Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
17.0
Ἀδελφοὶ, ἡ µὲν εὐδοκία τῆς ἐµῆς καρδίας, καὶ ἡ δέησίς µου ἡ πρὸς Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν.
17.1
Μέλλει πάλιν αὐτῶν καθάπτεσθαι σφοδρότερον, ἢ πρότερον· διὸ πάλιν ἀναιρεῖ πάσης ἀπεχθείας ὑπόνοιαν, καὶ πολλῇ κέχρηται τῇ προδιορθώσει. Μὴ γὰρ προσέχετε τοῖς λόγοις, φησὶ, µηδὲ ταῖς κατηγορίαις, ἀλλ' ὅτι οὐκ ἀπὸ διανοίας ἐχθρᾶς ταῦτα φθέγγοµαι. Οὐ γάρ ἐστι τοῦ αὐτοῦ σωθῆναί τε αὐτοὺς ἐπιθυµεῖν, καὶ µὴ µόνον ἐπιθυµεῖν, ἀλλὰ καὶ εὔχεσθαι, καὶ πάλιν µισεῖν καὶ ἀποστρέφεσθαι· καὶ γὰρ εὐδοκίαν ἐνταῦθα τὴν σφοδρὰν ἐπιθυµίαν φησί. Καὶ ὅρα καὶ τὴν δέησιν πῶς ποιεῖται ἀπὸ διανοίας. Οὐ γὰρ ὥστε ἀπαλλαγῆναι κολάσεως µόνον, ἀλλ' ὥστε καὶ σωθῆ ναι αὐτοὺς, πολλὴν καὶ τὴν σπουδὴν ποιεῖται καὶ τὴν εὐχήν. Καὶ οὐκ ἐντεῦθεν δὲ µόνον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς δείκνυσι τὴν εὔνοιαν, ἣν ἔχει πρὸς αὐτούς. Ἀπὸ γὰρ τῶν ἐγχωρούντων, ὡς οἷός τε ἦν, βιάζεται καὶ φιλονεικεῖ, ζητῶν σκιὰν γοῦν τινα ἀπολογίας αὐτοῖς εὑρεῖν· καὶ οὐκ ἰσχύει, ὑπὸ τῆς τῶν πραγµάτων νικώµενος φύσεως. Μαρτυρῶ γὰρ αὐτοῖς, φησὶν, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Οὐκοῦν συγγνώµης ταῦτα, οὐ κατηγορίας ἄξια. Εἰ µὴ γὰρ δι' ἄνθρωπόν εἰσιν ἀπεσχισµένοι, ἀλλὰ διὰ ζῆλον, ἐλεεῖσθαι µᾶλλον αὐτοὺς, ἢ κολάζεσθαι δίκαιον. Ἀλλ' ὅρα πῶς σοφῶς καὶ ἐχαρίσατο τῷ ῥήµατι, καὶ ἔδειξεν αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν. Ἀγνοοῦντες γὰρ, φησὶ, τὴν τοῦ Θεοῦ δι καιοσύνην. Πάλιν τὸ ῥῆµα συγγνώµης· ἀλλὰ τὸ ἑξῆς κατηγορίας ἐπιτεταµένης, καὶ πᾶσαν ἀναιρούσης ἀπολογίαν. Καὶ τὴν ἰδίαν γὰρ, φησὶ, δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι ἀπὸ φιλονεικίας καὶ φιλαρχίας µᾶλλον, ἢ ἐξ ἀγνοίας ἐπλανήθησαν, καὶ ὅτι οὐδ' αὐτὴν ταύτην τὴν δικαιοσύνην τὴν ἀπὸτῶν νοµίµων ἔστησαν· τὸ γὰρ εἰπεῖν, Ζητοῦντες στῆσαι, τοῦτό ἐστιν ἐµφαίνοντος. Καὶ σαφῶς µὲν αὐτὸ οὐ τέθεικεν· οὐδὲ γὰρ εἶπεν, ὅτι ἑκατέρας τῆς δικαιοσύνης ἐξέπεσον· ᾐνίξατο δὲ αὐτὸ συνετῶς σφόδρα καὶ µετὰ τῆς προσηκούσης αὐτῷ σοφίας. Εἰ γὰρ ἐκείνην ἔτι ζητοῦσι στῆσαι, εὔδηλον ὅτι οὐκ ἔστησαν. Εἰ ταύτῃ οὐχ ὑπετάγησαν, καὶ ταύτης ἐξέπεσον. Ἰδίαν δὲ δικαιοσύνην αὐτὴν καλεῖ, ἢ διὰ τὸ µηκέτι τὸν νόµον ἰσχύειν, ἢ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων· ταύτην δὲ τοῦ Θεοῦ δικαιοσύνην τὴν ἐκ πίστεως, διὰ τὸ ὁλόκληρον αὐτὴν ἐκ τῆς ἄνωθεν εἶναι χάριτος, καὶ οὐχὶ πόνοις, ἀλλὰ Θεοῦ δικαιοῦσθαι δωρεᾷ. Ἀλλ' οἱ ἀεὶ τῷ Πνεύµατι τῷ ἁγίῳ ἀντιπίπτοντες, φιλονεικοῦντες διὰ τοῦ νόµου δικαιωθῆναι, οὐ προσῆλθον τῇ πίστει· µὴ προσελθόντες δὲ τῇ πίστει, µηδὲ λαβόντες τὴν ἐξ αὐτῆς δικαιοσύνην, καὶ ἀπὸ τοῦ νόµου µὴ δυνηθέντες δικαιωθῆναι, πάντοθεν ἐξέπεσον. Τέλος γὰρ νόµου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Ὅρα Παύλου σύνεσιν. Ἐπειδὴ γὰρ εἶπε δικαιοσύνην καὶ δικαιοσύνην, ἵνα µὴ δόξωσιν οἱ πιστεύσαντες ἐξ Ἰουδαίων τὴν µὲν ἔχειν, τῆς δὲ ἀπεστερῆσθαι, καὶ παρανοµίας κρίνεσθαι· καὶ γὰρ καὶ τούτους οὐχ ἧττον δεδοικέναι ἐχρῆν ἔτι νεήλυδας ὄντας· µηδὲ Ἰουδαῖοι πάλιν προσδοκήσωσιν αὐτὴν κατορθοῦν, καὶ εἴπωσιν, ὅτι Εἰ καὶ µὴ νῦν ἐπληρώσαµεν, ἀλλὰ πάντως πληρώσοµεν· ὅρα τί κατασκευάζει.