Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 14 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
14.0
Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσµὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, µέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύµατι τὰς πρά ξεις τοῦ σώµατος θανατοῦτε, ζήσεσθε.
14.1
∆ είξας ὅσον τὸ ἔπαθλον τοῦ πνευµατικοῦ βίου, καὶ ὅτι Χριστὸν ἔνοικον ποιεῖ, καὶ ὅτι ζωοποιεῖ τὰ θνητὰ σώµατα, καὶ πρὸς τὸν οὐρανὸν πτεροῖ, καὶ τὴνὁδὸν τῆς ἀρετῆς εὐκολωτέραν ἐργάζεται, ἀναγκαίως λοιπὸν ἐπάγει τὴν παραίνεσιν λέγων· Οὐκοῦν οὐκ ὀφείλοµεν ζῇν κατὰ σάρκα. Ἀλλ' οὕτω µὲν οὐκ εἶπε, ἐπιπληκτικώτερον δὲ πολλῷ καὶ δυνατώτερον εἰπών· Ὀφειλέται ἐσµὲν τῷ Πνεύµατι· τὸ γὰρ εἰπεῖν, ὅτι Οὐκ ἐσµὲν ὀφειλέται τῇ σαρκὶ, τοῦτο ἐδήλωσε. Καὶ πανταχοῦ τοῦτο κατασκευάζει, δεικνὺς ὅτι τὰ µὲν παρὰ τοῦ Θεοῦ εἰς ἡµᾶς γεγενηµένα οὐκ ὀφειλῆς ἦν, ἀλλὰ γυµνῆς χάριτος· τὰ δὲ παρ' ἡµῶν µετὰ ταῦτα γινόµενα, οὐκέτι φιλοτιµίας, ἀλλ' ὀφειλῆς. Καὶ γὰρ ὅταν λέγῃ· Τιµῆς ἠγοράσθητε, µὴ γίνεσθε δοῦλοι ἀνθρώπων, τοῦτο αἰνίττεται· καὶ ὅταν γράφῃ, Οὐκ ἐστὲ ἑαυτῶν, τὸ αὐτὸ τοῦτο δηλοῖ. Καὶ ἑτέρωθι δὲ πάλιν τῶν αὐτῶν ἀναµιµνήσκει τούτων, οὕτω λέγων, ὅτι Εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες µηκέτι ἑαυτοῖς ζῶσι. Τοῦτο δὴ καὶ ἐνταῦθα κατασκευάζων φησίν· Ὀφειλέται ἐσµέν. Εἶτα, ἐπειδὴ εἶπεν, Οὐκ ἐσµὲν ὀφειλέται τῇ σαρκὶ, ἵνα µὴ τὰ λεγόµενα πάλιν εἰς τὴν τῆς σαρκὸς λάβοις φύσιν, οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγε· Τοῦ κατὰ σάρκα ζῇν Καὶ γὰρ πολλὰ αὐτῇ ὀφείλοµεν, τὸ τρέφειν αὐτὴν, τὸ θάλπειν, τὸ ἀναπαύειν, τὸ θεραπεύειν νοσοῦσαν, τὸ περιβάλλειν, καὶµυρία ἕτερα λειτουργεῖν. Ἵν' οὖν µὴ νοµίσῃς, ὅτι ταύτην ἀναιρεῖ τὴν διακονίαν, εἰπὼν, Οὐκ ἐσµὲν ὀφειλέται τῇ σαρκὶ, ἑρµηνεύει αὐτὸ λέγων· Τοῦ κατὰ σάρκα ζῇν. Ἐκείνην γὰρ ἀναιρῶ τὴν σπουδὴν, φησὶ, τὴν ἐπὶ ἁµαρτίαν ἄγουσαν, ὡς τά γε θεραπεύοντα αὐτὴν βούλοµαι γίνεσθαι· ὅπερ καὶ προϊὼν ἐδήλωσεν. Εἰπὼν γὰρ τῆς σαρκὸς µὴ ποιεῖσθαι πρόνοιαν, οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγεν, Εἰς ἐπιθυµίας· ὃ δὴ καὶ ἐνταῦθα παιδεύει λέγων, ὅτι Θεραπευέσθω µέν· ὀφείλοµεν γὰρ αὐτῇ τοῦτο· µὴ µέντοι κατὰ σάρκα ζῶµεν· τουτέστι, Μὴ ποιῶµεν αὐτὴν κυρίαν τῆς ζωῆς τῆς ἡµετέρας. Ἕπεσθαι γὰρ αὐτὴν ἀναγκαῖον, οὐχ ἡγεῖσθαι, οὐδὲ αὐτὴν ῥυθµίζειν τὸν βίον τὸν ἡµέτερον, ἀλλὰ τοὺς τοῦ Πνεύµατος δέχεσθαι νόµους. Τοῦτο τοίνυν διορισάµενος, καὶ κατασκευάσας, ὅτι ὀφειλέται ἐσµὲν τῷ Πνεύµατι, εἶτα δεικνὺς τίνων ὀφειλέται εὐεργεσιῶν, οὐ τὰ παρελθόντα λέγει, ἐφ' ᾧ µάλιστα αὐτὸν ἔστιν ἐκπλαγῆναι τῆς συνέσεως, ἀλλὰ τὰ µέλλοντα. Καίτοι γε ἱκανὰ ἦν κἀκεῖνα· ἀλλ' ὅµως οὐ τίθησιν αὐτὰ νῦν, οὐδὲ λέγει τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, ἀλλὰ τὰ µέλλοντα. Οὐδὲ γὰρ οὕτως ἅπαξ ἡ δοθεῖσα εὐεργεσία, ὡς ἡ προσδοκωµένη καὶ µέλλουσα, ἐπάγεσθαι τοὺς πολλοὺς εἴωθε. Καὶ τοῦτο προσθέµενος, πρότερον ἀπὸ τῶν λυπηρῶν φοβεῖ καὶ τῶν κακῶν τῶν γινοµένων ἐκ τοῦ κατὰ σάρκα ζῇν, οὕτω λέγων· Εἰ δὲ κατὰ σάρκα ζῆτε, µέλλετε ἀποθνήσκειν· τὸν θάνατον ἡµῖν αἰνιττόµενος ἐκεῖνον τὸν ἀθάνατον, τὴν ἐν τῇ γεέννῃ κόλασιν καὶ τιµωρίαν. Μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε τοῦτο, καὶ ἐν τῇ ζωῇ ταύτῃ τέθνηκεν ὁ τοιοῦτος· ὅπερ οὖν καὶ ἐν τῇ πρὸ ταύτης διαλέξει σαφὲς ὑµῖν πεποιήκαµεν. Εἰ δὲ Πνεύµατι τὰς πράξεις τοῦ σώµατος θανατοῦτε, ζήσεσθε. Ὁρᾷς ὅτι οὐ περὶ φύσεως διαλέγεται σώµατος, ἀλλὰ περὶ πράξεων σαρκικῶν; Οὐ γὰρ εἶπεν, Εἰ δὲ Πνεύµατι τὴν φύσιν τοῦ σώµατος θανατοῦτε, ζήσεσθε, ἀλλὰ, Τὰς πράξεις· καὶ οὐδὲ ταύτας πάσας, ἀλλὰ τὰς πονηράς· καὶ τοῦτο δῆλον ἐν τοῖς ἑξῆς· Εἰ γὰρ τοῦτο ποιήσετε, ζήσεσθε, φησί. Καὶ πῶς ἔνι τοῦτο γενέσθαι, εἰ περὶ πασῶν ὁ λόγος ἦν αὐτῷ; καὶ γὰρ καὶ τὸ ὁρᾷν, καὶ τὸ ἀκούειν, καὶ τὸ φθέγγεσθαι, καὶ τὸ βαδίζειν, τοῦ σώµατος πράξεις εἰσὶ, καὶ εἰ µέλλοιµεν αὐτὰς θανατοῦν, τοσοῦτον ἀφέξοµεντοῦ ζῇν, ὅτι καὶ ἀνδροφονίας δώσοµεν δίκην. Ποίας οὖν πράξεις φησὶ θανατοῦν; Τὰς ἐπὶ πονηρίαν κινουµένας, τὰς ἐπὶ κακίαν χωρούσας, ἃς οὐδὲ ἄλλως ἔστι θανατῶσαι, ἢ διὰ Πνεύµατος. Τὰς µὲν γὰρ ἄλλας ἀποκτείναντα, σεαυτὸν ἀνελεῖν ἐστιν, ὅπερ οὐ θέµις· ταύτας δὲ διὰ Πνεύµατος µόνον. Ἂν γὰρ τοῦτο παρῇ, πάντα τὰ κύµατα καταστέλλεται, καὶ τὰ πάθη κατέπτηχε, καὶ οὐδὲν ἡµῶν κατεξανίσταται. Εἶδες πῶς ἀπὸ τῶν µελλόντων, ἡµᾶς, ὅπερ ἔµπροσθεν εἶπον, προτρέπει, καὶ δείκνυσιν ὀφειλέτας οὐκ ἀπὸ τῶν ἤδη γεγενηµένων µόνον; Οὐ γὰρ τοῦτο µόνον ἐστὶ, φησὶ, τὸ κατόρθωµα τοῦ Πνεύµατος, ὅτι τῶν παρελθόντων ἀφῆκεν ἡµᾶς ἁµαρτηµάτων, ἀλλ' ὅτι καὶ πρὸς τὰ µέλλονταἀχειρώτους κατασκευάζει, καὶ ζωῆς ἀξιοῖ τῆς ἀθανάτου. Εἶτα καὶ ἕτερον τιθεὶς µισθὸν, ἐπήγαγεν· Ὅσοι γὰρ Πνεύµατι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.
14.2
Οὗτος γὰρ πάλιν πολλῷ τοῦ προτέρου µείζων ὁ στέφανος.∆ ιὸ οὐδὲ ἁπλῶς εἶπεν, Ὅσοι γὰρ Πνεύµατι Θεοῦ ζῶσιν, ἀλλ', Ὅσοι Πνεύµατι Θεοῦ ἄγονται, δεικνὺς ὅτι οὕτω βούλεται αὐτὸ κύριον εἶναι τῆς ἡµετέραςζωῆς, ὡς τὸν κυβερνήτην τοῦ πλοίου, καὶ τὸν ἡνίοχον τοῦ ζεύγους τῶν ἵππων. Καὶ οὐχὶ τὸ σῶµα µόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν ὑποβάλλει ταῖς τοιαύταις ἡνίαις. Οὐδὲ γὰρ ἐκείνην βούλεται αὐθεντεῖν, ἀλλὰ καὶ ἐκείνης τὴν ἐξουσίαν ὑπὸ τῇ τοῦ Πνεύµατος ἔθηκε δυνάµει. Ἵνα γὰρ µὴ τῇ δωρεᾷ τοῦ λουτροῦ θαῤῥήσαντες, τῆς µετὰ ταῦτα ἀµελήσωσι πολιτείας, φησὶν, ὅτι κἂν βάπτισµα λάβῃς, µὴ µέλλῃς δὲ Πνεύµατι µετὰταῦτα ἄγεσθαι, ἀπώλεσας τὴν δεδοµένην ἀξίαν, καὶ τῆς υἱοθεσίας τὴν προεδρίαν.∆ ιὰ τοῦτο οὐκ εἶπεν, Ὅσοι Πνεῦµα ἔλαβον, ἀλλ', Ὅσοι Πνεύµατι Θεοῦ ἄγονται· τουτέστιν, Ὅσοι παρὰ πάντα τὸν βίον οὕτω πολιτεύονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Εἶτα ἐπειδὴ τοῦτο τὸ ἀξίωµα καὶ τοῖς Ἰουδαίοις ἦν δεδοµένον· Ἐγὼ γὰρ εἶπον, φησί· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· καὶ πάλιν, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· καὶ, Πρωτότοκός µου Ἰσραήλ· καὶ ὁ Παῦλος δέ φησιν, Ὧν ἡ υἱοθεσία· κατασκευάζει λοιπὸν ὅσον τὸ µέσον ἐκείνης καὶ ταύτης τῆς τιµῆς. Εἰ γὰρ καὶ τὰ ὀνόµατα τὰ αὐτὰ, φησὶν, ἀλλ' οὐ τὰ πράγµατα τὰ αὐτά. Καὶ σαφῆ παρέχει τούτων ἀπόδειξιν, καὶ ἀπὸ τῶν κατορθούντων, καὶ ἀπὸ τῶν δεδοµένων, καὶ ἀπὸ τῶν µελλόντων ἔσεσθαι τὴν σύγκρισιν εἰσαγαγών· καὶ πρότερον δείκνυσι τίνα ἦν τὰ ἐκείνοις δεδοµένα. Τίνα οὖν ταῦτα; Πνεῦµα δουλείας· διὸ καὶ ἐπήγαγε λέγων· Οὐ γὰρ ἐλάβετε πνεῦµα δουλείας πάλιν εἰς φόβον. Εἶτα ἀφεὶς εἰπεῖν τὸ ἀντιδιαστελλόµενον τῇ δουλείᾳ, τουτέστι, πνεῦµα ἐλευθερίας, τὸ πολλῷ µεῖζον τέθεικε, τὸ τῆς υἱοθεσίας, δι' οὗ κἀκεῖνο συνήγετο, εἰπών· Ἀλλ' ἐλάβετε πνεῦµα υἱοθεσίας. Ἀλλὰ τοῦτο µὲν δῆλον· τὸ δὲ πνεῦµα τῆς δουλείας τί ποτέ ἐστιν, ἄδηλον. Οὐκοῦν ἀναγκαῖον αὐτὸ ποιῆσαι σαφέστερον· οὐδὲ γὰρ ἀσαφὲς µόνον, ἀλλὰ καὶ σφόδρα ἄπορον τὸ εἰρηµένον. Πνεῦµα γὰρ οὐκ ἔλαβεν ὁ τῶν Ἰουδαίων δῆµος· τί οὖν ἐνταῦθά φησι; Τὰ γράµµατα οὕτως ἐκάλεσεν, ἐπειδὴ πνευµατικὰ ἦν, ὥσπερ οὖν καὶ τὸν νόµον πνευµατικὸν, καὶ τὸ ὕδωρ τὸ ἀπὸ τῆς πέτρας καὶ τὸ µάννα· Πάντες γὰρ, φησὶ, τὸ αὐτὸ βρῶµα πνευµατικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόµα πνευµατικὸν ἔπιον. Καὶ τὴν πέτραν δὲ οὕτως ὀνοµάζει, λέγων· Ἔπινον δὲ ἐκ πνευµατικῆς ἀκολουθούσης πέτρας. Ἐπειδὴ γὰρ ὑπὲρ φύσιν ἦν πάντα τὰ τελούµενα, πνευµατικὰ αὐτὰ ἐκάλεσεν, οὐκ ἐπειδὴ Πνεῦµα ἔλαβον οἱ µετέχοντες αὐτῶν τότε. Καὶ πῶς τὰ γράµµατα ἐκεῖνα δουλείας ἦν γράµµατα; Παράγαγε πᾶσαν τὴν πολιτείαν, καὶ τότε εἴσῃ καὶ τοῦτο σαφῶς. Καὶ γὰρ αἱ τιµωρίαι παρὰ πόδας αὐτοῖς, καὶ ὁ µισθὸς εὐθέως εἵπετο, σύµµετρός τε ὢν καὶ ὥσπερ σιτηρέσιόν τι καθηµερινὸν διδόµενον οἰκέταις, καὶπολὺς πανταχόθεν ὁ φόβος πρὸ τῆς ὄψεως ἀκµάζων, καὶ περὶ τὰ σώµατα οἱ καθαρµοὶ, καὶ µέχρι τῶν πράξεων ἡ ἐγκράτεια. Παρὰ δὲ ἡµῖν οὐχ οὕτως, ἀλλὰ καὶ λογισµὸς καὶ συνειδὸς ἐκκαθαίρεται. Οὐ γὰρ λέγει, Μὴ φονεύσῃς, µόνον, ἀλλὰ, Μηδὲ ὀργισθῇς· οὐδὲ, Μὴ µοιχεύσῃς, ἀλλὰ, Μηδὲ ἴδῃς ἀκολάστως· ἵνα µηκέτι τῷ φόβῳ τῆς κολάσεως τῆς παρούσης, ἀλλὰ τῷ πόθῳ τῷ πρὸς αὐτὸν, τό τε ἐν ἕξει τῆς ἀρετῆς εἶναι καὶ τὰ ἄλλα τὰ κατορθούµενα ᾖ. Οὐδὲ ἐπαγγέλλεται γῆν ῥέουσαν µέλι καὶ γάλα, ἀλλὰ τῷ Μονογενεῖ συγκληρονόµον ποιεῖ, τῶν παρόντων ἡµᾶς διὰ πάντων ἀφιστὰς, καὶ ἐκεῖναµάλιστα ἐπαγγελλόµενος διδόναι, ἃ τοῖς γενοµένοις υἱοῖς Θεοῦ πρέπει λαµβάνειν· αἰσθητὸν µὲν οὐδὲν οὐδὲ σωµατικὸν, πνευµατικὰ δὲ ἅπαντα. Ὥστε ἐκεῖνοι µὲν εἰ καὶ υἱοὶ ἐκαλοῦντο, ἀλλ' ὡς δοῦλοι· ἡµεῖς δὲ ὡς ἐλεύθεροι γενόµενοι, τὴν υἱοθεσίαν ἐλάβοµεν καὶ τὸν οὐρανὸν ἀναµένοµεν· κἀκείνοις µὲν δι' ἑτέρων διελέγετο, ἡµῖν δὲ δι' ἑαυτοῦ· κἀκεῖνοι µὲν φόβῳ τιµωρίας πάντα ἔπραττον ἀγόµενοι, οἱ δὲ πνευµατικοὶ ἐπιθυµίᾳ καὶ πόθῳ· καὶ τοῦτο δηλοῦσι τῷ καὶ ὑπερβαίνειν τὰ ἐπιτάγµατα. Ἐκεῖνοι ὡς µισθωτοὶ καὶ ἀγνώµονες, οὐδέποτε γοῦν διέλειπον γογγύζοντες· οὗτοι δὲ εἰς ἀρέσκειαν τοῦ Πατρός· καὶ οἱ µὲν εὐεργετούµενοι ἐβλασφήµουν· ἡµεῖς δὲ κινδυνεύοντες εὐχαριστοῦµεν. Κἂν κολασθῆναι δὲ ἁµαρτάνοντας δέῃ, καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά. Οὐ γὰρ ὡς ἐκεῖνοι καταλευόµενοι, καὶ καιόµενοι, καὶ ἀκρωτηριαζόµενοι παρὰ τῶν ἱερέων, οὕτω καὶ ἡµεῖς ἐπιστρεφόµεθα, ἀλλὰ ἀρκεῖ τραπέζηςἐκβληθῆναι πατρικῆς, καὶ ἀπὸ ὄψεως ῥητὰς γενέσθαι ἡµέρας. Καὶ ἐπὶ µὲν τῶν Ἰουδαίων ῥήµατος ἦν τιµὴ ἡ υἱοθεσία µόνον· ἐνταῦθα δὲ καὶ πρᾶγµα ἠκολούθησεν, ὁ διὰ βαπτίσµατος καθαρµὸς, ἡ τοῦ Πνεύµατος δόσις, ἡ τῶν ἄλλων ἀγαθῶν χορηγία. Καὶ τούτων δὲ ἕτερα πλείονα ἔστιν εἰπεῖν τὴν παρ' ἡµῖν ἐνδεικνύµενα εὐγένειαν, καὶ τὴν ἐκείνων εὐτέλειαν· ἅπερ ἅπαντα διὰ τοῦ Πνεύµατος καὶ τοῦ φόβου καὶ τῆς υἱοθεσίας αἰνιξάµενος, καὶ ἑτέραν ποιεῖται ἀπόδειξιν τοῦ πνεῦµα υἱοθεσίας ἔχειν. Ποῖον δὴ τοῦτο; Ἐν ᾧ κράζοµεν, Ἀββᾶ ὁ Πατήρ.
14.3
Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἴσασιν οἱ µύσται, καλῶς ἐπὶ τῆς εὐχῆς τῆς µυστικῆς τοῦτο πρῶτον κελευόµενοι τὸ ῥῆµα λέγειν. Τί οὖν; οὐκ ἐκάλουν καὶ ἐκεῖνοι Πατέρα, φησὶ, τὸν Θεόν; οὐκ ἀκούεις Μωϋσέως λέγοντος· Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες; οὐκ ἀκούεις τοῦ Μαλαχία ὀνειδίζοντος καὶ λέγοντος, ὅτι Θεὸς εἷς ἔκτισεν ἡµᾶς, καὶ εἷς Πατήρ ἐστι πάντων ἡµῶν; Ἀλλ' εἰ καὶ ταῦτα καὶ πλείονα τούτων εἴρηται, οὐδαµοῦ τοῦτο εὑρίσκοµεν αὐτοὺς καλοῦντας τὸ ῥῆµα τὸν Θεὸν, οὐδὲ εὐχοµένους οὕτως. Ἡµεῖς δὲ ἅπαντες, καὶ ἱερεῖς καὶ ἰδιῶται καὶ ἄρχοντες καὶ ἀρχόµενοι, οὕτως εὔχεσθαι ἐκελεύσθηµεν. Καὶ ταύτην πρώτην ἀφίεµεν φωνὴν, µετὰ τὰς θαυµαστὰς ὠδῖνας ἐκείνας, καὶ τὸν ξένον καὶ παράδοξον τῶν λοχευµάτων νόµον. Ἄλλως δὲ, εἰ καὶ ἐκάλεσάν ποτε ἐκεῖνοι, ἀλλ' ἐξ οἰκείας διανοίας· οἱ δὲ ἐν τῇ χάριτι, ἀπὸ πνευµατικῆς ἐνεργείας κινούµενοι. Ὥσπερ γὰρ πνεῦµα σοφίας ἐστὶ, καθ' ὃ σοφοὶ οἱ ἄσοφοι ἐγίνοντο, καὶ δηλοῦται τοῦτο ἀπὸ τῆς διδασκαλίας· καὶ πνεῦµα δυνάµεώς ἐστι, καθ' ὃ οἱ ἀσθενεῖς νεκροὺς ἤγειραν, καὶ δαίµονας ἤλασαν, καὶ πνεῦµα χαρίσµατος ἰαµάτων, καὶ πνεῦµα προφητείας, καὶπνεῦµα γλωσσῶν· οὕτω καὶ πνεῦµα υἱοθεσίας. Καὶ ὥσπερ ἴσµεν τὸ πνεῦµα τῆς προφητείας, ἀφ' οὗ ὁ ἔχων αὐτὸ προλέγει τὰ µέλλοντα, οὐκ οἰκείᾳ φθεγγόµενος διανοίᾳ, ἀλλ' ὑπὸ τῆς χάριτος κινούµενος· οὕτω δὴ καὶ πνεῦµα υἱοθεσίας, ἀφ' οὗ ὁ λαβὼν Πατέρα καλεῖ τὸν Θεὸν, ὑπὸ τοῦ Πνεύµατος κινούµενος. Ὁ δὲ βουλόµενος δεῖξαι γνησιότητα, καὶ τῇ τῶν Ἑβραίων ἐχρήσατο γλώσσῃ· οὐ γὰρ εἶπε µόνον, Ὁ Πατὴρ, ἀλλ', Ἀββᾶ ὁ Πατὴρ, ὅπερ τῶν παίδων µάλιστά ἐστι τῶν γνησίων πρὸς πατέρα ῥῆµα. Εἰπὼν τοίνυν τὴν ἀπὸ τῆς πολιτείας διαφορὰν, τὴν ἀπὸ τῆς χάριτος τῆς δεδοµένης, τὴν ἀπὸ τῆς ἐλευθερίας, ἐπάγει καὶ ἑτέραν ἀπόδειξιν τῆς ὑπεροχῆςτῆς κατὰ τὴν υἱοθεσίαν ταύτην. Ποίαν δὴ ταύτην; Αὐτὸ τὸ Πνεῦµα συµµαρτυρεῖ τῷ πνεύµατι ἡµῶν, φησὶν, ὅτι ἐσµὲν τέκνα Θεοῦ. Οὐ γὰρ ἀπὸ τῆς φωνῆς ἰσχυρίζοµαι µόνον, φησὶν, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, ἀφ' ἧς ἡ φωνὴ τίκτεται· τοῦ γὰρ Πνεύµατος ὑπαγορεύοντος, ταῦτα λέγοµεν. Ὅπερ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν, ὅτι Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦµα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡµῶν κράζον· Ἀββᾶ ὁ Πατήρ. Τί δέ ἐστι, τὸ Πνεῦµα τῷ πνεύµατι συµµαρτυρεῖ; Ὁ Παράκλητος, φησὶ, τῷ χαρίσµατι τῷ δεδοµένῳ ἡµῖν. Οὐ γὰρ τοῦ χαρίσµατός ἐστιν ἡ φωνὴ µόνον, ἀλλὰ καὶ τοῦ δόντος τὴν δωρεὰν Παρακλήτου· αὐτὸς γὰρ ἡµᾶς οὗτος ἐδίδαξε διὰ τοῦ χαρίσµατος οὕτω φθέγγεσθαι. Ὅταν δὲ τὸ Πνεῦµα µαρτυρῇ, ποία λοιπὸν ἀµφιβολία; Εἰ µὲν γὰρ ἄνθρωπος, ἢ ἄγγελος, ἢ ἀρχάγγελος, ἢ ἄλλη τις τοιαύτη δύναµις τοῦτο ὑπισχνεῖτο, κἂν ἀµφιβάλλειν ἦν εἰκός τινας· τῆς δὲ ἀνωτάτω οὐσίας τῆς καὶ δωρησαµένης τοῦτο, καὶ δι' ὧν ἐκέλευσεν εὔχεσθαι µαρτυρούσης ἡµῖν, τίς ἂν ἀµφισβητήσειε λοιπὸν περὶ τῆς ἀξίας; Οὐδὲ γὰρ βασιλέως χειροτονήσαντός τινα, καὶ ἀνακηρύττοντος τὴν τιµὴν παρὰ πᾶσι, τολµήσειεν ἄν τις τῶν ὑπηκόων ἀντειπεῖν. Εἰ δὲ τέκνα, φησὶ, καὶ κληρονόµοι. Ὁρᾷς πῶς κατὰ µικρὸν