι γένηται πλέον, ἄθλιε καὶ ταλαίπωρε, ἐκ τῆς βαρβαρικῆς ταύτης δουλείας. Οὐχ ὁρᾷς τοὺς καθ' ἑκάστην ἡµέραν ἐπὶ τὰ µνήµατα φεροµένους, πῶς γυµνοὶ καὶ πάντων ἔρηµοι πρὸς τοὺς τάφους ἐκείνους ἀπάγονται, οὐδὲν τῶνοἴκοθεν λαβεῖν δυνάµενοι, ἀλλὰ καὶ αὐτὰ ἃ περιβάλλονται τῷ σκώληκι φέροντες; Τούτους καθ' ἑκάστην σκόπει τὴν ἡµέραν, καὶ τάχα λωφήσει τὸ πάθος, εἰ µὴ κἀκεῖθεν µέλλεις ἀπὸ τῆς πολυτελείας τῶν ἐνταφίων µαίνεσθαι µειζόνως· καὶ γὰρ χαλεπὸν τὸ πάθος, καὶ δεινὸν τὸ νόσηµα.∆ ιὰ δὴ τοῦτο καὶ ἡµεῖς καθ' ἑκάστην ὑµῖν ἐκκλησίαν ὑπὲρ τούτου διαλεγόµεθα, καὶ συνεχῶς ἐπαντλοῦµεν ὑµῶν τὰς ἀκοὰς, ἵνα κἂν τῇ συνηθείᾳδυνηθείη γενέσθαι τι πλέον. Ἀλλὰ µὴ φιλονεικήσατε· οὐδὲ γὰρ κατὰ τὴν µέλλουσαν ἡµέραν µόνον, ἀλλὰ καὶ πρὸ ἐκείνης πολλὰς τοῦτο τὸ ποικίλον πάθος ἐπάγει τὰς τιµωρίας. Κἂν γὰρ τοὺς διηνεκῶς δεδεµένους εἴπω, κἂν τὸν νόσῳ µακρᾷ προσηλωµένον, κἂν τὸν λιµῷ παλαίοντα, κἂν ὁντιναοῦν ἕτερον, οὐδένα δυνήσοµαιδεῖξαι πάσχοντα τοιαῦτα, οἷα τοὺς χρηµάτων ἐρῶντας. Τί γὰρ γένοιτο χαλεπώτερον τοῦ παρὰ πάντων µισεῖσθαι, τοῦ πάντας µισεῖν; τοῦ πρὸς µηδένα ἡδέως ἔχειν; τοῦ µηδέποτε κορέννυσθαι; τοῦ δι' ὅλου διψῇν; τοῦ λιµῷ παλαίειν διηνεκεῖ, καὶ χαλεπωτέρῳ τοῦ παρὰ πᾶσι νενοµισµένου, τοῦ λύπας ἔχειν καθηµερινάς; τοῦ µηδέποτε νήφειν, τοῦ διαπαντὸς ἐν θορύβοις εἶναι καὶ ταραχαῖς; Ταῦτα γὰρ ἅπαντα καὶ τούτων πλείονα οἱ πλεονέκται ὑφίστανται· ἐν µὲν τῷ κερδαίνειν, κἂν τὰ πάντων περιβάλωνται, οὐδεµιᾶς αἰσθανόµενοι ἡδονῆς, τῷ πλειόνων ἐφίεσθαι· ἐν δὲ τῷ ζηµιοῦσθαι, κἂν ὀβολὸν ἀπολέσωσι, πάντων ἡγούµενοι χαλεπώτερα πεπονθέναι, καὶ αὐτῆς ἐκπεπτωκέναι τῆς ζωῆς. Ποῖος οὖν ταῦτα παραστῆσαι δυνήσεται λόγος τὰ κακά; Εἰ δὲ τὰ ἐνταῦθα τοιαῦτα, ἐννόησον τὰ µετὰ ταῦτα, τὴν ἔκπτωσιν τῆς βασιλείας, τὴν ὀδύνην τὴν ἀπὸ τῆς γεέννης, τὰ διηνεκῆ δεσµὰ, τὸ σκότος τὸἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὸν βρυγµὸν τῶν ὀδόντων, τὴν θλῖψιν, τὴν στενοχωρίαν, τοὺς τοῦ πυρὸς ποταµοὺς, τὰς καµίνους τὰς µηδέποτε σβεννυµένας· καὶ ταῦτα ἅπαντα συναγαγὼν, καὶ τῇ τῶν χρηµάτων ἀντιστήσας ἡδονῇ, πρόῤῥιζον ἀνάσπασον τουτὶ τὸ νόσηµα, ἵνα τὸν ἀληθῆ πλοῦτον λαβὼν, καὶτῆς χαλεπῆς ταύτης πενίας ἀπαλλαγεὶς, καὶ τῶν παρόντων καὶ τῶν µελλόντων ἀγαθῶν ἐπιτύχῃς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗτῷ Πατρὶ δόξα ἅµα τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note