Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
16.0
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδοµαι, συµ µαρτυρούσης µοι τῆς συνειδήσεώς µου ἐν Πνεύµατι ἁγίῳ.
16.1
Ἆρα οὐ µεγάλα τινὰ καὶ ὑπερφυῆ τῇ προτεραίᾳ περὶ τῆς τοῦ Παύλου περὶ τὸν Χριστὸν ἀγάπης ἐδόκουν ὑµῖν εἰρηκέναι; Καὶ γὰρ ἦν φύσει µεγάλα, καὶ πάντα ὑπερβαίνοντα λόγον· ἀλλ' ὅµως τὰ σήµερον λεχθέντα τοσαύτην ἔχει τὴν ὑπερβολὴν πρὸς ἐκεῖνα, ὅσην ἐκεῖνα πρὸς τὰ ἡµέτερα. Καίτοι γε οὐκ ᾤµην αὐτὰ ἔχειν ὑπερβολὴν, ἀλλ' ὅµως ἐπελθόντα τὰ σήµερον ἡµῖν ἀναγνωσθέντα πολὺ πάντων ἐκείνων ἐφάνη λαµπρότερα· ὅπερ οὖν καὶ αὐτὸς συνιδὼν, ἀπὸ τῶν προοιµίων αὐτὸ ἐνέφηνεν, ἅτε εἰς µείζονα ἐµβαίνειν µέλλων καὶ ἀπιστεῖσθαι παρὰ τῶν πολλῶν. Πρότερον δὲ διαβεβαιοῦται περὶ ὧν µέλλει λέγειν· ὅπερ πολλοῖς ἔθος ποιεῖν, ὅταν µέλλωσί τι λέγειν παρὰ τοῖς πολλοῖς ἀπιστούµενον, καὶ ὑπὲρ οὗ σφόδρα ἑαυτούς εἰσι πεπεικότες. Καὶ γὰρ Ἀλήθειαν λέγω, φησὶ, καὶ οὐ ψεύδοµαι, καὶ ἡ συνείδησίς µοι µαρτυρεῖ, ὅτι λύπη µοί ἐστι µεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ µου. Ηὐχόµην γὰρ ἀνάθεµα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ. Τί λέγεις, ὦ Παῦλε; Ἀπὸ τοῦ Χριστοῦ τοῦ ποθουµένου, οὗ µήτε βασιλεία σε, µήτε γέεννα ἐχώριζε, µήτε τὰ ὁρώµενα, µήτε τὰ νοούµενα, µήτε ἄλλα τοσαῦτα, ἀπὸ τούτου νῦνεὔχῃ ἀνάθεµα εἶναι; Τί γέγονε; µὴ µεταβέβλησαι, καὶ κατέλυσας τὸν πόθον ἐκεῖνον; Οὐχὶ, φησὶ, µὴ δείσῃς· καὶ γὰρ καὶ ἐπέτεινα αὐτὸν µᾶλλον. Πῶς οὖν εὔχῃ ἀνάθεµα εἶναι, καὶ ἀλλοτρίωσιν ζητεῖς, καὶ χωρισµὸν τοιοῦτον, µεθ' ὃν ἕτερον οὐκ ἔστιν εὑρεῖν; Ἐπειδὴ σφόδρα αὐτὸν φιλῶ, φησί. Πῶς, εἰπέ µοι, καὶ ποίῳ τρόπῳ; καὶ γὰρ αἰνίγµατι τὸ πρᾶγµα ἔοικε. Μᾶλλον δὲ, εἰ δοκεῖ, πρῶτον µάθωµεν τί ποτέ ἐστι τὸ ἀνάθεµα, καὶ τότε αὐτὸν ἐρωτήσωµεν περὶ τούτων, καὶ τὴν ἀπόῤῥητον ταύτην καὶ παράδοξονεἰσόµεθα ἀγάπην. Τί οὖν ἐστι τὸ ἀνάθεµα; Ἄκουσον αὐτοῦ λέγοντος· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἔστω ἀνάθεµα· τουτέστι, κεχωρίσθω πάντων, ἀλλότριος ἔστω πάντων. Καθάπερ γὰρ τοῦ ἀναθέµατος τοῦ ἀνατιθεµένου τῷ Θεῷ οὐδεὶς ἂν τολµήσειεν ἁπλῶς ταῖς χερσὶν ἅψασθαι, οὐδὲ ἐγγὺς γενέσθαι· οὕτω καὶ τὸν χωριζόµενον τῆς Ἐκκλησίας, πάντων ἀποτέµνων, καὶ ὡς ποῤῥωτάτω ἀπάγων, τούτῳ τῷ ὀνόµατι ἀπὸ τοῦ ἐναντίου καλεῖ, µετὰ πολλοῦτοῦ φόβου πᾶσιν ἀπαγορεύων αὐτοῦ ἀποχωρίζεσθαι καὶ ἀποπηδᾷν. Τῷ µὲν γὰρ ἀναθέµατι τιµῆς ἕνεκα οὐδεὶς ἐτόλµα ἐγγίσαι· τοῦ δὲ ἀποτιµηθέντος, ἐξ ἐναντίας ἐχωρίζοντο γνώµης ἅπαντες. Ὥστε ὁ µὲν χωρισµὸς εἷς, καὶ ὁµοίως καὶ τοῦτο κἀκεῖνο τῶν πολλῶν ἠλλοτρίωται· ὁ δὲ τρόπος τοῦ χωρισµοῦ οὐχ εἷς, ἀλλὰ καὶ ἐναντίος οὗτος ἐκείνου. Τοῦ µὲν γὰρ ἀπείχοντο ὡς ἀνακειµένου Θεῷ, τοῦ δὲ ὡς ἠλλοτριωµένου Θεοῦ, καὶ ἀποῤῥαγέντος τῆς Ἐκκλησίας. Τοῦτο οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ηὐχόµην ἀνάθεµα εἶναι ἀπὸ τοῦ Χριστοῦ. Καὶ οὐδὲ ἁπλῶς εἶπεν, ὅτι Ἐβουλόµην, ἀλλὰ ἐπιτείνων αὐτὸ, φησὶ καὶ, Ηὐχόµην. Εἰ δὲ θορυβεῖ σε ἅτε ἀσθενέστερα ὄντα τὰ λεγόµενα, τὸ πρᾶγµα λογίζου, µὴ µόνον ὅτι χωρισθῆναι ἐβούλετο, ἀλλὰ καὶ τὴν αἰτίαν, δι' ἣν ἐβούλετο, καὶτότε ὄψει αὐτοῦ τὴν ὑπερβολὴν τῆς ἀγάπης· ἐπεὶ καὶ περιέτεµε, καὶ οὐ τῷ γενοµένῳ προσέχοµεν, ἀλλὰ τῇ γνώµῃ καὶ τῇ αἰτίᾳ τοῦ γενοµένου, καὶ διὰ τοῦτο µᾶλλον αὐτὸν θαυµάζοµεν. Οὐ περιέτεµε δὲ µόνον, ἀλλὰ καὶ ἐξυρᾶτο καὶ ἔθυσε· καὶ οὐ δήπου διὰ τοῦτο αὐτὸν Ἰουδαῖόν φαµεν εἶναι, ἀλλὰ δι' αὐτὸ µὲν οὖν τοῦτο µάλιστα ἀπηλλάχθαι Ἰουδαϊσµοῦ καὶ καθαρεύειν καὶ γνήσιον εἶναιτοῦ Χριστοῦ θεραπευτήν. Ὥσπερ οὖν αὐτὸν περιτέµνοντα βλέπων καὶ θύοντα. οὐ διὰ τοῦτο αὐτὸν καταδικάζεις ὡς Ἰουδαΐζοντα, ἀλλὰ δι' αὐτὸ µὲν οὖν τοῦτο µάλιστα στεφανοῖς, ὡς ἀλλότριον ὄντα Ἰουδαϊσµοῦ· οὕτω καὶ ὁρῶν ἐπιθυµοῦντα ἀνάθεµα γενέσθαι, µὴ διὰ τοῦτο θορυβηθῇς, ἀλλὰ δι' αὐτὸ µὲν οὖν τοῦτο µάλιστα αὐτὸν ἀνακήρυξον, τὴν αἰτίαν καταµαθὼν, δι' ἣν τοῦτο βούλεται. Ἂν γὰρ µὴ τὰς αἰτίας ἐξετάσωµεν, καὶ τὸν Ἠλίαν ἀνδροφόνον ἐροῦµεν, καὶ τὸν Ἀβραὰµ οὐκ ἀνδροφόνον µόνον, ἀλλὰ καὶ παιδοκτόνον· καὶ τὸν Φινεὲς δὲ καὶ τὸν Πέτρον φόνου γραψόµεθα πάλιν, καὶ οὐ περὶ τῶν ἁγίων δὲ µόνον, ἀλλὰ καὶ περὶ τοῦ τῶν ὅλων Θεοῦ, ὁ µὴ τηρῶν τοῦτον τὸνκανόνα, πολλὰ ἄτοπα ὑποπτεύσει. Ἵν' οὖν µὴ τοῦτο γένηται, ἐπὶ πάντων τῶν τοιούτων καὶ αἰτίαν καὶ γνώµην καὶ καιρὸν καὶ πάντα τὰ ὑπὲρ τῶν γινοµένων ἀπολογούµενα συναγαγόντες, οὕτω τὰ πράγµατα ἐξετάζωµεν· ὃ καὶ νῦν ἐπὶ τῆς µακαρίας ταύτης ψυχῆς ποιητέον ἡµῖν. Τίς οὖν ἡ αἰτία; Πάλιν αὐτὸς ὁ ποθούµενος Ἰησοῦς. Καὶ µὴν οὐ δι' αὐτὸν, φησίν· ηὐχόµην γὰρ ἀπ' αὐτοῦ, φησὶν, ἀνάθεµα εἶναι ὑπὲρ τῶν ἀδελφῶν µου. Καὶ τοῦτο τῆς αὐτοῦ ταπεινοφροσύνης· οὐ γὰρ βούλεται ὡς µέγα τι λέγων, καὶ τῷ Χριστῷ τοῦτο χαριζόµενος φανῆναι.∆ ιὸ καὶ εἶπε, Συγγενῶν, ἵνα κρύψῃ τὸ πλεονέκτηµα· ἐπεὶ, ὅτι τὸ πᾶν διὰ τὸν Χριστὸν ἤθελεν, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γὰρ, Τῶν συγγενῶν, ἐπήγαγεν· Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νοµοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὢν ἐπὶπάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀµήν.