αὔξει τὴν δωρεάν; Ἐπειδὴ γὰρ ἔνι καὶ τέκνα εἶναι, καὶ µὴ κληρονόµους γενέσθαι( οὐδὲ γὰρ πάντες κληρονόµοι οἱ παῖδες), ἐπάγει καὶ τοῦτο, ὅτι καὶ κληρονόµοι. Οἱ δὲ Ἰουδαῖοι µετὰ τοῦ µὴ τοιαύτην ἔχειν υἱοθεσίαν καὶ τῆς κληρονοµίας ἐξεβλήθησαν. Κακοὺς γὰρ κακῶς ἀπολέσει, καὶ τὸν ἀµπελῶνα ἐκδώσεται γεωργοῖς ἑτέροις. Καὶ πρὸ τούτου δὲ ἔλεγεν, ὅτι Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσµῶν ἥξουσι, καὶ ἀνακλιθήσονται µετὰ Ἀβραάµ· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἔξω βληθήσονται. Ἀλλ' οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τούτου µεῖζον τίθησι. Ποῖον δὴ τοῦτο; Ὅτι Θεοῦ κληρονόµοι· διὸ καὶ ἐπήγαγε· Κληρονόµοι µὲν Θεοῦ. Καὶ τὸ ἔτι πλέον, ὅτι οὐχ ἁπλῶς κληρονόµοι, ἀλλὰ καὶ συγκληρονόµοι Χριστοῦ. Ὁρᾷς πῶς φιλονεικεῖ ἐγγὺς ἡµᾶς ἀγαγεῖν τοῦ∆ εσπότου; Ἐπειδὴ γὰρ οὐ πάντα τὰ τέκνα κληρονόµοι, δείκνυσιν ὅτι ἡµεῖς καὶ τέκνα καὶ κληρονόµοι. Ἐπεὶ δὲ οὐ πάντες κληρονόµοι µεγάλων εἰσὶ κληρονόµοι πραγµάτων, δείκνυσιν ὅτι καὶ τοῦτο ἔχοµεν, κληρονόµοι ὄντες Θεοῦ. Πάλιν ἐπειδὴ κληρονόµον µὲν εἶναι συµβαίνει Θεοῦ, οὐ πάντως δὲ τῷ Μονογενεῖ συγκληρονόµον, δείκνυσιν ἡµᾶς καὶ τοῦτο ἔχοντας. Καὶ σκόπει σοφίαν· τὰ γὰρ λυπηρὰ συστείλας, ἡνίκα ἔλεγε, τί πείσονται οἱ κατὰ σάρκα ζῶντες, οἷον, ὅτι µέλλουσιν ἀποθνήσκειν, ἐπειδὴ τῶν χρηστοτέρων ἥψατο, εἰςεὐρυχωρίαν πολλὴν ἐξάγει τὸν λόγον, ἐµπλατύνων αὐτὸν τῇ τῶν µισθῶν ἀνταποδόσει, καὶ ποικίλας καὶ µεγάλας δεικνὺς τὰς δωρεάς. Εἰ γὰρ καὶ τὸ τέκνον εἶναι, ἄφατος ἦν ἡ χάρις, ἐννόησον ἡλίκον τὸ, καὶ κληρονόµον. Εἰ δὲ τοῦτο µέγα, πολλῷ µᾶλλον καὶ τὸ, συγκληρονόµον. Εἶτα δεικνὺς, ὅτι οὐ χάριτος µόνον ἐστὶν ἡ δωρεὰ, καὶ ποιῶν ὁµοῦ καὶ ἀξιόπιστα τὰ εἰρηµένα, ἐπήγαγεν· Εἴπερ συµπάσχοµεν, ἵνα καὶ συνδοξασθῶµεν. Εἰ γὰρ ἐν τοῖς λυπηροῖς, φησὶν, ἐκοινωνήσαµεν αὐτῷ, πολλῷ µᾶλλον ἐν τοῖς χρηστοῖς τοῦτο ἔσται. Ὁ γὰρ τοὺς οὐδὲν κατωρθωκότας τοσούτοις δωρησάµενος ἀγαθοῖς, ὅταν ἴδῃ καὶ πονήσαντας, καὶ τοσαῦτα παθόντας, πῶς οὐχὶ µᾶλλον ἀµείψεται;
14.4
∆ είξας τοίνυν ἀντίδοσιν οὖσαν τὸ πρᾶγµα, ἵνα ἀξιόπιστον ᾖ τὸ λεγόµενον, καὶ µηδεὶς ἀµφιβάλλῃ, δείκνυσι πάλιν καὶ χάριτος δύναµιν ἔχον· τὸ µὲν, ἵνα καὶ παρὰ τοῖς ἀµφιβάλλουσι πιστεύηται τὰ λεγόµενα, καὶ οἱ λαµβάνοντες µὴ αἰσχύνωνται ὡς ἀεὶ δωρεᾷ σωζόµενοι· τὸ δὲ, ἵνα µάθῃς, ὅτι νικᾷ ταῖς ἀντιδόσεσι τοὺς πόνους ὁ Θεός. Καίτοι τὸ µὲν ἐδήλωσεν εἰπὼν, Εἴπερ συµπάσχοµεν, ἵνα καὶ συνδοξασθῶµεν· τοῦτο δὲ, ἐπαγαγὼν καὶ προσθεὶς, ὅτι Οὐκ ἄξια τὰ παθήµατα τοῦ νῦν καιροῦ πρὸς τὴν µέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡµᾶς. Ἐν µὲν γὰρ τοῖς προτέροις τὴν τῶν ἠθῶν διόρθωσιν ἀπαιτεῖ τὸν πνευµατικὸν, ἐν οἷς ἔλεγεν· Οὐκ ὀφείλετε κατὰ σάρκα ζῇν· οἷον, ἵνα ἐπιθυµίας, ἵνα ὀργῆς, ἵνα χρηµάτων, ἵνα κενοδοξίας, ἵνα βασκανίας περιγίνηται ὁ τοιοῦτος· ἐνταῦθα δὲ, ἐπειδὴ τῆς δωρεᾶς αὐτὸν ἀνέµνησεν ἁπάσης τῆς δοθείσης, τῆς µελλούσης, καὶ ἐπῆρε καὶ ὕψωσε ταῖς ἐλπίσι, καὶ ἐγγὺς ἔστησε τοῦ Χριστοῦ, καὶ συγκληρονόµον ἀπέφηνε τοῦ Μονογενοῦς, θαῤῥῶν αὐτὸν ἐξάγει λοιπὸν καὶ ἐπὶ τοὺς κινδύνους. Οὐδὲ γάρ ἐστιν ἴσον τῶν ἐν ἡµῖν παθῶν περιγενέσθαι, καὶ τοὺς πειρασµοὺς ἐκείνους ὑπενεγκεῖν, τὰς µάστιγας, τὸν λιµὸν, τὰς λεηλασίας, τὰ δεσµὰ, τὰς ἁλύσεις, τὰς ἀπαγωγάς· πολὺ γὰρ ταῦτα δεῖται γενναιοτέρας ψυχῆς καὶ νεανικωτέρας. Καὶ ὅρα πῶς ὁµοῦ καταστέλλει καὶ ἐπαίρει τὸ φρόνηµα τῶν ἀγωνιζοµένων. Ὅταν γὰρ δείξῃ µείζονα τὰ ἔπαθλα τῶν πόνων, καὶ προτρέπει µειζόνως, καὶ οὐκ ἀφίησι µέγα φρονεῖν, ἅτε νικωµένους τῇ τῶν στεφάνων ἀντιδόσει. Καὶ ἀλλαχοῦ µέν φησι· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται. Πρὸς γὰρ φιλοσοφωτέρους ἦν ὁ λόγος αὐτῷ· ἐνταῦθα δὲ κοῦφα µὲν αὐτὰ οὐκ ἀφίησιν εἶναι, παραµυθεῖται δὲ αὐτὰ τῇ τῶν µελλόντων ἀντιδόσει, λέγων· Λογίζοµαι γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήµατα τοῦ νῦν καιροῦ. Καὶ οὐκ εἶπε, Πρὸς τὴν µέλλουσαν ἄνεσιν, ἀλλ' ὃ πολλῷ µεῖζον ἦν, Πρὸς τὴν µέλλουσαν δόξαν. Ὅπου µὲν γὰρ ἄνεσις, οὐ πάντως καὶ δόξα· ὅπου δὲ δόξα, πάντως καὶ ἄνεσις. Εἶτα, ἐπειδὴ µέλλουσαν αὐτὴν εἶπε, δείκνυσιν αὐτὴν ἤδη οὖσαν. Οὐ γὰρ εἶπε, Πρὸς τὴν µέλλουσαν ἔσεσθαι, ἀλλὰ, Πρὸς τὴν µέλλουσαν ἀποκαλυφθῆναι, ὡς καὶ νῦν οὖσαν µὲν, κρυπτοµένην δέ· ὅπερ καὶ ἀλλαχοῦ σαφέστερον ἔλεγεν, ὅτι Ἡ ζωὴ ἡµῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Θάῤῥει τοίνυν ὑπὲρ αὐτῆς· παρεσκεύασται γὰρ ἤδη τοὺς σοὺς ἀναµένουσα πόνους. Εἰ δὲ τὸ µέλλειν σε λυπεῖ, αὐτὸ µὲν οὖν εὐφραινέτω σε τοῦτο· τῷ γὰρ µεγάλη τις εἶναι καὶ ἄφραστος, καὶ τὴν παροῦσαν ὑπερβαίνειν κατάστασιν, ἐκεῖ τεταµίευται. Οὐδὲ γὰρ ἁπλῶς τέθεικε, Τὰ παθήµατα τοῦ νῦν καιροῦ, ἀλλ' ἵνα δείξῃ οὐχὶ ποιότητι µόνον, ἀλλὰ καὶ ποσότητι νικῶσαν ἐκείνην. Ταῦτα µὲν γὰρ οἷα ἂν εἴη τὰ παθήµατα, τῷ παρόντι συγκεκλήρωται βίῳ· τὰ δὲ µέλλοντα ἀγαθὰ πρὸς τοὺς ἀθανάτους παρεκτείνεται αἰῶνας. Ἅπερ ἐπειδὴ κατὰ µέρος ἡµῖν εἰπεῖν οὐκ εἶχεν οὐδὲ παραστῆσαι λόγῳ, ἀπὸ τοῦ µάλιστα δοκοῦντος εἶναι παρ' ἡµῖν ἐπεράστου, τῆς δόξης, αὐτὰ ὠνόµασεν· ἡ γὰρ κορυφὴ τῶν ἀγαθῶν καὶ τὸ κεφάλαιον, τοῦτο εἶναι δοκεῖ. Ἐπαίρων δὲ καὶ ἑτέρως τὸν ἀκροατὴν, καὶ ἀπὸ τῆς κτίσεως ἐξογκοῖ τὸν λόγον, δύο κατασκευάζων διὰ τῶν λεχθήσεσθαι µελλόντων, καὶ ὑπεροψίαντῶν παρόντων, καὶ ἐπιθυµίαν τῶν µελλόντων· καὶ τρίτον µετὰ τούτων, µᾶλλον δὲ πρῶτον, τὸ δεῖξαι πῶς περισπούδαστον τῷ Θεῷ τὸ τῶν ἀνθρώπων γένος ἐστὶ, καὶ ἐν ὅσῃ τὴν φύσιν τὴν ἡµετέρανἄγει τιµῇ. Μετὰ δὲ τούτων καὶ τὰ τῶν φιλοσόφων ἅπαντα δόγµατα τὰ περὶ τοῦ κόσµου τούτου συντεθέντα αὐτοῖς, ὥσπερ ἀράχνην τινὰ καὶ παίδων ἀθύρµατα, ἑνὶ τούτῳ καταβάλλει τῷ δόγµατι. Ἀλλ' ἵνα σαφέστερα ταῦτα γένηται, αὐτῆς τῆς ἀποστολικῆς ἐπακούσωµεν ῥήσεως. Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, φησὶ, τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ µαταιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἡ κτίσις αὕτη σφόδρα ὠδίνει, ταῦτα ἀναµένουσα καὶ προσδοκῶσα τὰ ἀγαθὰ, ἅπερ εἰρήκαµεν νῦν· ἀποκαραδοκία γὰρ ἡ σφοδρὰ προσδοκία ἐστίν. Ὥστε δὲ ἐµφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ προσωποποιεῖ τὸν κόσµον ἅπαντα τοῦτον· ἅπερ καὶ οἱ προφῆται ποιοῦσιν, ποταµοὺς κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἁλλοµένους, καὶ τὰ ὄρη σκιρτῶντα· οὐχ ἵνα ταῦτα ἔµψυχα εἶναι νοµίσωµεν, οὐδ' ἵνα λογισµόν τινα δῶµεν αὐτοῖς, ἀλλ' ἵνα τὴν ὑπερβολὴν µάθωµεν τῶν ἀγαθῶν, ὡς καὶ τῶν ἀναισθήτωναὐτῶν καθικνουµένην.