∆ είκνυσιν, ὅτι µία ἐστὶν ἡ δικαιοσύνη, καὶ ἐκείνη εἰς ταύτην ἀνακεφαλαιοῦται, καὶ ὅτι ὁ µὲν ταύτην ἑλόµενος τὴν διὰ πίστεως, κἀκείνην ἐπλήρωσεν· ὁ δὲ ταύτην ἀτιµάσας, κἀκείνης µετὰ ταύτης ἐξέπεσεν. Εἰ γὰρ τοῦ νόµου τέλος ὁ Χριστὸς, ὁ τὸν Χριστὸν οὐκ ἔχων, κἂν ἐκείνην δοκῇ ἔχειν, οὐκ ἔχει· ὁ δὲ τὸν Χριστὸν ἔχων, κἂν µὴ ᾖ κατωρθωκὼς τὸν νόµον, τὸ πᾶν εἴληφε. Καὶ γὰρ τέλος ἰατρικῆς ὑγεία. Ὥσπερ οὖν ὁ δυνάµενος ὑγιῆ ποιεῖν, κἂν µὴ τὴν ἰατρικὴν ἔχῃ, τὸ πᾶν ἔχει· ὁ δὲ µὴ εἰδὼς θεραπεύειν, κἂν µετιέναι δοκῇ τὴν τέχνην, τοῦ παντὸς ἐξέπεσεν· οὕτω καὶ ἐπὶ τοῦ νόµου καὶ τῆς πίστεως, ὁ µὲν ταύτην ἔχων, καὶ τὸ ἐκείνου τέλος ἔχει· ὁ δὲ ταύτης ἔξω ὢν, ἀµφοτέρων ἐστὶν ἀλλότριος. Τί γὰρ ἐβούλετο ὁ νόµος;∆ ίκαιον ποιῆσαι τὸν ἄνθρωπον· ἀλλ' οὐκ ἴσχυσεν· οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. Τοῦτο οὖν τέλος ἦν τοῦ νόµου, καὶ εἰς τοῦτο πάντα ἔβλεπε, καὶ διὰ τοῦτο πάντα ἐγένετο, καὶ αἱ ἑορταὶ καὶ αἱ ἐντολαὶ καὶ αἱ θυσίαι καὶ τὸ λοιπὰ πάντα, ἵνα δικαιωθῇ ὁ ἄνθρωπος. Ἀλλὰ τοῦτο τὸ τέλος ἤνυσεν ὁ Χριστὸς µειζόνως διὰ τῆς πίστεως. Μὴ τοίνυν φοβηθῇς, φησὶν, ὡς τὸν νόµον παραβαίνων, ἐπειδὴ τῇ πίστει προσῆλθες· τότε γὰρ αὐτὸν παραβαίνεις, ὅτε δι' αὐτὸν τῷ Χριστῷ µὴ πιστεύσῃς· ὡς, ἂν πιστεύσῃς αὐτῷ, κἀκεῖνον ἐπλήρωσας, καὶ πολλῷ πλέον ἢ ἐκέλευσε· πολλῷ γὰρ µείζονα δικαιοσύνην ἔλαβες. Εἶτα ἐπειδὴ ταῦτα ἀπόφασις ἦν, ἀπὸ τῶν Γραφῶν πάλιν αὐτὰ πιστοῦται. Μωϋσῆς γράφει, φησὶ, τὴν ἐκ τοῦ νόµου δικαιοσύνην. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μωϋσῆς δείκνυσιν ἡµῖν τὴν ἐκ τοῦ νόµου δικαιοσύνην, ὁποία τίς ἐστι καὶ ποταπή. Ποία τοίνυν, καὶ πόθεν συνίσταται; Ἀπὸ τοῦ πληρωθῆναι τὰς ἐντολάς. Ὁ ποιήσας αὐτὰ, φησὶ, ζήσεται ἐν αὐτοῖς. Καὶ ἄλλως οὐκ ἔνι δίκαιον γενέσθαι ἐν νόµῳ, ἀλλ' ἢ πάντα πληρώσαντα· τοῦτο δὲ οὐδενὶ γέγονε δυνατόν.
17.2
Οὐκοῦν διαπέπτωκεν ἡ δικαιοσύνη αὕτη. Ἀλλ' εἰπὲ καὶ τὴν ἑτέραν ἡµῖν, ὦ Παῦλε, δικαιοσύνην τὴν ἐκ τῆς χάριτος. Τίς οὖν ἐστιν αὕτη, καὶ πόθεν συνίσταται; Ἄκουσον αὐτοῦ σαφῶς αὐτὴν ὑπογράφοντος. Ἐπειδὴ γὰρ ἐκείνην ἤλεγξε, µεταβαίνει λοιπὸν ἐπὶ ταύτην, καί φησιν· Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ' ἔστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆµά ἐστιν, ἐν τῷ στόµατί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ' ἔστι τὸ ῥῆµα τῆς πίστεως ὃ κηρύσσοµεν, ὅτι ἐὰν ὁµολογήσῃς ἐν τῷ στόµατί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸςαὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Ἵνα γὰρ µὴ λέγωσιν Ἰουδαῖοι· Πῶς εὗρον µείζονα δικαιοσύνην οἱ τὴν ἐλάττω µὴ εὑρόντες; λέγει λογισµὸν ἀναντίῤῥητον, ὅτι κουφοτέρα αὕτη ἡ ὁδὸς ἐκείνης. Αὕτη µὲν γὰρ πλήρωσιν ἀπαιτεῖ πάντων· Ὅταν γὰρ ποιήσῃς πάντα, τότε ζήσεις· ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὐ τοῦτο λέγει, ἀλλὰ τί; Ἐὰν ὁµολογήσῃς ἐν τῷ στόµατί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Εἶτα, ἵνα µὴ δόξῃ πάλιν αὐτὴν εὐκαταφρόνητον ποιεῖν τῷ εὔκολον καὶ εὐτελῆ δεικνύναι, ὅρα πῶς πλατύνει τὸν λόγον τὸν περὶ αὐτῆς. Οὐ γὰρ εὐθέως ἐπὶ τοῦτο ἦλθεν, ὅπερ εἰρήκαµεν, ἀλλὰ τί φησιν; Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ' ἔστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ὥσπερ γὰρ τῇ ἀρετῇ διὰ τῶν ἔργων ἀνθίσταται ῥᾳθυµία καὶ ἔκλυσις, τοὺς πόνους ἐκλύουσα, καὶ δεῖ σφόδρα ἀγρυπνούσης ψυχῆς, ὥστε µὴ εἴκειν· οὕτω καὶ ὅταν πιστεῦσαι δέοι, εἰσὶ λογισµοὶ θορυβοῦντες καὶ λυµαινόµενοι τὴν τῶν πολλῶν διάνοιαν, καὶ δεῖ νεανικωτέρας ψυχῆς, ὥστεαὐτοὺς διακρούσασθαι.