Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
15.0
Οἴδαµεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.
15.1
Ἐνταῦθά µοι δοκεῖ πρὸς τοὺς ἐν κινδύνοις ὄντας ἅπαν τοῦτο κεκινηκέναι τὸ χωρίον· µᾶλλον δὲ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ τὰ µικρῷ πρὸ τούτων εἰρηµένα. Καὶ γὰρ τὸ, Οὐκ ἄξια τὰ παθήµατα τοῦ νῦν καιροῦ πρὸς τὴν µέλλουσαν δόξαν ἀποκαλυφθῆναι, καὶ τὸ, τὴν κτίσιν ἅπασαν στενάζειν, καὶ τὸ λέγειν, ὅτιΤῇ ἐλπίδι ἐσώθηµεν, καὶ τὸ,∆ ι' ὑποµονῆς ἀπεκδεχόµεθα, καὶ τὸ, Τί προσευξώµεθα καθ' ὃ δεῖ, οὐκ οἴδαµεν· ἅπαντα ταῦτα πρὸς ἐκείνους εἴρηται. Παιδεύει γὰρ αὐτοὺς µὴ ἅπερ ἂν αὐτοὶ νοµίσωσιν εἶναι συµφέροντα, ταῦτα αἱρεῖσθαι πάντως, ἀλλ' ἅπερ ἂν τὸ Πνεῦµα ὑποβάλῃ. Καὶ γὰρ πολλὰ αὐτοῖς δοκοῦντα λυσιτελεῖν, ἔστιν ὅτε καὶ βλάβην ἤνεγκε πολλήν. Ἄνεσις γοῦν καὶ κινδύνων ἀπαλλαγὴ, καὶ τὸ ἐν ἀδείᾳ ζῇν, ἐδόκει συµφέρον εἶναι ἐκείνοις. Καὶ τί θαυµαστὸν, εἰ ἐκείνοις, ὅπου γε καὶ αὐτῷ τῷ µακαρίῳ Παύλῳ τοῦτο οὕτως ἔδοξεν ἔχειν; Ἀλλ' ὅµως ἐµάνθανεν ὕστερον, ὅτι τὰ ἐναντία τούτοις ταῦτά ἐστι τὰ συµφέροντα, καὶ µαθὼν ἔστεργεν. Ὁ γοῦν τρὶς τὸν Κύριον παρακαλέσας ὥστε ἀπαλλαγῆναι κινδύνων, ἐπειδὴ ἤκουσεν αὐτοῦ λέγοντος, Ἀρκεῖ σοι ἡ χάρις µου· ἡ γὰρ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται, ἐσκίρτα λοιπὸν διωκόµενος, ὑβριζόµενος, τὰ ἀνήκεστα πάσχων. Εὐδοκῶ γὰρ, φησὶν, ἐν διωγµοῖς, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις.∆ ιὸ καὶ ἔλεγε· Τὸ γὰρ τί προσευξώµεθα καθ' ὃ δεῖ, οὐκ οἴδαµεν· καὶ πᾶσι παρῄνει τῷ Πνεύµατι τούτων παραχωρεῖν. Καὶ γὰρ καὶ τὸ Πνεῦµα τὸ ἅγιον σφόδρα ἡµῶν κήδεται, καὶ τῷ Θεῷ τοῦτό ἐστι τὸ δοκοῦν.∆ ιὰ πάντων τοίνυν ἀλείψας αὐτοὺς, ἐπάγει καὶ τὰ σήµερον εἰρηµένα, λογισµὸν κινῶν ἱκανὸν αὐτοὺς ἀνακτήσασθαι. Οἴδαµεν γὰρ, φησὶν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ὅταν δὲ εἴπῃ, Πάντα, καὶ τὰ δοκοῦντα εἶναι λυπηρὰ λέγει. Κἂν γὰρ θλῖψις, κἂν πενία, κἂν δεσµωτήρια, κἂν λιµοὶ, κἂν θάνατοι, κἂν ὁτιοῦν ἕτερον ἐπείη, δυνατὸς ὁ Θεὸς εἰς τοὐναντίον ταῦτα πάντα µεταβαλεῖν· ἐπεὶ καὶ τοῦτο τῆς ἀφάτου δυνάµεως αὐτοῦ, τὸ τὰ δοκοῦντα εἶναι µοχθηρὰ κοῦφά τε ἡµῖν ποιεῖν, καὶ εἰς τὴν ὑπὲρ ἡµῶν τρέπειν βοήθειαν.∆ ιόπερ οὐκ εἶπεν, ὅτι Τοῖς ἀγαπῶσι τὸν Θεὸν οὐκ ἐπέρχεταί τι δεινὸν, ἀλλ' ὅτι καὶ Συνεργεῖ εἰς ἀγαθόν· τουτέστιν, ὅτι αὐτοῖς τοῖς δεινοῖς κέχρηται εἰς τὴν τῶν ἐπιβουλευοµένων εὐδοκίµησιν· ὅπερ πολὺ µεῖζόν ἐστι τοῦ κωλῦσαι ἐπελθεῖν τὰ δεινὰ, ἢ καταλῦσαι ἐπελθόντα. Τοῦτο οὖν καὶ ἐπὶ τῆς Βαβυλωνίας καµίνου πεποίηκεν. Οὔτε γὰρ ἐκώλυσεν ἐµπεσεῖν εἰς αὐτὴν, οὔτε ἐµπεσόντων τῶν ἁγίων ἐκείνων, τὴν φλόγα ἔσβεσεν, ἀλλὰ καὶ ἀφεὶς καίεσθαι, δι' αὐτῆςταύτης θαυµαστοτέρους εἰργάσατο. Καὶ ἐπὶ τῶν ἀποστόλων δὲ τοιαῦτα ἕτερα ἐθαυµατούργησε διὰ πάντων. Εἰ γὰρ ἄνθρωποι, φιλοσοφεῖν εἰδότες, δύνανται φύσει πραγµάτων εἰς τὸ ἐναντίον ἀποχρήσασθαι, καὶ ἐν πενίᾳ ζῶντες τῶν πλουτούντωνεὐπορώτεροι φανῆναι, καὶ δι' ἀτιµίας λάµψαι· πολλῷ µᾶλλον ὁ Θεὸς ἐπὶ τῶν ἀγαπώντων αὐτὸν, καὶ ταῦτα καὶ τὰ πολλῷ µείζονα ἐργάσεται. Ἑνὸς γὰρ δεῖ µόνου, τοῦ γνησίως αὐτὸν ἀγαπᾷν, καὶ τὰ ἄλλα πάντα ἕπεται. Ὥσπερ οὖν καὶ τούτους καὶ τὰ δοκοῦντα εἶναι βλαβερὰ ὠφελεῖ· οὕτω τοὺς οὐκ ἀγαπῶντας αὐτὸν, καὶ τὰ ὠφελοῦντα βλάπτει. Τοῖς γοῦν Ἰουδαίοις καὶ σηµείων ἐπίδειξις, καὶ δογµάτων ὀρθότης ἐλυµαίνετο, καὶ διδασκαλίας φιλοσοφία· καὶ δι' ἐκεῖνα µὲν δαιµονῶντα ἐκάλουν, διὰ δὲ ταῦτα ἀντίθεον· ὑπὲρ δὲ τῶν σηµείων καὶ ἀναιρεῖν ἐπεχείρουν. Ὁ µέντοι λῃστὴς σταυρούµενος, προσηλούµενος, λοιδορούµενος, µυρία πάσχων δεινὰ, οὐ µόνον οὐδὲν παρεβλάβη, ἀλλὰ καὶ τὰ µέγιστα ἐντεῦθεν ἐκέρδανεν. Εἶδες πῶς τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν; Εἰπὼν τοίνυν τὸ µέγα τοῦτο ἀγαθὸν, καὶ σφόδρα τὴν ἀνθρωπίνην φύσιν ὑπερβαῖνον, ἐπειδὴ πολλοῖς καὶ ἄπιστον τοῦτο εἶναι ἐδόκει, ἀπὸ τῶνπαρελθόντων αὐτὸ πιστοῦται, οὕτω λέγων· Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι. Σκόπει γὰρ εὐθέως ἀπὸ τῆς κλήσεως τὸ εἰρηµένον.∆ ιὰ τί γὰρ µὴ ἐξ ἀρχῆς πάντας ἐκάλεσε, ἢ µηδὲ αὐτὸν Παῦλον µετὰ τῶν ἄλλων εὐθέως, οὗ ἐδόκει ἡ ἀναβολὴ ἐπιζήµιος εἶναι; Ἀλλ' ὅµως ἐδείχθη διὰ τῶν πραγµάτων, ὅτι χρησίµως γέγονε. Πρόθεσιν δὲ ἐνταῦθά φησιν, ἵνα µὴ τὸ πᾶν τῇ κλήσει δῷ· ἐπεὶ οὕτως ἔµελλον καὶ Ἕλληνες ἀντιλέγειν καὶ Ἰουδαῖοι. Εἰ γὰρ ἡ κλῆσις ἤρκει µόνον, τίνος ἕνεκεν οὐ πάντες ἐσώθησαν;∆ ιὰ τοῦτό φησιν, ὅτι οὐχ ἡ κλῆσις µόνον, ἀλλὰ καὶ ἡ πρόθεσις τῶν καλουµένων τὴν σωτηρίαν εἰργάσατο· οὐ γὰρ ἠναγκασµένη γέγονεν ἡ κλῆσις οὐδὲ βεβιασµένη. Πάντες γοῦν ἐκλήθησαν, ἀλλ' οὐ πάντες ὑπήκουσαν. Ὅτι οὓς προέγνω, καὶ προώρισε συµµόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. Εἶδες τιµῆς ὄγκον; Ὅπερ γὰρ ὁ Μονογενὴς ἦν φύσει, τοῦτο καὶ αὐτοὶ γεγόνασι κατὰ χάριν. Ἀλλ' ὅµως οὐκ ἠρκέσθη τούτῳ τῷ εἰπεῖν, Συµµόρφους, ἀλλὰ καὶ ἕτερον προσέθηκεν· Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ µετὰ τούτου πάλιν ἕτερον ἐπάγει, λέγων· Ἐν πολλοῖς ἀδελφοῖς· διὰ πάντων σαφῆ τὴν συγγένειαν ἐπιδεῖξαι βουλόµενος. Ταῦτα δὲ πάντα περὶ τῆς οἰκονοµίας εἰρῆσθαι νόµιζε· κατὰ γὰρ τὴν θεότητα Μονογενής.
15.2
Εἶδες πόσα ἡµῖν ἐχαρίσατο; Μὴ τοίνυν ἀµφίβαλλε περὶ τῶν µελλόντων· καὶ γὰρ καὶ ἑτέρωθεν δείκνυσιν αὐτοῦ τὴν κηδεµονίαν, τῷ λέγειν ἄνωθεν αὐτὰ προτετυπῶσθαι οὕτως. Ἄνθρωποι µὲν γὰρ ἀπὸ τῶν πραγµάτων τὰς ὑπὲρ αὐτῶν γνώµας λαµβάνουσι, τῷ δὲ Θεῷ πάλαι ταῦτα ἔδοξε, καὶ ἄνωθεν πρὸς ἡµᾶς διέκειτο· φησὶν οὖν· Οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. Ἐδικαίωσε διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Ἐδόξασε διὰ τῆς χάριτος, διὰ τῆς υἱοθεσίας. Τί οὖν ἐροῦµεν πρὸς ταῦτα; Ὡς ἂν εἴποι· Μὴ τοίνυν λέγε µοι λοιπὸν περὶ τῶν κινδύνων, καὶ τῆς παρὰ πάντων ἐπιβουλῆς. Εἰ γὰρ καὶ τοῖς µέλλουσί τινες διαπιστοῦσιν, ἀλλὰ πρὸς τὰ ἤδη γεγενηµένα ἀγαθὰ οὐδὲν ἂν ἔχοιεν εἰπεῖν· οἷον, τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δικαίωσιν, τὴν δόξαν. Καὶ γὰρ ταῦτά σοι διὰ τῶν δοκούντων εἶναι λυπηρῶν ἐχαρίσατο· καὶ ὅπερ ἐνόµιζες αἰσχύνην εἶναι, τὸν σταυρὸν, τὰς µάστιγας, τὰ δεσµὰ, ταῦτά ἐστιν ἃ τὴν οἰκουµένην κατώρθωσεν ἅπασαν. Ὥσπερ οὖν οἷς αὐτὸς ἔπαθε, καίτοι γε σκυθρωποῖς εἶναι δοκοῦσι, τούτοις εἰς ἐλευθερίαν καὶ σωτηρίαν τῆς φύσεως ἀπεχρήσατο πάσης· οὕτω καὶ ἐν οἷς αὐτὸς ὑποµένεις ποιεῖν εἴωθεν, εἰς δόξαν σου καὶ εὐδοκίµησιν τοῖς σοῖς ἀποχρώµενος πάθεσιν. Εἰ ὁ Θεὸς ὑπὲρ ἡµῶν, τίς καθ' ἡµῶν; Τίς γὰρ οὐ καθ' ἡµῶν; φησί. Καὶ γὰρ ἡ οἰκουµένη καθ' ἡµῶν, καὶ τύραννοι καὶ δῆµοι καὶ συγγενεῖς καὶ πολῖται· ἀλλ' ὅµως οὗτοι οἱ καθ' ἡµῶν τοσοῦτον ἀπέχουσιν ἐπηρεάζειν ἡµῖν, ὅτι καὶ ἄκοντες στεφάνων ἡµῖν αἴτιοι γίνονται, καὶ µυρίων ἀγαθῶν πρόξενοι, τῆςτοῦ Θεοῦ σοφίας τὰς ἐπιβουλὰς εἰς τὴν ἡµετέραν σωτηρίαν καὶ δόξαν τρεπούσης. Ὁρᾷς πῶς οὐδεὶς καθ' ἡµῶν; Καὶ γὰρ τὸν Ἰὼβ τοῦτο λαµπρότερον ἐποίησε, τὸ ὁπλισθῆναι κατ' αὐτοῦ τὸν διάβολον. Καὶ γὰρ καὶ φίλους κατ' αὐτοῦ, καὶ γυναῖκα κατ' αὐτοῦ, καὶ τραύµατα καὶ οἰκέτας καὶ µυρία ἕτερα ὁ διάβολος ἐκίνησε µηχανήµατα· καὶ οὐδὲν ὅµως κατ' αὐτοῦ γέγονε. Καὶ οὔπω τοῦτο αὐτῷ µέγα, καίτοι σφόδρα µέγα ὂν, ἀλλ' ὃ πολλῷ µεῖζον ἦν, ὅτι καὶ ὑπὲρ αὐτοῦ πάντα ἐξέβη. Ἐπειδὴ γὰρ ὁ Θεὸς ἦν ὑπὲρ αὐτοῦ, καὶ τὰ κατ' αὐτοῦ δοκοῦντα εἶναι, ὑπὲρ αὐτοῦ πάντα ἐγένετο. Τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων συνέβη. Καὶ γὰρ καὶ οἱ Ἰουδαῖοι καὶ οἱ ἐξ ἐθνῶν καὶ οἱ ψευδάδελφοι καὶ οἱ ἄρχοντες καὶ οἱ δῆµοι καὶ λιµοὶ καὶ πενίαι καὶ µυρία κατ' αὐτῶν ἦν, καὶ οὐδὲν κατ' αὐτῶν. Τὰ γὰρ µάλιστα ποιήσαντα αὐτοὺς λαµπροὺς καὶ περιφανεῖς, καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις ἐπαινετοὺς, ταῦτά ἐστιν. Ἐννόησον οὖν ἡλίκον ἐφθέγξατο ῥῆµα ὁ Παῦλος περὶ τῶν πιστῶν καὶ ἀκριβῶς ἐσταυρωµένων, ὃ µηδ' ὁ τὸ διάδηµα περικείµενος δύναιτ' ἂν ἔχειν. Κατὰ γὰρ ἐκείνου πολλοὶ καὶ βάρβαροι καθοπλιζόµενοι, καὶ πολέµιοι ἐπιόντες, καὶ σωµατοφύλακες ἐπιβουλεύοντες, καὶ τῶν ἀρχοµένων πολλοὶπολλάκις ἐπανιστάµενοι συνεχῶς, καὶ ἕτερα µυρία· κατὰ δὲ τοῦ πιστοῦ καὶ προσέχοντος ἀκριβῶς τοῖς τοῦ Θεοῦ νόµοις, οὐκ ἄνθρωπος, οὐ δαίµων, οὐκ ἄλλο οὐδὲν ἀντιστῆναι δυνήσεται. Ἄν τε γὰρ χρήµατα ἀφέλῃς, µισθὸν αὐτῷ προεξένησας· ἄν τε κακῶς εἴπῃς, διὰ τῆς δυσφηµίας λαµπρότερον ἐποίησας παρὰ τῷ Θεῷ· ἄν τε εἰς λιµὸν ἐµβάλῃς, πλείων ἡ δόξα καὶ ἡ ἀντίδοσις· ἄν τε, ὃ πάντων χαλεπώτερον εἶναι δοκεῖ, θανάτῳ παραδῷς, µαρτυρίου στέφανον ἔπλεξας. Τί τοίνυν ἴσον τοῦ βίου τούτου γένοιτ' ἂν, ὅταν µηδὲν κατ' αὐτοῦ γενέσθαι δύνηται, ἀλλὰ καὶ αὐτοὶ οἱ δοκοῦντες ἐπιβουλεύειν, τῶν εὐεργετούντων αὐτῶνοὐκ ἔλαττον αὐτὸν ὠφελῶσι;∆ ιὰ τοῦτό φησιν· Εἰ ὁ Θεὸς ὑπὲρ ἡµῶν, τίς καθ' ἡµῶν, Εἶτα, οὐκ ἀρκεσθεὶς τοῖς εἰρηµένοις, τὸ µέγιστον σηµεῖον τῆς περὶ ἡµᾶς ἀγάπης, καὶ ὃ συνεχῶς ἀεὶ περιστρέφει, τοῦτοκαὶ ἐνταῦθα τίθησι, τὴν σφαγὴν τοῦ Παιδός. Οὐ γὰρ ἐδικαίωσε, φησὶ, µόνον καὶ ἐδόξασε καὶ συµµόρφους ἐποίησε τῆς εἰκόνος ἐκείνης, ἀλλ' οὐδὲ τοῦ Παιδὸς ἐφείσατο διὰ σέ.∆ ιὸ καὶ ἐπήγαγε, λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφεί σατο, ἀλλ' ὑπὲρ ἡµῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡµῖν χαρίσεται; Καὶ µεθ' ὑπερβολῆς καὶ πολλῆς τῆς θερµότητος ταῖς λέξεσι κέχρηται, ἵνα αὐτοῦ ἐνδείξηται τὴν ἀγάπην. Πῶς οὖν ἡµᾶς προήσεται, ὑπὲρ ὧν τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡµῶν παρέδωκεν αὐτὸν πάντων; Ἐννόησον γὰρ πόσης ἀγαθότητος τὸ καὶ τοῦ ἰδίου Υἱοῦ µὴ φείσασθαι, ἀλλὰ καὶ ἐκδοῦναι, καὶ ὑπὲρ πάντων ἐκδοῦναι, καὶ εὐτελῶν καὶ ἀγνωµόνωνκαὶ ἐχθρῶν καὶ βλασφήµων. Πῶς οὖν οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡµῖν χαρίσεται; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ τὸν Υἱὸν αὐτοῦ ἐχαρίσατο, καὶ οὐχ ἁπλῶς ἐχαρίσατο, ἀλλὰ καὶ σφαγῇ παρέδωκε, τί λοιπὸν περὶ τῶν ἄλλων ἀµφιβάλλεις, τὸν∆ εσπότην λαβών; τί διστάζεις περὶ τῶν κτηµάτων, τὸν Κύριον ἔχων; Ὁ γὰρ τὸ µεῖζον τοῖς ἐχθροῖς δεδωκὼς, πῶς τὰ ἐλάττονα οὐ δώσει τοῖς φίλοις; Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;
15.3