14.5
Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσι πολλάκις, εἰσάγοντες καὶ ἄµπελον θρηνοῦσαν, καὶ οἶνον καὶ ὄρη καὶ τὰ φατνώµατα ὀλολύζοντα τοῦ ναοῦ, ἵνα καὶ ἐντεῦθεν πάλιν τὴν ὑπερβολὴν τῶν κακῶν ἐννοήσωµεν. Τούτους δὲ καὶ ὁ Ἀπόστολος µιµούµενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καί φησι στενάζειν αὐτὴν καὶ ὠδίνειν· οὐκ ἐπειδὴ στεναγµοῦ τινος ἤκουσεν ἀπὸ γῆς καὶ οὐρανοῦ φεροµένου, ἀλλ' ἵνα τῶν µελλόντων ἀγαθῶν ἐνδείξηται τὴν ὑπερβολὴν, καὶ τὴν ἐπιθυµίαντῆς ἀπαλ λαγῆς τῶν κατεχόντων κακῶν. Τῇ γὰρ µαταιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα. Τί ἐστι, Τῇ µαταιότητι ἡ κτίσις ὑπετάγη; Φθαρτὴ γέγονε. Τίνος ἕνεκεν καὶ διὰ τί;∆ ιὰ σὲ τὸν ἄνθρωπον. Ἐπειδὴ γὰρ σῶµα ἔλαβες θνητὸν καὶ παθητὸν, καὶ ἡ γῆ κατάραν ἐδέξατο καὶ ἀκάνθας ἤνεγκε καὶ τριβόλους. Ὅτι δὲ καὶ οὐρανὸς µετὰ τῆς γῆς παλαιούµενος πρὸς τὴν ἀµείνω λῆξιν ὕστερον µεταστήσεται, ἄκουσον τοῦ Προφήτου λέγοντος· Καταρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεµελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαµένεις, καὶ πάντες ὡς ἱµάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Καὶ ὁ Ἡσαΐας δὲ ταῦτα ἐµφαίνων ἔλεγεν· Ἐµβλέψατε εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱµάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντεςαὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται. Εἶδες πῶς ἐδούλευσε τῇ µαταιότητι ἡ κτίσις, καὶ πῶς ἐλευθεροῦται ἀπὸ τῆς φθορᾶς; Ὁ µὲν γάρ φησιν· Ὡς ἱµάτιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· ὁ δὲ Ἡσαΐας, Οἱ δὲ κατοικοῦντες αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται· οὐ παντελῆ λέγων ἀπώλειαν, φησίν· οὐδὲ γὰρ οἱ κατοικοῦντες αὐτὴν, τουτέστιν, οἱ ἄνθρωποι, τοιαύτην ὑποστήσονται, ἀλλὰ τὴν πρόσκαιρον, καὶ δι' αὐτῆς ἐπὶ τὴν ἀφθαρσίανµεταστήσονται, ὥσπερ οὖν καὶ ἡ κτίσις. Ἅπερ ἅπαντα διὰ τοῦ εἰπεῖν, Ὡς ταῦτα, παρεδήλωσεν· ὅπερ οὖν καὶ ὁ Παῦλος προϊών φησι· τέως µέντοι περὶ τῆς δουλείας αὐτῆς διαλέγεται, καὶ δείκνυσι τίνος ἕνεκεν τοιαύτη γέγονε, καὶ τὴν αἰτίαν ἡµᾶς τίθησι. Τί οὖν; ἐπηρέασται δι' ἕτερον ταῦτα παθοῦσα; Οὐδαµῶς· καὶ γὰρ δι' ἐµὲ γέγονεν. Ἡ τοίνυν δι' ἐµὲ γενοµένη πῶς ἂν ἀδικοῖτο εἰς ἐµὴν διόρθωσιν ταῦτα πάσχουσα; Ἄλλως δὲ, τὸν τοῦ δικαίου καὶ ἀδίκου λόγον οὐδὲ κινεῖν ἐπὶ τῶν ἀψύχων καὶ ἀναισθήτων δεῖ. Ἀλλ' ὁ Παῦλος, ἐπειδὴ αὐτὴν ἐπροσωποποίησεν, οὐδενὶ κέχρηται τούτων ὧν εἶπον, ἀλλ' ἑτέρῳ τινὶ λόγῳ, τὸν ἀκροατὴν ἐκ περιουσίαςπαραµυθήσασθαι σπεύδων. Ποίῳ δὴ τούτῳ; Τί λέγεις, φησί; κακῶς ἔπαθε διὰ σὲ καὶ φθαρτὴ γέγονεν; Ἀλλ' οὐδὲν ἠδίκηται· καὶ γὰρ ἄφθαρτος ἔσται διὰ σὲ πάλιν· τοῦτο γάρ ἐστι τὸ, Ἐπ' ἐλπίδι. Ὅταν δὲ λέγῃ, Οὐχ ἑκοῦσα ὑπετάγη, οὐχ ἵνα κυρίαν γνώµης οὖσαν δείξῃ, τοῦτο λέγει, ἀλλ' ἵνα µάθῃς, ὅτι τῆς τοῦ Χριστοῦ κηδεµονίας τὸ πᾶν ἐγένετο, οὐκ ἐκείνης κατόρθωµα τοῦτο. Εἰπὲ δὴ, καὶ ποίᾳ ἐλπίδι; Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται. Τί ἐστι, Καὶ αὐτή; Οὐχὶ σὺ µόνος, ἀλλὰ καὶ ὅ σού ἐστι καταδεέστερον, καὶ ὃ οὐ µετέχει λογισµοῦ οὐδὲ αἰσθήσεως, καὶ τοῦτό σοι κοινωνήσει τῶν ἀγαθῶν. Ἐλευθερωθήσεται γὰρ, φησὶν, ἀπὸ τῆς δουλείας τῆς φθορᾶς· τουτέστιν, οὐκέτι ἔσται φθαρτὴ, ἀλλὰ ἀκολουθήσει τῇ τοῦ σώµατος εὐµορφίᾳ τοῦ σοῦ. Ὥσπερ γὰρ γενοµένου φθαρτοῦ, γέγονε φθαρτὴ καὶ αὕτη· οὕτως ἀφθάρτου καταστάντος, καὶ αὐτὴ ἀκολουθήσει καὶ ἕψεται πάλιν· ὅπερ οὖν καὶ δεικνὺς ἐπήγαγεν· Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ· τουτέστι, διὰ τὴν ἐλευθερίαν. Καθάπερ γὰρ τιθηνὸς παιδίον τρέφουσα βασιλικὸν, ἐπὶ τῆς ἀρχῆς ἐκείνου γενοµένου τῆς πατρικῆς, καὶ αὐτὴ συναπολαύει τῶν ἀγαθῶν, οὕτω καὶ ἡκτίσις, φησίν. Ὁρᾷς τὸν ἄνθρωπον πανταχοῦ προηγούµενον, καὶ δι' αὐτὸν ἅπαντα γινόµενα; Εἶδες πῶς παραµυθεῖται τὸν ἀγωνιζόµενον, καὶ δείκνυσι τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν; Τί γὰρ ἀλγεῖς, φησὶν, ἐπὶ τοῖς πειρασµοῖς; Σὺ διὰ σεαυτὸν πάσχεις, ἡ κτίσις διὰ σέ. Οὐ παραµυθεῖται δὲ µόνον, ἀλλὰ καὶ ἀξιόπιστα, δείκνυσιτὰ λεγόµενα. Εἰ γὰρ ἡ κτίσις ἐλπίζει διὰ σὲ πάντα γινοµένη, πολλῷ µᾶλλον σὺ, δι' ὃν ἡ κτίσις ἀπολαύειν µέλλει τῶν ἀγαθῶν πάντων ἐκείνων. Οὕτω καὶ οἱ ἄνθρωποι, τοῦ υἱοῦ µέλλοντος ἐπ' ἀξιώµατος φαίνεσθαι, καὶ τοὺς δούλους λαµπροτέραν ἐνδύουσι στολὴν εἰς τὴν τοῦ παιδὸς δόξαν· ὥσπερ οὖν καὶ ὁ Θεὸς τὴν κτίσιν ἀφθαρσίαν περιβάλλει εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων. Οἴδαµεν γὰρ, ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.
14.6
Εἶδες πῶς ἐντρέπει τὸν ἀκροατὴν, µονονουχὶ λέγων· Μὴ γένῃ τῆς κτίσεως χείρων, καὶ τοῖς παροῦσιν ἐµφιλοχωρήσῃς; Οὐ γὰρ µόνον αὐτῶν ἀντέχεσθαι οὐ δεῖ, ἀλλὰ καὶ στενάζειν ἐπὶ τῇ µελήσει τῆς ἐντεῦθεν ἀποδηµίας. Εἰ γὰρ ἡ κτίσις τοῦτο ποιεῖ, πολλῷ µᾶλλόν σε δίκαιον τοῦτο ἐπιδείκνυσθαι τὸν λόγῳ τετιµηµένον. Ἀλλ' οὔπω τοῦτο µέγα εἰς ἐντροπήν· διόπερ ἐπήγαγεν· Οὐ µόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύµατος ἔχοντες, καὶ ἡµεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζοµεν· τουτέστι, τῶν µελλόντων ἤδη γευσάµενοι. Κἂν γὰρ σφόδρα λίθινός τις ᾖ, ἱκανὰ τὰ δοθέντα ἤδη διαναστῆσαί τε αὐτὸν, καὶ τῶν παρόντων ἀπαγαγεῖν, καὶ πρὸς τὰ µέλλοντα πτερῶσαι διπλῇ, καὶτῷ µεγάλα εἶναι τὰ διδόµενα, καὶ τῷ τὰ τοσαῦτα καὶ τηλικαῦτα ἀπαρχὴν εἶναι. Εἰ γὰρ ἡ ἀπαρχὴ τοσαύτη, ὡς δι' αὐτῆς καὶ ἁµαρτηµάτων ἀπαλλαγῆναι, καὶ δικαιοσύνης ἐπιτυχεῖν καὶ ἁγιασµοῦ, τοὺς δὲ τότε καὶ δαίµονας ἐλαύνεινκαὶ νεκροὺς ἐγείρειν διὰ σκιᾶς καὶ ἱµατίων· ἐννόησον τὸ ὅλον ἡλίκον. Καὶ εἰ ἡ κτίσις, ἡ νοῦ καὶ λόγων ἐστερηµένη, οὐδὲν τούτων εἰδυῖα στενάζει· πολλῷ µᾶλλον ἡµεῖς. Εἶτα, ἵνα µὴ δῷ τοῖς αἱρετικοῖς λαβὴν, καὶ δόξῃ τὰ παρόντα διαβάλλειν, Στενάζοµεν, φησὶν, οὐ τῶν παρόντων κατηγοροῦντες, ἀλλὰ τῶν µειζόνων ἐφιέµενοι· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Υἱοθεσίαν ἀπεκδεχόµενοι. Τί λέγεις, εἰπέ µοι; Ἄνω καὶ κάτω συνεχῶς ἔστρεφες, καὶ ἐβόας λέγων, ὅτι Ἤδη γεγόναµεν υἱοὶ, καὶ νῦν ἐν ἐλπίσι τίθης τουτὶ τὸ ἀγαθὸν, γράφων ὅτι ἐκδέχεσθαι αὐτὴν δεῖ; Τοῦτο τοίνυν διορθούµενος τῇ ἐπαγωγῇ, λέγει· Τὴν ἀπολύτρωσιν τοῦ σώµατος ἡµῶν· τουτέστι, τὴν ἀπηρτισµένην δόξαν. Νῦν µὲν γὰρ ἐν ἀδήλῳ τὰ ἡµέτερα ἕστηκεν ἕως ἐσχάτης ἀναπνοῆς· πολλοὶ γὰρ ὄντες υἱοὶ, γεγόνασι κύνες καὶ αἰχµάλωτοι. Ἂν δὲ µετὰ χρηστῆς καταλύσωµεν ἐλπίδος, τότε ἀκίνητος ἡ δωρεὰ, καὶ σαφεστέρα καὶ µείζων, οὐκέτι τὴν ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁµαρτίαςδεδοικυῖα µεταβολήν. Τότε οὖν βεβαία ἔσται ἡ χάρις, ὅταν καὶ τὸ σῶµα ἡµῶν ἀπαλλαγῇ θανάτου, καὶ τῶν µυρίων παθῶν. Τοῦτο γάρ ἐστιν ἀπολύτρωσις, οὐχ ἁπλῶς λύτρωσις, ἀλλ' ὥστε µηκέτι πάλιν ὑποστρέψαι ἐπὶ τὴν προτέραν αἰχµαλωσίαν. Ἵνα γὰρ µὴ ἀπορῇς δόξαν ἀκούων συνεχῶς, καὶ µηδὲν σαφῶς ἐπιστάµενος, ἐκ µέρους ὑπανοίγει τὰ µέλλοντα, τὸ σῶµά σοι µεταβάλλων, καὶ τὴν κτίσιναὐτῷ συµµεταβάλλων ἅπασαν· ὃ καὶ ἀλλαχοῦ σαφέστερον ἐδήλωσεν εἰπών· Ὃς µετασχηµατίσει τὸ σῶµα τῆς ταπεινώσεως ἡµῶν εἰς τὸ γενέσθαι σύµµορφον τῷ σώµατι τῆς δόξης αὐτοῦ. Καὶ ἑτέρωθι πάλιν γράφων ἔλεγεν· Ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραµµένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος.∆ εικνὺς δὲ, ὅτι µετὰ τῆς φθορᾶς τοῦ σώµατος καὶ ἡ τῶν βιωτικῶν πραγµάτων κατάστασις οἰχήσεται, ἔγραφε πάλιν ἀλλαχοῦ· Παράγει γὰρ τὸ σχῆµα τοῦ κόσµου τούτου. Τῇ γὰρ ἐλπίδι ἐσώθηµεν, φησίν. Ἐπειδὴ γὰρ ἐν τῇ τῶν µελλόντων ἐνδιέτριψεν ὑποσχέσει, ἐδόκει καὶ τοῦτο λυπεῖν τὸν ἀσθενέστερον ἀκροατὴν, εἴ γε ἐν ἐλπίσι τὰ ἀγαθὰ, πρότερον κατασκευάσας, ὅτι τῶν παρόντων καὶ ὁρωµένων ἐστὶ σαφέστερα, καὶ πολλὰ περὶ τῶν ἤδη δεδοµένων δωρεῶν διαλεχθεὶς, καὶ δείξας, ὅτι καὶἀπαρχὴν ἐκείνων ἐλάβοµεν τῶν ἀγαθῶν, ἵνα µὴ πάντα ἐνταῦθα ζητῶµεν καὶ τὴν εὐγένειαν ἡµῶν προδῶµεν τὴν ἀπὸ τῆς πίστεως, φησί· Τῇ γὰρ ἐλπίδι ἐσώθηµεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ δεῖ πάντα ἐνταῦθα ζητεῖν, ἀλλὰ καὶ ἐλπίζειν. Τοῦτο γὰρ µόνον εἰσηνέγκαµεν τῷ Θεῷ τὸ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ µέλλοντα ἐπαγγειλαµένῳ, καὶ διὰ ταύτης µόνον ἐσώθηµεν τῆς ὁδοῦ. Ἂν τοίνυν αὐτὴν ἀπολέσωµεν, τὸ πᾶν τῆς ἡµετέρας εἰσφορᾶς ἀπωλέσαµεν. Ἐρωτῶ γάρ σε, φησὶν, οὐχὶ µυρίων ὑπεύθυνος ἦς κακῶν; οὐχὶ ἀπεγνωσµένος; οὐχὶ ἀποφάσει ὑποκείµενος; οὐχὶ πάντες ἠτόνουν πρὸς τὴν σωτηρίαν τὴν σήν; τί οὖν σε ἔσωσε; Τὸ εἰς τὸν Θεὸν ἐλπίσαι µόνον, καὶ πιστεῦσαι αὐτῷ περὶ ὧν ἐπηγγείλατο καὶ ἔδωκε, καὶ πλέον οὐδὲν ἔσχες εἰσενεγκεῖν. Εἰ τοίνυν αὕτη σε ἔσωσε, ταύτην κάτεχε καὶ νῦν. Ἡ γὰρ τοσαῦτά σοι παρασχοῦσα ἀγαθὰ, εὔδηλον ὅτι οὐδὲ περὶ τῶν µελλόντων σε ψεύσεται. Ὅπου γὰρ νεκρὸν λαβοῦσα καὶ ἀπολωλότα καὶ αἰχµάλωτον καὶ ἐχθρὸν, φίλον ἐποίησε καὶ υἱὸν καὶ ἐλεύθερον καὶ δίκαιον καὶ συγκληρονόµον, καὶτοσαῦτα παρέσχεν, ὅσα µηδὲ προσεδόκησέ τίς ποτε· πῶς µετὰ τὴν τοσαύτην φιλοτιµίαν τε καὶ οἰκείωσιν οὐ προσήσεταί σε ἐν τοῖς ἑξῆς; Μὴ τοίνυν µοι λέγε· Πάλιν ἐλπίδες, πάλιν προσδοκίαι, πάλιν πίστις. Οὕτω γὰρ ἐξ ἀρχῆς ἐσώθης, καὶ ταύτην τὴν προῖκα εἰσήνεγκας τῷ νυµφίῳ µόνον. Κάτεχε τοίνυν αὐτὴν καὶ διατήρει. Ἂν γὰρ ἐνταῦθα πάντα ἀπαιτῇς ἀπώλεσάς σου τὸ κατόρθωµα, δι' οὗ λαµπρὸς ἐγένου.∆ ιὸ καὶ ἐπάγει λέγων· Ἐλπὶς δὲ βλεποµένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέποµεν, ἐλπίζοµεν, δι' ὑποµονῆς ἀπεκδεχόµεθα. Τουτέστιν· Εἰ πάντα ἐνταῦθα µέλλεις ζητεῖν, τίς χρεία ἐλπίδος; Τί οὖν ἐστιν ἡ ἐλπίς; Τὸ τοῖς µέλλουσι θαῤῥεῖν. Τί γὰρ µέγα αἰτεῖ παρὰ σοῦ ὁ Θεὸς, αὐτὸς ὁλόκληρα οἴκοθεν διδοὺς τὰ ἀγαθά; Ἓν αἰτεῖ παρὰ σοῦ µόνον, ἐλπίδα, ἵνα ἔχῃς τι καὶ αὐτὸς συνεισενεγκεῖν εἰς τὴν σὴν σωτηρίαν· ὅπερ οὖν καὶ αἰνιττόµενος ἐπήγαγεν· Εἰ δὲ ὃ οὐ βλέποµεν, ἐλπίζοµεν, δι' ὑποµονῆς ἀπεκδεχόµεθα. Ὥσπερ γὰρ τὸν πονοῦντα καὶ ταλαιπωροῦντα καὶ µυρία κάµνοντα, οὕτω καὶ τὸν ἐλπίζοντα ὁ Θεὸς στεφανοῖ· τὸ γὰρ τῆς ὑποµονῆς ὄνοµα ἱδρώτων ἐστὶν ὄνοµα καὶ καρτερίας πολλῆς. Ἀλλ' ὅµως ἐχαρίσατο καὶ τοῦτο τῷ ἐλπίζοντι, ἵνα παραµυθήσηται τὴν ἀποκαµοῦσαν ψυχήν.