16.2
Καὶ τί τοῦτο; φησίν. Εἰ γὰρ ὑπὲρ τοῦ πιστεῦσαι ἑτέρους ἐβούλετο γενέσθαι ἀνάθεµα, ἔδει καὶ ὑπὲρ τῶν ἐθνῶν τοῦτο εὔξασθαι· εἰ δὲ καὶ ὑπὲρ Ἰουδαίων εὔχεται µόνων, δείκνυσιν οὐ διὰ τὸν Χριστὸν αὐτὸ βουλόµενος, ἀλλὰ διὰ τὴν πρὸς ἐκείνους οἰκείωσιν. Καὶ µὴν, εἰ ὑπὲρ τῶν ἐθνῶν ηὔξατο µόνων, οὐκ ἂν ὁµοίως τοῦτο ἐφάνη· ἐπειδὴ δὲ ὑπὲρ Ἰουδαίων µόνων, δείκνυται καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν τοῦτο σπουδάζων. Καὶ οἶδα µὲν, ὅτι παράδοξον ὑµῖν εἶναι δοκεῖ τὸ λεγόµενον· πλὴν, ἐὰν µὴ θορυβῆσθε, ταχέως αὐτὸ πειράσοµαι ποιῆσαι σαφές. Οὐδὲ γὰρ ἁπλῶς ταῦτα εἴρηκεν, ἅπερ εἴρηκεν, ἀλλ' ἐπεὶ πάντες ἔλεγον καὶ τοῦ Θεοῦ κατηγόρουν, ὅτι υἱοὶ Θεοῦ καταξιωθέντες κληθῆναι, καὶνόµον δεξάµενοι, καὶ πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαντες δόξης, καὶ θεραπεύσαντες αὐτὸν πρὸ τῆς οἰκουµένης, καὶ ἐπαγγελίας δεξάµενοι, καὶ πατέρες ὄντες τῶν αὐτῶν φυλῶν, καὶ τὸ δὴ µεῖζον πάντων, καὶ προπάτορες αὐτοῦ γενόµενοι τοῦ Χριστοῦ( τοῦτο γάρ ἐστιν, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰσάρκα), ἐκβέβληνται καὶ ἠτίµωνται, ἀντεισήχθησαν δὲ ἀντ' ἐκείνων οἱ µηδέποτε αὐτὸν ἐπιγνόντες ἄνθρωποι οἱ ἐξ ἐθνῶν· ἐπεὶ οὖν ταῦτα λέγοντες τὸν Θεὸν ἐβλασφήµουν, ἀκούων ταῦτα καὶ δακνόµενος ὁ Παῦλος, καὶ ὑπὲρ τῆς δόξης ἀλγῶν τοῦ Θεοῦ, ηὔξατο ἀνάθεµα εἶναι, εἴγε δυνατὸν ἦν, ὥστε ἐκείνους σωθῆναι, καὶ τὴν βλασφηµίαν ταύτην καταλυθῆναι, καὶ µὴ δόξαι τὸν Θεὸν ἠπατηκέναι τοὺς ἐκγόνους τοὺς ἐκείνων, οἷς τὰςδωρεὰς ἐπηγγείλατο. Καὶ ἵνα µάθῃς, ὅτι ὑπὲρ τούτου κοπτόµενος, τοῦ µὴ δόξαι τὴν ὑπόσχεσιν τοῦ Θεοῦ διαπίπτειν τὴν λέγουσαν τῷ Ἀβραὰµ, Σοὶ δώσω τὴν γῆν ταύτην καὶτῷ σπέρµατί σου, ταῦτα ηὔχετο· µετὰ τὸ ταῦτα εἰπεῖν, ἐπήγαγεν· Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ· δεικνὺς ὅτι πάντα ταῦτα διὰ τὸν λόγον τοῦ Θεοῦ ὑποµεῖναι ἠνείχετο· τουτέστι, τὴν ἐπαγγελίαν τὴν πρὸς Ἀβραὰµ γεγενηµένην. Καθάπερ γὰρ Μωϋσῆς ἐδόκει µὲν ὑπὲρ Ἰουδαίων πρεσβεύειν, τὸ δὲ πᾶν ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἔπραττεν( Ἵνα γὰρ µὴ εἴπωσι, φησὶν, ὅτι παρὰ τὸµὴ δύνασθαι αὐτοὺς σῶσαι, ἐξήγαγεν αὐτοὺς ἀπολέσαι ἐν τῇ ἐρήµῳ· κατάλυσον τὴν ὀργήν)· οὕτω δὴ καὶ Παῦλος, Ἵνα µὴ εἴπωσι, φησὶν, ὅτι ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ἐψεύσατο ἃ ὑπέσχετο, καὶ εἰς ἔργον οὐκ ἐξῆλθεν ὁ λόγος, ἠβουλόµην ἀνάθεµα γενέσθαι.∆ ιὰ δὴ τοῦτο οὐχ ὑπὲρ τῶν ἐθνῶν φησιν( οὐδὲ γὰρ ἦν πρὸς ἐκείνους ἐπηγγελµένον αὐτὸ, οὐδὲ ἦσαν αὐτὸν τεθεραπευκότες· διὸ οὐδὲ ἐβλασφήµουν αὐτὸν δι' ἐκείνους), ἀλλ' ὑπὲρ τῶν Ἰουδαίων τῶν καὶ τὴν ἐπαγγελίαν δεξαµένων, καὶ πρὸ τῶν ἄλλων οἰκειωθέντων αὐτῷ, ταῦτα ηὔχετο. Εἶδες, ὅτι, εἰ µὲν ὑπὲρ τῶν ἐθνῶν ηὔξατο, οὐκ ἂν οὕτως ἐφάνη καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν τοῦτο ποιῶν· ἐπειδὴ δὲ ὑπὲρ Ἰουδαίων ἐβουλήθη γενέσθαι ἀνάθεµα, τότε µάλιστα ἐδείχθη, ὅτι διὰ τὸν Χριστὸν µόνον ταῦτα ἐπιθυµεῖ· διὰ τοῦτο ἔλεγεν· Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ ἡ λατρεία καὶ ἡ ἐπαγγελία. Καὶ γὰρ ὁ νόµος ἐκεῖθεν ὁ περὶ τοῦ Χριστοῦ λέγων, φησὶ, καὶ αἱ συνθῆκαι αἱ πρὸς αὐτοὺς πᾶσαι, καὶ αὐτὸς ἐξ αὐτῶν, καὶ οἱ πατέρες οἱ δεξάµενοιτὰς ἐπαγγελίας ἐξ ἐκείνων πάντες· ἀλλ' ὅµως τοὐναντίον γέγονε, καὶ πάντων ἐξέπεσον τῶν ἀγαθῶν.∆ ιὰ τοῦτο κόπτοµαι, φησὶ, καὶ εἴ γε ἦν χωρισθῆναι τοῦ περὶ τὸν Χριστὸν χοροῦ, καὶ ἀλλοτριωθῆναι, οὐχὶ τῆς ἀγάπης αὐτοῦ( µὴ γένοιτο, ἐπεὶ καὶ ταῦταδι' ἀγάπην ἐποίει), ἀλλὰ καὶ τῆς ἀπολαύσεως ἐκείνης καὶ τῆς δόξης, κατεδεξάµην ἂν, ὥστε µὴ τὸν∆ εσπότην βλασφηµηθῆναι τὸν ἐµὸν, διὰ τὸ µὴ ἀκοῦσαιλεγόντων τινῶν, ὅτι Σκηνὴ τὰ πράγµατα γέγονεν· ἄλλοις ὑπέσχετο, καὶ ἄλλοις ἔδωκεν· ἐξ ἄλλων ἐγεννήθη, καὶ τοὺς ἄλλους ἔσωσε· τοῖς τῶν Ἰουδαίων προγόνοις ἐπήγγελτο, καὶ τοὺς ἐκγόνους αὐτῶν ἀφεὶς, τοὺς οὐδέποτε αὐτὸν ἐγνωκότας εἰς τὰ ἐκείνων εἰσήγαγεν ἀγαθά· ἐκεῖνοι τὸν νόµον ἔκαµον µελετῶντες, καὶ τὰς προφητείας ἀναγινώσκοντες, καὶ οἱ ἀπὸ τῶν βωµῶν καὶ τῶν εἰδώλων χθὲς ἐπανελθόντες, ἀνώτεροιγεγόνασιν ἐκείνων· ποῦ ταῦτα προνοίας; Ἵν' οὖν ταῦτα µὴ λέγηται περὶ τοῦ∆ εσπότου τοῦ ἐµοῦ, φησὶν, εἰ καὶ ἀδίκως λέγεται, καὶ βασιλείας ἡδέως ἂν ἐξέπιπτον, καὶ τῆς δόξης ἐκείνης τῆςἀποῤῥήτου, καὶ πάντα ὑπέµεινα ἂν τὰ δεινὰ, µεγίστην ἁπάντων ἡγούµενος παραµυθίαν εἶναι τοῦ πόνου τὸ τὸν οὕτω ποθούµενον µηκέτι βλασφηµούµενον ἀκούειν. Εἰ δὲ οὐδέπω καταδέχῃ τὸ εἰρηµένον, ἐννόησον, ὅτι καὶ πατέρες πολλοὶ πολλάκις ταῦτα ὑπὲρ παίδων κατεδέξαντο, καὶ εἵλοντο αὐτῶν χωρισθῆναι, καὶµόνον αὐτοὺς εὐδοκιµοῦντας ὁρᾷν, τῆς συνουσίας αὐτῶν ἡδίω νοµίζοντες εἶναι τὴν εὐδοκίµησιν τὴν ἐκείνων. Ἀλλ' ἐπειδὴ πόῤῥω τῆς ἀγάπης ἐσµὲν ταύτης, οὐδὲ νοῆσαι τὰ λεγόµενα δυνάµεθα. Οὕτω γάρ τινες καὶ τὴν Παύλου προσηγορίαν οὐδὲ ἀκοῦσαί εἰσιν ἄξιοι, καὶ τῆς σφοδρότητος τῆς ἐκείνου πόῤῥω καὶ µακρὰν ἑστήκασιν, ὡς καὶ περὶθανάτου τοῦ προσκαίρου ταῦτα λέγειν αὐτὸν νοµίζειν· οὓς τοσοῦτον εἴποιµι ἂν ἀγνοεῖν τὸν Παῦλον, ὅσον τοὺς πηροὺς τὴν ἀκτῖνα τὴν ἡλιακήν· µᾶλλον δὲ καὶ πολλῷ πλέον. Ὁ γὰρ καθ' ἑκάστην ἡµέραν ἀποθνήσκων, καὶ νιφάδας κινδύνων θεὶς, καὶ εἰπὼν, Τίς ἡµᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιµὸς, ἢ διωγµός; καὶ οὐκ ἀρκεσθεὶς τοῖς λεχθεῖσιν, ἀλλ' ὑπερβὰς τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ πάντα τὰ ἄνωπεριδραµὼν, καὶ συλλαβὼν ὁµοῦ τὰ παρόντα, τὰ µέλλοντα, τὰ ὁρώµενα, τὰ νοούµενα, τὰ λυπηρὰ, τὰ χρηστὰ, τὰ ἐν ἑκατέροις, καὶ οὐδὲν ὅλως ἀφεὶς, καὶ οὐδὲοὕτω κορεσθεὶς, ἀλλὰ καὶ ἑτέραν τοσαύτην κτίσιν τὴν οὐκ οὖσαν ὑποστησάµενος· πῶς ὡς µέγα τι λέγων µετ' ἐκεῖνα πάντα, θανάτου τοῦ προσκαίρου ἐµνηµόνευσεν ἄν;
16.3
Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλὰ σκωλήκων ἐν κοπρίᾳ φωλευόντων ἡ τοιαύτη ὑπόνοια. Εἰ γὰρ τοῦτο ἔλεγε, πῶς ἀνάθεµα ἑαυτὸν ηὔχετο εἶναι ἀπὸ τοῦ Χριστοῦ; Ὁ γὰρ τοιοῦτος θάνατος µᾶλλον τῷ τοῦ Χριστοῦ συνῆπτε χορῷ, καὶ τῆς δόξης ἀπολαύειν ἐκείνης ἐποίει. Ἀλλὰ γάρ εἰσί τινες, οἳ καὶ τούτων ἕτερα καταγελαστότερα τολµῶσι λέγειν. Οὐ γὰρ θάνατον, φησὶν, ἀλλὰ κειµήλιον καὶ ἀνάθεµα εἶναι ηὔχετο τοῦ Χριστοῦ. Καὶ τίς τοῦτο καὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀναπεπτωκότων οὐκ ἂν εὔξαιτο; Πῶς δὲ ὑπὲρ τῶν συγγενῶν τοῦτο ἔµελλε τῶν αὐτοῦ γενέσθαι; Ἀφέντες τοίνυν τοὺς µύθους καὶ τὰς φλυαρίας( οὐδὲ γὰρ ἀντιλέγειν πρὸς ταῦτα ἄξιον, ὥσπερ οὖν οὐδὲ πρὸς τὰ παιδία τὰ ψελλίζοντα, εἰς αὐτὴν πάλιντὴν ῥῆσιν ἐπανέλθωµεν, ἐντρυφῶντες αὐτοῦ τῷ πελάγει τῆς ἀγάπης, καὶ µετὰ ἀδείας πανταχοῦ νηχόµενοι, καὶ τὴν φλόγα ἐννοοῦντες τὴν ἄφατον· µᾶλλον δὲ, ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Καὶ γὰρ πελάγους παντὸς εὐρυτέρα, καὶ φλογὸς ἁπάσης σφοδροτέρα ἦν αὕτη, καὶ οὐδεὶς αὐτὴν κατ' ἀξίαν ἀναγορεῦσαι δυνήσεται λόγος· ἀλλ' ἐκεῖνος µόνος οἶδεν αὐτὴν ὁ µετὰ ἀκριβείας αὐτὴν κτησάµενος. Φέρε οὖν πάλιν αὐτὰ τὰ ῥήµατα εἰς µέσον ἀγάγωµεν· Ηὐχόµην γὰρ ἀνάθεµα εἶναι αὐτὸς ἐγώ. Τί ἐστιν, Αὐτὸς ἐγώ; Ὁ διδάσκαλος ἁπάντων γενόµενος, ὁ µυρία κατορθώµατα συναγαγὼν, ὁ µυρίους ἀναµένων στεφάνους, ὁ ποθήσας αὐτὸν οὕτως, ὡς πάντωνπροτιµῆσαι αὐτοῦ τὴν ἀγάπην, ὁ καθ' ἑκάστην ἡµέραν δι' αὐτὸν καιόµενος, καὶ πάντα δεύτερα εἶναι νοµίζων τοῦ φίλτρου τοῦ πρὸς αὐτόν. Οὐδὲ γὰρ τοῦ φιλεῖσθαι ἔµελεν αὐτῷ παρὰ τοῦ Χριστοῦ µόνον, ἀλλὰ καὶ τοῦ σφόδρα φιλεῖν αὐτόν· καὶ τοῦτο µάλιστα ἦν.