∆ ιὰ δὴ τοῦτο καὶ αὐτοὺς τούτους εἰς µέσον ἄγει· καὶ ὅπερ ἐπὶ τοῦ Ἀβραὰµ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Καὶ γὰρ ἐκεῖ δείξας αὐτὸν ἀπὸ πίστεως δικαιωθέντα, ἵνα µὴ δόξῃ µάτην καὶ εἰκῆ τοσοῦτον εἰληφέναι στέφανον, ὡς οὐδὲν τοῦ πράγµατος ὄντος, ἐπαίρωντὴν τῆς πίστεως φύσιν, φησίν· Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, καὶ µὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε µὲν τὸ ἑαυτοῦσῶµα νενεκρωµένον, καὶ τὴν νέκρωσιν τῆς µήτρας Σάῤῥας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναµώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπήγγελται, δυνατόςἐστι καὶ ποιῆσαι. Καὶ ἔδειξεν, ὅτι καὶ δυνάµεως χρεία καὶ ψυχῆς ὑψηλῆς τὰ ὑπὲρ ἐλπίδα δεχοµένης, καὶ µὴ προσπταιούσης τοῖς ὁρωµένοις. Τοῦτο τοίνυν καὶ ἐνταῦθα ποιεῖ, καὶ δείκνυσιν ὅτι φιλοσόφου διανοίας χρεία καὶ γνώµης οὐρανοµήκους τινὸς καὶ µεγάλης. Καὶ οὐκ εἶπε, Μὴ εἴπῃς, ἁπλῶς, ἀλλὰ, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τουτέστι, Μηδὲ ἐννοήσῃς ἀµφιβάλλειν καὶ εἰπεῖν κατὰ σεαυτόν· Καὶ πῶς τοῦτο δυνατόν; Ὁρᾷς, ὅτι τοῦτο µάλιστα πίστεως ἴδιον, καὶ τὴν κάτω πᾶσαν ἀκολουθίαν ἀφέντας τὸ ὑπὲρ φύσιν ἐπιζητεῖν, καὶ λογισµῶν ἀσθένειαν ἐκβάλλοντας, ἀπὸ τῆς τοῦ Θεοῦ δυνάµεως καὶ ἅπαντα παραδέχεσθαι; Καίτοι γε οὐ ταῦτα ἔλεγον Ἰουδαῖοι µόνον, ἀλλ' ὅτι οὐ δυνατὸν ἐκ πίστεως δικαιωθῆναι. Ἀλλ' αὐτὸς ἐφ' ἕτερον αὐτὸ ἄγει τὸ γεγενηµένον, ἵνα, ὅταν δείξῃ µέγα οὕτως ὂν, ὡς καὶ µετὰ τὸ γεγενῆσθαι πίστεως αὐτὸ δεῖσθαι, δικαίως δόξῃ τούτοιςτὸν στέφανον πλέκειν. Καὶ κέχρηται ῥήµασι τοῖς ἐν τῇ Παλαιᾷ κειµένοις, σπουδάζων ἀεὶ τὰ τῆς καινοτοµίας καὶ τῆς πρὸς ἐκείνην µάχης ἐγκλήµατα διαφεύγειν. Τοῦτο γὰρ, ὃ περὶ πίστεως ἐνταῦθά φησι, περὶ τῆς ἐντολῆς αὐτοῖς λέγει Μωϋσῆς, δεικνὺς ὅτι πολλῆς ἀπήλαυσαν παρὰ τοῦ Θεοῦ τῆς εὐεργεσίας. Οὐ γὰρ ἔστιν εἰπεῖν, φησὶν, ὅτι εἰς τὸν οὐρανὸν ἀναβῆναι δεῖ καὶ πέλαγος διαβῆναι µέγα, καὶ τότε λαβεῖν τὰς ἐντολάς· ἀλλὰ τὰ οὕτω µεγάλα καὶ ὑπέρογκα, εὔκολα ἡµῖν ἐποίησεν ὁ Θεός. Τί δέ ἐστιν, Ἐγγύς σου τὸ ῥῆµά ἐστι; Τουτέστιν, εὔκολόν ἐστιν· ἐν γὰρ τῇ διανοίᾳ σου καὶ τῇ γλώσσῃ ἡ σωτηρία. Οὐ µακρὰν ὁδὸν βαδίσαντας, οὐδὲ πέλαγος πλεύσαντας, οὐδὲ ὄρη παρελθόντας, οὕτω δεῖ σωθῆναι· ἀλλ' εἰ µηδὲ αὐτὸν βουληθῇς ὑπερβῆναι τὸν οὐδὸν, ἔξεστί σοι καὶ οἴκοι καθηµένῳ σωθῆναι· ἐν γὰρ τῷ στόµατί σου καὶ ἐν τῇ καρδίᾳ ἐστὶ τῆς σωτηρίας ἡ ἀφορµή. Εἶτα καὶ ἑτέρωθεν εὔκολον ποιῶν τὸν τῆς πίστεως λόγον, φησὶν, ὅτι Ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. Ἐννόησον γὰρ τὸ ἀξίωµα τοῦ ποιήσαντος, καὶ οὐκέτι ὄψεις δυσκολίαν οὐδεµίαν ἐν τῷ πράγµατι. Οὐκοῦν, ὅτι µὲν οὖν Κύριος, ἐκ τῆς ἀναστάσεως δῆλον· ὃ καὶ ἀρχόµενος τῆς Ἐπιστολῆς ἔλεγε· Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐξ ἀναστάσεως νεκρῶν· ὅτι δὲ καὶ ἡ ἀνάστασις εὔκολος, ἐκ τῆς τοῦ ποιήσαντος ἰσχύος ἀποδέδεικται καὶ τοῖς σφόδρα διαπιστοῦσιν. Ὅταν οὖν καὶ µείζων ἡ δικαιοσύνη καὶ κούφη καὶ εὐπαράδεκτος, καὶ ἄλλως δικαιωθῆναι µὴ ᾖ· οὐκ ἐσχάτης φιλονεικίας τὸ τοῖς ἀδυνάτοις ἐπιχειρεῖν, τὰ εὔκολα ἀφέντας καὶ ῥᾴδια; Οὐ γὰρ ἔχοιεν ἂν εἰπεῖν, ὅτι ὡς φορτικὸν τὸ πρᾶγµα παρῃτήσαντο.