14.7
Εἶτα δεικνὺς, ὅτι πρὸς τὸ κοῦφον τοῦτο πολλῆς ἀπολαύοµεν βοηθείας, ἐπάγει· Ὡσαύτως δὲ καὶ τὸ Πνεῦµα συναντιλαµβάνεται ταῖς ἀσθενείαις ἡµῶν. Τὸ µὲν γὰρ γίνεται σὸν, τὸ τῆς ὑποµονῆς· τὸ δὲ τῆς τοῦ Πνεύµατος χορηγίας, εἴς τε τὴν ἐλπίδα σε ἀλείφοντος καὶ δι' αὐτῆς πάλιν τοὺς πόνους σου κουφίζοντος. Εἶτα, ἵνα µάθῃς, ὅτι οὐκ ἐν τοῖς πόνοις σου µόνον καὶ τοῖς κινδύνοις παρέστηκεν αὕτη ἡ χάρις, ἀλλὰ καὶ ἐν τοῖς εὐκολωτάτοις δοκοῦσιν εἶναι συµπράττει, καὶ πανταχοῦ τὴν παρ' ἑαυτῆς εἰσφέρει συµµαχίαν, ἐπήγαγε λέγων· Τὸ γὰρ τί προσευξώµεθα καθ' ὃ δεῖ, οὐκ οἴδαµεν. Ταῦτα δὲ ἔλεγε, τήν τε πολλὴν τοῦ Πνεύµατος πρόνοιαν ἐµφαίνων τὴν περὶ ἡµᾶς, καὶ παιδεύων αὐτοὺς, µὴ πάντως ἐκεῖνα νοµίζειν εἶναι συµφέροντα, ἃτοῖς λογισµοῖς φαίνεται τοῖς ἀνθρωπίνοις. Ἐπειδὴ γὰρ ἦν εἰκὸς αὐτοὺς µαστιζοµένους, ἐλαυνοµένους, µυρία πάσχοντας δεινὰ, ἄνεσιν ζητεῖν, καὶ νοµίζειν αὐτοῖς λυσιτελεῖν καὶ ταύτηναἰτεῖν παρὰ τοῦ Θεοῦ τὴν χάριν, λέγει· Μὴ πάντως τὰ δοκοῦντα ὑµῖν εἶναι συµφέροντα, ταῦτα καὶ εἶναι νοµίζετε. Καὶ γὰρ εἰς τοῦτο τῆς τοῦ Θεοῦ δεόµεθα βοηθείας· οὕτως ἐστὶν ἀσθενὴς ὁ ἄνθρωπος, καὶ καθ' ἑαυτὸν οὐδέν.∆ ιὸ καὶ ἔλεγε· Τὸ γὰρ τί προσευξώµεθα καθ' ὃ δεῖ, οὐκ οἴδαµεν. Ἵνα γὰρ µηκέτι ὁ µαθητὴς αἰσχύνηται τὴν ἄγνοιαν, ἔδειξε καὶ τοὺς διδασκάλους ἐν τοῖς αὐτοῖς ὄντας. Οὐ γὰρ εἶπεν, Οὐκ οἴδατε, ἀλλ', Οὐκ οἴδαµεν. Καὶ ὅτι οὐ µετριάζων ταῦτα ἔλεγεν, ἐδήλωσε δι' ἑτέρων. Καὶ γὰρ ἀδιαλείπτως ἐπὶ τῶν προσευχῶν αὐτοῦ τὴν Ῥώµην ἰδεῖν ἐδεῖτο, καὶ οὐχ ὅτε ἐδεῖτο, τότε ἐπέτυχε· καὶ ὑπὲρ τοῦ σκόλοπος τοῦ δεδοµένου αὐτῷ ἐν τῇ σαρκὶ, τουτέστι, ὑπὲρ τῶν κινδύνων πολλάκις παρεκάλεσε, καὶ ὁλοσχερῶς ἀπέτυχε· καὶ ὁ Μωϋσῆς δὲ ἐν τῇ Παλαιᾷ ὑπὲρ τοῦ τὴν Παλαιστίνην ἰδεῖν δεόµενος, καὶ ὁ Ἱερεµίας ὑπὲρ Ἰουδαίων ἱκετεύων, καὶ ὁ Ἀβραὰµ ὑπὲρ Σοδοµιτῶν ἐντυγχάνων. Ἀλλ' αὐτὸ τὸ πνεῦµα ὑπερεντυγχάνει ὑπὲρ ἡµῶν στεναγµοῖς ἀλαλήτοις. Ἀσαφὲς τὸ εἰρηµένον διὰ τὸ πολλὰ τῶν τότε γινοµένων θαυµάτων πεπαῦσθαι νῦν.∆ ιόπερ ἀναγκαῖον διδάξαι ὑµᾶς τὴν τότε κατάστασιν, καὶ οὕτω σαφέστερος λοιπὸν ἔσται ὁ λόγος. Τίς οὖν ἡ τότε κατάστασις ἦν;∆ ιάφορα πᾶσι τοῖς τότε βαπτιζοµένοις ἐδίδου χαρίσµατα ὁ Θεὸς, ἃ δὴ καὶ πνεύµατα ἐκαλεῖτο· Πνεύµατα γὰρ προφητῶν προφήταις ὑποτάσσεται, φησί. Καὶ ὁ µὲν εἶχε προφητείας χάρισµα, καὶ προέλεγε τὰ µέλλοντα· ὁ δὲ σοφίας, καὶ ἐδίδασκε τοὺς πολλούς· ὁ δὲ ἰαµάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας· ὁ δὲ δυνάµεων, καὶ ἤγειρε τοὺς νεκρούς· ὁ δὲ γλωσσῶν, καὶ διαφόροις ἐλάλει φωναῖς. Μετὰ δὲ τούτων ἁπάντων ἦν καὶ εὐχῆς χάρισµα, ὃ καὶ αὐτὸ πνεῦµα ηὔχετο. Ἐπειδὴ γὰρ πολλὰ τῶν συµφερόντων ἡµῖν ἀγνοοῦντες, τὰ µὴ συµφέροντα αἰτοῦµεν, ἤρχετο χάρισµα εὐχῆς εἰς ἕνα τινὰ τῶν τότε, καὶ τὸ κοινῇ συµφέροντῆς Ἐκκλησίας ἁπάσης αὐτός τε ὑπὲρ ἁπάντων ἵστατο αἰτῶν, καὶ τοὺς ἄλλους ἐπαίδευε. Πνεῦµα τοίνυν ἐνταῦθα καλεῖ τό τε χάρισµα τὸ τοιοῦτον, καὶ τὴν ψυχὴν τὴν δεχοµένην τὸ χάρισµα καὶ ἐντυγχάνουσαν τῷ Θεῷ καὶ στενάζουσαν. Ὁ γὰρ τοιαύτης καταξιωθεὶς χάριτος, ἑστὼς µετὰ πολλῆς τῆς κατανύξεως, µετὰ πολλῶν τῶν στεναγµῶν τῶν κατὰ διάνοιαν τῷ Θεῷ προσπίπτων, τὰ συµφέροντα πᾶσιν αἰτεῖ. Οὗ καὶ νῦν σύµβολόν ἐστιν ὁ διάκονος τὰς ὑπὲρ τοῦ δήµου ἀναφέρων εὐχάς. Τοῦτο τοίνυν δηλῶν ὁ Παῦλος ἔλεγεν· Αὐτὸ τὸ πνεῦµα ἐντυγχάνει ὑπὲρ ἡµῶν στεναγµοῖς ἀλαλήτοις. Ὁ δὲ ἐρευνῶν τὰς καρδίας. Ὁρᾷς, ὅτι οὐ περὶ τοῦ Παρακλήτου ὁ λόγος, ἀλλὰ περὶ τῆς καρδίας τῆς πνευµατικῆς; ἐπεὶ εἰ µὴ τοῦτο ἦν, ἔδει εἰπεῖν· Ὁ δὲ ἐρευνῶν τὸ Πνεῦµα. Ἀλλ' ἵνα µάθῃς, ὅτι περὶ ἀνθρώπου ὁ λόγος πνευµατικοῦ, καὶ χάρισµα ἔχοντος εὐχῆς, ἐπήγαγεν· Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνηµα τοῦ πνεύµατος· τουτέστι, τοῦ ἀνθρώπου τοῦ πνευµατικοῦ· ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. Οὐ γὰρ ἀγνοοῦντα, φησὶ, διδάσκει τὸν Θεὸν, ἀλλὰ τοῦτο γίνεται, ἵνα ἡµεῖς µάθωµεν εὔχεσθαι ταῦτα ἃ χρὴ, καὶ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ δοκοῦντα αὐτῷ· τοῦτο γάρ ἐστι τὸ, Κατὰ Θεόν. Ὥστε καὶ παρακλήσεως ἕνεκεν ἐγίνετο τοῦτο τῶν προσιόντων, καὶ διδασκαλίας ἀρίστης· καὶ γὰρ ὁ παρέχων καὶ τὰ χαρίσµατα καὶ τὰ µυρία διδοὺς ἀγαθὰ, ὁ Παράκλητος ἦν. Ταῦτα γὰρ πάντα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦµα. Καὶ τῆς ἡµετέρας παιδεύσεως ἕνεκεν τοῦτο γίνεται, καὶ τοῦ δειχθῆναι τοῦ Πνεύµατος τὴν ἀγάπην, ὅτι µέχρι τοσούτου συγκαταβαίνει. Ὅθεν καὶ τὸ ἀκούεσθαι ἐγίνετο τῷ εὐχοµένῳ, διὰ τὸ κατὰ Θεὸν γίνεσθαι τὴν εὐχήν. Ὁρᾷς δι' ὅσων αὐτοὺς παιδεύει τὴν ὑπὲρ αὐτῶν ἀγάπην καὶ τὴν τιµὴν τὴν γινοµένην εἰς αὐτούς;
14.8