∆ ιὰ γὰρ τοῦτο πρὸς τοῦτο ἔβλεπε µόνον, καὶ πάντα εὐκόλως ἔφερεν· ἓν γὰρ ἐσκόπει διὰ πάντων, τὸ τὸν καλὸν τοῦτον ἐµπλῆσαι ἔρωτα. Καὶ εὔχεται µὲν ταῦτα· ἐπειδὴ δὲ οὐκ ἔµελλε γίνεσθαι οὕτως, οὐδὲ ἔµελλεν ἀνάθεµα εἶναι, πειρᾶται λοιπὸν καὶ εἰς ἀπολογίαν ἐµβῆναι τῶν ἐγκληµάτων, καὶ τὰ θρυλλούµενα παρὰ πάντων εἰς µέσον ἄγων, ἀνατρέψαι. Καὶ πρὶν εἰς τὴν σαφῆ τούτων ἀπολογίαν ἐµβῆναι, τὰ σπέρµατα αὐτῆς ἤδη προκαταβάλλεται. Ὅταν γὰρ λέγῃ, Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ ἡ νοµοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, οὐδὲν ἄλλο φησὶν, ἢ ὅτι ὁ Θεὸς µὲν αὐτοὺς ἐβούλετοσωθῆναι( καὶ τοῦτο ἐδήλωσε δι' ὧν ἔµπροσθεν ἐποίησε, καὶ δι' ὧν ὁ Χριστὸς ἐξ ἐκείνων ἐγένετο, καὶ δι' ὧν τοῖς πατράσιν ἐπηγγείλατο)· αὐτοὶ δὲ ἐξ οἰκείας ἀγνωµοσύνης ἀπεκρούσαντο τὴν εὐεργεσίαν.∆ ιὸ καὶ ἐκεῖνα τίθησιν, ἅπερ τῆς τοῦ Θεοῦ δωρεᾶς ἐστιν ἐνδεικτικὰ µόνον, οὐκ ἐκείνων ἐγκώµια· καὶ γὰρ ἡ υἱοθεσία τῆς αὐτοῦ γέγονε χάριτος, καὶ ἡ δόξα καὶ αἱ ἐπαγγελίαι καὶ ὁ νόµος. Ἅπερ ἅπαντα ἐννοήσας, καὶ λογισάµενος πόσην ὁ Θεὸς µετὰ τοῦ Παιδὸς ἐποιήσατο τὴν σπουδὴν σῶσαι αὐτοὺς, ἀνεβόησε µέγα, καὶ εἶπεν· Ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀµήν· τὴν ὑπὲρ πάντων εὐχαριστίαν ἀναφέρων αὐτὸς τῷ Μονογενεῖ τοῦ Θεοῦ. Τί γὰρ, εἰ καὶ ἕτεροι βλασφηµοῦσι, φησὶν, ἀλλ' ἡµεῖς οἱ τὰ ἀπόῤῥητα εἰδότες αὐτοῦ, καὶ τὴν σοφίαν τὴν ἄφατον, καὶ τὴν πρόνοιαν τὴν πολλὴν, ἴσµενσαφῶς, ὅτι οὐ τοῦ βλασφηµεῖσθαι, ἀλλὰ τοῦ δοξάζεσθαι ἄξιος. Οὐκ ἀρκεσθεὶς δὲ αὐτοῦ τῷ συνειδότι, πειρᾶται καὶ λογισµὸν τιθέναι λοιπὸν, καὶ σφοδροτέρῳ κεχρῆσθαι κατ' αὐτῶν τῷ λόγῳ· καὶ οὐ πρότερον ἀποτείνεται πρὸς αὐτοὺς, ἕως τὴν ὑπόνοιαν τὴν αὐτῶν περιεῖλεν. Ἵνα γὰρ µὴ δόξῃ ὡς ἐχθροῖς διαλέγεσθαι, καὶ προϊών φησιν· Ἀδελφοὶ, ἡ µὲν εὐδοκία τῆς ἐµῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν· καὶ ἐνταῦθα δὲ µετὰ τῶν ἄλλων, ὧν εἴρηκε, κατεσκεύαζε τὸ µὴ δόξαι δι' ἔχθραν λέγειν, ἅπερ ἔµελλε κατ' αὐτῶν ἐρεῖν· διόπερ οὐδὲ συγγενεῖς αὐτοὺς καὶ ἀδελφοὺς παραιτεῖται ὀνοµάζειν. Εἰ γὰρ καὶ διὰ τὸν Χριστὸν ἔλεγεν, ἅπερ ἔλεγεν, ἀλλ' ὅµως καὶ τὴν ἐκείνων ἐπισπᾶται διάνοιαν, καὶ προοδοποιεῖ τῷ λόγῳ, καὶ πάσης ἑαυτὸνὑποψίας ἀπαλλάττει διὰ τὰ µέλλοντα κατ' αὐτῶν λεχθήσεσθαι, καὶ τότε λοιπὸν ἐµβαίνει εἰς τὸν παρὰ τῶν πολλῶν ζητούµενον λόγον. Καὶ γὰρ ἐζήτουν πολλοὶ, καθάπερ ἔφθη ν εἰπὼν, τίνος ἕνεκεν οἱ µὲν δεξάµενοι τὴν ἐπαγγελίαν ἐξέπεσον, οἱ δὲ µὴ ἀκούσαντες αὐτῆς πώποτε, πρὸ ἐκείνων ἐσώθησαν. Ταύτην τοίνυν λύων τὴν ἀπορίαν, πρὸ τῆς ἀντιθέσεως τὴν λύσιν ἐπάγει. Ἵνα γὰρ µὴ λέγῃ τις· Τί οὖν; σὺ µᾶλλον φροντίζεις τῆς δόξης τοῦ Θεοῦ, ἢ ὁ Θεὸς τῆς ἑαυτοῦ; καὶ, Τῆς παρὰ σοῦ δεῖται βοηθείας, ὥστε µὴ ἐκπεσεῖν αὐτοῦ τὸν λόγον; πρὸς ταῦτα ἱστάµενός φησι· Ταῦτα δὲ εἶπον, Οὐχ οἷον ὅτι ὁ λόγος τοῦ Θεοῦ ἐκπέπτωκεν, ἀλλ' ἵνα δείξω τὸ περὶ τὸν Χριστὸν φίλτρον. Καὶ γὰρ καὶ οὕτω τῶν πραγµάτων ἐκβάντων, οὐκ ἀποροῦµεν τῶν ὑπὲρ τοῦ Θεοῦ λόγων, φησὶ, καὶ τοῦ δεῖξαι, ὅτι ἕστηκεν ἡ ἐπαγγελία. Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάµ· Σοὶ καὶ τῷ σπέρµατί σου δώσω τὴν γῆν· καὶ, Ἐνευλογηθήσονται ἐν τῷ σπέρµατί σου πάντα τὰ ἔθνη. Ἴδωµεν οὖν ποῖόν ἐστι τὸ σπέρµα, φησίν· οὐ γὰρ πάντες οἱ ἐξ αὐτοῦ σπέρµατα αὐτοῦ εἰσι· διὸ καὶ ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδ' ὅτι εἰσὶ σπέρµα Ἀβραὰµ, πάντες τέκνα.
16.4
Ἂν τοίνυν µάθῃς ποῖόν ἐστι τὸ σπέρµα τοῦ Ἀβραὰµ, ὄψει δοθεῖσαν τὴν ὑπόσχεσιν τῷ σπέρµατι αὐτοῦ, καὶ γνώσῃ, ὅτι οὐκ ἐξέπεσεν ὁ λόγος. Ποῖον οὖν ἐστιν, εἰπέ µοι, τὸ σπέρµα; Οὐκ ἐγὼ λέγω, φησὶν, ἀλλ' αὐτὴ ἡ Παλαιὰ ἑαυτὴν ἑρµηνεύει, οὕτω λέγουσα· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρµα. Τί ἐστιν, Ἐν Ἰσαὰκ, ἑρµήνευσον. Τουτέστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρµα. Καὶ ὅρα Παύλου σύνεσιν καὶ µεγαλόνοιαν· ἑρµηνεύων γὰρ οὐκ εἶπεν, ὅτι Οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Ἀβραὰµ, ἀλλὰ, Τὰ τέκνα τοῦ Θεοῦ· τῷ παρόντι τὰ παλαιὰ συνάπτων, καὶ δεικνὺς, ὅτι οὐδὲ Ἰσαὰκ ἁπλῶς τοῦ Ἀβραὰµ τέκνον ἦν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὅσοι κατὰ τὸν Ἰσαὰκ ἐγεννήθησαν, οὗτοι τέκνα τοῦ Θεοῦ εἰσι, καὶ σπέρµα τοῦ Ἀβραάµ.∆ ιὰ γὰρ τοῦτο εἶπεν, Ἐν Ἰσαὰκ κληθήσεταί σοισπέρµα, ἵνα µάθῃς, ὅτι οἱ τῷ τρόπῳ τούτῳ γεννώµενοι τῷ κατὰ τὸν Ἰσαὰκ, οὗτοι µάλιστά εἰσι τὸ σπέρµατοῦ Ἀβραάµ. Πῶς οὖν ὁ Ἰσαὰκ ἐγεννήθη; Οὐ κατὰ νόµον φύσεως, οὐδὲ κατὰ δύναµιν σαρκὸς, ἀλλὰ κατὰ δύναµιν ἐπαγγελίας. Τί ἐστι, κατὰ δύναµιν ἐπαγγελίας; Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσοµαι πρὸς σὲ, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Αὕτη ἡ ἐπαγγελία τοίνυν, καὶ τὸ ῥῆµα τοῦ Θεοῦ τὸν Ἰσαὰκ διέπλασέ τε καὶ ἐγέννησε. Τί γὰρ, εἰ καὶ µήτρα ὑπέκειτο καὶ νηδὺς γυναικός; Οὐ γὰρ ἡ δύναµις τῆς νηδύος, ἀλλ' ἡ τῆς ἐπαγγελίας ἰσχὺς ἔτεκε τὸ παιδίον. Οὕτω καὶ ἡµεῖς γεννώµεθα διὰ τῶν ῥηµάτων τοῦ Θεοῦ· ἐν γὰρ τῇ κολυµβήθρᾳ τῶν ὑδάτων ῥήµατά ἐστι τοῦ Θεοῦ τὰ γεννῶντα ἡµᾶς καὶ διαπλάττοντα· εἰς γὰρ ὄνοµα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύµατος βαπτιζόµενοι γεννώµεθα. Αὕτη δὲ οὐχὶ φύσεως, ἀλλ' ἐπαγγελίας τοῦ Θεοῦ ἡ γέννησις. Ὥσπερ γὰρ τὴν τοῦ Ἰσαὰκ προαγορεύσας γέννησιν, τότε αὐτὴν ἐπλήρωσεν· οὕτω καὶ τὴν ἡµετέραν πρὸ πολλῶν προανεφώνησε χρόνων διὰ τῶν προφητῶν ἁπάντων, καὶ µετὰ ταῦτα εἰς ἔργον ἐξήγαγεν. Εἶδες ἡλίκον ἀπέδειξε, καὶ πῶς µέγα ἐπαγγειλάµενος κατεσκεύασεν αὐτὸ µετ' εὐκολίας ἁπάσης; Εἰ δὲ λέγοιεν Ἰουδαῖοι, ὅτι τὸ, Ἐν Ἰσαὰκ κληθήσεταί σοισπέρµα, τοῦτο εἶναι τὸ τοὺς ἐκ τοῦ Ἰσαὰκ γεννωµένους αὐτῷ λογίζεσθαι εἰς σπέρµα, ἔδει καὶτοὺς Ἰδουµαίους καὶ πάντας τοὺς ἀπ' ἐκείνου υἱοὺς χρηµατίζειν αὐτοῦ· ὁ γὰρ πρόγονος αὐτῶν Ἡσαῦ υἱὸς ἦν τοῦ Ἰσαάκ. Νῦν δὲ οὐ µόνον οὐ χρηµατίζουσι παῖδες, ἀλλὰ καὶ σφόδρα εἰσὶν ἀπηλλοτριωµένοι. Ὁρᾷς, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ φύσει ἡ διὰ τοῦ βαπτίσµατος ἄνωθεν προϋπογράφεται γέννησις; Εἰ δὲ τὴν µήτραν µοι λέγεις, ἔχω κἀγὼ τὸ ὕδωρ εἰπεῖν. Ἀλλ' ὥσπερ ἐνταῦθα τὸ πᾶν τοῦ Πνεύµατος, οὕτω κἀκεῖ τὸ πᾶν τῆς ἐπαγγελίας· τοῦ γὰρ ὕδατος ψυχροτέρα ἦν ἡ µήτρα διὰ τὴν στείρωσιν καὶ τὸ γῆρας. Καταµάθωµεν τοίνυν ἡµῶν τὴν εὐγένειαν µετὰ ἀκριβείας ἁπάσης, καὶ ἀξίαν αὐτῆς ἐπιδειξώµεθα πολιτείαν· οὐδὲ γὰρ ἔχει τι σαρκικὸν οὐδὲ γεῶδες. Μὴ τοίνυν µηδὲ ἡµεῖς. Οὐδὲ γὰρ ὕπνος, οὐδὲ θέληµα σαρκὸς καὶ περιπλοκαὶ, οὐδὲ οἶστρος ἐπιθυµίας, ἀλλὰ Θεοῦ φιλανθρωπία τὸ πᾶν ἐποίησε. Καὶ καθάπερ ἐκεῖ τῆς ἡλικίας ἀπογνωσθείσης, οὕτω καὶ ἐνταῦθα τοῦ γήρως τῶν ἁµαρτηµάτων ἐπελθόντος, ἐξαίφνης νέος ἀνῆλθεν ὁ ἄνθρωπος, καὶπάντες τοῦ Θεοῦ γεγόναµεν παῖδες, καὶ σπέρµα τοῦ Ἀβραάµ. Οὐ µόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡµῶν. Μέγα τὸ ζητούµενον ἦν· διὸ καὶ πολλοὺς κινεῖ λογισµοὺς, καὶ πανταχόθεν ἐπιχειρεῖ λῦσαι τὴν ἀπορίαν. Εἰ γὰρ καὶ παράδοξον καὶ καινὸν τὸ µετὰ τοσαύτας ἐπαγγελίας ἐκπεσεῖν ἐκείνους, πολλῷ παραδοξότερον, τὸ καὶ ἡµᾶς εἰς τὰ ἐκείνων εἰσελθεῖν ἀγαθὰ, τοὺς µηδὲν προσδοκήσαντας τοιοῦτον. Καὶ ταυτὸν ἐγένετο, οἷον ἂν εἰ βασιλέως υἱὸς ἐπαγγελίας ἔχων τὴν ἀρχὴν διαδέξασθαι τὴν ἐκείνου, εἰς τὴν τῶν ἀτίµων ἐκβληθείη τάξιν, καὶ ἀντ' ἐκείνου κατάδικος ἄνθρωπος καὶ µυρίων γέµων κακῶν, ἐκβληθεὶς τοῦ δεσµωτηρίου, τὴν ἀρχὴν λάβοι τὴν ἐκείνῳ προσήκουσαν. Τί γὰρ ἂν ἔχοις εἰπεῖν; φησίν. Ὅτι ἀνάξιος ὁ υἱός; Ἀλλὰ καὶ οὗτος ἀνάξιος, καὶ πολλῷ µᾶλλον. Οὐκοῦν ἔδει ἢ ὁµοῦ κολάζεσθαι, ἢ ὁµοῦ τιµᾶσθαι. Τοιοῦτον δή τι καὶ ἐπὶ τῶν ἐθνῶν γέγονε, καὶ ἐπὶ τῶν Ἰουδαίων, καὶ πολλῷ τούτου παραδοξότερον. Ὅτι µὲν γὰρ ἅπαντες ἀνάξιοι, ἐδήλωσεν ἐν τοῖς εἰρηµένοις, εἰπών· Πάντες γὰρ ἥµαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· τὸ δὲ καινὸν, ὅτι πάντων ἀναξίων ὄντων, τὰ ἔθνη διεσώθη µόνα. Μετὰ δὲ τούτων καὶ ἕτερον ἄν τις διαπορήσειε πάλιν, φησίν. Εἰ γὰρ µὴ ἔµελλε πληροῦν αὐτοῖς τὰς ὑποσχέσεις ὁ Θεὸς, τίνος ἕνεκεν καὶ ὑπισχνεῖτο; Ἄνθρωποι µὲν γὰρ οἱ τὸ µέλλον µὴ εἰδότες, πολλάκις ἀπατώµενοι, καὶ τοῖς οὐκ ἀξίοις τὰς αὐτῶν λαβεῖν δωρεὰς ἐπαγγέλλονται· ὁ δὲ καὶ τὰ παρόντα καὶ τὰ µέλλοντα προειδὼς, καὶ σαφῶς ἐπιστάµενος, ὅτι ἀναξίους ἑαυτοὺς καταστήσουσι τῶν ὑποσχέσεων, καὶ διὰ τοῦτο οὐδὲνλήψονται τῶν εἰρηµένων, τίνος ἕνεκεν καὶ ἐπαγγέλλεται;