17.3
Εἶδες πῶς πάσης αὐτοὺς ἀποστερεῖ συγγνώµης; Ποίας γὰρ ἂν εἶεν ἀπολογίας ἄξιοι, τὸ µὲν φορτικώτερον ἑλόµενοι καὶ ἀνήνυτον, παραδραµόντες δὲ τὸ κοῦφον καὶ δυνάµενον αὐτοὺς σῶσαι, κἀκεῖνα παρασχεῖν, ἅπερ ὁ νόµος οὐκ ἴσχυσε; Ταῦτα γὰρ οὐδὲν ἕτερον, ἀλλ' ἢ φιλονεικούσης γνώµης ἐστὶ µόνον, καὶ πρὸς τὸν Θεὸν στασιαζούσης. Ὁ µὲν γὰρ νόµος ἐπαχθὴς, ἡ δὲ χάρις ῥᾳδία· ὁ νόµος, κἂν µυρία φιλονεικήσωσιν, οὐ σώζει· ἡ χάρις καὶ τὴν ἐξ ἑαυτῆς καὶ τὴν ἐκ τοῦ νόµου παρέχει δικαιοσύνην. Τίς οὖν αὐτοὺς ἐξαιρήσεται λόγος, πρὸς µὲν ταύτην φιλονείκως διακειµένους, ἐκείνου δὲ ἀντεχοµένους εἰκῆ καὶ µάτην; Εἶτα, ἐπειδὴ µέγα εἴρηκε, πάλιν ἀπὸ τῆς Γραφῆς αὐτὸ πιστοῦται. Λέγει γὰρ ἡ Γραφὴ, φησί· Πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ καταισχυνθήσεται. Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντα καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουµένους αὐτόν. Πᾶς γὰρ, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνοµα Κυρίου, σωθήσεται. Εἶδες πῶς καὶ τῆς πίστεως καὶ τῆς ὁµολογίας παράγει µαρτυρίας; Τὸ µὲν γὰρ εἰπεῖν, ὅτι Πᾶς ὁ πιστεύων, τὴν πίστιν ἐδήλωσε· τὸ δὲ εἰπεῖν, Ὃς ἂν ἐπικαλέσηται, τὴν ὁµολογίαν ἐνέφηνεν. Εἶτα πάλιν τὸ κοινὸν τῆς χάριτος ἀνακηρύττων, καὶ τὸ ἐκείνων φύσηµα καταστέλλων, ἃ διὰ πολλῶν ἔµπροσθεν ἀπέδειξε, ταῦτα ἐν βραχέσινἀναµιµνήσκει, πάλιν δεικνὺς, ὅτι οὐδὲν τὸ µέσον τοῦ Ἰουδαίου καὶ τοῦ ἀκροβύστου. Οὐ γάρ ἐστι διαστολὴ, φησὶν, Ἰουδαίου τε καὶ Ἕλληνος. Καὶ ὃ περὶ τοῦ Πατρὸς εἴρηκεν ἐν τῇ περὶ τούτου ἀποδείξει, τοῦτο καὶ ἐνταῦθα περὶ τοῦ Χριστοῦ λέγει. Ὥσπερ γὰρ ἔµπροσθεν αὐτὸ κατασκευάζων ἔλεγεν· Ἢ Ἰουδαίων ὁ Θεὸς µόνον; οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, ἐπείπερ καὶ εἷς ὁ Θεός· οὕτω καὶ ἐνταῦθά φησιν· Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντα καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουµένους αὐτόν. Ὁρᾷς πῶς δείκνυσιν αὐτὸν σφοδρῶς ἐφιέµενον ἡµῶν τῆς σωτηρίας; εἴ γε καὶ πλοῦτον οἰκεῖον ἡγεῖται ταύτην· ὥστε µηδὲ νῦν αὐτοὺς ἀπογνῶναι µηδὲ νοµίσαι, εἴ γε βουληθεῖεν µετανοῆσαι, ἀσυγγνώστους εἶναι. Ὁ γὰρ πλοῦτον οἰκεῖον ἡγούµενος τὸ σώζειν ἡµᾶς, οὐ παύσεται πλουτῶν· ἐπεὶ καὶ τοῦτο πλοῦτος τὸ εἰς πάντας ἐκχεῖσθαι τὴν δωρεάν. Ἐπειδὴ γὰρ καὶ τοῦτο µάλιστα αὐτοὺς ἐθορύβει, τὸ προεδρίας ἀπολαύοντας ὑπὲρ τὴν οἰκουµένην ἅπασαν, νῦν ἐκ τῆς πίστεως ἀπὸ τῶνθρόνων καταβιβάζεσθαι ἐκείνων, καὶ µηδὲν πλέον τῶν λοιπῶν ἔχειν· συνεχῶς τοὺς προφήτας εἰσάγει ταύτην ἐπᾴδοντας αὐτοῖς τὴν ἰσοτιµίαν. Πᾶς γὰρ ὁ πιστεύων, φησὶν, ἐπ' αὐτῷ, οὐ καταισχυνθήσεται· καὶ, Πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνοµα Κυρίου, σωθήσεται. Καὶ πανταχοῦ τὸ Πᾶς τέθειται, ἵνα µὴ ἀντιλέγωσιν. Ἀλλ' οὐδὲν κενοδοξίας χεῖρον· αὕτη γὰρ, αὕτη µάλιστα πάντων αὐτοὺς ἀπώλεσε.∆ ιὸ καὶ ὁ Χριστὸς αὐτοῖς ἔλεγε· Πῶς δύνασθε πιστεύειν, δόξαν παρ' ἀλλήλων λαµβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ µόνου Θεοῦ οὐ ζητοῦντες; Αὕτη µετὰ τῆς ἀπωλείας πολὺν καὶ τὸν γέλωτα ἐπάγει, καὶ πρὸ τῆς κολάσεως τῆς ἐκεῖ, µυρίοις ἐνταῦθα περιβάλλει δεινοῖς. Καὶ εἰ δοκεῖ, ἵνα τοῦτο µάθῃς, τοὺς οὐρανοὺς ἀφέντες τέως, ὧν ἡµᾶς ἐξάγει, καὶ τὴν γέενναν, εἰς ἣν ἐµβάλλει, τὸ πρᾶγµα ἐντεῦθεν ἐξετάσωµεν ἅπαν. Τί τοίνυν ταύτης δαπανηρότερον; Τί δὲ αἰσχρότερον γένοιτ' ἂν καὶ δυσκολώτερον; Ὅτι µὲν γὰρ δαπανηρὸν τὸ νόσηµα τοῦτο, δῆλον ἐκ τῶν ἀναλισκόντων εἰκῆ καὶ µάτην ἐν θεάτροις καὶ ἱπποδροµίαις