Τί γὰρ οὐκ ἐποίησε δι' ἡµᾶς ὁ Θεός; Φθαρτὸν τὸν κόσµον δι' ἡµᾶς, καὶ ἄφθαρτον ἐποίησε δι' ἡµᾶς· κακωθῆναι τοὺς προφήτας συνεχώρησε δι' ἡµᾶς, εἰς αἰχµαλωσίαν ἔπεµψε δι' ἡµᾶς, εἰς κάµινον ἀφῆκεν ἐµπεσεῖν δι' ἡµᾶς, τὰ µυρία ὑποµεῖναι κακά. Καὶ προφήτας δὲ δι' ἡµᾶς αὐτοὺς ἐποίησε, καὶ ἀποστόλους δι' ἡµᾶς· τὸν Μονογενῆ δι' ἡµᾶς ἐξέδωκε, τὸν διάβολον δι' ἡµᾶς κολάζει· ἐκάθισεν ἡµᾶς ἐν δεξιᾷ· ὠνειδίσθη δι' ἡµᾶς· Οἱ ὀνειδισµοὶ γὰρ, φησὶ, τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐµέ. Ἀλλ' ὅµως µετὰ τοσαῦτα ἀφισταµένους ἡµᾶς οὐκ ἀφίησιν, ἀλλὰ καὶ παρακαλεῖ πάλιν, καὶ ἑτέρους παρασκευάζει παρακαλεῖν ὑπὲρ ἡµῶν, ἵνα ἡµῖν χαρίσηται· ὅπερ ἐπὶ τοῦ Μωϋσέως γέγονε. Καὶ γὰρ ἐκείνῳ φησίν· Ἄφες µε, καὶ ἐξαλείψω αὐτούς· ἵνα αὐτὸν ἐµβάλῃ εἰς τὴν ὑπὲρ ἐκείνων ἱκετηρίαν· καὶ νῦν τὸ αὐτὸ ποιεῖ.∆ ιὰ τοῦτο καὶ χάρισµα εὐχῆς ἐδίδου. Ἐποίει δὲ τοῦτο, οὐκ αὐτὸς παρακλήσεως δεόµενος, ἀλλ' ἵνα ἡµεῖς µὴ, ἁπλῶς σωζόµενοι, φαυλότεροι καταστῶµεν.∆ ιά τοι τοῦτο πολλάκις διὰ τὸν∆ αυῒδ καὶ τὸν δεῖνα καὶ τὸν δεῖνά φησιν αὐτοῖς καταλλάττεσθαι, τοῦτο αὐτὸ κατασκευάζων πάλιν, ἵνα καὶ σχῆµα ἐπιτεθῇτῇ καταλλαγῇ· καίτοι µειζόνως ἂν αὐτὸς ἐφάνη φιλάνθρωπος, εἰ µὴ διὰ τὸν δεῖνα καὶ τὸν δεῖνα, ἀλλὰ δι' ἑαυτὸν ἔλεγεν αὐτοῖς ἀφεῖναι τὴν ὀργήν. Ἀλλ' οὐχ οὕτω τοῦτο ἐσπούδακεν, ὡς τὸ τοῖς σωζοµένοις µὴ γενέσθαι ῥᾳθυµίας ἀφορµὴν τὴν τῆς καταλλαγῆς ὑπόθεσιν.∆ ιὰ τοῦτο καὶ τῷ Ἱερεµίᾳ ἔλεγε· Μὴ ἀξίου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσοµαί σου· οὐχὶ παῦσαι αὐτὸν θέλων ἀξιοῦντα( πολὺ γὰρ ἐπιθυµεῖ τῆς σωτηρίας τῆς ἡµετέρας), ἀλλ' ἐκείνους φοβῆσαι· ὅπερ οὖν καὶ ὁ προφήτης συνιδὼν, οὐκ ἐπαύσατο ἀξιῶν. Καὶ ἵνα µάθῃς, ὅτι οὐκ ἀποστῆσαι αὐτὸν θέλων, ἀλλ' ἐντρέψαι, ταῦτα ἔλεγεν, ἄκουσον τί φησιν· Ἢ οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσι; Καὶ πρὸς τὴν πόλιν δὲ ὅταν λέγῃ· Ἐὰν ἀποπλύνῃ νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐναντίον µου· οὐχ ἵνα εἰς ἀπόγνωσιν ἐµβάλῃ, λέγει, ἀλλ' ἵνα εἰς µετάνοιαν διαναστήσῃ. Ὥσπερ γὰρ ἐπὶ τῶν Νινευϊτῶν ἀδιορίστως εἰπὼν τὴν ἀπόφασιν, καὶ µὴ ὑποτείνας χρηστὰς ἐλπίδας, µᾶλλον ἐφόβησε καὶ εἰς µετάνοιαν ἤγαγεν· οὕτω καὶ ἐνταῦθα ποιεῖ, ἐκείνους τε διεγείρων καὶ τὸν προφήτην αἰδεσιµώτερον κατασκευάζων, ἵνα κἂν οὕτως αὐτοῦ ἀκούσωσιν. Εἶτα ἐπειδὴ ἔµενον ἀνίατα νοσοῦντες, καὶ οὐδὲ τῶν ἄλλων ἀπενεχθέντων ἐσωφρονίσθησαν, τὸ µὲν πρῶτον παραινεῖ µένειν αὐτόθι· ὡς δὲ οὐκ ἠνείχοντο, ἀλλ' ηὐτοµόλουν εἰς Αἴγυπτον, τοῦτο µὲν συνεχώρησεν, αἰτεῖ δὲ παρ' αὐτῶν τὸ µὴ µετ' Αἰ γύπτου καὶ πρὸς τὴνἀσέβειαν αὐτοµολῆσαι. Ὡς δὲ οὐδὲ τοῦτο ἐπείσθησαν, συµπέµπει τὸν προφήτην αὐτοῖς, ὥστε µὴ τέλεον ἐξοκεῖλαι λοιπόν. Ἐπειδὴ γὰρ αὐτοὶ οὐκ ἠκολούθησαν αὐτῷ καλοῦντι, αὐτὸς αὐτοῖς ἕπεται λοιπὸν διορθούµενος, καὶ κωλύων προσωτέρω φέρεσθαι τῆς κακίας καθάπερπατὴρ φιλόστοργος παιδίῳ δυστυχῶς ἔχοντι πρὸς ἅπαντα, πανταχοῦ συµπεριάγων καὶ συµπεριακολουθῶν.∆ ιὰ δὴ τοῦτο οὐκ εἰς Αἴγυπτον µόνον τὸν Ἱερεµίαν, ἀλ λὰ καὶ εἰς Βαβυλῶνα τὸν Ἰεζεκιὴλ ἔπεµπεν. Οἱ δὲ οὐκ ἀντέλεγον. Ἐπειδὴ γὰρ τὸν ἑαυτῶν∆ εσπότην εἶδον σφόδρα αὐτοὺς φιλοῦντα, καὶ αὐτοὶ τοῦτο ποιοῦντες διετέλουν· ὥσπερ ἂν εἴ τις υἱὸν ἄχρηστον δοῦλος εὐγνώµων ἐλεήσειεν, ὁρῶν τὸν πατέρα ἀλγοῦντα ὑπὲρ αὐτοῦ καὶ κοπτόµενον. Τί γὰρ οὐκ ἔπασχον δι' αὐτούς; Ἐπρίζοντο, ἠλαύνοντο, ὠνειδίζοντο, ἐλιθάζοντο, µυρία ἔπασχον δεινά· καὶ µετὰ ταῦτα ἅπαντα, πρὸς αὐτοὺς ἔτρεχον πάλιν. Καὶ γὰρ ὁ Σαµουὴλ οὐ διέλειπε πενθῶν τὸν Σαοὺλ, καίτοι γε χαλεπῶς ὑβρισθεὶς παρ' αὐτοῦ, καὶ τὰ ἀνήκεστα παθών· ἀλλ' ὅµως οὐδενὸς ἐκείνων ἐµέµνητο. Τῷ δὲ Ἰουδαίων δήµῳ καὶ θρήνους γραπτοὺς ὁ Ἱερεµίας συνέθηκε· καὶ τοῦ στρατηγοῦ τῶν Περσῶν διδόντος αὐτῷ µετὰ ἀδείας οἰκεῖν καὶ ἐλευθερίας ἁπάσης ὅπου βούλοιτο, προετίµησε τῆς οἴκοι διατριβῆς τὴν τοῦλαοῦ κακουχίαν καὶ τὴν ἐν ἀλλοτρίᾳ ταλαιπωρίαν. Οὕτω καὶ Μωϋσῆς τὰ βασίλεια καὶ τὴν ἐκεῖ διατριβὴν ἀφεὶς, πρὸς τὰς ἐκείνων ἔδραµε συµφοράς. Καὶ∆ ανιὴλ δὲ ἐν εἰκοσιὲξ ἡµέραις ἄσιτος ἔµεινεν, ἄγχων ἑαυτὸν τῇ βαρυτάτῃ νηστείᾳ, ἵνα τὸν Θεὸν αὐτοῖς καταλλάξῃ· καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ἐν καµίνῳ ὄντες καὶ τοσούτῳ πυρὶ, τὴν ὑπὲρ αὐτῶν ἱκετηρίαν ἀνέφερον. Οὐ γὰρ δὴ ὑπὲρ ἑαυτῶν ἤλγουν τῶν σεσωσµένων· ἀλλ' ἐπειδὴ τότε µάλιστα ᾤοντο παῤῥησίαν ἔχειν, διὰ τοῦτο ὑπὲρ αὐτῶν ἐδέοντο.∆ ιὸ καὶ ἔλεγον· Ἐν ψυχῇ συντετριµµένῃ καὶ πνεύµατι ταπεινώσεως προσδεχθείηµεν.∆ ιὰ τούτους καὶ Ἰησοῦς τὰ ἱµάτια διέῤῥηξε· διὰ τούτους καὶ Ἰεζεκιὴλ ἐθρήνει καὶ ὠλοφύρετο κατακοπτοµένους ὁρῶν· καὶ Ἱερεµίας ἔλεγεν· Ἄφετέ µε, πικρῶς κλαύσοµαι. Καὶ πρὸ τούτου δὲ, ἐπειδὴ ἀξιῶσαι ὑπὲρ συγχωρήσεως τῶν δεινῶν παντελοῦς οὐκ ἐτόλµα, προθεσµίαν ἐζήτει λέγων· Ἕως πότε, Κύριε; φιλόστοργον γὰρ ἅπαν τὸ τῶν ἁγίων γένος.∆ ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ Θεοῦ ἅγιοι, σπλάγχνα οἰκτιρµῶν, χρηστότητα, ταπεινοφροσύνην.