16.5
Πῶς οὖν αὐτὰ ἔλυσεν ὁ Παῦλος; Ἀπὸ τοῦ δεῖξαι τίς ἐστιν ὁ Ἰσραὴλ, ᾧ ὑπέσχετο. Τούτου γὰρ δειχθέντος, καὶ ἐκεῖνο συναποδέδεικται, τὸ πεπληρῶσθαι τὰς ἐπαγγελίας ἁπάσας. Ὅπερ οὖν δηλῶν ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ.∆ ιὰ τοῦτο οὐδὲ τὸ τοῦ Ἰακὼβ ὄνοµα τέθεικε, ἀλλὰ τὸ τοῦ Ἰσραὴλ, ὅπερ ἀρετῆς ἦν τοῦ δικαίου καὶ τῆς ἄνωθεν δωρεᾶς καὶ τοῦ Θεὸν ἑωρακέναι σύµβολον. Καίτοι φησὶν, ὅτι πάντες ἥµαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Εἰ οὖν πάντες ἥµαρτον, πῶς οἱ µὲν ἐσώθησαν, οἱ δὲ ἀπώλοντο, Ὅτι µὴ πάντες προσελθεῖν ἠβουλήθησαν· ὡς τό γε αὐτοῦ µέρος διεσώθησαν ἅπαντες· καὶ γὰρ ἐκλήθησαν ἅπαντες. Ἀλλὰ τέως τοῦτο οὐ τίθησιν, ἀλλ' ἐκ περιουσίας αὐτὸ λύει, καὶ ἐκ παραδειγµάτων ἑτέρων, ἄλλο ζήτηµα εἰς µέσον ἄγων, καὶ καθάπερ ἐν τοῖςἔµπροσθεν ἔλυσεν ἀπορίαν µεγίστην δι' ἀπορίας ἑτέρας. Ἐπειδὴ γὰρ ἐζητεῖτο, πῶς, τοῦ Χριστοῦ δικαιωθέντος, πάντες ἀπήλαυσαν οἱ λοιποὶ τῆς δικαιοσύνης ἐκείνης, τὸ τοῦ Ἀδὰµ παρεισήγαγε, λέγων· Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώµατι ὁ θάνατος ἐβασίλευσε, πολλῷ µᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος λαβόντες, ἐν ζωῇ βασιλεύσουσι. Καὶ τὸ µὲν τοῦ Ἀδὰµ οὐ λύει, τὸ δὲ αὐτοῦ λύει ἐκ τούτου, καὶ δείκνυσιν, ὅτι λόγον ἔχει πλείονα τὸ τὸν ὑπὲρ αὐτῶν ἀποθανόντα ἐξουσίαν ἔχειναὐτῶν ὡς ἂν θέλῃ. Τὸ µὲν γὰρ ἑνὸς ἁµαρτήσαντος πάντας κολάζεσθαι, οὐ σφόδρα δοκεῖ κατὰ λόγον γίνεσθαι τοῖς πολλοῖς· τὸ δὲ ἑνὸς κατορθώσαντος πάντας δικαιοῦσθαι, καὶ λόγον ἔχοι ἂν µᾶλλον, καὶ τῷ Θεῷ πρεπωδέστερον. Ἀλλ' ὅµως οὐκ ἔλυσεν ἐκεῖνο τὸ ἀπορούµενον· ὅσῳ γὰρ ἀσαφέστερον ἔµενε, τοσούτῳ µᾶλλον ὁ Ἰουδαῖος ἐπεστοµίζετο· καὶ ἡ τούτου διαπόρησις ἐπ' ἐκεῖνο µετέβαινε, καὶ σαφέστερον τοῦτο ἐκεῖθεν γίνεται. Οὕτω δὴ καὶ ἐνταῦθα, ἐκ διαπορουµένων ἑτέρων λύει τὰ ζητούµενα· πρὸς γὰρ Ἰουδαίους ὁ ἀγὼν ἦν αὐτῷ.∆ ιά τοι τοῦτο τὰ µὲν παραδείγµατα, ἅπερ ἤγαγεν εἰς µέσον, οὐ σφόδρα λύει· οὐ γὰρ ἦν ὑπεύθυνος τοιούτοις, ὡς ἐν τῇ πρὸς Ἰουδαίους µάχῃ· τὰ δὲ αὐτοῦ πάντα ἐξ ἐκείνων ποιεῖ σαφέστερα. Τί γὰρ θαυµάζεις, φησὶν, ὅτι Ἰουδαίων οἱ µὲν ἐσώθησαν, οἱ δὲ οὐκ ἐσώθησαν νῦν; Καὶ γὰρ ἄνωθεν τοῦτο ἐπὶ τῶν πατριαρχῶν γινόµενον ἴδοι τις ἄν.∆ ιὰ τί γὰρ ὁ Ἰσαὰκ σπέρµα καλεῖται µόνος, καίτοι γε καὶ τοῦ Ἰσµαὴλ οὗτο ς ἦν πατὴρ καὶ ἑτέρων πλειόνων; Ἀλλ' ἀπὸ δούλης ἦν µητρός; Καὶ τί τοῦτο πρὸς τὸν γεγεννηκότα; Πλὴν οὐδὲν φιλονεικῶ· ἐκβαλ[ λ] έσθω διὰ τὴν µητέρα οὗτος· τί ἂν εἴποιµεν περὶ τῶν ἀπὸ τῆς Χεττούρας; οὐχὶ ἐλεύθεροι, καὶ ἐξ ἐλευθέρας; διὰ τί µὴ τοῖς αὐτοῖς ἐτιµήθησαν προεδρίοις τῷ Ἰσαάκ; Καὶ τί λέγω τούτους; Ἡ γὰρ Ῥεβέκκα καὶ µόνη τῷ Ἰσαὰκ γέγονεγυνὴ, καὶ δύο τεκοῦσα παῖδας, ἐκ τοῦ Ἰσαὰκ ἔτεκεν ἀµφοτέρους· ἀλλ' ὅµως οἱ τεχθέντες τοῦ αὐτοῦ πατρὸς ὄντες, τῆς αὐτῆς µητρὸς, τὰς αὐτὰς λύσαντες ὠδῖνας, καὶ ὁµοπάτριοι ὄντες καὶ ὁµοµήτριοι, καὶ πρὸς τούτοιςκαὶ δίδυµοι, οὐ τῶν αὐτῶν ἀπήλαυσαν. Καίτοι γε ἐνταῦθα οὐ δουλείαν ἔχεις αἰτιᾶσθαι µητρὸς, ὡς ἐπὶ τοῦ Ἰσµαὴλ, οὐδὲ τὸν µὲν ἐκ ταύτης, τὸν δὲ ἐξ ἑτέρας γεγεννῆσθαι νηδύος, καθάπερ ἐπὶτῆς Χεττούρας καὶ τῆς Σάῤῥας, ὅπου γε καὶ τῆς ὥρας αὐτῆς ἐκοινώνησαν τῶν ὠδίνων.∆ ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὡς ἐπὶ σαφέστερον ἐξελθὼν παράδειγµα, Οὐ µόνον δὲ ἐπὶ τοῦ Ἰσαὰκ τοῦτο συνέβη, φησὶν, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸςκοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡµῶν. Μήπω γὰρ γεννηθέντων, µηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ' ἐκλογὴν τοῦ Θεοῦ πρόθεσις µένῃ, οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐῤῥήθη αὐτῇ, ὅτι Ὁ µείζων δουλεύσει τῷ ἐλάσσονι· καθὼς γέγραπται. Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐµίσησα. Τίνος οὖν ἕνεκεν ὁ µὲν ἐφιλεῖτο, ὁ δὲ ἐµισεῖτο; διὰ τί ὁ µὲν ἐδούλευεν, ὁ δὲ ἐδουλεύετο; Ἐπειδὴ ὁ µὲν πονηρὸς, ὁ δὲ ἀγαθὸς ἦν; Καίτοι µηδέπω γεννηθέντων, ὁ µὲν ἐτιµᾶτο, ὁ δὲ κατεδικάζετο· οὔπω γὰρ γεννηθέντων, ὁ Θεὸς ἔλεγεν, ὅτι Ὁ µείζων δουλεύσει τῷ ἐλάσσονι. Τίνος οὖν ἕνεκεν τοῦτο εἶπεν ὁ Θεός; Ὅτι οὐκ ἀναµένει, καθάπερ ἄνθρωπος, ἀπὸ τοῦ τέλους τῶν πραγµάτων ἰδεῖν τὸν ἀγαθὸν, καὶ τὸν οὐ τοιοῦτον, ἀλλὰ καὶ πρὸ τούτων οἶδε τίς µὲν ὁπονηρὸς, τίς δὲ ὁ µὴ τοιοῦτος. Καὶ τοῦτο καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν γέγονε µετὰ πλείονος τοῦ θαύµατος. Τί γὰρ λέγω, φησὶ, περὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, ὧν ὁ µὲν πονηρὸς ἦν, ὁ δὲ ἀγαθός; Ἐπὶ γὰρ τῶν Ἰσραηλιτῶν κοινὸν τὸ ἁµάρτηµα ἦν· πάντες γὰρ τὸν µόσχον προσεκύνησαν. Ἀλλ' ὅµως οἱ µὲν ἠλεήθησαν, οἱ δὲ οὐκ ἠλεήθησαν· Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Τοῦτο καὶ ἐπὶ τῶν κολαζοµένων ἴδοι τις ἄν. Τί γὰρ ἂν εἴποις περὶ τοῦ Φαραὼ, ὅτι ἐκολάσθη καὶ τοσαύτην ἔδωκε δίκην; Ὅτι σκληρὸς ἦν καὶ ἀπειθής. Ἆρ' οὖν αὐτὸς µόνος, ἄλλος δὲ οὐδὲ εἷς; πῶς οὖν οὗτος οὕτω σφοδρῶς ἐκολάζετο; τί δήποτε δὲ καὶ ἐπὶ τῶν Ἰουδαίων τὸν οὐ λαὸν ἐκάλεσε λαὸν, καὶ πάλιν, οὐ πάντας τῆς αὐτῆς ἠξίωσε τιµῆς; Ἐὰν γὰρ ὦσι, φησὶν, ὡσεὶ ἄµµος τῆς θαλάσσης, τὸ κατάλειµµα σωθήσεται. Καὶ τίνος ἕνεκεν τὸ κατάλειµµα µόνον; Ὁρᾷς ὅσης ἀπορίας ἐνέπλησε τὰ προκείµενα; Καὶ µάλα εἰκότως· ὅταν γὰρ ἐξῇ τὸν ἀντίδικον εἰς ἀπορίαν ἐµβαλεῖν, µὴ εὐθέως τὴν λύσιν ἔπαγε. Εἰ γὰρ καὶ αὐτὸς φανείη τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος ὢν, τί κινδύνους αὐτὸς ἀνέχῃ περιττούς; τί θρασύτερον ποιεῖς ἐκεῖνον, τὸ πᾶν ἐπὶ σαυτὸν ἕλκων;
16.6