καὶ ἄλλαις τοιαύταιςἀκαίροις φιλοτιµίαις· ἐκ τῶν τὰς οἰκίας οἰκοδοµούντων τὰς λαµπρὰς καὶ πολυτελεῖς, καὶ τὰ ἄλλα πάντα τὰ εἰς περιουσίαν κατασκευαζόντων ἀνόνητον, ἅπερ οὐκ ἔστινἐπελθεῖν τῷ λόγῳ νῦν. Ὅτι δὲ δαπανηρὸν ὄντα καὶ πολυτελῆ τὸν οὕτω νοσοῦντα, καὶ ἅρπαγα καὶ πλεονέκτην εἶναι ἀνάγκη, παντί που δῆλον. Ἵνα γὰρ ἔχῃ τῷ θηρίῳ παρέχειν τροφὴν, εἰς τὴν τῶν ἄλλων οὐσίαν τὰς ἑαυτοῦ ῥίπτει χεῖρας. Καὶ τί λέγω τὰς οὐσίας; Οὐδὲ γὰρ χρήµατα µόνον, ἀλλὰ καὶ ψυχὰς κατεσθίει τουτὶ τὸ πῦρ, καὶ οὐ τὸν παρόντα µόνον, ἀλλὰ καὶ τὸν µέλλοντα ἐργάζεται θάνατον. Μήτηρ γὰρ γεέννης κενοδοξία, καὶ τὸ πῦρ ἀνάπτει σφοδρῶς ἐκεῖνο, καὶ τὸν σκώληκα τὸν ἰοβόλον. Ἴδοι δ' ἄν τις αὐτὴν καὶ ἐν νεκροῖς κρατοῦσαν, οὗ τί χεῖρον γένοιτ' ἄν; Τὰ µὲν γὰρ ἄλλα πάντα πάθη καταλύεται τῷ θανάτῳ· αὕτη δὲ καὶ µετὰ τελευτὴν βιάζεται, καὶ φιλονεικεῖ τὴν αὐτῆς ἐπιδείκνυσθαι φύσιν ἐν τῷ τεθνηκότι σώµατι. Ὅταν γὰρ σήµατα λαµπρὰ καὶ πᾶσαν αὐτῶν ἀναλίσκοντα τὴν οὐσίαν ἐπισκήπτωσι τελευτῶντες αὑτοῖς ἀνιστᾷν, καὶ ἐν ταφῇ ἀσωτίαν πολλὴνσπουδάζωσι προαποτίθεσθαι, καὶ ζῶντες µὲν ὑπὲρ ὀβολοῦ καὶ ἄρτου ἑνὸς ὑβρίζωσι τοὺς προσιόντας πένητας, τελευτῶντες δὲ δαψιλῆ τῷ σκώληκι παρέχωσιτράπεζαν, ποίαν ἑτέραν ζητεῖς ὑπερβολὴν τῆς τοῦ νοσήµατος τυραννίδος; Ἀπὸ τούτου καὶ ἔρωτες ἄτοποι τίκτονται τοῦ δεινοῦ· πολλοὺς γὰρ οὐχ ἡ τῆς ὄψεως ὥρα, οὐδὲ ἡ τῆς µίξεως ἐπιθυµία, ἀλλὰ τὸ βούλεσθαι καυχᾶσθαι, ὅτι Τὴν δεῖνα ὑπεσκέλισα, καὶ εἰς µοιχείαν ἐνέβαλον.
17.4
Καὶ τί δεῖ τὰ ἄλλα λέγειν, ὅσα ἐντεῦθεν βλαστάνει κακά; Μυρίων γὰρ ἂν ἑλοίµην γενέσθαι βαρβάρων δοῦλος, ἢ κενοδοξίας ἅπαξ· οὐδὲ γὰρ ἐπιτάττουσιν ἐκεῖνοι τοιαῦτα τοῖς αἰχµαλώτοις, οἷα αὕτη κελεύει τοῖς ὑπηκόοις. Πάντων γὰρ ἔσο δοῦλος, φησὶ, κἂν λαµπρότεροί σου, κἂν εὐτελέστεροι τύχωσιν ὄντες· καταφρόνει ψυχῆς, ἀµέλησον ἀρετῆς, καταγέλασον ἐλευθερίας, κατάθυσόν σου τὴν σωτηρίαν· κἂν ἀγαθόν τι ποιήσῃς, µὴ πρὸς ἀρέσκειαν τοῦ Θεοῦ, ἀλλὰ πρὸς ἐπίδειξιν τῶν πολλῶν, ἵνα ἀπολέσῃς τὸν ἐπὶ τούτοις στέφανον· κἂν ἐλεῇς, κἂν νηστεύῃς, τὸν µὲν πόνον ὑπόστηθι, τὸ δὲ κέρδος ἀπολέσαι σπούδασον. Τί τούτων τῶν ἐπιταγµάτων ὠµότερον γένοιτ' ἄν; Ἐντεῦθεν καὶ βασκανία τὴν ἀρχὴν ἔχει, ἐντεῦθεν καὶ ἀπόνοια, ἐντεῦθεν καὶ ἡ µήτηρ τῶν κακῶν ἡ φιλαργυρία. Ὁ γὰρ ἐσµὸς τῶν οἰκετῶν, καὶ οἱ χρυσοφοροῦντες βάρβαροι, καὶ οἱ παράσιτοι, καὶ οἱ κόλακες, καὶ τὰ ἀργυρένδετα ὀχήµατα, καὶ τὰ ἄλλα τὰτούτων καταγελαστότερα, οὐχ ἡδονῆς ἕνεκεν οὐδὲ χρείας τινὸς γίνεται, ἀλλ' ἢ κενοδοξίας µόνης. Ναὶ, φησίν· ἀλλ' ὅτι µὲν κακὸν τουτὶ τὸ πάθος, παντί που δῆλόν ἐστι· πῶς δ' ἂν αὐτὸ διαφύγοιµεν, τοῦτο εἰπεῖν χρή. Μάλιστα µὲν, ἂν πείσῃς σαυτὸν καλῶς, ὅτι χαλεπὸν τουτὶ τὸ νόσηµα, ἀρχὴν λήψῃ διορθώσεως ἀρίστην· ἐπεὶ καὶ ὁ νοσῶν ταχέως ἐπιζητήσει τὸν ἰατρὸν, ἂν τοῦτο µάθῃ πρὸ τῶν ἄλλων, ὅτι νοσεῖ. Εἰ δὲ καὶ ἑτέραν ἐπιζητεῖς ὁδὸν τῆς ἐντεῦθεν φυγῆς, ὅρα πρὸς τὸν Θεὸν διηνεκῶς, καὶ ἀρκοῦ τῇ παρ' αὐτοῦ δόξῃ. Κἂν ἴδῃς τὸ πάθος γαργαλίζον σε καὶ διεγεῖρον εἰπεῖν τοῖς συνδούλοις τὰ κατωρθωµένα σοι, λογισάµενος πάλιν, ὅτι µετὰ τὸ εἰπεῖν οὐδὲν γίνεταικέρδος, σβέσον τὴν ἄτοπον ἐπιθυµίαν, καὶ πρὸς τὴν ψυχήν σου εἰπέ· Ἰδοὺ τοσοῦτον ὠδῖνες χρόνον εἰπεῖν σου τὰ κατορθώµατα, καὶ οὐκ ἐκαρτέρησας σιγῇ κατασχεῖν, ἀλλ' εἰς πάντας ἐξήνεγκας· τί οὖν σοι πλέον γέγονεν ἐντεῦθεν; Πλέον µὲν οὐδὲν, ζηµία δὲ ἐσχάτη, καὶ τὸ κενῶσαι ἅπαντα τὰ µετὰ πολλοῦ συλλεγέντα πόνου. Μετὰ δὲ τοῦτο κἀκεῖνο ἐννόησον, ὅτι