14.9
Ὁρᾷς τὴν ἀκρίβειαν τοῦ ῥήµατος, καὶ πῶς διηνεκῶς ἐλεήµονας ἡµᾶς βούλεται εἶναι; Οὐ γὰρ εἶπεν, Ἐλεήσατε, ἁπλῶς, ἀλλ', Ἐνδύσασθε· ἵνα ὥσπερ τὸ ἱµάτιον ἀεὶ µεθ' ἡµῶν ἐστιν, οὕτω καὶ ἡ ἐλεηµοσύνη. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐλεηµοσύνην, ἀλλὰ, Σπλάγχνα οἰκτιρµῶν, ἵνα φυσικὴν µιµησώµεθα φιλοστοργίαν. Ἀλλ' ἡµεῖς τἀναντία ποιοῦµεν· κἂν προσέλθῃ τις αἰτῶν ὀβολὸν ἕνα, ὑβρίζοµεν, λοιδοροῦµεν, ἐπιθέτην καλοῦµεν. Οὐ φρίττεις, ἄνθρωπε, οὐκ ἐρυθριᾷς, ἐπιθέτην ὑπὲρ ἄρτου καλῶν; Εἰ δὲ καὶ ἐπίθεσιν ὁ τοιοῦτος ποιεῖ, διὰ τοῦτο καὶ ἐλεεῖσθαι δίκαιος, ὅτι οὕτως ὑπὸ λιµοῦ πιέζεται ὡς τοιοῦτον ὑποδῦναι προσωπεῖον. Καὶ τοῦτο τῆς ἡµετέρας ὠµότητος ἔγκληµα. Ἐπειδὴ γὰρ εὐκόλως παρέχειν οὐκ ἀνεχόµεθα, µυρίας ἀναγκάζονται ἐπινοεῖν µηχανὰς, ὥστε ἡµῶν σοφίσασθαι τὴν ἀπανθρωπίαν, καὶ τὴντραχύτητα καταµαλάξαι. Ἄλλως δὲ, εἰ µὲν ἀργύριον ᾔτει καὶ χρυσίον, εἶχεν ἄν σοι τὰ τῆς ὑποψίας λόγον· εἰ δὲ ὑπὲρ ἀναγκαίας σοι τροφῆς προσέρχεται, τί φιλοσοφεῖς ἀκαίρως, καὶ ἀκριβολογεῖ περιττὰ, ἀργίαν ἐγκαλῶν καὶ ὄκνον; Εἰ γὰρ δεῖ ταῦτα λέγειν, οὐχ ἑτέροις, ἀλλ' ἡµῖν αὐτοῖς ἐπιλέγειν δεῖ. Ὅταν γοῦν τῷ Θεῷ προσίῃς ἁµαρτηµάτων αἰτῶν συγχώρησιν, τούτων ἀναµνήσθητι τῶν ῥηµάτων, καὶ γνώσῃ ὅτι δικαιότερον ταῦτα αὐτὸς ἀκούσῃπαρὰ τοῦ Θεοῦ, ἢ ὁ πένης παρὰ σοῦ. Ἀλλ' ὅµως οὐδέποτε πρὸς σὲ ταῦτα εἶπε τὰ ῥήµατα ὁ Θεὸς, οἷον, Ἀπόστηθι· καὶ γὰρ ἐπιθέτης εἶ, εἰς µὲν ἐκκλησίαν εἰσιὼν συνεχῶς, καὶ νόµων ἀκούων τῶν ἐµῶν, ἐν δὲ τῇ ἀγορᾷ καὶ χρυσίον καὶ ἐπιθυµίαν καὶ φιλίαν καὶ πάνταἁπλῶς προτιµῶν τῶν ἐµῶν ἐπιταγµάτων· καὶ νῦν µὲν ταπεινὸς γίνῃ, µετὰ δὲ τὴν εὐχὴν καὶ θρασὺς καὶ ὠµὸς καὶ ἀπάνθρωπος· ἄπιθι τοίνυν ἐντεῦθεν, καὶ µηκέτι µοι πρόσιθι. Ταῦτα γὰρ, καὶ τούτων πλείονα ἀκούειν ἦµεν ἄξιοι· ἀλλ' ὅµως οὐδέποτε τοιοῦτον οὐδὲν ὠνείδισεν, ἀλλὰ καὶ µακροθυµεῖ καὶ τὰ παρ' ἑαυτοῦ πάντα πληροῖ, καὶ πλείονα ὧν αἰτοῦµεν δίδωσι. Ταῦτ' οὖν ἐννοοῦντες, λύσωµεν τὴν πενίαν τοῖς δεοµένοις, κἂν ἐπίθεσιν ποιῶσι, µὴ ἀκριβολογώµεθα. Τοιαύτης γὰρ καὶ ἡµεῖς χρῄζοµεν σωτηρίας τῆς µετὰ συγγνώµης, τῆς µετὰ φιλανθρωπίας, τῆς µετὰ ἐλέους πολλοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τῶν καθ' ἡµᾶς ἐξεταζοµένων ἀκριβῶς, σωθῆναί ποτε, ἀλλ' ἀνάγκη κολασθῆναι καὶ ἀπολέσθαι πάντας. Μὴ τοίνυν γινώµεθα ἑτέρων πικροὶ δικασταὶ, ἵνα µὴ καὶ ἡµεῖς ἀκριβεῖς ἀπαιτηθῶµεν εὐθύνας· καὶ γὰρ ἔχοµεν ἁµαρτήµατα συγγνώµης πάσης µείζονα. Ὥστε ἐκείνους µᾶλλον ἐλεῶµεν τοὺς τὰ ἀσύγγνωστα ἁµαρτάνοντας, ἵνα καὶ αὐτοὶ τοιοῦτον ἑαυτοῖς προαποθώµεθα ἔλεον· καίτοι ὅσα ἂν φιλοτιµησώµεθα, οὐδέποτε δυνησόµεθα τοιαύτην εἰσενεγκεῖν φιλανθρωπίαν, οἵας χρῄζοµεν ἡµεῖς παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Πῶς οὖν οὐκ ἄτοπον, τοσούτων ὄντας ἐν χρείᾳ αὐτοὺς, ἀκριβολογεῖσθαι περὶ τοὺς ἡµετέρους συνδούλους, καὶ καθ' ἑαυτῶν ἅπαντα πράττειν; Οὐ γὰρ οὕτως ἐκεῖνον ἀνάξιον ἀποφαίνεις τῆς εὐεργεσίας τῆς σῆς, ὡς ἑαυτὸν τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Ὁ γὰρ περὶ τὸν σύνδουλον ἀκριβολογούµενος πολλῷ µᾶλλον τὸν Θεὸν ἕξει τοῦτο ποιοῦντα. Μὴ τοίνυν καθ' ἡµῶν φθεγγώµεθα, ἀλλὰ κἂν διὰ ῥᾳθυµίαν, κἂν δι' ἀργίαν προσίωσιν, ἡµεῖς παρέχωµεν. Καὶ γὰρ καὶ ἡµεῖς πολλὰ διὰ ῥᾳθυµίαν ἁµαρτάνοµεν, µᾶλλον δὲ ἅπαντα διὰ ῥᾳθυµίαν, καὶ οὐκ ἀπαιτεῖ δίκην ἡµᾶς εὐθέως ὁ Θεὸς, ἀλλὰ δίδωσιπροθεσµίαν µετανοίας ἡµῖν, τρέφων καθ' ἑκάστην ἡµέραν, παιδεύων, διδάσκων, τὰ ἄλλα πάντα χορηγῶν, ἵνα καὶ ἡµεῖς ζηλώσωµεν αὐτοῦ τὸν ἔλεον τοῦτον. Καταλύσωµεν τοίνυν τὴν ὠµότητα ταύτην, ἐκβάλωµεν τὴν θηριωδίαν, ἅτε ἑαυτοὺς µᾶλλον ἢ ἑτέρους εὐεργετοῦντες. Τούτοις µὲν γὰρ ἀργύριον διδόαµεν καὶ ἄρτον καὶ ἱµάτιον, ἡµῖν δὲ αὐτοῖς µεγίστην προαποτιθέµεθα δόξαν, καὶ ἣν οὐκ ἔνι παραστῆσαι λόγῳ. Τὰ γὰρ σώµατα ἄφθαρτα ἀπολαβόντες, συνδοξασόµεθα καὶ συµβασιλεύσοµεν τῷ Χριστῷ· τοῦτο δὲ ἡλίκον ἐστὶν, ἐντεῦθεν εἰσόµεθα, µᾶλλον δὲ σαφῶς µὲν οὐδαµόθεν εἰσόµεθα νῦν· ὥστε δὲ ἀπὸ τῶν παρ' ἡµῖν ἀγαθῶν ἀναχθέντας µικρὰν γοῦν τινα αὐτοῦ λαβεῖν ἔννοιαν, ὡςἂνοἷόςτε ὦ, παραστῆσαι πειράσοµαι τὸ εἰρηµένον. Εἰπὲ γάρ µοι, εἴ τίς σε γεγηρακότα καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο ἐξαίφνης ποιήσειν νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκµὴν, καὶ σφόδραἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ ἅπαντας κατασκευάζειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, βασιλείαν εἰρήνην ἔχουσαν βαθυτάτην, τί οὐκ ἂνὑπὲρ ταύτης τῆς ὑποσχέσεως εἴλου ποιῆσαι καὶ παθεῖν; Ἰδοὺ τοίνυν ὁ Χριστὸς οὐχὶ ταῦτα, ἀλλὰ πολλῷ µείζονα τούτων ἐπαγγέλλεται. Οὐδὲ γὰρ ὅσον γήρως καὶ νεότητος τὸ µέσον, τοσοῦτον φθορᾶς καὶ ἀφθαρσίας τὸ διάφορον· οὐδὲ ὅσον βασιλείας καὶ πενίας, τοσοῦτον τῆς δόξης τῆς µελλούσης καὶ τῆς παρούσης, ἀλλ' ὅσον ὀνειράτων καὶ ἀληθείας.
14.10
Μᾶλλον δὲ οὐδὲν οὐδέπω εἴρηκα· οὐδὲ γάρ ἐστι λόγος ἱκανὸς παραστῆσαι τὸ µέγεθος τῆς διαφορᾶς τῶν ἐσοµένων πρὸς τὰ παρόντα· χρόνου δὲ ἕνεκεν οὐδὲ ὅλως ἔστιν ἐννοῆσαι διαφοράν. Πῶς γὰρ ἄν τις παραβάλοι τοῖς παροῦσι ζωὴν τέλος οὐκ ἔχουσαν; Τῆς δὲ εἰρήνης τοσοῦτον τὸ µέσον πρὸς τὴν παροῦσαν, ὅσον εἰρήνης καὶ πολέµου τὸ διάφορον· καὶ τῆς ἀφθαρσίας, ὅσον βώλου πηλίνης ὁ καθαρὸς µαργαρίτης ἀµείνων· µᾶλλον δὲ ὅσον ἂν εἴπῃ τις, οὐδὲν παραστῆσαι δυνήσεται. Κἂν γὰρ τῷ τῆς ἀκτῖνος παραβάλω φωτὶ τὸ κάλλος τῶν τότε σωµάτων, κἂν ἀστραπῇ τῇ φανοτάτῃ, οὐδὲν οὐδέπω τῆς λαµπρότητος ἄξιον ἐκείνης ἐρῶ. Ὑπὲρ δὴ τούτων πόσα οὐκ ἄξιον προέσθαι καὶ χρήµατα καὶ σώµατα, µᾶλλον δὲ πόσας οὐκ ἄξιον προέσθαι ψυχάς; Νῦν µὲν εἰ µέν τίς σε εἰς βασίλεια εἰσῆγε, καὶ πάντων παρόντων διαλεχθῆναί σοι παρεσκεύασε τὸν βασιλέα, καὶ ὁµοτράπεζον καὶ ὁµοδίαιτον ἐποίειαὐτῷ, πάντων ἂν ἔφης σαυτὸν εἶναι µακαριώτερον· εἰς δὲ τὸν οὐρανὸν µέλλων ἀναβαίνειν, καὶ παρ' αὐτὸν ἑστάναι τὸν τῶν ὅλων βασιλέα, καὶ ἀντιλάµπειν τοῖς ἀγγέλοις, καὶ τῆς ἀποῤῥήτου δόξηςἀπολαύειν ἐκείνης, ἀµφιβάλλεις εἰ δεῖ προέσθαι χρήµατα, δέον, εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι τῇ ἡδονῇ. Σὺ δὲ ἵνα µὲν ἀρχὴν λάβῃς τὴν παρέχουσάν σοι κλοπῶν ἀφορµὰς( οὐ γὰρ ἂν εἴποιµι κέρδος τὸ τοιοῦτον ἐγὼ), καὶ τὰ ὄντα ἐκβάλλεις, καὶ τὰἑτέρων δανεισάµενος, εἰ δέοι, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ὑποθέσθαι οὐ κατοκνεῖς· τῆς δὲ βασιλείας τῶν οὐρανῶν προκειµένης, τῆς οὐδένα διάδοχον ἐχούσης ἀρχῆς, καὶ τοῦ Θεοῦ κελεύοντος οὐ µέρος γωνίας γῆς, ἀλλ' ὁλόκληρον λαβεῖντὸν οὐρανὸν, ὀκνεῖς καὶ ἀναδύῃ, καὶ πρὸς χρήµατα κέχηνας, καὶ οὐκ ἐννοεῖς, ὅτι εἰ τὰ πρὸς ἡµᾶς τοῦ οὐρανοῦ ἐκείνου µέρη οὕτω καλὰ καὶ τερπνὰ, ἡλίκα τὰ ἄνω, καὶὁ τοῦ οὐρανοῦ οὐρανός; Ἀλλ' ἐπειδὴ τέως σώµατος ὀφθαλµοῖς ταῦτα ἰδεῖν οὐκ ἔνι, ἀνάβηθι τῷ λογισµῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸνἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ φρίκης γέµον, εἰς τοὺς τῶν ἀγγέλων δήµους, εἰς τὰ στίφη τῶν ἀρχαγγέλων τὰ ἄπειρα, εἰς τὰςἄλλας τὰς ἀσωµάτους δυνάµεις. Καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ' ἡµῖν εἰκόνος καταβὰς ἄνωθεν, καὶ ὑπόγραψον τὰ περὶ τὸν βασιλέα τὸν παρ' ἡµῖν, οἷον ἄνδρας χρυσοφοροῦντας, καὶζεύγη λευκῶν ἡµιόνων χρυσῷ καλλωπιζοµένων, καὶ ὀχήµατα λιθοκόλλητα, καὶ στρωµνὴν χιονώδη, καὶ πέταλα τοῖς ὀχήµασι περισειόµενα, καὶ δράκοντας ἐνἱµατίοις σχηµατιζοµένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀµφαλοὺς, καὶ τελαµῶνας ἐκ τούτων πρὸς τὰς ἄντυγας ἄνω διὰ πολλῶν ἐκτεινοµένας λίθων, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς. Ἀλλ' ὅταν τὸν βασιλέα ἴδωµεν, οὐδὲν τούτων λοιπὸν ὁρῶµεν· ἐκεῖνος γὰρ ἡµᾶς ἐπιστρέφει µόνος, καὶ τὰ πορφυρᾶ ἱµάτια, καὶ τὸ διάδηµα, καὶ ἡ καθέδρα, καὶ ἡ περόνη, καὶ τὰ ὑποδήµατα, ἡ πολλὴ τῆς ὄψεως λαµπηδών. Ταῦτ' οὖν ἅπαντα συναγαγὼν ἀκριβῶς, ἀπὸ τούτων πάλιν µετάθες ἐπὶ τὰ ἄνω τὸν λογισµὸν, καὶ τὴν ἡµέραν τὴν φοβερὰν ἐκείνην, καθ' ἣν ὁΧριστὸς παραγίνεται. Οὐ γὰρ ζεύγη ἡµιόνων ὄψει τότε, οὐδὲ ὀχήµατα χρυσᾶ, οὐδὲ δράκοντας καὶ ἀσπίδας, ἀλλ' ἃ πολλῆς γέµει φρίκης, καὶ τοσαύτην ἐµποιεῖ τὴνἔκπληξιν, ὡς καὶ αὐτὰς καταπλαγῆναι τὰς ἀσωµάτους δυνάµεις· Αἱ γὰρ δυνάµεις τῶν οὐρανῶν, φησὶ, σαλευθήσονται. Τότε γὰρ ἀνοίγεται πᾶς οὐρανὸς, καὶ τῶν ἁψίδων ἐκείνων ἀναπετάννυνται αἱ πύλαι, κάτεισι δὲ ὁ τοῦ Θεοῦ µονογενὴς Παῖς, οὐκ εἴκοσιν, οὐδὲἑκατὸν ἀνθρώπων δορυφορούντων αὐτὸν, ἀλλὰ χιλιάδων καὶ µυριάδων ἀγγέλων, ἀρχαγγέλων, τῶν Χερουβὶµ, τῶν Σεραφὶµ, τῶν ἄλλων δυνάµεων, καὶ πάνταἔσται φόβου καὶ τρόµου µεστὰ, τῆς γῆς ἀναῤῥηγνυµένης, τῶν πώποτε γενοµένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ Ἀδὰµ µέχρι τῆς ἡµέρας ἐκείνης, ἀπὸ γῆςἀναβαινόντων τε καὶ ἁρπαζοµένων ἁπάντων, αὐτοῦ µετὰ τῆς τοσαύτης φαινοµένου δόξης, ὡς καὶ τὴν σελήνην καὶ τὸν ἥλιον καὶ ἅπαν κρύπτεσθαι φῶς ὑπὸ τῆςαὐγῆς ἐκείνης καταλαµπόµενον. Τίς παραστήσει λόγος τὴν µακαριότητα ἐκείνην, τὴν λαµπρότητα, τὴν δόξαν; Οἴµοι ψυχή· καὶ γὰρ δακρῦσαί µοι νῦν ἔπεισι καὶ στενάξαι µέγα, ἐννοοῦντι ποίων ἐξεπέσοµεν ἀγαθῶν, οἵας ἀλλοτριούµεθα µακαριότητος· καὶ γὰρ ἀλλοτριούµεθα( τό γε ἐµαυτοῦ λέγω τέως), ἐὰν µή τι µέγα καὶ θαυµαστὸν ἐργασώµεθα. Μὴ τοίνυν µοι λεγέτω τις γέενναν ἐνταῦθα· καὶ γὰρ ἁπάσης γεέννης χαλεπώτερον τὸ τοσαύτης ἐκπεσεῖν τῆς δόξης, καὶ µυρίων κολάσεων χεῖρον τὸ τῆς λήξεως ἀλλοτριωθῆναι ἐκείνης. Ἀλλ' ὅµως ἔτι πρὸς τὰ παρόντα κεχήναµεν, καὶ οὐκ ἐννοοῦµεν τοῦ διαβόλου τὴν κακουργίαν, ὃς διὰ τῶν µικρῶν τὰ µεγάλα ἡµᾶς ἀφαιρεῖται, καὶδίδωσι πηλὸν ἵνα ἁρπάσῃ χρυσὸν, µᾶλλον δὲ ἵνα ἁρπάσῃ τὸν οὐρανὸν, καὶ δείκνυσι σκιὰν ἵνα ἐκβάλῃ τῆς ἀληθείας, καὶ ἐν ὀνείρασι φαντάζει( τοῦτο γὰρ ὁπαρὼν πλοῦτος), ἵνα ἡµέρας γενοµένης πάντων ἀποδείξῃ πενεστέρους.