Ἐνταῦθα πρὸς τοὺς λέγοντας, ὅτι οὐδὲν ἡ πίστις ὠφελεῖ, καὶ ἀπιστοῦντας τῇ ἀθρόᾳ µεταβολῇ. Καὶ ὅρα πῶς ταχέως αὐτοὺς ἐπεστόµισεν ἀπὸ τοῦ ἀξιώµατος τοῦ ἐκλεξαµένου. Καὶ οὐκ εἶπε, Τίς ἐγκαλέσει κατὰ τῶν δούλων τοῦ Θεοῦ, οὐδὲ, Κατὰ τῶν πιστῶν τοῦ Θεοῦ, ἀλλὰ, Κατὰ τῶν ἐκλεκτῶν τοῦ Θεοῦ· ἡ γὰρ ἐκλογὴ ἀρετῆς σηµεῖόν ἐστιν. Εἰ γὰρ ἐπειδὰν πωλοδάµνης πώλους ἐκλέξηται ἐπιτηδείους πρὸς τὸν δρόµον, οὐδεὶς ἐπισκῆψαι δυνήσεται, ἀλλὰ καταγέλαστος γίνεται, κἂν ἐγκαλέσῃ τις· πολλῷ µᾶλλον ὅταν ὁ Θεὸς ἐκλέγηται ψυχὰς, καταγέλαστοι οἱ ἐγκαλοῦντες. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Οὐκ εἶπε, Θεὸς ὁ ἀφεὶς ἁµαρτήµατα, ἀλλ', ὃ πολλῷ µεῖζον ἦν, Θεὸς ὁ δικαιῶν. Ὅταν γὰρ ἡ τοῦ δικαστοῦ ψῆφος δίκαιον ἀποφήνῃ, καὶ δικαστοῦ τοιούτου, τίνος ἄξιος ὁ κατηγορῶν; Οὐκοῦν οὔτε τοὺς πειρασµοὺς φοβεῖσθαι δίκαιον· ὑπὲρ γὰρ ἡµῶν ἐστιν ὁ Θεὸς, καὶ ἐδήλωσεν ἐξ ὧν ἐποίησεν· οὔτε τὰς φλυαρίας τὰς Ἰουδαϊκάς· καὶ γὰρ καὶ ἐξελέξατο ἡµᾶς καὶ ἐδικαίωσε, καὶ τὸ δὴ θαυµαστὸν, ὅτι διὰ τῆς σφαγῆς τοῦ Παιδὸς ἐδικαίωσε. Τίς οὖν ἡµᾶς καταδικάσει, τοῦ Θεοῦ στεφανοῦντος, τοῦ Χριστοῦ δι' ἡµᾶς σφαγέντος, καὶ οὐ σφαγέντος µόνον, ἀλλὰ καὶ µετὰ ταῦτα ἐντυγχάνοντοςὑπὲρ ἡµῶν; Χριστὸς γὰρ, φησὶν, ὁ ἀποθανὼν, µᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡµῶν. Καὶ γὰρ ἐπὶ τῆς οἰκείας ἀξίας φανεὶς, οὐ κατέλυσε τὴν ὑπὲρ ἡµῶν πρόνοιαν, ἀλλὰ καὶ ἐντυγχάνει ὑπὲρ ἡµῶν καὶ ἔτι τὴν αὐτὴν ἀγάπην µένει διατηρῶν. Οὐ γὰρ ἠρκέσθη τῇ σφαγῇ µόνον· ὅπερ µεγίστου µάλιστά ἐστι φίλτρου, τὸ µὴ µόνον τὰ εἰς αὐτὸν ἥκοντα ποιεῖν, ἀλλὰ καὶ ἕτερον ὑπὲρ τούτου παρακαλεῖν. Τοῦτο γὰρ µόνον διὰ τοῦ, ἐντυγχάνειν, δηλῶσαι ἐβουλήθη, ἀνθρωπινώτερον διαλεχθεὶς, καὶ συγκαταβατικώτερον, ἵνα τὴν ἀγάπην ἐνδείξηται· ἐπεὶ καὶ τὸ, Οὐκ ἐφείσατο, ἐὰν µὴ µετὰ ταύτης ἐκλάβωµεν τῆς ἐννοίας, πολλὰ τὰ ἄτοπα ἕψεται. Καὶ ἵνα µάθῃς, ὅτι τοῦτό ἐστιν, ὃ κατασκευάσαι βούλεται, πρότερον εἰπὼν, ὅτι Ἐστὶν ἐν δεξιᾷ, τότε ἐπήγαγεν, ὅτι Ἐντυγχάνει ὑπὲρ ἡµῶν, ὅτι τὴνὁµοτιµίαν ἔδειξε καὶ τὴν ἰσότητα, ἵνα λοιπὸν τὸ ἐντυγχάνειν οὐκ ἐλαττώσεως, ἀλλ' ἀγάπης φαίνηται µόνης ὄν. Ὁ γὰρ αὐτὸς ζωὴ ὢν καὶ πηγὴ τῶν ἀγαθῶν ἁπάντων, καὶ µετ' ἐξουσίας τῆς αὐτῆς τῷ Πατρὶ, καὶ νεκροὺς ἐγείρων, καὶ ζωοποιῶν, καὶ τὰ ἄλλα πάνταποιῶν, πῶς ἂν ἐντεύξεως ἐδεήθη εἰς τὸ ὠφελῆσαι ἡµᾶς; Ὁ ἀπεγνωσµένους καὶ καταδεδικασµένους ἐξ οἰκείας ἐξουσίας καὶ τῆς καταδίκης ἐκείνης ἀπαλλάξας, καὶ δικαίους καὶ υἱοὺς ποιήσας, καὶ πρὸςτὰς ἀνωτάτω τιµὰς ἀγαγὼν, καὶ τὰ µηδέποτε ἐλπισθέντα εἰς ἔργον ἀγαγὼν, πῶς ἂν µετὰ τὸ κατορθῶσαι πάντα, καὶ τὴν φύσιν τὴν ἡµετέραν δεῖξαι ἐπὶ τοῦ θρόνουτοῦ βασιλικοῦ, πρὸς τὰ εὐκολώτερα ἐντυχίας ἐδεῖτο; Ὁρᾷς πῶς πανταχόθεν δείκνυται, ὅτι τὸ ἐντυγχάνειν δι' οὐδὲν ἕτερον εἴρηκεν, ἀλλ' ἵνα τὸ θερµὸν καὶ ἀκµάζον τῆς περὶ ἡµᾶς ἀγάπης ἐνδείξηται; ἐπεὶ καὶ ὁ Πατὴρ φαίνεται παρακαλῶν ἀνθρώπους καταλλαγῆναι αὐτῷ. Ὑπὲρ γὰρ Χριστοῦ πρεσβεύοµεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡµῶν. Ἀλλ' ὅµως καὶ Θεοῦ παρακαλοῦντος, καὶ ἀνθρώπων ὑπὲρ Χριστοῦ πρεσβευοµένων πρὸς ἀνθρώπους, οὐδὲν ἀνάξιον ἐννοοῦµεν ἐντεῦθεν τῆς ἀξίαςἐκείνης, ἀλλ' ἓν µόνον ἐκ τῶν εἰρηµένων ἁπάντων συλλέγοµεν, τὴν τῆς ἀγάπης ἐπίτασιν. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιῶµεν. Εἰ τοίνυν καὶ τὸ Πνεῦµα ὑπερεντυγχάνει στεναγµοῖς ἀλαλήτοις, καὶ ὁ Χριστὸς ἀπέθανε, καὶ ἐντυγχάνει ὑπὲρ ἡµῶν, καὶ ὁ Πατὴρ τοῦ ἰδίου Υἱοῦ οὐκἐφείσατο διὰ σὲ, καὶ ἐξελέξατό σε καὶ ἐδικαίωσε, τί λοιπὸν δέδοικας; τί δὲ τρέµεις, τοσαύτης ἀπολαύων ἀγάπης, καὶ τοσαύτης κηδεµονίας;∆ ιὰ δὴ τοῦτο, δείξας πολλὴν τὴν ἄνωθεν πρόνοιαν, µετὰ παῤῥησίας λοιπὸν ἐπάγει τὰ ἑξῆς, καὶ οὐ λέγει, ὅτι Ὀφείλετε καὶ ὑµεῖς οὕτως αὐτὸν ἀγαπᾷν, ἀλλ', ὥσπερ ἔνθους γενόµενος ὑπὸ τῆς ἀφάτου ταύτης προνοίας, φησί· Τίς ἡµᾶς