διεφθαρµένη τῶν πολλῶν ἡ ψῆφος καὶ ἡ κρίσις ἐστὶ, καὶ οὐ διεφθαρµένη µόνον, ἀλλ' ὅτι καὶ ταχέως µαραίνεται. Κἂν γὰρ πρὸς ὥραν θαυµάσωσι, τοῦ καιροῦ παρελθόντος, πάντων εἰσὶν ἐπιλελησµένοι καὶ τὸν παρὰ τοῦ Θεοῦ σοι δεδοµένον στέφανον ἥρπασαν, καὶτὸν παρ' ἑαυτῶν οὐκ ἴσχυσάν σοι διατηρῆσαι. Καίτοι καὶ εἰ οὗτος ἔµενε, πολλῆς ἀθλιότητος ἦν ἐκείνου τοῦτον ἀλλάξασθαι· ὅταν δὲ καὶ οὗτος διαῤῥέῃ, ποίαν ἕξοµεν ἀπολογίαν, ὑπὲρ τοῦ µὴ µένοντος τὸν µένοντα προδιδόντες, ὑπὲρ τῆς τῶν ὀλίγων εὐφηµίας τοσαῦταἀπολλύντες ἀγαθά; Καίτοι εἰ καὶ πολλοὶ οἱ ἐπαινοῦντες εἶεν, καὶ οὗτοι τοῦ ταλανίζεσθαι ἄξιοι, καὶ τότε µᾶλλον, ὅταν πλείους οἱ τοῦτο ποιοῦντες ὦσιν. Εἰ δὲ θαυµάζεις τὸ εἰρηµένον, ἄκουσον τοῦ Χριστοῦ ταῦτα ψηφιζοµένου· Οὐαὶ γὰρ ὑµῖν, φησὶν, ὅταν καλῶς ὑµᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Καὶ µάλα εἰκότως. Εἰ γὰρ ἑκάστης τέχνης τοὺς δηµιουργοὺς δεῖ ζητεῖν κριτὰς, πῶς τῆς ἀρετῆς τὴν δοκιµασίαν τοῖς πολλοῖς ἐπιτρέπεις, ἀλλ' οὐχὶ πρὸ πάντων ἐκείνῳ τῷµάλιστα πάντων εἰδότι, καὶ συγκροτῆσαι καὶ στεφανῶσαι δυναµένῳ; Τοῦτο τοίνυν τὸ ῥῆµα ἐγγράψωµεν καὶ τοίχοις καὶ θύραις καὶ διανοίᾳ, καὶ συνεχῶς λέγωµεν πρὸς ἑαυτούς· Οὐαὶ ἡµῖν, ὅταν καλῶς εἴπωσιν ἡµᾶς πάντες οἱ ἄνθρωποι. Καὶ γὰρ καὶ αὐτοὶ οἱ λέγοντες, ὕστερον διαβάλλουσιν ὡς κενόδοξον καὶ φι λότιµον καὶ ἐρῶντα τῆς παρ' αὐτῶν εὐφηµίας. Ἀλλ' οὐχ ὁ Θεὸς οὕτως, ἀλλ' ὅταν ἴδῃ σε ἐρῶντα τῆς παρ' αὐτοῦ δόξης, τότε σε µάλιστα ἐπαινέσεται καὶ θαυµάσεται καὶ ἀνακηρύξει. Ὁ δὲ ἄνθρωπος οὐχ οὕτως, ἀλλὰ λαβών σε δοῦλον ἀντ' ἐλευθέρου, καὶ διὰ ψιλοῦ ῥήµατος πολλάκις σοι χαρισάµενος ἔπαινον ψευδῆ. ἥρπασεν ἀπὸ σοῦ µισθὸν ἀληθῆ, καὶ ἀργυρωνήτου µᾶλλον ὑπέταξεν. Ἐκείνους µὲν γὰρ µετὰ τὰ ἐπιτάγµατα ἔχουσιν ὑπακούοντας οἱ δεσπόται, σὺ δὲ καὶ χωρὶς ἐπιταγµάτων δουλεύεις. Οὐδὲ γὰρ ἀναµένεις ἀκοῦσαί τι παρ' αὐτῶν, ἀλλ' ἂν γνῷς µόνον δι' ὧν αὐτοῖς χαριῇ, οὐδὲ ἐπιταττόντων αὐτῶν πάντα ποιεῖς. Πόσης οὖν οὐκ ἂν εἴηµεν ἄξιοι γεέννης τοὺς µὲν µοχθηροὺς τέρποντες, καὶ πρὶν ἐπιτάξουσι θεραπεύοντες, τοῦ δὲ Θεοῦ καθ' ἑκάστην ἡµέρανἐγκελευοµένου καὶ παραινοῦντος, µηδὲ οὕτως ἀκούοντες; Καίτοι γε εἰ δόξης καὶ ἐπαίνων ἐρᾷς, φεῦγε τὸν παρ' ἀνθρώπων ἔπαινον, καὶ τότε ἐπιτεύξῃ δόξης· ἀποστράφηθι τὰς εὐφηµίας, καὶ τότε µυρίων ἀπολαύσεις τῶν ἐπαίνων καὶ παρὰ Θεῷ, καὶ παρ' ἀνθρώποις. Οὐδένα γὰρ οὕτω δοξάζειν εἰώθαµεν ὡς τὸν ὑπερορῶντα δόξης, οὐδὲ ἐπαινεῖν καὶ θαυµάζειν ὡς τὸν καταφρονοῦντα τοῦ θαυµάζεσθαι καὶ ἐπαινεῖσθαι· εἰ δὲ ἡµεῖς, πολλῷ µᾶλλον ὁ τῶν ὅλων Θεός. Ὅταν δὲ ἐκεῖνός σε δοξάζῃ καὶ ἐπαινῇ, τίς σου µακαριστότερος γένοιτ' ἄν; Καὶ γὰρ ὅσον δόξης καὶ ἀτιµίας τὸ µέσον, τοσοῦτον τῆς ἄνωθεν δόξης πρὸς τὴν ἀνθρωπίνην τὸ διάφορον· µᾶλλον δὲ πολλῷ πλέον καὶ ἄπειρον. Εἰ γὰρ καὶ µηδενὶ παραβαλλοµένη αὕτη αἰσχρά τίς ἐστι καὶ δυσειδὴς, ὅταν καὶ πρὸς ἑτέραν αὐτὴν ἀντεξετάζωµεν, ἐννόησον ὅσον φανεῖται τὸ αἶσχος. Καθάπερ γὰρ ἑταιριζοµένη γυνὴ καὶ ἐπὶ τοῦ στέγους ἑστῶσα πᾶσαν ἑαυτὴν ἐκδίδωσιν, οὕτω καὶ οἱ κενοδοξίας δοῦλοι· µᾶλλον δὲ καὶ ἐκείνης αἰσχίους οὗτοι. Ἐκεῖναι µὲν γὰρ πολλαχοῦ κατεφρόνησάν τινων ἐρασθέντων αὐτῶν· σὺ δὲ ἅπασι σαυτὸν προὔθηκας, καὶ δραπέταις καὶ λῃσταῖς καὶ βαλαντιοτόµοις. Ἀπὸ γὰρ τούτων καὶ τῶν τοιούτων τὰ ἐπαινοῦντα ὑµᾶς συνέστηκε θέατρα· καὶ οὓς καθ' ἑαυτοὺς ὄντας οὐδενὸς ἀξίους εἶναι νοµίζεις, τούτους συλλεγέντας τῆς σεαυτοῦ προτιµᾷς σωτηρίας, καὶ πάντων ἐκείνων ἀτιµότερονσαυτὸν ἀποφαίνεις.