Εἰπὲ γάρ µοι, ὦ Ἰουδαῖε, τοσαῦτα ἀπορῶν, καὶ λύειν οὐδὲν τούτων δυνάµενος, πῶς ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως ἡµῖν πράγµατα παρέχεις; Καίτοι γε ἐγὼ ἔχω καὶ αἰτίαν εἰπεῖν δικαίαν, δι' ἣν τὰ ἔθνη ἐδικαιώθη, ὑµεῖς δὲ ἐξεπέσετε. Τίς οὖν ἡ αἰτία; Ὅτι οἱ µὲν ἐκ πίστεως, ὑµεῖς δὲ ὡς ἐξ ἔργων νόµου. Καὶ ταῦτα φιλονεικήσαντες προεδόθητε πανταχόθεν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ἡ µὲν οὖν λύσις τοῦ χωρίου παντὸς, ὡς ἐν κεφαλαίῳ τὸ πᾶν εἰπεῖν, οὕτω προάγεται παρὰ τῆς µακαρίας ἐκείνης ψυχῆς· ἵνα δὲ καὶ σαφέστερα ταῦτα γένηται, καθ' ἕκαστον τῶν εἰρηµένων ποιησώµεθα τὴν ἐξέτασιν, ἐκεῖνο εἰδότες, ὅτι τὸ σπουδαζόµενον τῷ µακαρίῳ Παύλῳτοῦτο ἦν, διδάξαι διὰ πάντων τῶν εἰρηµένων, ὅτι τοὺς ἀξίους ὁ Θεὸς οἶδε µόνος, ἀνθρώπων δὲ οὐδεὶς, κἂν σφόδρα εἰδέναι δοκῇ, ἀλλὰ πολλαχοῦ διαπίπτει τὰτῆς ψήφου ταύτης. Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάµενος, αὐτὸς οἶδε σαφῶς, τίνες µὲν στεφάνων ἄξιοι, τίνες δὲ κολάσεως καὶ τιµωρίας.∆ ιὰ δὴ τοῦτο καὶ πολλοὺς παρὰ τοῖς ἀνθρώποις νοµιζοµένους ἀγαθοὺς εἶναι ἐκόλασε διελέγξας, καὶ πονηροὺς ὑποπτευοµένους ἐστεφάνωσε, δείξας οὐκὄντας τοιούτους· οὐκ ἀπὸ τῆς τῶν δούλων γνώµης, ἀλλ' ἀπὸ τῆς οἰκείας κρίσεως τῆς ἀκριβοῦς καὶ ἀδεκάστου τὴν ψῆφον φέρων, καὶ οὐκ ἀναµένων ἀπὸ τῆς τῶνπράξεων ἐκβάσεως ἰδεῖν τὸν φαῦλον, καὶ τὸν οὐ τοιοῦτον. Πλὴν ἀλλ' ἵνα µὴ πάλιν ἀσαφέστερον τὸν λόγον ποιήσωµεν, ἐπ' αὐτὰ τὰ ῥήµατα ἴωµεν τὰ ἀποστολικά. Οὐ µόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα. Ἠδυνάµην µὲν γὰρ, φησὶν, εἰπεῖν καὶ τοὺς ἀπὸ τῆς Χεττούρας, ἀλλ' οὐ λέγω· ἀλλ' ὥστε ἐκ περιουσίας τὴν νίκην ἄρασθαι, τοὺς ἐξ ἑνὸς πατρὸς καὶ µιᾶς τεχθέντας µητρὸς, τούτους εἰς µέσον ἄγω. Καὶ γὰρ ἀπὸ τῆς Ῥεβέκκας ἦσαν ἀµφότεροι, καὶ ἀπὸ τοῦ Ἰσαὰκ τοῦ γνησίου παιδὸς, τοῦ δοκίµου, τοῦ πάντων προτιµηθέντος, περὶ οὗ ἔφησεν· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρµα, τοῦ πατρὸς ἡµῶν πάντων γενοµένου. Εἰ δὲ πατὴρ ἡµῶν ἐκεῖνος, καὶ τοὺς ἐξ ἐκείνου πατέρας ἔδει εἶναι· ἀλλ' οὐκ ἐγένοντο. Εἶδες πῶς οὐκ ἐπὶ τοῦ Ἀβραὰµ τοῦτο µόνον συµβαίνει, ἀλλὰ καὶ ἐπ' αὐτοῦ τοῦ παιδὸς, καὶ πανταχοῦ πίστις καὶ ἀρετή ἐστιν ἡ διαλάµπουσα, καὶ τὴνἀκριβῆ συγγένειαν χαρακτηρίζουσα; Ἐντεῦθεν γὰρ µανθάνοµεν, ὅτι οὐ µόνον τὸν τρόπον τῆς γεννήσεως, ἀλλὰ καὶ διὰ τὸ ἄξιοι εἶναι τῆς ἀρετῆς τοῦ γεγεννηκότος, οἱ παῖδες καλοῦνταιπαῖδες ἐκείνου. Εἰ γὰρ ἀπὸ τοῦ τρόπου τῆς γεννήσεως µόνον, ἔδει καὶ τὸν Ἡσαῦ τῶν αὐτῶν ἀπολαῦσαι τῷ Ἰακώβ· καὶ γὰρ καὶ οὗτος ἀπὸ νενεκρωµένης µήτρας ἦν, καὶ στεῖρα ἦν ἡ µήτηρ αὐτοῦ. Ἀλλ' οὐ τοῦτο ἦν τὸ ζητούµενον µόνον, ἀλλὰ καὶ ὁ τρόπος, ὅπερ οὐ τὸ τυχὸν καὶ εἰς βίου συµβάλλεται διδασκαλίαν ἡµῖν. Καὶ οὐ λέγει, ὅτι Ἐπειδὴ ὁ µὲν ἀγαθὸς, ὁ δὲ πονηρὸς, διὰ τοῦτο προετιµήθη, ἵνα µὴ εὐθέως ἀντιπέσῃ αὐτῷ τοῦτο· Τί οὖν; ἀγαθοὶ οἱ ἐξ ἐθνῶν µᾶλλον, ἢ οἱ ἐκ περιτοµῆς; Εἰ γὰρ καὶ οὕτως εἶχεν ἡ τοῦ πράγµατος ἀλήθεια, ἀλλ' οὔπω αὐτὸ τίθησι· καὶ γὰρ ἐδόκει φορτικώτερον εἶναι· ἀλλ' ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν τὸ πᾶν ἔῤῥιψεν, ᾗτινι µαχέσασθαι οὐδεὶς ἂν ἐτόλµησεν, οὐδὲ εἰ σφόδρα µαινόµενος ἦν. Μήπω γὰρ γεννηθέντων, φησὶ, µηδὲ πραξάντων τι ἀγαθὸν, ἐῤῥέθη αὐτῇ, ὅτι Ὁ µείζων δουλεύσει τῷ ἐλάσσονι· καὶ δείκνυσιν, ὅτι ἡ κατὰ σάρκα εὐγένεια οὐδὲν ὠφελεῖ, ἀλλὰ ψυχῆς ἀρετὴν δεῖ ζητεῖν, ἣν καὶ πρὸ τῶν ἔργων ὁ Θεὸς οἶδε. Μήπω γὰρ γεννηθέντων, φησὶ, µηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ µένῃ, ἐῤῥέθη αὐτῇ, ὅτι Ὁ µείζων δουλεύσειτῷ ἐλάσσονι. Τοῦτο γὰρ προγνώσεως, τὸ καὶ ἐξ ὠδίνων αὐτῶν ἐκλέγεσθαι· ἵνα φανῇ, φησὶ, τοῦ Θεοῦ ἡ ἐκλογὴ ἡ κατὰ πρόθεσιν καὶ πρόγνωσιν γενοµένη· ἐκ πρώτης γὰρ ἡµέρας καὶ τὸν ἀγαθὸν, καὶ τὸν οὐ τοιοῦτον καὶ οἶδε καὶ ἐκήρυξε. Μὴ τοίνυν µοι λέγε, ὅτι νόµον, φησὶν, ἀνέγνως καὶ προφήτας, καὶ τοσοῦτον ἐδούλευσας χρόνον. Ὁ γὰρ εἰδὼς ψυχὴν καὶ δοκιµάζειν, οὗτος οἶδε καὶ τίς ἄξιός ἐστι σωθῆναι. Παραχώρει τοίνυν τῷ ἀκαταλήπτῳ τῆς ἐκλογῆς· καὶ γὰρ µόνος αὐτὸς οἶδεν ἀκριβῶς στεφανοῦν. Πόσοι γοῦν τοῦ Ματθαίου βελτίους εἶναι ἐδόκουν κατὰ τὴν τῶν ἔργων ἐπίδειξιν τὴν φαινοµένην; Ἀλλ' ὁ τὰ ἀπόῤῥητα εἰδὼς, καὶ διανοίας ἐπιτηδειότητα δοκιµάσαι δυνάµενος, καὶ ἐν τῷ βορβόρῳ τὸν µαργαρίτην κείµενον ἔγνω, καὶ τοὺςἄλλους παραδραµὼν, καὶ τούτου τὴν εὐµορφίαν θαυµάσας, αὐτὸν ἐξελέξατο, καὶ τῇ τῆς προαιρέσεως εὐγενείᾳ τὴν παρ' ἑαυτοῦ προσθεὶς χάριν, δόκιµοναὐτὸν ἀπέφηνεν. Εἰ γὰρ ἐπὶ τῶν τεχνῶν τούτων τῶν ἐπικήρων, καὶ τῶν ἄλλων ἁπάντων πραγµάτων, οἱ δεινοὶ κρίνειν οὐκ ἀφ' ὧν οἱ ἰδιῶται ψηφίζονται, ἀπὸ τούτωνἐκλέγονται τὰ προκείµενα, ἀλλ' ἀφ' ὧν ἴσασιν αὐτοὶ σαφῶς, καὶ τὸ µὲν παρὰ τοῖς ἰδιώταις δοκιµασθὲν πολλάκις ἠτίµασαν, τὸ δὲ ἀτιµασθὲν ἐνέκριναν· καὶ πωλοδάµναι πολλάκις ἐπὶ τῶν ἵππων τοῦτο ἐποίησαν, καὶ οἱ τῶν τιµίων λίθων κριταὶ, καὶ οἱ τῶν ἄλλων δὲ τεχνῶν δηµιουργοί· πολλῷ µᾶλλον ὁ φιλάνθρωπος Θεὸς, ἡ ἄπειρος σοφία, ὁ µόνος πάντα εἰδὼς σαφῶς, οὐκ ἀνέξεται τῆς τῶν ἀνθρώπων ὑπονοίας, ἀλλ' ἀπὸ τῆς οἰκείαςσοφίας τῆς ἀκριβοῦς καὶ ἀδιαπτώτου τὴν περὶ πάντων οἴσει ψῆφον.∆ ιά τοι τοῦτο καὶ τελώνην ἐξελέξατο καὶ λῃστὴν καὶ πόρνην· ἱερέας δὲ καὶ πρεσβυτέρους καὶ ἄρχοντας ἠτίµησε καὶ ἐξέβαλε.
16.7
Τοῦτο καὶ ἐπὶ τῶν µαρτύρων συµβαῖνον ἴδοι τις ἄν. Πολλοὶ γοῦν τῶν σφόδρα ἀπεῤῥιµµένων ἐν καιρῷ τῶν ἀγώνων ἐστεφανώθησαν· καὶ τοὐναντίον, µεγάλοι παρὰ πολλοῖς νοµισθέντες εἶναί τινες, ὑπεσκελίσθησαν καὶ κατέπεσον. Μὴ τοίνυν εὐθύνας ἀπαίτει τὸν∆ ηµιουργὸν, µηδὲ λέγε·∆ ιὰ τί ὁ µὲν ἐστεφανώθη, ὁ δὲ ἐκολάσθη; Οἶδε γὰρ µετὰ ἀκριβείας ταῦτα ποιεῖν· διὸ καὶ ἔλεγε· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐµίσησα. Ὅτι γὰρ δικαίως, σὺ µὲν ἀπὸ τοῦ τέλους ἔγνως, αὐτὸς δὲ καὶ πρὸ τοῦ τέλους ᾔδει σαφῶς. Οὐδὲ γὰρ ἔργων ἐπίδειξιν ζητεῖ µόνον ὁ Θεὸς, ἀλλὰ καὶ προαιρέσεως εὐγένειαν καὶ γνώµην εὐγνώµονα. Ὁ γὰρ τοιοῦτος, κἂν ὑπὸ περιστάσεώς τινός ποτε ἁµάρτῃ, ταχέως ἑαυτὸν ἀναστήσεται· κἂν ἐν κακίᾳ διατρίβων τύχῃ, οὐ περιοφθήσεται, ἀλλὰ ταχέως αὐτὸν ἀνιµήσεται ὁ πάντα εἰδὼς Θεός· ὥσπερ ὁ ταυτὶ διεφθαρµένος, κἂν ἀγαθόν τι δόξῃ ποιεῖν, ἀπολεῖται µετὰ πονηρᾶς τοῦτο ἐργαζόµενος γνώµης· ἐπεὶ καὶ ὁ∆ αυῒδ, καὶ φονεύσας, καὶ µοιχεύσας, ἐπειδὴ ἀπὸ περι στάσεώς τινος συναρπαγεὶς, οὐκ ἀπὸ µελέτης τῆς κατὰ τὴν πονηρίαν ταῦταεἰργάσατο, ταχέως αὐτὰ ἀπενίψατο· ὁ µέντοι Φαρισαῖος, οὐδὲν τούτων τολµήσας, ἀλλὰ καὶ ἐν ἄλλοις κοµῶν ἀγαθοῖς, τῇ πονηρᾷ προαιρέσει πάντα ἀπώλεσε. Τί οὖν ἐροῦµεν; µὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. Οὐκοῦν οὐδὲ ἐφ' ἡµῶν καὶ τῶν Ἰουδαίων. Εἶτα ἐπάγει ἕτερον τούτου ἀσαφέστερον. Καὶ ποῖον; Τῷ γὰρ Μωϋσῇ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Καὶ πάλιν αὔξει τὴν ἀντίθεσιν διὰ µέσου διακόπτων αὐτὴν, καὶ λύων, καὶ ἑτέραν πάλιν ἀπορίαν ποιῶν. Ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόµενον, ἑρµηνεῦσαι αὐτὸ ἀναγκαῖον. Εἶπε, φησὶν, ὁ Θεὸς, ὅτι Ὁ µείζων δουλεύσει τῷ ἐλάσσονι πρὸ τῆς ὠδῖνος. Τί οὖν; µὴ ἄδικος ὁ Θεός; Οὐδαµῶς. Οὐκοῦν ἄκουε καὶ τῶν ἑξῆς· ἐκεῖ µὲν γὰρ κἂν ἡ ἀρετὴ, κἂν ἡ κακία διέκρινεν· ἐνταῦθα δὲ ἓν τὸ ἁµάρτηµα ἦν ἁπάντων Ἰουδαίων, τὸ τῆς µοσχοποιίας, καὶ ὅµως οἱ µὲν ἐκολάσθησαν, οἱ δὲ οὐκ ἐκολάσθησαν· διὸ ἔλεγεν· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Οὐ γὰρ σόν ἐστιν εἰδέναι, ὦ Μωϋσῆ, τίνες ἄξιοι φιλανθρωπίας, ἀλλ' ἐµοὶ παραχώρει τοῦτο. Εἰ δὲ Μωϋσέως οὐκ ἦν εἰδέναι, πολλῷ µᾶλλον ἡµῶν.