14.11
Ταῦτ' οὖν ἐννοήσαντες, ὀψὲ γοῦν ποτε φύγωµεν τὸν δόλον, καὶ πρὸς τὰ µέλλοντα µεταστῶµεν. Οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἠγνοήσαµεν τοῦ παρόντος βίου τὸ ἐπίκηρον, τῶν πραγµάτων καθ' ἑκάστην ἡµέραν βοώντων σάλπιγγος λαµπρότερον τὴνπαροῦσαν εὐτέλειαν, τὸν γέλωτα, τὴν αἰσχύνην, τοὺς κινδύνους, τὰ βάραθρα. Ποίαν οὖν ἕξοµεν ἀπολογίαν, τὰ µὲν ἐπικίνδυνα καὶ αἰσχύνης γέµοντα µετὰ πολλῆς διώκοντες τῆς σπουδῆς, τὰ δὲ ἀσφαλῆ καὶ ἐνδόξους ἡµᾶς ποιοῦντακαὶ λαµπροὺς φεύγοντες, καὶ ὅλους ἑαυτοὺς τῇ τῶν χρηµάτων ἐκδιδόντες τυραννίδι; Καὶ γὰρ τυραννίδος ἁπάσης χαλεπωτέρα ἡ τούτων δουλεία· καὶ ἴσασιν ὅσοι αὐτῆς ἀπαλλαγῆναι κατηξιώθησαν. Ἵν' οὖν καὶ ὑµεῖς µάθητε τὴν καλὴν ταύτην ἐλευθερίαν, διαῤῥήξατε τὰ δεσµὰ, ἀποπηδήσατε τῆς παγίδος· καὶ µὴ κείσθω χρυσίον ὑµῖν ἐπὶ τῆς οἰκίας, ἀλλ', ὃ µυρίων χρηµάτων ἐστὶ τιµιώτερον, ἐλεηµοσύνη καὶ φιλανθρωπία ἀντὶ χρυσίου. Αὕτη µὲν γὰρ παῤῥησίαν πρὸς τὸν Θεὸν ἡµῖν δίδωσιν, ἐκεῖνο δὲ πολλὴν ἡµῖν καταχέει τὴν αἰσχύνην, καὶ σφοδρὸν ποιεῖ πνεῖν τὸν διάβολον καθ' ἡµῶν. Τί τοίνυν καθοπλίζεις σου τὸν ἐχθρὸν, καὶ ἰσχυρότερον ποιεῖς; Ὅπλισον τὴν σεαυτοῦ δεξιὰν κατ' ἐκείνου, καὶ τὸ κάλλος τῆς οἰκίας ἅπαν εἰς τὴν ψυχὴν εἰσάγαγε, καὶ τὸν πλοῦτον ἐν τῇ διανοίᾳ ἀπόθου ἅπαντα, καὶτὸ χρυσίον ἀντὶ κιβωτίου καὶ οἰκίας ὁ οὐρανὸς φυλαττέτω, καὶ πάντα ἡµεῖς περιβαλώµεθα τὰ ἡµέτερα· πολὺ γὰρ τῶν τοίχων βελτίους ἡµεῖς, καὶ τοῦ ἐδάφους σεµνότεροι. Τί τοίνυν ἡµᾶς αὐτοὺς ἀφέντες, εἰς ἐκεῖνα τὴν σπουδὴν ἅπασαν κενοῦµεν, ἅπερ ἀπιόντας οὐκ ἔνι λαβεῖν, πολλάκις δὲ οὐδὲ ἐνταῦθα µένονταςκατασχεῖν, παρὸν οὕτω πλουτεῖν, ὡς µὴ µόνον ἐνταῦθα, ἀλλὰ καὶ ἐκεῖ φαίνεσθαι εὐπορωτάτους; Ὁ γὰρ καὶ τὰ χωρία καὶ τὰς οἰκίας καὶ τὸ χρυσίον ἐπὶ τῆς ψυχῆς περιφέρων, ὅπουπερ ἂν φανῇ, µετὰ τοῦ πλούτου φαίνεται τούτου. Καὶ πῶς ἔνι τοῦτο γενέσθαι, φησίν; Ἔνι, καὶ µετὰ πλείονος εὐκολίας. Ἂν γὰρ εἰς τὸν οὐρανὸν αὐτὰ µεταθῇς διὰ τῆς τῶν πενήτων χειρὸς, ἅπαντα εἰς τὴν σαυτοῦ ψυχὴν µεταθήσεις, ὥστε κἂν θάνατος ἐπέλθῃ λοιπὸν, οὐδείςσε αὐτὰ ἀφαιρήσεται, ἀλλ' ἀπελεύσῃ κἀκεῖ πλουτῶν. Τοιοῦτον εἶχεν ἡ Ταβιθὰ θησαυρόν· διὰ τοῦτο οὐχ ἡ οἰκία αὐτὴν ἀνεκήρυττεν, οὐδὲ οἱ τοῖχοι οὐδὲ οἱ λίθοι οὐδὲ οἱ κίονες, ἀλλὰ σώµατα χηρῶν ἐνδεδυµένα, καὶ δάκρυα ἐκχεόµενα, καὶθάνατος δραπετεύων, καὶ ζωὴ ἐπανιοῦσα. Τοιαύτας καὶ ἡµεῖς ἑαυτοῖς κατασκευάσωµεν ἀποθήκας, τοιαύτας οἰκοδοµήσωµεν ἑαυτοῖς οἰκίας. Οὕτω καὶ τὸν Θεὸν συνεργὸν ἕξοµεν, καὶ αὐτοὶ αὐτοῦ συνεργοὶ ἐσόµεθα. Αὐτὸς µὲν γὰρ ἐκ τοῦ µὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε τοὺς πενοµένους, σὺ δὲ παραχθέντας καὶ γενοµένους οὐκ εἴασας διαφθαρῆναι τῷ λιµῷ καὶ τῇλοιπῇ ταλαιπωρίᾳ θεραπεύων καὶ διορθούµενος, καὶ πανταχόθεν ἀνέχων τοῦ Θεοῦ τὸν ναόν· οὗ τί γένοιτ' ἂν ἴσον εἰς ὠφελείας καὶ εὐδοξίας λόγον; Εἰ δὲ οὐδέπω σαφῶς κατέµαθες, πηλίκῳ σε ἐκόσµησε κόσµῳ, κελεύσας διορθοῦν πενίαν, ἐκεῖνο λογίζου πρὸς ἑαυτόν· εἴ σοι τοσαύτην ἔδωκεν ἐξουσίαν, ὥστε τὸν οὐρανὸν δύνασθαι καταπίπτοντα διορθοῦν, οὐκ ἂν τιµὴν σφόδρα σε ὑπερβαίνουσαν τὸ πρᾶγµα ἐνόµισας; Ἰδοὺ τοίνυν µείζονός σε κατηξίωσε νῦν τιµῆς. Ὃ γὰρ τῶν οὐρανῶν ἐστιν αὐτῷ τιµιώτερον, τοῦτό σοι διορθοῦν ἐπέτρεψεν· ἀνθρώπου γὰρ οὐδὲν ἴσον τῶν ὁρωµένων τῷ Θεῷ. Καὶ γὰρ καὶ οὐρανὸν καὶ γῆν καὶ θάλατταν δι' ἐκεῖνον ἐποίησε· καὶ αὐτῷ µᾶλλον ἐνοικῶν εὐφραίνεται, ἢ τῷ οὐρανῷ. Ἀλλ' ὅµως ἡµεῖς καὶ ταῦτα εἰδότες, οὐδεµίαν τῶν τοῦ Θεοῦ ναῶν ἐπιµέλειαν ποιούµεθα ἢ πρόνοιαν, ἀλλ' ἀφέντες αὐτοὺς ἠµελῆσθαι, ἑαυτοῖς λαµπρὰςκαὶ µεγάλας κατασκευά ζοµεν οἰκίας.∆ ιὰ τοῦτο ἔρηµοι πάντων ἐσµὲν τῶν ἀγαθῶν, καὶ τῶν σφόδρα πενήτων πτωχότεροι, ὅτι ταύτας καλλωπίζοµεν τὰς οἰκίας, ἃς οὐ δυνάµεθα λαβόντεςἐντεῦθεν ἀπελθεῖν, ἀφέντες ἐκείνας, ἃς µεθ' ἡµῶν αὐτῶν συµµεταθεῖναι ἔνι. Καὶ γὰρ διαλυθέντα τὰ σώµατα τῶν πενήτων ἀναστήσεται πάντως· καὶ παραγαγὼν αὐτοὺς τότε ὁ ταῦτα ἐπιτάξας Θεὸς, ἐπαινέσεται τοὺς ἐπιµελησαµένους αὐτῶν, καὶ θαυµάσεται, ὅτι µέλλοντας αὐτοὺς καταπίπτειν νῦνµὲν ὑπὸ λιµοῦ, νῦν δὲ ὑπὸ γυµνότητος καὶ κρυµοῦ, παντὶ διωρθώσαντο τρόπῳ. Ἀλλ' ὅµως καὶ τοσούτων ἡµῖν προκειµένων ἐπαίνων, µέλλοµεν ἔτι, καὶ ἀναδυόµεθα πρὸς τὴν καλὴν ταύτην ἐπιµέλειαν. Καὶ ὁ µὲν Χριστὸς ποῦ καταλῦσαι οὐκ ἔχει, ἀλλὰ περιέρχεται ξένος καὶ γυµνὸς καὶ πεινῶν· σὺ δὲ προάστεια καὶ λουτρὰ καὶ περιπάτους καὶ µυρίους κατασκευάζεις θαλάµους εἰκῆ καὶ µάτην, καὶ τῷ µὲν Χριστῷ οὐδὲ µικροῦ µεταδίδως ὀρόφου, κόραξι δὲ καὶ γυψὶν ὑπερῷα καλλωπίζεις. Τί ταύτης χεῖρον γένοιτ' ἂν τῆς παραπληξίας; τί χαλεπώτερον τῆς µανίας; καὶ γὰρ µανίας ταῦτα ἐσχάτης, µᾶλλον δὲ, ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Ἀλλ' ὅµως, ἂν ἐθέλωµεν, δυνατὸν καίτοι χαλεπὴν οὖσαν τὴν νόσον ἀποκρούσασθαι, καὶ οὐ δυνατὸν µόνον, ἀλλὰ καὶ ῥᾴδιον, καὶ οὐδὲ ῥᾴδιον ἁπλῶς, ἀλλὰ καὶ πολλῷ ῥᾷον ταύτης ἀπαλλαγῆναι τῆς λύµης, ἢ τῶν σωµατικῶν παθῶν, ὅσῳ καὶ µείζων ὁ ἰατρός. Ἐπισπασώµεθα τοίνυν αὐτὸν, καὶ παρακαλέσωµεν συνεφάψασθαι, καὶ τὰ παρ' ἡµῶν συνεισενέγκωµεν, προαίρεσιν λέγω καὶ προθυµίαν. Οὐδενὸς γὰρ ἑτέρου δεήσεται, ἀλλ' ἂν τούτων ἐπιλάβηται µόνον, τὰ παρ' ἑαυτοῦ πάντα εἰσοίσει. Εἰσενέγκωµεν τοίνυν τὰ παρ' ἑαυτῶν, ἵνα καὶ ἐνταῦθα καθαρᾶς ἀπολαύσωµεν ὑγείας, καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳτοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ δόξα ἅµα τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note