17.5
Πῶς γὰρ οὐκ ἀτιµότερος ὁ τῆς παρ' ἐκείνων δεόµενος εὐφηµίας, καὶ µὴ νοµίζων ἀρκεῖν σεαυτῷ, εἰ µὴ τὴν παρ' ἑτέρων δόξαν λάβοις; Οὐκ ἐννοεῖς, εἰπέ µοι, µετὰ τῶν εἰρηµένων, ὅτι περίβλεπτος µὲν ὢν καὶ πᾶσι κατάδηλος, ἂν ἁµάρτῃς, µυρίους ἔχεις κατηγόρους· ἄγνωστος δὲ, κἂν ἐν ἀσφαλείᾳ µενεῖς; Ναὶ, φησίν· ἀλλὰ καὶ κατορθῶν µυρίους ἔχω τοὺς θαυµαστάς. Τοῦτο γάρ ἐστι τὸ δεινὸν, ὅτι οὐ µόνον ἁµαρτάνοντά σε, ἀλλὰ καὶ κατορθοῦντα βλάπτει τῆς κενοδοξίας ἡ νόσος, τότε µὲν µυρίους ὑποσκελίζουσα, νῦνπάντα σου κενοῦσα τὸν µισθόν.∆ εινὸν µὲν οὖν, καὶ πάσης ἀτιµίας ἀνάµεστον, τὸ καὶ ἐν πολιτικοῖς πράγµασι δόξης ἐρᾷν· ὅταν δὲ καὶ ἐν τοῖς πνευµατικοῖς τὸ αὐτὸ τοῦτο πάσχῃς, τίς λείπεταί σοι συγγνώµη λοιπὸν, µηδὲ τοσαύτην βουλοµένῳ παρασχεῖν τῷ Θεῷ τιµὴν, ὅσηναὐτὸς παρὰ τῶν οἰκετῶν ἔχεις; καὶ γὰρ ὁ δοῦλος πρὸς τοὺς ὀφθαλµοὺς ὁρᾷ τοῦ δεσπότου, καὶ ὁ µισθωτὸς πρὸς τὸν τοῦ ἔργου κύριον τὸν µέλλοντα ἀποδιδόναι µισθοὺς, καὶ ὁ µαθητὴςπρὸς τὸν διδάσκαλον· σὺ δὲ τοὐναντίον ἅπαν, τὸν µισθωσάµενόν σε Θεὸν ἀφεὶς καὶ τὸν∆ εσπότην, πρὸς τοὺς ὁµοδούλους βλέπεις, καὶ ταῦτα εἰδὼς, ὅτι ὁ µὲν Θεὸς µέµνηται καὶεἰς τὰ µετὰ ταῦτα τῶν σῶν κατορθωµάτων, ἄνθρωπος δὲ εἰς τὸ παρόν· καὶ ἐν οὐρανῷ τὸ θέατρον ἔχων καθήµενον, τοὺς ἐπὶ γῆς θεατὰς συνάγεις. Καὶ ὁ µὲν ἀθλητὴς ἔνθα ἀγωνίζεται, ἐκεῖ βούλεται εὐδοκιµεῖν· σὺ δὲ ἀγωνιζόµενος ἄνω, κάτω στεφανοῦσθαι σπουδάζεις. Καὶ τί ταύτης χεῖρον γένοιτ' ἂν τῆς ἀνοίας; Ἴδωµεν δὲ, εἰ δοκεῖ, καὶ τοὺς στεφάνους· ὁ µὲν γὰρ ἐξ ἀπονοίας σύγκειται, ὁ δὲ ἐκ τῆς πρὸς ἕτερον βασκανίας, ὁ δὲ ἐξ εἰρωνείας καὶ κολακείας, ὁ δὲ ἀπὸ χρηµάτων, ὁ δὲ ἀπὸ δουλοπρεποῦς διανοίας. Καὶ καθάπερ τὰ παιδία τὰ παίζοντα χόρτου στέφανον ἐπιτιθέασιν ἀλλήλοις, καὶ τοῦ στεφανωθέντος οὐκ εἰδότος καταγελῶσιν ὄπισθεν πολλάκις· οὕτω δὴ καὶ νῦν οἱ ἐγκωµιάζοντές σε, καθ' ἑαυτοὺς πολλάκις ἐχλεύασαν, τὸν χόρτον ἡµῖν ἐπιτιθέντες· καὶ εἴθε χόρτον µόνον· νυνὶ δὲ καὶ πολλῆς γέµει βλάβης ὁ στέφανος, καὶ πάντα ἡµῶν ἀπόλλυσι τὰ κατορθώµατα. Ἐννοήσας τοίνυν αὐτοῦ τὸ εὐτελὲς, φεῦγε τὴν ζηµίαν. Πόσους γὰρ εἶναι βούλει σου τοὺς ἐπαινέτας; ἑκατὸν, ἢ δὶς τοσούτους καὶ τρὶς καὶ τετράκις; µᾶλλον δὲ, εἰ βούλει, τίθει δεκάκις τοσούτους καὶ εἰκοσάκις, καὶ ἔστωσαν δισχίλιοι καὶ τετρακισχίλιοι· εἰ δὲ βούλει, καὶ µυρίοι οἱ κροτοῦντες· ἀλλ' οὐδὲν οὗτοι κολοιῶν κραζόντων διαφέρουσι· µᾶλλον δὲ, ἂν ἐννοήσῃς τὸ τῶν ἀγγέλων θέατρον, καὶ σκωλήκων οὗτοι φανοῦνται εὐτελέστεροι, καὶ ἀράχνης ἀσθενεστέρα αὐτῶν ἡ εὐφηµία, καὶ καπνῶνκαὶ ὀνειράτων. Ἄκουσον γοῦν πῶς ὁ Παῦλος ὁ ταῦτα διεσκεµµένος ἀκριβῶς, οὐ µόνον αὐτὰ οὐκ ἐπιζητεῖ, ἀλλὰ καὶ ἀπεύχεται, λέγων· Ἐµοὶ δὲ µὴ γένοιτο καυχᾶσθαι, εἰ µὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Ταύτην τοίνυν καὶ σὺ ζήλωσον τὴν καύχησιν, ἵνα µὴ παροξύνῃς τὸν∆ εσπότην. Καὶ γὰρ εἰς τὸν Θεὸν ὑβρίζεις, τοῦτο ποιῶν, οὐχὶ σεαυτὸν µόνον. Οὐδὲ γὰρ εἰ ζωγράφος ὢν µαθητήν τινα εἶχες, εἶτα ἐκεῖνος ἀφεὶς ἐπιδείξασθαί