∆ ιὰ γὰρ τοῦτο οὐδὲ ἁπλῶς τέθεικε τὸ εἰρηµένον, ἀλλὰ καὶ πρὸς τίνα εἶπεν, ἐµνηµόνευσε· Τῷ γὰρ Μωϋσῇ, φησὶ λέγει· ἵνα καὶ τῷ ἀξιώµατι τοῦ προσώπου τὸν ἀντιλέγοντα ἐντρέψῃ. Εἰπὼν τοίνυν τὴν λύσιν τῶν ἀπορουµένων, διὰ µέσου διακόπτει, πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγων, καὶ λέγων· Ἄρα οὗτος τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ, ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωµαι ἐν σοὶ τὴν δύναµίν µου, καὶ ὅπως διαγγελῇ τὸ ὄνοµά µου ἐν πάσῃ τῇ γῇ. Ὥσπερ γὰρ ἐκεῖ, φησὶν, οἱ µὲν ἐσώθησαν, οἱ δὲ ἐκολάσθησαν· οὕτω καὶ ἐνταῦθα οὗτος εἰς αὐτὸ τοῦτο ἐτηρεῖτο. Εἶτα πάλιν ἀντίθεσιν ἐπάγει· Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν µοι· Τί ἔτι µέµφεται; τῷ γὰρ θελήµατι αὐτοῦ τίς ἀνθέστηκεν; Ὁρᾷς πῶς ἐσπούδασεν αὐτὸ ποιῆσαι διὰ πάντων ἄπορον; Καὶ οὐδὲ τὴν λύσιν εὐθέως ἐπάγει, συµφερόντως καὶ τοῦτο ποιῶν. ἀλλ' ἐπιστοµίζει πρῶτον τὸν ζητοῦντα, λέγων οὕτω· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόµενος τῷ Θεῷ; Ποιεῖ δὲ τοῦτο, τὴν ἄκαιρον αὐτοῦ περιεργίαν ἀναστέλλων, καὶ τὴν πολλὴν πολυπραγµοσύνην, καὶ χαλινὸν περιτιθεὶς, καὶ παιδεύων εἰδέναι τί µὲν Θεὸς, τί δὲ ἄνθρωπος, καὶ πῶς ἀκατάληπτος αὐτοῦ ἡ πρόνοια, καὶ πῶς ὑπερβαίνουσα τὸν ἡµέτερον λογισµὸν, καὶ πῶς ἅπαντα αὐτῷ πείθεσθαι δεῖ· ἵν' ὅταν τοῦτο κατασκευάσῃ παρὰ τῷ ἀκροατῇ, καὶ καταστείλῃ καὶ λεάνῃ τὴν γνώµην, τότε µετὰ πολλῆς τῆς εὐκολίας ἐπάγων τὴν λύσιν, εὐπαράδεκτοναὐτῷ ποιήσῃ τὸ λεγόµενον. Καὶ οὐ λέγει, ὅτι ἀδύνατον τὸ τοιαῦτα λύειν, ἀλλὰ τί; Παράνοµον τὸ τοιαῦτα ζητεῖν· δεῖ γὰρ πείθεσθαι τοῖς ὑπὸ τοῦ Θεοῦ λεγοµένοις, οὐ περιεργάζεσθαι. κἂν τὸν λόγον αὐτῶν ἀγνοῶµεν· διό φησι· Σὺ τίς εἶ ὁ ἀνταποκρινόµενος τῷ Θεῶ; Εἶδες πῶς ἐξηυτέλισε, πῶς κατήνεγκε τὸ φύσηµα; Σὺ τίς εἶ; Κοινωνὸς εἶ τῆς ἀρχῆς; ἀλλὰ δικαστὴς ἐκάθισας τῷ Θεῷ; Πρὸς γὰρ τὴν ἐκείνου σύγκρισιν οὐδὲ εἶναί τι δύνασαι, οὐ τόδε ἢ τόδε, ἀλλ' οὐδὲ εἶναί τι. Τοῦ γὰρ εἰπεῖν, Οὐδὲν εἶ, πολὺ τὸ εἰπεῖν, Τίς εἶ, οὐδαµινέστερον. Καὶ ἄλλως πλείονα τὴν ἀγανάκτησιν ἐνδείκνυται τῇ ἐρωτήσει. Καὶ οὐκ εἶπε, Σὺ τίς εἶ ὁ ἀποκρινόµενος τῷ Θεῷ; ἀλλ' Ὁ ἀνταποκρινόµενος, τουτέστιν, ὁ ἀντιλέγων, ὁ ἐναντιούµενος; Τὸ γὰρ εἰπεῖν, ὅτι Οὕτως ἔδει, καὶ, Οὐχ οὕτως ἔδει, ἀνταποκρινοµένου ἐστίν. Εἶδες πῶς ἐφόβησε, πῶς κατέπληξε, πῶς τρέµειν µᾶλλον ἐποίησεν, ἢ ζητεῖν καὶ περιεργάζεσθαι; Τοῦτο ἀρίστου διδασκάλου, τὸ µὴ τῇ τῶν µαθητῶν ἐπιθυµίᾳ ἕπεσθαι πανταχοῦ, ἀλλ' αὐτοὺς πρὸς τὸ οἰκεῖον ἄγειν θέληµα, καὶ τὰς ἀκάνθας ἀποσπᾷν, καὶ τότε καταβάλλειν τὰ σπέρµατα, καὶ µὴ εὐθέως πρὸς τὰ ἐρωτώµενα ἀποκρίνεσθαι πανταχοῦ. Μὴ ἐρεῖ τὸ πλάσµα τῷ πλάσαντι, Τί µε ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραµεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράµατος ποιῆσαι, ὃ µὲν εἰς τιµὴν σκεῦος, ὃ δὲ εἰς ἀτιµίαν;
16.8
Ἐνταῦθα οὐ τὸ αὐτεξούσιον ἀναιρῶν τοῦτο λέγει, ἀλλὰ δεικνὺς µέχρι πόσου δεῖ πείθεσθαι τῷ Θεῷ. Εἰς γὰρ τὸ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας, οὐδὲν µᾶλλον τοῦ πηλοῦ διακεῖσθαι δεῖ. Οὐδὲ γὰρ µόνον ἀντιλέγειν οὐ χρὴ, οὐδὲ ζητεῖν, ἀλλ' οὐδὲ φθέγγεσθαι ὅλως, οὐδὲ ἐννοεῖν, ἀλλ' ἐοικέναι ἐκείνῳ τῷ ἀψύχῳ, καὶ ταῖς χερσὶν ἑποµένῳτοῦ κεραµέως, καὶ περιαγοµένῳ ὅπουπερ ἂν ἐκεῖνος ἐθέλῃ. Εἰς τοῦτο γὰρ µόνον τὸ ὑπόδειγµα ἔλαβεν, οὐκ εἰς τὴν τῆς πολιτείας ἐπίδειξιν, ἀλλ' εἰς τὴν ὑποτεταγµένην ὑπακοὴν καὶ σιγήν. Καὶ τοῦτο πανταχοῦ δεῖ παρατηρεῖν, ὅτι τὰ ὑποδείγµατα οὐ πάντα καθόλου δεῖ λαµβάνειν, ἀλλὰ τὸ χρήσιµον αὐτῶν ἐκλεξαµένους, καὶ εἰς ὅπερπαρείληπται, τὸ λοιπὸν ἅπαν ἐᾷν. Ὥσπερ οὖν ὅταν λέγῃ, Ἀναπεσὼν ἐκοιµήθη ὡς λέων, τὸ ἄµαχον καὶ φοβερὸν ἐκλαµβάνοµεν, οὐ τὸ θηριῶδες οὐδὲ ἄλλο τι τῶν τῷ λέοντι προσόντων· καὶ πάλιν ὅταν λέγῃ, Ἀπαντήσοµαι αὐτοῖς, ὡς ἄρκτος ἀπορουµένη, τὸ τιµωρητικόν· καὶ ὅταν λέγῃ, Ὁ Θεὸς ἡµῶν πῦρ καταναλίσκον, τὸ δαπανητικὸν τὸ ἐκ τῆς κολάσεως· οὕτως οὖν καὶ ἐνταῦθα τὸν πηλὸν καὶ τὸν κεραµέα καὶ τὰ σκεύη ἐκλαµβάνειν ἀνάγκη. Καὶ ὅταν δὲ ἐπάγῃ καὶ λέγῃ, Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραµεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράµατος ποιῆσαι, ὃ µὲν εἰς τιµὴν σκεῦος, ὃ δὲ εἰς ἀτιµίαν; µὴ εἰς δηµιουργίας λόγον νόµιζε ταῦτα εἰρῆσθαι τῷ Παύλῳ, µὴ εἰς γνώµης ἀνάγκην, ἀλλ' εἰς οἰκονοµιῶν ἐξουσίαν καὶ διαφοράν. Εἰ γὰρ µὴ οὕτως ἐκλάβοιµεν, πολλὰ τὰ ἄτοπα ἕψεται. Καὶ γὰρ εἰ περὶ γνώµης ἐνταῦθα ὁ λόγος, καὶ τῶν ἀγαθῶν καὶ τῶν οὐ τοιούτων ἔσται αὐτὸς δηµιουργὸς τούτων, καὶ ὁ ἄνθρωπος πάσης αἰτίας ἐκτός· φανεῖται δὲ καὶ ὁ Παῦλος οὕτως αὐτὸς ἑαυτῷ µαχόµενος ὁ πανταχοῦ τὴν προαίρεσιν στεφανῶν. Οὐδὲν τοίνυν ἕτερον ἐνταῦθα κατασκευάσαι βούλεται, ἢ τὸ πεῖσαι τὸν ἀκροατὴν µεθ' ὑπερβολῆς ἁπάσης εἴκειν, τῷ Θεῷ, καὶ µηδενὸς µηδέποτεἀπαιτεῖν εὐθύνας αὐτόν. Καθάπερ γὰρ ὁ κεραµεὺς, φησὶν, ἐκ τοῦ αὐτοῦ φυράµατος ἃ βούλεται ποιεῖ, καὶ οὐδεὶς ὁ ἀντιλέγων· οὕτω καὶ τὸν Θεὸν ἐκ τοῦ αὐτοῦ γένους τῶν ἀνθρώπων τοὺς µὲν κολάζοντα, τοὺς δὲ τιµῶντα µὴ περιεργάζου, µηδὲ πολυπραγµόνει, ἀλλὰ προσκύνειµόνον, καὶ µιµοῦ τὸν πηλόν· καὶ καθάπερ ἐκεῖνος ἕπεται ταῖς χερσὶ τοῦ κεραµέως, οὕτω καὶ σὺ τῇ γνώµῃ τοῦ ταῦτα οἰκονοµοῦντος. Οὐδὲν γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἐργάζεται, κἂν αὐτὸς ἀγνοῇς καὶ τὸ τῆς σοφίας ἀπόῤῥητον. Σὺ δὲ ἐκείνῳ µὲν συγχωρεῖς ἐκ τοῦ αὐτοῦ φυράµατος διάφορα ποιεῖν, καὶ οὐκ ἐγκαλεῖς· τοῦτον δὲ εὐθύνας ἀπαιτεῖς τῶν κολάσεων καὶ τῶν τιµῶν, καὶ οὐ παραχωρεῖς αὐτῷ εἰδέναι, τίς µὲν ἄξιος, τίς δὲ οὐ τοιοῦτος, ἀλλ' ἐπειδήπερ τὸ αὐτὸφύραµα τῆς αὐτῆς οὐσίας ἐστὶ, καὶ τὰς αὐτὰς προαιρέσεις ἀξιοῖς εἶναι. Καὶ πόσης ταῦτα παραπληξίας· Καίτοι γε οὐδὲ ἐπὶ τοῦ κεραµέως ἐκ τοῦ φυράµατος τὸ ἄτιµον καὶ τὸ ἔντιµον, ἀλλ' ἀπὸ τῆς χρήσεως τῶν µεταχειριζοµένων, ὅπερ οὖν καὶ ἐνταῦθα ἀπὸτῆς προαιρέσεως. Πλὴν, ὅπερ ἔφθην εἰπὼν, εἰς ἓν τοῦτο λαµβάνειν δεῖ µόνον τὸ ὑπόδειγµα, τὸ µὴ δεῖν ἀντιλέγειν τῷ Θεῷ, ἀλλὰ παραχωρεῖν αὐτοῦ τῷ ἀκαταλήπτῳ τῆς σοφίας. Καὶ γὰρ τὰ παραδείγµατα µείζονα εἶναι δεῖ τῶν προκειµένων, καὶ ὑπὲρ ὧν εἰς µέσον ἄγεται, ὥστε µᾶλλον ἐνεργεῖν τὸν ἀκροατήν· ἐπεὶ εἰ µὴ µεῖζον εἴη, καὶ πλείονα ἔχοι τὴν ὑπερβολὴν, οὐκ ἂν ὡς χρὴ καθικέσθαι δυνηθείη, καὶ ἐντρέψαι τὸν ἀντιλέγοντα. Τὴν µὲν οὖν ἄκαιρον αὐτῶν φιλονεικίαν οὕτως ἐπεστόµισε µετὰ τῆς προσηκούσης ὑπερβολῆς· ἐπάγει δὲ λοιπὸν καὶ τὴν λύσιν. Τίς οὖν ἡ λύσις; Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ µακροθυµίᾳ σκεύη ὀργῆς κατηρτισµένα εἰς ἀπώλειαν· καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὑτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίµασεν εἰς δόξαν· οὓς καὶ ἐκάλεσεν ἡµᾶς, οὐ µόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Σκεῦος ὀργῆς ἦν ὁ Φαραώ· τουτέστιν, ὁ ἄνθρωπος τοῦ Θεοῦ τὴν ὀργὴν ἀνάπτων διὰ τῆς οἰκείας σκληρότητος· πολλῆς γὰρ ἀπολαύσας µακροθυµίας, οὐκ ἐγένετο βελτίων, ἀλλ' ἀδιόρθωτος ἔµεινε.∆ ιὸ οὐδὲ σκεῦος ὀργῆς αὐτὸν ἐκάλεσε µόνον, ἀλλὰ καὶ κατηρτισµένον εἰς ἀπώλειαν· τουτέστι, ἀπηρτισµένον, οἴκοθεν µέντοι καὶ παρ' ἑαυτοῦ. Οὔτε γὰρ ὁ Θεὸς ἐνέλιπέ τι τῶν εἰς τὴν διόρθωσιν εἰκόντων τὴν ἐκείνου, οὔτε αὐτὸς ἐνέλιπέ τι τῶν ἀπολλύντων αὐτὸν, καὶ πάσηςἀποστερούντων συγγνώµης. Ἀλλ' ὅµως καὶ ταῦτα εἰδὼς ὁ Θεὸς, ἤνεγκεν πολλῇ µακροθυµίᾳ, βουλόµενος αὐτὸν εἰς µετάνοιαν ἀγαγεῖν· εἰ γὰρ µὴ τοῦτο ἤθελεν, οὐδ' ἂν ἐµακροθύµησεν. Ἐπειδὴ δὲ οὐκ ἠθέλησεν εἰς µετάνοιαν τῇ µακροθυµίᾳ χρήσασθαι, ἀλλ' ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων διόρθωσιν διὰ τῆςεἰς ἐκεῖνον κολάσεως ἑτέρους σπουδαιοτέρους ποιῶν, καὶ τὴν δύναµιν αὐτοῦ ταύτῃ δεικνύς. Ὅτι γὰρ οὐ βούλεται ὁ Θεὸς οὕτως αὐτοῦ γνωρίζεσθαι τὸ δυνατὸν, ἀλλὰ ἑτέρως δι' ὧν εὐεργετεῖ, δι' ὧν εὖ ποιεῖ, καὶ τοῦτο διὰ πάντων ἐδήλωσεν ἄνωθεν. Εἰ γὰρ Παῦλος οὐχ οὕτω βούλεται φαίνεσθαι δυνατός· Οὐ γὰρ ἵνα ἡµεῖς δόκιµοι φανῶµεν, φησὶν, ἀλλ' ἵνα ὑµεῖς τὸ καλὸν ποιῆτε· πολλῷ µᾶλλον ὁ Θεός. Ἀλλ' ἐπειδὴ ἐµακροθύµησε µὲν, ἵνα εἰς µετάνοιαν ἀγάγῃ, οὐ µετενόησε δὲ ἐκεῖνος, ἤνεγκεν αὐτὸν ἐπὶ πολὺν χρόνον, ὁµοῦ µὲν τὴν αὐτοῦχρηστότητα ἐπιδεικνύµενος, ὁµοῦ δὲ καὶ τὴν δύναµιν, εἰ µὴ βουληθείη τι κερδᾶναι ἐκεῖνος ἀπὸ τῆς πολλῆς ταύτης µακροθυµίας. Ὥσπερ οὖν τοῦτον ἀδιόρθωτον µείναντα κολάσας, ἔδειξεν αὑτοῦ τὴν δύναµιν· οὕτω τοὺς πολλὰ ἁµαρτήσαντας καὶ µετανοήσαντας ἐλεήσας, ἐδήλωσεν αὑτοῦ τὴν φιλανθρωπίαν.