χωρίζει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, Καὶ οὐκ εἶπε· Τοῦ Θεοῦ· οὕτως ἀδιάφορον αὐτῷ, καὶ Χριστὸν καὶ Θεὸν ὀνοµάζειν. Θλῖψις, ἢ στενοχωρία, ἢ διωγµὸς, ἢ λιµὸς, ἢ γυµνότης, ἢ κίνδυνος, ἢ µάχαιρα; Ὅρα τοῦ µακαρίου Παύλου σύνεσιν. Οὐ γὰρ εἶπε ταῦτα οἷς καθηµέραν ἁλισκόµεθα, χρηµάτων ἔρωτα καὶ δόξης ἐπιθυµίαν καὶ ὀργῆς τυραννίδα, ἀλλὰ ἃ πολλῷ τούτων ἐστὶ τυραννικώτερα, καὶ τὴν φύσιν αὐτὴν ἱκανὰ βιάσασθαι, καὶ διανοίας στεῤῥότητα ἀναµοχλεῦσαι πολλάκις καὶ ἀκόντων ἡµῶν, ταῦτα τίθησι, θλίψεις καὶ στενοχωρίας. Εἰ γὰρ καὶ εὐαρίθµητα τὰ εἰρηµένα, ἀλλὰ µυρίους ἔχει πειρασµῶν ὁρµαθοὺς ἑκάστη λέξις. Ὅταν γὰρ εἴπῃ θλῖψιν, καὶ δεσµωτήρια λέγει καὶ δεσµὰ καὶ συκοφαντίας καὶ ἐξορίας καὶ τὰς ἄλλας ταλαιπωρίας ἁπάσας, ἑνὶ ῥήµατι πέλαγοςκινδύνων διατρέχων ἄπειρον, καὶ πάντα ἁπλῶς τὰ ἐν ἀνθρώποις δεινὰ διὰ µιᾶς ἡµῖν ἐµφαίνων λέξεως. Ἀλλ' ὅµως πάντων αὐτῶν κατατολµᾷ.∆ ιὸ καὶ κατὰ ἐρώτησιν αὐτὸ προάγει ὡς ἀναντίῤῥητον ὂν, ὅτι τὸν οὕτως ἀγαπηθέντα, καὶ τοσαύτης ἀπολαύσαντα προνοίας, οὐδὲν ἔστιν ὃδιαστῆσαι δυνήσεται.
15.4
Εἶτα, ἵνα µὴ δόξῃ ταῦτα ἐγκαταλείψεως εἶναι. καὶ τὸν προφήτην ἐπάγει προαναφωνοῦντα ταῦτα πρὸ πολλοῦ τοῦ χρόνου, καὶ λέγοντα· Ὅτι ἕνεκεν σοῦ θανατούµεθα ὅλην τὴν ἡµέραν, ἐλογίσθηµεν ὡς πρόβατα σφαγῆς· τουτέστι, Πᾶσίν ἐσµεν προκείµενοι εἰς τὸ πάσχειν κακῶς. Ἀλλ' ὅµως πρὸς τοὺς τοσούτους καὶ τηλικούτους κινδύνους, καὶ τὰς καινὰς ταύτας τραγῳδίας ἀρκοῦσα παράκλησις ἡ τῶν ἀγώνων ἡµῖν ὑπόθεσις δέδοται· µᾶλλον δὲ οὐκ ἀρκοῦσα µόνον, ἀλλὰ καὶ πολλῷ πλείων. Οὐ γὰρ δι' ἀνθρώπους οὐδὲ δι' ἄλλο τι βιωτικὸν ταῦτα πάσχοµεν, ἀλλὰ διὰ τὸν τῶν ὅλων, φησὶ, βασιλέα. Οὐ τούτῳ δὲ µόνον αὐτοὺς, ἀλλὰ καὶ ἑτέρῳ πάλιν ἀνέδησε στεφάνῳ ποικίλῳ καὶ πολυειδεῖ. Ἐπειδὴ γὰρ ἀνθρώπους ὄντας οὐκ ἐνῆν µυρίους ὑποµεῖναι θανάτους, δείκνυσιν ὅτι οὐδὲν ταύτῃ τὰ βραβεῖα ἠλάττωται. Κἂν γὰρ τῇ φύσει κεκληρωµένον ᾖ τὸ µόνον ἅπαξ ἀποθανεῖν, τῇ προαιρέσει τὸ καθηµέραν τοῦτο πάσχειν, εἰ βουληθείηµεν, δέδωκεν ὁ Θεός. Ὅθεν δῆλον, ὅτι τοσούτους ἀπελευσόµεθα ἔχοντες στεφάνους, ὅσας ἂν βιώσωµεν ἡµέρας· µᾶλλον δὲ καὶ πολλῷ πλείους· ἔστι γὰρ ἐν ἡµέρᾳ µιᾷ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀποθανεῖν. Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασµένος, ἀεὶ τὸν µισθὸν ἀπηρτισµένον λαµβάνει. Τοῦτο γοῦν καὶ ὁ προφήτης αἰνιττόµενος ἔλεγεν· Ὅλην τὴν ἡµέραν.∆ ιὸ καὶ ὁ Ἀπόστολος αὐτὸν ἐπεισήγαγε, µειζόνως αὐτοὺς διεγείρων. Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ, φησὶ, καὶ γῆν τὸ ἔπαθλον τῶν πόνων ἔχοντες, καὶ τὰ ἄλλα τῷ παρόντι συγκαταλυόµενα βίῳ, οὕτω τῆς παρούσης ὑπερεώρωνζωῆς, καὶ τῶν πειρασµῶν καὶ τῶν κινδύνων, τίνα ἂν σχοίηµεν συγγνώµην ἡµεῖς, µετὰ τὸν οὐρανὸν καὶ τὴν βασιλείαν τὴν ἄνω καὶ τὰ ἀπόῤῥηταἀγαθὰ καταµαλακιζόµενοι, καὶ µηδὲ πρὸς τὸ αὐτὸ µέτρον φθάνοντες ἐκείνων; Ἀλλ' οὕτω µὲν οὐκ εἶπε, τῷ δὲ συνειδότι αὐτὸ καταλιπὼν τῶν ἀκροατῶν, τῇ µαρτυρίᾳ ἀρκεῖται µόνῃ, καὶ δείκνυσιν, ὅτι καὶ θυσία αὐτῶν τὰ σώµαταγίνεται, καὶ οὐ δεῖ θορυβεῖσθαι, οὐδὲ ταράττεσθαι, τοῦ Θεοῦ οὕτως οἰκονοµήσαντος. Καὶ ἑτέρως δὲ αὐτοὺς προτρέπει. Ἵνα γὰρ µὴ λέγῃ τις, ὅτι ἁπλῶς ταῦτα φιλοσοφεῖ πρὸ τῆς πείρας τῶν πραγµάτων, ἐπήγαγεν· Ἐλογίσθηµεν ὡς πρόβατα σφαγῆς, τοὺς καθηµερινοὺς τῶν ἀποστόλων θανάτους λέγων. Εἶδες ἀνδρείαν καὶ ἐπιείκειαν; Ὥσπερ γὰρ ἐκεῖνα, φησὶν, οὐκ ἀνθίσταται σφαττόµενα, οὕτως οὐδὲ ἡµεῖς. Ἀλλ' ἐπειδὴ τῆς ἀνθρωπίνης διανοίας ἡ ἀσθένεια καὶ µετὰ τοσαῦτα τὸ πλῆθος τῶν πειρασµῶν ἐδεδοίκει, ὅρα πῶς πάλιν ἀνίστησι τὸν ἀκροατὴν, καὶὑψηλὸν ποιεῖ καὶ γαῦρον, εἰπών· Ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶµεν διὰ τοῦ ἀγαπήσαντος ἡµᾶς. Τὸ γὰρ δὴ θαυµαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι νῦν νικῶµεν µόνον, ἀλλ' ὅτι καὶ δι' ὧν ἐπιβουλευόµεθα νικῶµεν. Καὶ οὐχ ἁπλῶς νικῶµεν, ἀλλ' ὑπερνικῶµεν, τουτέστι, µετὰ εὐκολίας ἁπάσης, χωρὶς ἱδρώτων καὶ πόνων. Οὐ γὰρ πράγµατα ὑποµένοντες, ἀλλὰ τὴν γνώµην παρασκευάζοντες µόνον, οὕτω πανταχοῦ τὰ τρόπαια ἱστῶµεν κατὰ τῶν ἐχθρῶν. Καὶ µάλα εἰκότως· Θεὸς γάρ ἐστιν ἡµῖν ὁ συναγωνιζόµενος. Μὴ τοίνυν ἀπιστήσῃς, εἰ µαστιζόµενοι τῶν µαστιζόντων περιγινόµεθα, εἰ ἐλαυνόµενοι τῶν διωκόντων κρατοῦµεν, εἰ ἀποθνήσκοντες τοὺς ζῶντας τρεπόµεθα. Ὅταν γὰρ καὶ τὴν δύναµιν τοῦ Θεοῦ καὶ τὴν ἀγάπην θῇς, οὐδὲν τὸ κωλύον τὰ θαυµαστὰ ταῦτα ἐκβῆναι καὶ παράδοξα, καὶ τὴν ἐκ περιουσίας λάµψαι νίκην. Οὐδὲ γὰρ ἁπλῶς ἐνίκων, ἀλλὰ µετὰ πολλοῦ τοῦ θαύµατος, καὶ ὥστε µαθεῖν, ὅτι οὐ πρὸς ἀνθρώπους ὁ πόλεµος τοῖς ἐπιβουλεύουσιν ἦν, ἀλλὰ πρὸςτὴν ἄµαχον δύναµιν ἐκείνην. Ὅρα γοῦν τοὺς Ἰουδαίους ἐν µέσῳ αὐτοὺς ἔχοντας, καὶ διαποροῦντας καὶ λέγοντας· Τί ποιήσοµεν τοῖς ἀνθρώποις τούτοις; Τὸ γὰρ δὴ θαυµαστὸν τοῦτό ἐστιν, ὅτι κατέχοντες αὐτοὺς, καὶ ὑπευθύνους ἔχοντες, καὶ δεσµοῦντες, καὶ κόπτοντες, ἠπόρουν καὶ ἐν ἀµηχανίᾳ ἦσαν, δι' αὐτῶν τούτων ἡττώµενοι, δι' ὧν προσεδόκων νικᾷν. Καὶ οὔτε τύραννος, οὔτε δήµιοι, οὔτε δαιµόνων φάλαγγες, οὔτε αὐτὸς ὁ διάβολος περιγενέσθαι αὐτῶν ἴσχυσεν, ἀλλ' ἐκ πολλῆς ἅπαντες ἡττῶντοτῆς περιουσίας, ἅπερ κατ' αὐτῶν ἐµηχανῶντο, πάντα ὑπὲρ αὐτῶν ὁρῶντες γινόµενα.∆ ιὸ καὶ ἔλεγεν· Ὑπερνικῶµεν. Καινὸς γὰρ οὗτος ὁ νόµος τῆς νίκης ἦν, τὸ διὰ τῶν ἐναντίων κρατεῖν, καὶ µηδέποτε ἡττᾶσθαι, ἀλλ' ὡς αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, οὕτως ἐπὶτοὺς ἀγῶνας ἐξιέναι τούτους. Πέπεισµαι γὰρ, ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάµεις, οὔτε ἐνεστῶτα οὔτε µέλλοντα, οὔτε ὕψωµα οὔτε βάθος, οὔτε τιςκτίσις ἑτέρα δυνήσεται ἡµᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν.
15.5
Μεγάλα τὰ εἰρηµένα· ἀλλ' οὐκ ἴσµεν αὐτὰ, ἐπειδὴ τοσαύτην ἀγάπην οὐκ ἔχοµεν. Ἀλλ' ὅµως εἰ καὶ µεγάλα, δεῖξαι βουλόµενος οὐδὲν ὄντα πρὸς τὴν ἀγάπην, ἢν ἠγαπήθη παρὰ τοῦ Θεοῦ, µετ' ἐκείνην τότε τὴν αὐτοῦ τίθησιν, ἵνα µὴδόξῃ µεγάλα λέγειν περὶ ἑαυτοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τί δεῖ, φησὶ, τὰ παρόντα λέγειν, καὶ τὰ τῷ βίῳ τούτῳ συγκεκληρωµένα δεινά. Κἂν γὰρ τὰ µέλλοντα εἴπῃ τις πράγµατα, κἂν δυνάµεις, πράγµατα µὲν ὡς θάνατον καὶ ζωὴν, δυνάµεις δὲ ὡς ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ πᾶσαν τὴνἄνω κτίσιν, καὶ ταῦτα ἐµοὶ µικρὰ πρὸς τὴν ἀγάπην τοῦ Χριστοῦ. Οὔτε γὰρ, εἰ θάνατόν τις ἠπείλει τὸν µέλλοντα τὸν ἀθάνατον, ὥστε ἀπὸ τοῦ Χριστοῦ χωρίσαι, οὔτε εἰ ζωὴν ἐπηγγείλατο τὴν ἄπειρον, κατεδεξάµην ἄν. Τί δεῖ λέγειν βασιλεῖς τοὺς κάτω καὶ ὑπάτους; τὸν δεῖνα καὶ τὸν δεῖνα; Κἂν γὰρ ἀγγέλους µοι εἴπῃς, κἂν πάσας τὰς ἄνω δυνάµεις, κἂν πάντα τὰ ὄντα, κἂν πάντα τὰ µέλλοντα, πάντα ἐµοὶ µικρὰ, καὶ τὰ ἐν τῇ γῇ, καὶ τὰ ἐντοῖς οὐρανοῖς, καὶ τὰ ὑπὸ γῆν, καὶ τὰ ὑπὲρ οὐρανοὺς, πρὸς τὸ φίλτρον ἐκεῖνο. Εἶτα ὡς οὐκ ἀρκούντων τούτων παραστῆσαι τὸν πόθον, ὃν εἶχεν, ἕτερα πάλιν τοσαῦτα ὑποστησάµενός φησιν· Οὔτε τις κτίσις ἑτέρα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ καὶ ἄλλη τοσαύτη κτίσις ἦν, ὅση ἡ ὁρωµένη, ὅση ἡ νοητὴ, οὐδὲν ἄν µε τῆς ἀγάπης ἐκείνης ἀπέστησε. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς τῶν ἀγγέλων τοῦτο ἐπιχειρούντων, ἢ τῶν ἄλλων δυνάµεων, µὴ γένοιτο, ἀλλὰ µεθ' ὑπερβολῆς ἁπάσης τὸ φίλτρον, ὃ πρὸςτὸν Χριστὸν εἶχε, ἐπιδεῖξαι βουλόµενος. Οὐ γὰρ τὸν Χριστὸν ἐφίλει διὰ τὰ τοῦ Χριστοῦ, ἀλλὰ δι' αὐτὸν τὰ ἐκείνου, καὶ πρὸς αὐτὸν ἑώρα µόνον, καὶ ἓν ἐδεδοίκει, τὸ µὴ τῆς ἀγάπης ἐκείνης ἐκπεσεῖν. Τοῦτο γὰρ αὐτῷ καὶ γεέννης φοβερώτερον ἦν, ὥσπερ καὶ τὸ µένειν ἐν αὐτῇ βασιλείας ποθεινότερον. Τίνος οὖν ἂν εἴηµεν ἄξιοι λοιπὸν ἡµεῖς, ὅταν ἐκεῖνος µὲν µηδὲ τὰ ἐν τοῖς οὐρανοῖς θαυµάζῃ πρὸς τὸν τοῦ Χριστοῦ πόθον, ἡµεῖς δὲ τὰ ἐν τῷ βορβόρῳ καὶτῷ πηλῷ τοῦ Χριστοῦ προτιµῶµεν; κἀκεῖνος µὲν διὰ τὸν πόθον αὐτοῦ καὶ εἰς γέενναν ἐµπεσεῖν καταδέχεται, καὶ βασιλείας ἐκπεσεῖν, εἴ γε ἀµφότερα ταῦτα προὔκειτο· ἡµεῖς δὲ οὐδὲ τοῦ παρόντος καταφρονοῦµεν βίου; Ἆρα ἄξιοι τῶν γοῦν ὑποδηµάτων ἐσµὲν λοιπὸν τῶν ἐκείνου, τοσοῦτον ἀφεστηκότες αὐτοῦ τῆς µεγαλονοίας; Ἐκεῖνος µὲν γὰρ οὐδὲ βασιλείαν ἡγεῖταί τι διὰ τὸν Χριστὸν εἶναι, ἡµεῖς δὲ αὐτοῦ µὲν καταφρονοῦµεν, τῶν δὲ αὐτοῦ πολὺν ποιούµεθα λόγον. Καὶ εἴθε κἂν τῶν αὐτοῦ· νῦν δὲ οὐδὲ τοῦτο, ἀλλὰ καὶ βασιλείας ἡµῖν προκειµένης, ἐκείνην ἀφέντες. τὰς σκιὰς καὶ τὰ ὀνείρατα καθ' ἑκάστην διώκοµεν τὴν ἡµέραν. Καίτοι γε ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ σφόδρα ἥµερος, ταυτὸν ἐποίησεν, οἷον ἂν εἰ πατὴρ φιλόπαις, τοῦ παιδὸς δυσχεραίνοντος τὴν πρὸς αὐτὸν διηνεκῆ ὁµιλίαν, ἑτέρως ταύτην σοφίσαιτο. Ἐπειδὴ γὰρ αὐτοῦ πόθον οὐκ ἔχοµεν τὸν προσήκοντα, πολλὰ ἕτερα ἡµῖν προβάλλεται ὥστε ἡµᾶς κατασχεῖν πρὸς ἑαυτόν. Καὶ οὐδὲ οὕτω παραµένοµεν, ἀλλ' ἀποπηδῶµεν πρὸς τὰ παιδικὰ ἀθύρµατα. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως, ἀλλ' ὥσπερ τις εὐγενὴς παῖς καὶ ἐλεύθερος καὶ φιλοπάτωρ τὴν συν ουσίαν τοῦ πατρὸς ἐπιζητεῖ µόνον, τῶν δὲ ἄλλωνοὐ τοσοῦτον ποιεῖται λόγον· µᾶλλον δὲ, πολλῷ πλέον ἢ παῖς. Οὐ γὰρ ὁµοῦ καὶ τὸν πατέρα καὶ τὰ αὐτοῦ τιµᾷ, ἀλλ' ὅταν ἴδῃ πρὸς τὸν πατέρα, οὐδὲν ἐκεῖνα ἡγεῖται, ἀλλ' ἕλοιτο ἂν καὶ κολαζόµενος καὶ µαστιζόµενοςεἶναι µετ' αὐτοῦ, ἢ χωριζόµενος αὐτοῦ τρυφᾷν.
15.6
Φρίξωµεν τοίνυν ὅσοι µηδὲ χρηµάτων διὰ τὸν Θεὸν καταφρονοῦµεν· µᾶλλον δὲ, ὅσοι µηδὲ χρηµάτων δι' ἡµᾶς αὐτοὺς καταφρονοῦµεν. Παῦλος γὰρ µόνος ἦν ὁ διὰ τὸν Χριστὸν γνησίως ἅπαντα πάσχων, οὐ διὰ βασιλείαν οὐδὲ διὰ τὴν αὐτοῦ τιµὴν, ἀλλὰ διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν. Ἡµᾶς δὲ οὔτε ὁ Χριστὸς, οὔτε τὰ τοῦ Χριστοῦ, τῶν βιωτικῶν ἀφέλκει πραγµάτων, ἀλλ' ὥσπερ ὄφεις ἢ ἔχεις ἢ χοῖροι, ἢ καὶ ταῦτα πάντα ὁµοῦ, οὕτως ἐν τῇἰλύϊ συρόµεθα. Τί γὰρ τῶν θηρίων ἐκείνων ἡµεῖς ἀµείνους, οἱ τοσαῦτα καὶ τηλικαῦτα ἔχοντες παραδείγµατα, καὶ ἔτι κάτω βλέποντες, καὶ µηδὲ µικρὸν ἀναβλέψαι πρὸςτὸν οὐρανὸν ἀνεχόµενοι; Ἀλλ' ὁ µὲν Θεὸς καὶ τὸν Υἱὸν ἐξέδωκε· σὺ δὲ οὐδὲ ἄρτου µεταδίδως αὐτῷ τῷ διὰ σὲ ἐκδοθέντι, τῷ διὰ σὲ σφαγέντι. Ὁ Πατὴρ διὰ σὲ αὐτοῦ οὐκ ἐφείσατο, καὶ ταῦτα γνησίου ὄντος Παιδός· σὺ δὲ αὐτὸν καὶ λιµῷ τηκόµενον περιορᾷς, καὶ ταῦτα ἀπὸ τῶν αὐτοῦ µέλλων ἀναλίσκειν, καὶ διὰ σαυτὸν ἀναλίσκειν. Τί ταύτης τῆς παρανοµίας χεῖρον γένοιτ' ἄν; Ἐξεδόθη διὰ σὲ, ἐσφάγη διὰ σὲ, περιέρχεται πεινῶν διὰ σὲ, ἐκ τῶν αὐτοῦ δίδως ἵνα αὐτὸς ὠφεληθῇς, καὶ οὐδὲ οὕτω δίδως. Ποίων οὐκ ἂν εἶεν ἀναισθητότεροι λίθων, οἱ τοσούτων αὐτοὺς ἑλκόντων