σοι τὰ τῆς τέχνης, τὸν πίνακα ἔξω προτιθεὶς τοῖς παρατηροῦσιν ἁπλῶς, πράως ἂν ἤνεγκας. Εἰ δὲ ἐπὶ τῶν ὁµοδούλων τοῦτο ὕβρις, πολλῷ µᾶλλον ἐπὶ τοῦ∆ εσπότου. Εἰ δὲ ἑτέρωθεν βούλει µαθεῖν τοῦ πράγµατος καταφρονεῖν, ὑψηλὸς γενοῦ τῇ διανοίᾳ, καταγέλασον τῶν ὁρωµένων, αὔξησον τῆς ἀληθοῦς δόξης τὸνἔρωτα, ἐµπλήσθητι φρονήµατος πνευµατικοῦ, εἰπὲ πρὸς τὴν ψυχὴν, ὡς Παῦλος εἶπεν· Οὐκ οἶδας, ὅτι ἀγγέλους κρινοῦµεν; καὶ ἀναστήσας αὐτὴν ἐντεῦθεν, ἐπιτίµησον λοιπὸν καὶ εἰπέ· Ἡ ἀγγέλους κρινοῦσα, ὑπὸ καθαρµάτων κρίνεσθαι βούλει, καὶ µετὰ τῶν ὀρχηστῶν ἐπαινεῖσθαι καὶ µίµων καὶ θηριοµάχων καὶ ἡνιόχων; ταύτας γὰρ οὗτοι τὰς εὐφηµίας διώκουσιν. Ἀλλὰ σὺ ὑψηλότερον τῆς τούτων κραυγῆς τὸ πτερὸν κατασκεύασον, καὶ ζήλω σον τὸν τῆς ἐρηµίας πολίτην Ἰωάννην, καὶ µάθε πῶς ὑπερεώρα πλήθους ἐκεῖνος, καὶ κολακεύοντας ὁρῶν οὐκ ἐπεστρέφετο, ἀλλ' ὁρῶν ἅπανταςτοὺς τὴν Παλαιστίνην οἰκοῦντας περὶ αὐτὸν ἐκκεχυµένους καὶ θαυµάζοντας καὶ ἐκπληττοµένους, οὐκ ἐχαυνοῦτο τῇ τοσαύτῃ τιµῇ, ἀλλὰ καὶ κατεξανίστατοαὐτῶν, καὶ ὡς ἑνὶ µειρακίῳ, δήµῳ τοσούτῳ διαλεγόµενος, οὕτως ἐπέπληττε λέγων· Ὄφεις, γεννήµατα ἐχιδνῶν. Καίτοι γε δι' αὐτὸν συνέδραµον, καὶ τὰς πόλεις ἀφῆκαν, ὥστε τὴν ἱερὰν κεφαλὴν ἐκείνην ἰδεῖν· ἀλλ' ὅµως οὐδὲν αὐτῶν τοῦτον ἐξέλυσε· πόῤῥω γὰρ ἦν δόξης, καὶ τύφου παντὸς ἐλεύθερος. Οὕτω καὶ ὁ Στέφανος ὁρῶν τὸν αὐτὸν δῆµον πάλιν οὐχὶ τιµῶντα, ἀλλὰ µαινόµενον καὶ τρίζοντα τοὺς ὀδόντας, ὑψηλότερος αὐτῶν γενόµενος τῆςὀργῆς, ἔλεγε· Σκληροτράχηλοι, καὶ ἀπερίτµητοι ταῖς καρδίαις. Οὕτω καὶ ὁ Ἠλίας, τῶν στρατοπέδων παρόντων ἐκείνων καὶ τοῦ βασιλέως καὶ τοῦ δήµου παντὸς, ἔλεγεν· Ἕως πότε χωλανεῖτε ἐπ' ἀµφοτέραις ταῖς ἰγνύαις ὑµῶν; Ἀλλ' ἡµεῖς ἅπαντας κολακεύοµεν, θεραπεύοµεν, τῇ δουλοπρεπεῖ διακονίᾳ ταύτῃ τὴν ἐκείνων τιµὴν ὠνούµενοι.∆ ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, καὶ τῆς χάριτος ταύτης ἐξεπέσοµεν, καὶ ὁ προδέδοται τὰ τοῦ Χριστιανισµοῦ πράγµατα, καὶ πάντα ἠµέληται διὰτὴν τῶν πολλῶν δόξαν. Ἐξορίσωµεν τοίνυν τὸ πάθος, καὶ τότε εἰσόµεθα καλῶς τὴν ἐλευθερίαν καὶ τὸν λιµένα καὶ τὴν γαλήνην. Ὁ µὲν γὰρ κενόδοξος τοῖς χειµαζοµένοις ἔοικεν, ἀεὶ τρέµων καὶ δεδοικὼς καὶ µυρίους θεραπεύων δεσπότας· ὁ δὲ ταύτης τῆς τυραννίδος ἔξω ὢν, τοῖς ἐν λιµέσι καθηµένοις καὶ ἐλευθερίας ἀπολαύουσι καθαρᾶς. Ἀλλ' οὐκ ἐκεῖνος, ἀλλ' ὅσοις ἐστὶ γνώριµος, τοσούτους ἔχει δεσπότας, πᾶσι δουλεύειν ἀναγκαζόµενος. Πῶς οὖν ἀπαλλαγησόµεθα τῆς χαλεπῆς ταύτης δουλείας; Ἂν ἑτέρας ἐρασθῶµεν δόξης, τῆς ὄντως δόξης. Καθάπερ γὰρ τοὺς τῶν σωµάτων ἐρῶντας λαµπροτέρα ἑτέρα φανεῖσα ὄψις τῆς προτέρας ἀπέστησεν· οὕτω δὴ καὶ τοὺς δόξης ἐπιθυµοῦντας τῆς παρ' ἡµῖν, ἡ ἐκ τῶν οὐρανῶν λάµψασα δόξα ἀπαγαγεῖν ταύτης δυνήσεται. Ἴδωµεν τοίνυν ἐκείνην, καὶ καταµάθωµεν αὐτὴν ἀκριβῶς, ἵνα τὸ κάλλος αὐτῆς θαυµάσαντες, φύγωµεν ταύτης τὴν αἰσχρότητα, καὶ πολλῆςἀπολαύσωµεν ἡδονῆς, ἐντρυφῶντες ἐκείνῃ διηνεκῶς· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.