16.9
Ἀλλ' οὐκ εἶπε τὴν φιλανθρωπίαν, ἀλλὰ τὴν δόξαν, δεικνὺς ὅτι τοῦτο µάλιστα δόξα Θεοῦ, καὶ τοῦτο πρὸ τῶν ἄλλων ἁπάντων ἐσπούδακεν. Ὅταν δὲ λέγῃ, Ἃ προητοίµασεν εἰς δόξαν, οὐ τοῦ Θεοῦ τὸ πᾶν εἶναί φησιν· ἐπεὶ εἰ τοῦτο ἦν, οὐδὲν ἐκώλυσεν ἅπαντας σώζεσθαι· ἀλλὰ πάλιν αὐτοῦ τὴν πρόγνωσιν δείκνυσι, καὶ τὸ µέσον Ἰουδαίων καὶ ἐθνῶν ἀναιρεῖ. Καὶ οὐ µικρὰν δὲ καὶ ἐντεῦθεν τῷ λόγῳ κατασκευάζει πάλιν ἀπολογίαν. Οὐδὲ γὰρ µόνον ἐπὶ τῶν Ἰουδαίων οἱ µὲν ἀπώλοντο, οἱ δὲ ἐσώθησαν, ἀλλὰ καὶ ἐπὶ τῶν ἐθνῶν τοῦτο γέγονε· διόπερ οὐδὲ λέγει τὰ ἔθνη πάντα, ἀλλ', Ἐξ ἐθνῶν· οὐδὲ, Ἰουδαίους πάντας, ἀλλὰ, Τοὺς ἐξ Ἰουδαίων. Ὥσπερ οὖν ὁ Φαραὼ σκεῦος ὀργῆς γέγονεν ἀπὸ τῆς οἰκείας παρανοµίας· οὕτω καὶ οὗτοι σκεύη ἐλέους ἀπὸ τῆς οἰκείας εὐγνωµοσύνης. Εἰ γὰρ καὶ τὸ πλέον ἐστὶ τοῦ Θεοῦ, ἀλλ' ὅµως καὶ αὐτοί τι µικρὸν εἰσηνέγκαµεν.∆ ιὸ οὐδὲ εἶπε, σκεύη κατορθωµάτων, οὐδὲ, σκεύη παῤῥησίας, ἀλλὰ, Σκεύη ἐλέους, δεικνὺς, ὅτι τὸ πᾶν ἐστι τοῦ Θεοῦ. Καὶ γὰρ τὸ, Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, εἰ καὶ ἐν τάξει ἀντιθέσεως εἴρηται, ἀλλ' ὅµως καὶ παρὰ τοῦ Παύλου λεγόµενον, οὐδεµίαν ἀπορίαν φέρει. Ὅταν γὰρ εἴπῃ, Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, οὐ τὴν ἐξουσίαν ἀναιρεῖ, ἀλλὰ δείκνυσιν, ὅτι οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ δεῖται τῆς ἄνωθεν χάριτος.∆ εῖ µὲν γὰρ καὶ θέλειν καὶ τρέχειν, θαῤῥεῖν δὲ µὴ τοῖς οἰκείοις πόνοις, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· ὅπερ καὶ ἀλλαχοῦ ἔλεγεν· Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐµοί. Καὶ καλῶς εἶπεν· Ἃ προητοίµασεν εἰς δόξαν. Ἐπειδὴ γὰρ τοῦτο ὠνείδιζον, ὅτι χάριτι ἐσώθησαν, καὶ καταισχύνειν αὐτοὺς ἐνόµιζον, ἐκ πολλῆς τῆς περιουσίας ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Εἰ γὰρ τῷ Θεῷ τὸ πρᾶγµα δόξαν ἤνεγκε, πολλῷ µᾶλλον ἐκείνοις, δι' ὧν ὁ Θεὸς ἐδοξάσθη. Σκόπει δὲ αὐτοῦ εὐγνωµοσύνην καὶ σοφίαν ἄφατον.∆ υνάµενος γὰρ µὴ τὸν Φαραὼ παρενεγκεῖν εἰς τὸν περὶ τῶν κολαζοµένων λόγον, ἀλλ' ἐξ Ἰουδαίων τοὺς ἡµαρτηκότας, καὶ σαφέστερον µᾶλλον ποιῆσαιτὸν λόγον, καὶ δεῖξαι ὅτι ἔνθα οἱ αὐτοὶ πατέρες, ἔνθα τὰ αὐτὰ ἁµαρτήµατα, οἱ µὲν ἀπώλοντο, οἱ δὲ ἠλεήθησαν, καὶ πεῖσαι µηκέτι διαπορεῖν, εἰ καὶ ἐξ ἐθνῶντινες ἐσώθησαν, Ἰουδαίων ἀπολλυµένων· ἵνα µὴ ποιήσῃ τὸν λόγον φορτικὸν, τὴν µὲν τῆς κολάσεως ἀπόδειξιν ἀπὸ τοῦ βαρβάρου παράγει, ὥστε µὴ ἀναγκασθῆναι σκεύη ὀργῆς αὐτοὺς καλέσαι· τοὺς δὲ ἐλεουµένους ἀπὸ τοῦ δήµου τῶν Ἰουδαίων παράγει. Καίτοι γε ἱκανῶς καὶ ὑπὲρ τοῦ Θεοῦ ἀπολογεῖται, ὅτι καὶ σφόδρα αὐτὸν εἰδὼς ἀπαρτίζοντα ἑαυτὸν σκεῦος ἀπωλείας, ὅµως τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, τὴν ἀνοχὴν, τὴν µακροθυµίαν, καὶ οὐχ ἁπλῶς µακροθυµίαν, ἀλλὰ πολλὴν µακροθυµίαν· ἀλλ' ὅµως οὐκ ἠθέλησεν ἐπὶ τῶν Ἰουδαίων αὐτὸ γυµνάσαι. Πόθεν οὖν οἱ µὲν σκεύη ὀργῆς, οἱ δὲ ἐλέους; Ἀπὸ προαιρέσεως οἰκείας. Ὁ δὲ Θεὸς σφόδρα ἀγαθὸς ὢν, ἐπ' ἀµφοτέρων τὴν αὐτὴν ἐπιδείκνυται χρηστότητα. Καὶ γὰρ οὐχὶ τοὺς σωζοµένους ἠλέησε µόνον, ἀλλὰ καὶ τὸν Φαραὼ, τό γε αὐτοῦ µέρος· τῆς γὰρ αὐτῆς µακροθυµίας κἀκεῖνοι καὶ οὗτος ἀπήλαυσαν. Εἰ δὲ µὴ ἐσώθη, παρὰ τὴν αὐτοῦ γνώµην τὸ πᾶν· ὡς τό γε εἰς τὸν Θεὸν ἧκον, οὐδὲν ἔλαττον τῶν διασωθέντων ἔσχεν. Ἀποδοὺς τοίνυν τὴν λύσιν τῷ ζητήµατι τὴν διὰ τῶν πραγµάτων, ὥστε καὶ ἑτέρωθεν ἀξιόπιστον ποιῆσαι τὸν λόγον, τοὺς προφήτας εἰσάγει τὰαὐτὰ προαναφωνοῦντας. Καὶ γὰρ Ὠσηὲ, φησὶν, ἄνωθεν ταῦτα ἔγραφεν, οὕτω λέγων· Καλέσω τὸν οὐ λαόν µου, λαόν µου· καὶ τὴν οὐκ ἠγαπηµένην, ἠγαπηµένην. Ἵνα γὰρ µὴ λέγωσιν, ὅτι Παραλογίζῃ ἡµᾶς ταῦτα λέγων, τὸν Ὠσηὲ ἐκάλεσε µάρτυρα, βοῶντα καὶ λέγοντα· Καλέσω τὸν οὐ λαόν µου, λαόν µου. Τίς γὰρ ἦν ὁ οὐ λαός; Τὰ ἔθνη δῆλον. Καὶ τίς ἡ οὐκ ἠγαπηµένη; Τὰ αὐτὰ πάλιν. Ἀλλ' ὅµως ἔφησεν αὐτοὺς καὶ Λαὸν καὶ Ἠγαπηµένην, καὶ υἱοὺς Θεοῦ ἔσεσθαι. Ἐκεῖ γὰρ κληθήσονται, φησὶν, υἱοὶ Θεοῦ ζῶντος. Εἰ δὲ λέγοιεν περὶ τῶν ἐξ Ἰουδαίων πιστευσάντων τοῦτο εἰρῆσθαι, καὶ οὕτως ὁ λόγος ἵσταται. Εἰ γὰρ ἐπὶ τῶν ἀγνωµονησάντων µετὰ πολλὰς εὐεργεσίας, καὶ ἀλλοτριωθέντων, καὶ τὸ λαὸς εἶναι ἀπολωλεκότων τοσαύτη γέγονεν ἡ µεταβολὴ, τίἐκώλυσε καὶ τοὺς οὐ µετὰ τὴν οἰκείωσιν ἀλλοτριωθέντας, ἀλλ' ἐξ ἀρχῆς ἀλλοτρίους ὄντας, κληθῆναι, καὶ ὑπακούσαντας τῶν αὐτῶν ἀξιωθῆναι; Παραγαγὼν τοίνυν τὸν Ὠσηὲ, οὐκ ἀρκεῖται τούτῳ µόνον, ἀλλὰ καὶ τὸν Ἡσαΐαν µετ' ἐκεῖνον εἰσάγει συνῳδὰ τούτῳ φθεγγόµενον. Ἡσαΐας γὰρ κράζει, φησὶν, ὑπὲρ τοῦ Ἰσραήλ· τουτέστι, µετὰ παῤῥησίας ἀναφωνεῖ, καὶ οὐχ ὑποστέλλεται. Τί τοίνυν ἡµῖν ἐγκαλεῖτε, ὅταν ἐκεῖνοι σάλπιγγος λαµπρότερον ταῦτα προαναφωνῶσι; Τί οὖν κράζει ὁ Ἡσαΐας; Ἐὰν ᾖ ὁ ἀριθµὸς τῶν υἱῶν Ἰσραὴλ, ὡσεὶ ἄµµος τῆς θαλάττης, τὸ ἐγκατάλειµµα σωθήσεται. Ὁρᾷς, ὅτι καὶ ἐκεῖνος οὐχὶ πάντας λέγει σώσεσθαι, ἀλλὰ τοὺς ἀξίους σωθῆναι; Οὐ γὰρ αἰδοῦµαι τὸ πλῆθος, φησὶν, οὐδὲ δυσωπεῖ µε τὸ γένος, οὕτως ἐκκεχυµένον, ἀλλ' ἐκείνους σώζω µόνον τοὺς ἀξίους ἑαυτοὺς παρέχοντας. Καὶ οὐχ ἁπλῶς ἄµµου θαλάσσης ἐµνηµόνευσεν, ἀλλ' ἀναµιµνήσκων αὐτοὺς παλαιᾶς ἐπαγγελίας, ἧς ἀναξίους ἑαυτοὺς κατέστησαν. Τί τοίνυν θορυβεῖσθε, ὡς τῆς ὑποσχέσεως διαπεσούσης, τῶν προφητῶν ἁπάντων δηλούντων, οὐ πάντας εἶναι τοὺς σωζοµένους; Εἶτα καὶ τὸν τρόπον τῆς σωτηρίας λέγει. Εἶδες ἀκρίβειαν προφητικὴν, καὶ σύνεσιν ἀποστολικὴν, οἵαν µαρτυρίαν ἐπήγαγε, πῶς σφόδρα ἐπιτηδείαν; Οὐ γὰρ µόνον ὅτι τινές εἰσιν οἱ σωζόµενοι καὶ οὐχὶ πάντες, δείκνυσιν ἡµῖν αὕτη, ἀλλὰ καὶ πῶς σωθήσονται προστίθησι. Πῶς οὖν σωθήσονται; καὶ πῶς αὐτοὺς ὁ Θεὸς ἀξιώσει τῆς εὐεργεσίας; Λόγον συντελῶν καὶ συντέµνων, φησὶν, ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετµηµένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ περιόδου χρεία καὶ πόνων καὶ ταλαιπωρίας τῆς ἀπὸ τῶν ἔργων τῶν νοµίµων, ἀλλὰ µετὰ πολλῆς τῆς συντοµίας ἔσται ἡ σωτηρία. Τοιοῦτον γὰρ ἡ πίστις· ἐν βραχέσι ῥήµασιν ἔχει τὴν σωτηρίαν. Ἐὰν γὰρ ὁµολογήσῃς, φησὶν, ἐν τῷ στόµατί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.