πραγµάτων, ἐπὶ τῆς διαβολικῆς ταύτης µένοντες ὠµότητος; Οὐδὲ γὰρ ἠρκέσθη τῷ θανάτῳ καὶ τῷ σταυρῷ µόνον, ἀλλὰ καὶ πένης γενέσθαι κατεδέξατο καὶ ξένος καὶ ἀλήτης καὶ γυµνὸς, καὶ εἰς δεσµωτήριον ἐµπεσεῖν, καὶ ἀῤῥωστίαν ὑποµεῖναι, ἵνα κἂν οὕτω σε ἐκκαλέσηται. Εἰ γὰρ µὴ ἀµείβῃ µε, φησὶν, ὡς ὑπὲρ σοῦ τι παθόντα, διὰ τὴν πενίαν ἐλέησον. Εἰ δὲ µὴ βούλει διὰ τὴν πενίαν ἐλεῆσαι, διὰ τὴν νόσον ἐπικάµφθητι, διὰ δὲ τὸ δεσµωτήριον ἐπικλάσθητι· εἰ δὲ µηδὲ ταῦτά σε ποιεῖ φιλάνθρωπον, διὰ τὸ κοῦφον τῆς αἰτήσεως ἐπίνευσον. Οὐδὲν γὰρ αἰτῶ πολυτελὲς, ἀλλὰ ἄρτον καὶ στέγην καὶ ῥηµάτων παράκλησιν. Εἰ δὲ καὶ µετὰ ταῦτα ἔτι µένεις ἄγριος ὢν, κἂν διὰ τὴν βασιλείαν γενοῦ βελτίων, κἂν διὰ τὰ ἔπαθλα ἃ ὑπεσχόµην. Ἀλλ' οὐδὲ ἐκείνων ἐστί τίς σοι λόγος; Κἂν πρὸς τὴν φύσιν αὐτὴν ἐπικλάσθητι, γυµνὸν ὁρῶν, καὶ τῆς γυµνότητος ἀναµνήσθητι ἐκείνης, ἣν ἐγυµνώθην ἐπὶ τοῦ σταυροῦ διὰ σέ. Εἰ δὲ ἐκείνης οὐ βούλει, κἂν ταύτης, ἢν διὰ τῶν πενήτων γυµνοῦµαι. Ἐδεήθην τότε διὰ σὲ, ἀλλὰ καὶ νῦν διὰ σὲ, ἵνα εἴτε ἐντεῦθεν, εἴτε ἐκεῖθεν προαχθεὶς, βουληθῇς ποιῆσαί τινα ἔλεον· ἐνήστευσα διὰ σὲ, πάλιν πεινῶ διὰ σέ· ἐδίψησα κρεµάµενος ἐπὶ τοῦ σταυροῦ, διψῶ καὶ διὰ τῶν πενήτων, ἵνα καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων ἐπισπάσωµαί σε πρὸς ἐµαυτὸν, καὶποιήσω φιλάνθρωπον ἐπὶ σωτηρίᾳ τῇ σῇ.∆ ιὰ τοῦτο καὶ µυρίων ὀφείλοντά σε εὐεργετηµάτων ἀµοιβὴν ἐµοὶ, οὐχ ὡς ὀφείλοντα ἀπαιτῶ, ἀλλ' ὡς χαριζόµενον στεφανῶ, καὶ βασιλείαν δωροῦµαι ἀντὶτῶν µικρῶν τούτων. Οὐδὲ γὰρ λέγω, Λῦσόν µοι τὴν πενίαν, οὐδὲ, Χάρισαί µοι πλοῦτον, καίτοι γε ἐπτώχευσα διὰ σέ· ἀλλ' ὅµως ἄρτον αἰτῶ καὶ ἱµάτιον καὶ λιµοῦ παραµυθίαν µικράν. Κἂν εἰς δεσµωτήριον ἐµπέσω, οὐκ ἀναγκάζω τὰ δεσµὰ λῦσαι καὶ ἐκβαλεῖν, ἀλλ' ἓν ἐπιζητῶ µόνον, ἵνα ἴδῃς δεδεµένον διὰ σὲ, καὶ ἀρκοῦσαν ἔλαβον χάριν, καὶ ὑπὲρ τούτου µόνου τὸν οὐρανόν σοι χαρίζοµαι. Καίτοι γε ἐγὼ χαλεπωτάτων σε ἔλυσα δεσµῶν, ἀλλ' ἐµοὶ µόνον ἀρκεῖ, ἂν βουληθῇς ἰδεῖν µε δεδεµένον.∆ ύναµαι µὲν γὰρ χωρὶς τούτων σε στεφανοῦν, βούλοµαι δέ σοι καὶ ὀφειλέτης εἶναι, ἵνα φέρῃ σοί τινα καὶ παῤῥησίαν ὁ στέφανος. Καὶ διὰ τοῦτο καὶ δυνάµενος ἐµαυτὸν θρέψαι, περιέρχοµαι προσαιτῶν, καὶ ταῖς θύραις σου παριστάµενος προτείνω χεῖρα. Παρὰ σοῦ γὰρ τραφῆναι ἐπιθυµῶ· φιλῶ γάρ σε σφόδρα· διὸ καὶ τῆς τραπέζης ἐρῶ τῆς σῆς, ὃ τοῖς φιλοῦσιν ἔθος ἐστὶ, καὶ ἐγκαλλωπίζοµαι τούτῳ, καὶ τοῦ θεάτρου παρόντος τῆς οἰκουµένης, ἀνακηρύττω σε τότε, καὶ πάντων ἀκουόντων, ἐνδείκνυµαι τὸν τροφέα τὸν ἐµόν. Καίτοι γε ἡµεῖς ὅταν παρά τινος τραφῶµεν, αἰσχυνόµεθα τοῦτο καὶ συσκιάζοµεν· αὐτὸς δὲ ἐπειδὴ σφόδρα ἡµᾶς φιλεῖ, κἂν ἡµεῖς σιγῶµεν, ἀναγορεύει τότε τὸ γεγενηµένον µετὰ πολλῶν τῶν ἐγκωµίων, καὶ οὐκ αἰσχύνεται εἰπεῖν, ὅτικαὶ γυµνὸν ὄντα αὐτὸν περιεβάλοµεν, καὶ πεινῶντα ἐθρέψαµεν. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, µὴ µέχρι τῶν ἐπαίνων στῶµεν µόνον, ἀλλὰ καὶ ἐπιτελέσωµεν τὰ εἰρηµένα. Τί γὰρ ὄφελος τῶν κρότων καὶ τῶν θορύβων τούτων; Ἓν ζητῶ παρ' ὑµῶν µόνον, τὴν διὰ τῶν ἔργων ἐπίδειξιν, τὴν διὰ τῶν πραγµάτων ὑπακοήν· τοῦτο ἔπαινος ἐµὸς, τοῦτο κέρδος ὑµέτερον, τοῦτο διαδήµατός µοι λαµπρότερον. Τοῦτον τοίνυν ἀπελθόντες καὶ ὑµῖν καὶ ἐµοὶ κατασκευάσετε τὸν στέφανον διὰ τῆς τῶν πενήτων χειρὸς, ἵνα καὶ κατὰ τὸν παρόντα βίον χρηστῇσυντραφῶµεν ἐλπίδι, καὶ πρὸς τὴν µέλλουσαν ἀπελθόντες ζωὴν, τῶν µυρίων ἐπιτύχωµεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.