16.10
Εἶδες τί ἐστι, Λόγον συντετµηµένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς; Καὶ τὸ δὴ θαυµαστὸν, ὅτι ὁ βραχὺς οὗτος λόγος οὐ σωτηρίαν µόνον, ἀλλὰ καὶ δικαιοσύνην ἐκόµισε. Καὶ καθὼς προείρηκεν Ἡσαΐας, Εἰ µὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡµῖν σπέρµα, ὡς Σόδοµα ἂν ἐγενήθηµεν, καὶ ὡς Γόµοῤῥα ἂν ὡµοιώθηµεν. Πάλιν ἐνταῦθα ἄλλο τι δείκνυσιν, ὅτι οὐδ' αὐτοὶ οἱ ὀλίγοι οἴκοθεν διεσώθησαν. Καὶ γὰρ καὶ οὗτοι ἀπώλοντο ἂν καὶ τὰ Σοδόµων ἔπαθον, τουτέστι, πανωλεθρίαν ὑπέµειναν ἄν. Καὶ γὰρ καὶ ἐκεῖνοι πρόῤῥιζοι πάντες ἀπώλοντο, καὶ οὐδὲ τὸ τυχὸν σπέρµα αὐτῶν κατέλιπον· καὶ οὗτοι γοῦν, φησὶν, ὡς ἐκεῖνοι ἂν ἐγένοντο, εἰ µὴ πολλῇ ὁ Θεὸς ἐχρήσατο τῇ ἀγαθότητι, καὶ διετήρησε διὰ τῆς πίστεως αὐτούς. Τοῦτο δὲ καὶ ἐπὶ τῆς αἰσθητῆς γέγονεν αἰχµαλωσίας· οἱ µὲν γὰρ πλείους ἀπήχθησαν καὶ ἀπώλοντο, ὀλίγοι δὲ διεσώθησαν µόνοι. Τί οὖν ἐροῦµεν, φησίν; Ὅτι ἔθνη τὰ µὴ διώκοντα δικαιοσύνην κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόµον δικαιοσύνης, εἰς νόµον δικαιοσύνης οὐκ ἔφθασεν. Ἡ σαφεστάτη λύσις ἐνταῦθα λοιπόν. Ἐπειδὴ γὰρ καὶ ἀπὸ τῶν πραγµάτων ἔδειξεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· καὶ ἀπὸ τῶν προγόνων τοῦ Ἰακὼβ καὶ τοῦ Ἡσαῦ, καὶ ἀπὸ τῶν προφητῶν, καὶ τὴν κυριωτάτην ἐπάγει λύσιν ἐκ τοῦ Ὠσηὲ καὶ τοῦ Ἡσαΐου, πρότεροντὴν ἀπορίαν αὐξήσας. Καὶ γὰρ δύο ἐστὶ τὰ ζητούµενα, ὅτι καὶ τὰ ἔθνη ἐπέτυχε, καὶ µὴ διώκοντα ἐπέτυχε, τουτέστι, µὴ σπουδάσαντα. Καὶ πάλιν ἐπὶ τῶν Ἰουδαίων ὁµοίως τὰ δύο ἄπορα, ὅτι καὶ Ἰσραὴλ οὐκ ἐπέτυχε, καὶ σπουδάζων οὐκ ἐπέτυχε.∆ ιὸ καὶ ταῖς λέξεσιν ἐµφαντικώτερον κέχρηται· οὐδὲ γὰρ εἶπεν, ὅτι Ἔσχε δικαιοσύνην, ἀλλὰ, Κατέλαβε. Τὸ γὰρ καινὸν µάλιστα καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ὁ διώκων οὐ κατέλαβεν, ὁ δὲ µὴ διώκων κατέλαβε. Καὶ δοκεῖ µὲν αὐτοῖς χαρίζεσθαι τῷ λέγειν,∆ ιώκων· ὕστερον δὲ καιρίαν ἐπάγει τὴν πληγήν. Ἐπειδὴ γὰρ ἔχει ἰσχυρὰν λύσιν ἐπαγαγεῖν, οὐδὲν δέδοικε χαλεπωτέραν ποιῶν τὴν ἀντίθεσιν.∆ ιὰ τοῦτο οὐδὲ περὶ πίστεως διαλέγεται, καὶ τῆς ἐντεῦθεν δικαιοσύνης, ἀλλὰ δείκνυσι πρὸ τῆς πίστεως καὶ ἐν τοῖς οἰκείοις ἡττηθέντας αὐτοὺςκαὶ καταδεδικασµένους. Σὺ µὲν γὰρ, ὦ Ἰουδαῖε, φησὶν, οὐδὲ τὴν ἐκ τοῦ νόµου δικαιοσύνην εὗρες· παρέβης γὰρ αὐτὸν, καὶ ὑπεύθυνος γέγονας τῇ ἀρᾷ· οὗτοι δὲ οἱ µὴ διὰ τοῦ νόµου ἐλθόντες, ἀλλ' ἑτέρας ὁδοῦ, µείζονα ταύτης εὗρον δικαιοσύνην, τὴν ἀπὸ τῆς πίστεως· ὅπερ οὖν καὶ ἀνώτερον ἔλεγεν. Εἰ γὰρ Ἀβραὰµ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχηµα, ἀλλ' οὐ πρὸς τὸν Θεόν· δεικνὺς, ὅτι αὕτη ἡ δικαιοσύνη µείζων ἐκείνης ἐστίν. Ἔµπροσθεν µὲν οὖν ἔλεγον, ὅτι δύο ἐστὶ τὰ ἀπορούµενα, νυνὶ δὲ καὶ τρία τὰ ζητήµατα γέγονεν· ὅτι τὰ ἔθνη καὶ εὗρε δικαιοσύνην, καὶ µὴ διώκοντα εὗρε, καὶ µείζονα εὗρε τῆς ἐκ τοῦ νόµου. Τὰ αὐτὰ δὴ ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων διαπορεῖται πάλιν ἐξ ἐναντίας, ὅτι Ἰσραὴλ οὐχ εὗρε, καὶ σπουδάζων οὐχ εὗρε, καὶ τὴν ἐλάττονα οὐχ εὗρεν. Ἐµβαλὼν τοίνυν εἰς ἀπορίαν τὸν ἀκροατὴν, ἐπάγει λοιπὸν σύντοµον τὴν λύσιν, καὶ τὴν αἰτίαν φησὶ τῶν εἰρηµένων ἁπάντων. Τίς οὖν ἐστιν ἡ αἰτία; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόµου. Αὕτη ἡ σαφεστάτη τοῦ χωρίου παντὸς λύσις, ἣν εὐθέως ἐκ προοιµίων εἰ εἶπεν, οὐκ ἂν οὕτως εὐπαράδεκτος ἐγεγόνει· ἐπειδὴ δὲ µετὰ πολλὰς ἀπορίας καὶ κατασκευὰς καὶ ἀποδείξεις αὐτὴν τέ θεικε, καὶ προδιορθώσεσι µυρίαις ἐχρήσατο, εὐµαθεστέραν τε αὐτὴνλοιπὸν καὶ εὐπαράδεκτον µᾶλλον ἐποίησε. Τοῦτο γὰρ αἴτιον τῆς ἀπωλείας αὐτῶν φησιν, Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόµου ἠθέλησαν δικαιωθῆναι. Καὶ οὐκ εἶπεν, Ἐξ ἔργων, ἀλλ', Ὡς ἐξ ἔργων νόµου, δεικνὺς ὅτι οὐδὲ ταύτην ἔσχον τὴν δικαιοσύνην. Προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόµµατος, καθὼς γέγραπται· Ἰδοὺ τίθηµι ἐν Σιὼν λίθον προσκόµµατος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτὸν οὐ καταισχυνθήσεται. Εἶδες πάλιν πῶς ἀπὸ τῆς πίστεως ἡ παῤῥησία, καὶ καθολικὴ ἡ δωρεά; Οὐ γὰρ περὶ Ἰουδαίων εἴρηται µόνον, ἀλλὰ περὶ παντὸς τοῦ τῶν ἀνθρώπων γένους. Πᾶς γὰρ, φησὶ, κἂν Ἰουδαῖος, κἂν Ἕλλην, κἂν Σκύθης, κἂν Θρᾲξ, κἂν ὁστισοῦν ἕτερος ᾖ πιστεύσας, πολλῆς ἀπολαύσεται τῆς παῤῥησίας. Τὸ δὲ θαυµαστὸν τοῦ προφήτου, ὅτι οὐχ ὅτι πιστεύσουσι µόνον εἶπεν, ἀλλ' ὅτι καὶ ἀπιστήσουσι· τὸ γὰρ προσκόψαι, τὸ ἀπιστῆσαί ἐστιν. Ὥσπερ οὖν ἀνωτέρω τούς τε ἀπολλυµένους τούς τε σωζοµένους ἐδήλωσεν εἰπὼν, Ἐὰν ᾖ ὁ ἀριθµὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄµµος τῆς θαλάττης, τὸ ἐγκατάλειµµα σωθήσεται· καὶ, Εἰ µὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡµῖν σπέρµα, ὡς Σόδοµα ἂν ἐγενήθηµεν· καὶ, Ἐκάλεσεν οὐ µόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν· οὕτω δὴ καὶ ἐνταῦθα λέγει, ὅτι οἱ µὲν πιστεύσουσιν, οἱ δὲ προσκόψουσι· τὸ δὲ προσκόπτειν ἐκ τοῦ µὴ προσέχειν γίνεται, ἐκ τοῦ πρὸς ἕτερα κεχηνέναι. Ἐπεὶ οὖν καὶ οὗτοι τῷ νόµῳ προσεῖχον, προσέκοψαν τῷ λίθῳ. Προσκόµµατος δὲ λίθον καὶ πέτραν σκανδάλου φησὶν ἀπὸ τῆς γνώµης καὶ τοῦ τέλους τῶν µὴ πιστευσάντων. Ἄρα ὑµῖν δῆλα γέγονε τὰ εἰρηµένα, ἢ πολλῆς ἔτι δεῖται τῆς σαφηνείας; Ἐγὼ µὲν οἶµαι τοῖς προσεσχηκόσιν εὐσύνοπτα εἶναι· εἰ δέ τινας διέλαθεν, ἔξεστι καὶ ἰδίᾳ συντυχόντας ἐρωτῆσαι καὶ µαθεῖν.∆ ιὰ γὰρ τοῦτο καὶ εἰς µακρότερον ἐξήνεγκα τοῦ λόγου τὴν ἐξήγησιν, ἵνα µὴ ἀναγκασθῶ, διατεµὼν τὸ συνεχὲς τῆς ἀκολουθίας λυµήνασθαι τὴνσαφήνειαν τῶν λεγοµένων.∆ ιὸ δὴ καὶ ἐνταῦθα καταλύσω τὸν λόγον, οὐδὲν περὶ τῶν ἠθικωτέρων ὑµῖν διαλεχθεὶς, ὅπερ ἔθος ἡµῖν ποιεῖν, ὥστε µὴ πάλιν ἐπισκοτίσαι τῇ µνήµῃ τὰπλήθη τῶν λεγοµένων. Ὥρα δὴ λοιπὸν καταλῦσαι εἰς τὸ προσῆκον τέλος, κατακλείσαντας τὸν λόγον, τὴν δοξολογίαν τοῦ τῶν ὅλων Θεοῦ, κοινῇ τοίνυν ἀναπαυσάµενοι ἡµεῖς τεοἱ λέγοντες, ὑµεῖς τε οἱ ἀκούοντες, ἀναπέµψωµεν αὐτῷ δόξαν, ὅτι αὐτοῦ ἡ βασιλεία καὶ ἡ δύναµις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀµήν.