Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
18.0
Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύ ξουσιν, ἐὰν µὴ ἀποσταλῶσι; καθὼς γέγραπται.
18.1
Πάλιν ἀναιρεῖ τὴν συγγνώµην αὐτῶν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Μαρτυρῶ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· καὶ, ὅτι Ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, οὐχ ὑπετάγησαν, δείκνυσι λοιπὸν, ὅτι καὶ αὐτῆς τῆς ἀγνοίας δίκην ὀφείλουσι τῷ Θεῷ. Καὶ οὐ λέγει µὲν οὕτω, κατασκευάζει δὲ τοῦτο κατὰ ἐρώτησιν προάγων τὸν λόγον, καὶ σαφέστερον ποιῶν τὸν ἔλεγχον τῷ κατὰ ἀντίθεσιν καὶ. 50] λύσιν ἅπαν ὑφᾶναι τουτὶ τὸ χωρίον. Σκόπει δέ· Ἄνωθεν, φησὶν, Εἶπεν ὁ προφήτης, ὅτι Πᾶς, ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνοµα Κυρίου, σωθήσεται. Ἀλλ' ἴσως ἔχοι τις ἂν εἰπεῖν· Καὶ πῶς ἐδύναντο ἐπικαλέσασθαι τοῦτον, ᾧ οὐκ ἐπίστευσαν; Εἶτα ἐρώτησις παρ' αὐτοῦ µετὰ τὴν ἀντίθεσιν· Καὶ διὰ τί οὐκ ἐπίστευσαν; Καὶ πάλιν ἀντίθεσις· πάντως ἔχει τις εἰπεῖν· Καὶ πῶς εἶχον πιστεῦσαι µὴ ἀκούσαντες; Καὶ µὴν ἤκουσαν, φησίν. Εἶτα ἑτέρα πάλιν ἀντίθεσις· Καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος; εἶτα πάλιν λύσις· Καὶ µὴν ἐκήρυξαν, καὶ ἀπεστάλησαν εἰς αὐτὸ τοῦτο πολλοί. Καὶ πόθεν δῆλον, ὅτι οὗτοί εἰσιν ἐκεῖνοι οἱ ἀποσταλέντες; Τότε λοιπὸν εἰσάγει τὸν προφήτην λέγοντα· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζοµένων εἰρήνην, τῶν εὐαγγελιζοµένων τὰ ἀγαθά. Ὁρᾷς πῶς ἀπὸ τοῦ τρόπου τοῦ κηρύγµατος δείκνυσι τοὺς κήρυκας; Οὐδὲν γὰρ ἄλλο περιῄεσαν οὗτοι πανταχόθεν λέγοντες, ἀλλ' ἢ τὰ ἀγαθὰ ἐκεῖνα τὰ ἀπόῤῥητα καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους γεγενηµένην εἰρήνην. Ὥστε ἀπιστοῦντες. οὐχ ἡµῖν ἀπιστεῖτε, φησὶν, ἀλλὰ τῷ Ἡσαΐᾳ τῷ πρὸ πολλῶν ἐτῶν εἰπόντι, ὅτι καὶ ἀποσταλησόµεθα καὶ κηρύξοµεν καὶ ἐροῦµεν ὅπερ εἰρήκαµεν. Εἰ τοίνυν τὸ µὲν σωθῆναι ἐκ τοῦ ἐπικαλέσασθαι ἦν, τὸ δὲ ἐπικαλέσασθαι ἐκ τοῦ πιστεῦσαι, τὸ δὲ πιστεῦσαι ἐκ τοῦ ἀκοῦσαι, τὸ δὲ ἀκοῦσαι ἐκ τοῦ κηρῦξαι, τὸ δὲ κηρῦξαι ἐκ τοῦ ἀποσταλῆναι, ἀπεστάλησαν δὲ καὶ ἐκήρυξαν, καὶ µετ' αὐτῶν ὁ προφήτης περιῄει δεικνὺς αὐτοὺς καὶ ἀνακηρύττων καὶ λέγων, ὅτι Οὗτοί εἰσιν, οὓς πρὸ πολλῶν ἄνωθεν ἐδήλουν χρόνων, ὧν καὶ τοὺς πόδας ἐνεκωµίαζον διὰ τὸν τοῦ κηρύγµατος τρόπον· εὔδηλον, ὅτι τὸ µὴ πιστεῦσαι, ἐκείνων ἔγκληµα γέγονε µόνον· καὶ γὰρ τὰ παρὰ Θεοῦ πάντα ἀπήρτισται. Ἀλλ' οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ. Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡµῶν; Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήµατος Θεοῦ. Ἐπειδὴ πάλιν ἑτέραν ἐπήγοντο ἀντίθεσιν λέγοντες, ὅτι Καὶ µὴν εἰ ἦσαν οὗτοι οἱ ἀπεσταλµένοι καὶ παρὰ τοῦ Θεοῦ πεµφθέντες, ἔδει πάντας ὑπακοῦσαι· σκόπει τοῦ Παύλου τὴν σύνεσιν, πῶς αὐτὸ τοῦτο, ὃ τὸν θόρυβον ἐποίει, τοῦ θορύβου καὶ τῆς ταραχῆς δείκνυσιν ὂν ἀναιρετικόν. Τί γάρ σε σκανδαλίζει, φησὶν, ὦ Ἰουδαῖε, µετὰ τοσαύτην καὶ τηλικαύτην µαρτυρίαν καὶ πραγµάτων ἀπόδειξιν, ὅτι οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ; Τοῦτο µὲν οὖν αὐτὸ µετὰ τῶν ἄλλων ἱκανόν σε πιστώσασθαι ὑπὲρ τῶν εἰρηµένων, τὸ µὴ πάντας ὑπακούειν· καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προεῖπεν ὁ προφήτης. Καὶ σκόπει τὴν ἄφατον σοφίαν, πῶς πλέον δείκνυσιν, ἢ προσεδόκων ἐκεῖνοι καὶ ἤλπιζον ἀντερεῖν. Τί γάρ φατε, φησίν; ὅτι οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ; Ἀλλὰ καὶ τοῦτο ἄνωθεν προεῖπεν Ἡσαΐας· µᾶλλον δὲ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ πολλῷ τούτου πλέον. Ὑµεῖς µὲν γὰρ ἐγκαλεῖτε διὰ τί µὴ πάντες ὑπήκουσαν· ὁ δὲ Ἡσαΐας πλέον τούτου λέγει. Τί γάρ φησι; Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡµῶν; Εἶτα, ἐπειδὴ τὸν θόρυβον τοῦτον ἐξεῖλε παρεµβαλὼν τὸν προφήτην, πάλιν ἔχεται τῆς προτέρας ἀκολουθίας. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐπικαλέσασθαι ἔδει, τοὺς δὲ ἐπικαλουµένους πιστεῦσαι, τοὺς πιστεύοντας ἀκοῦσαι πρῶτον, τοὺς δὲ µέλλοντας ἀκούσασθαιτοὺς κηρύσσοντας ἔχειν, τοὺς δὲ κηρύσσοντας ἀπεστάλθαι, καὶ ἔδειξεν ὅτι ἀπεστάλησαν καὶ ὅτι ἐκήρυξαν· ἑτέραν πάλιν εἰσάγειν µέλλων ἀντίθεσιν, ἀφορµὴν λαβὼν πρότερον ἀπὸ ἑτέρας µαρτυρίας τοῦ προφήτου, καθ' ἢν ἔλυσε τὴν µικρῷ πρὸ ταύτηςἀντίθεσιν, οὕτως αὐτὴν πλέκει καὶ συνείρει τοῖς προτέροις. Ἐπειδὴ γὰρ παρήγαγε τὸν προφήτην λέγοντα· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡµῶν; εὐκαίρως τῆς µαρτυρίας ἐπιλαβόµενος, φησίν· Ἄρα ἡ πίστις ἐξ ἀκοῆς. Τοῦτο δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἐπειδὴ καθ' ἕκαστον καιρὸν σηµεῖα ἐζήτουν Ἰουδαῖοι, καὶ τὴν ὄψιν τῆς ἀναστάσεως, καὶ πολλοὶ πρὸς ταῦτακεχηνότες ἦσαν, φησὶν, ὅτι Καὶ µὴν ὁ προφήτης ἐπηγγείλατο, ὅτι ἐξ ἀκοῆς ἡµᾶς δεῖ πιστεῦσαι.∆ ιὸ πρότερον αὐτὸ κατασκευάζει, καί φησιν· Ἄρα ἡ πίστις ἐξ ἀκοῆς. Εἶτα, ἐπειδὴ ἐδόκει τοῦτο εὐτελὲς εἶναι, ὅρα πῶς αὐτὸ ἀνάγει. Οὐ γὰρ ἁπλῶς ἀκούειν εἶπον, φησὶν, οὐδ' ὅτι ἀνθρωπίνων δεῖ ῥηµάτων ἀκοῦσαι καὶ πιστεῦσαι, ἀλλ' ἀκοὴν µεγάλην λέγω· ἡ γὰρ ἀκοὴ διὰ ῥήµατος τοῦ Θεοῦ. Οὐ γὰρ τὰ αὑτῶν ἔλεγον, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ µανθάνοντες ἀπήγγελλον· ὃ σηµείων ἐστὶν ὑψηλότερον. Τῷ γὰρ Θεῷ καὶ λέγοντι καὶ θαυµατουργοῦντι ὁµοίως πιστεύειν καὶ πείθεσθαι δεῖ· ἐπεὶ καὶ τὰ ἔργα καὶ τὰ θαύµατα ἀπὸ τῶν λόγων ἐστὶ τῶν ἐκείνου· καὶ γὰρ καὶ ὁ οὐρανὸς καὶ τὰ ἄλλα πάντα οὕτως ἔστη.
18.2
∆ είξας τοίνυν, ὅτι δεῖ πιστεῦσαι τοῖς προφήταις ἀεὶ τὰ τοῦ Θεοῦ λέγουσι, καὶ ἀκροάσεως µηδὲν πλέον ἐπιζητῆσαι, ἐπάγει λοιπὸν τὴν ἀντίθεσιν, ἢν εἶπον, καί φησιν· Ἀλλὰ λέγω, Μὴ οὐκ ἤκουσαν; Τί γὰρ, φησὶν, εἰ ἀπεστάλησαν οἱ κηρύσσοντες, καὶ ἐκήρυξαν ἅπερ ἐκελεύσθησαν, οὗτοι δὲ οὐκ ἤκουσαν; Εἶτα µεθ' ὑπερβολῆς πάσης ἡ λύσις τῆς ἀντιθέσεως· Μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουµένης τὰ ῥήµατα αὐτῶν. Τί λέγεις, φησίν; οὐκ ἤκουσαν; Ἡ οἰκουµένη καὶ τὰ πέρατα τῆς γῆς ἤκουσαν· καὶ ὑµεῖς, παρ' οἷς τοσοῦτον οἱ κήρυκες διέτριψαν χρόνον, καὶ ὅθεν ἦσαν, οὐκ ἠκούσατε; καὶ πῶς ἂν ἔχοι λόγον; Εἰ γὰρ τὰ πέρατα τῆς οἰκουµένης ἤκουσε, πολλῷ µᾶλλον ὑµεῖς. Εἶτα πάλιν ἑτέρα ἀντίθεσις· Ἀλλὰ λέγω, Μὴ Ἰσραὴλ οὐκ ἔγνω; Τί γὰρ, εἰ ἤκουσαν µὲν, οὐκ ἐνόησαν δὲ τὰ εἰρηµένα, οὐδὲ συνῆκαν, ὅτι ἐκεῖνοι οὗτοι ἦσαν οἱ ἀποσταλέντες; οὐκ ἄξιοι συγγνώµης τῆς ἀγνοίας ταύτης ἕνεκεν; Οὐδαµῶς. Καὶ γὰρ ὁ Ἡσαΐας ἐχαρακτήρισεν αὐτοὺς, εἰπών· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζοµένων εἰρήνην· καὶ πρὸ τούτου πάλιν ὁ νοµοθέτης αὐτός· διὸ καὶ ἐπήγαγε· Πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑµᾶς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑµᾶς. Ὥστε καὶ ἐντεῦθεν ἐχρῆν γνωρίσαι τοὺς κήρυκας, οὐκ ἀφ' ὧν ἠπίστησαν οὗτοι µόνον, οὐκ ἀφ' ὧν εἰρήνην ἐκήρυττον ἐκεῖνοι, οὐκ ἀφ' ὧν τὰ ἀγαθὰἐκεῖνα εὐηγγελίζοντο, οὐκ ἀφ' ὧν πανταχοῦ τῆς οἰκουµένης ὁ λόγος ἐσπείρετο, ἀλλὰ καὶ ἀφ' ὧν τοὺς καταδεεστέρους αὐτῶν τοὺς ἐξ ἐθνῶν εἶδον ἐν πλείονιὄντας τιµῇ. Ἃ γὰρ µηδέποτε ἤκουσαν οὗτοι, µηδὲ τούτων οἱ πρόγονοι, ταῦτα ἐξαίφνης ἐφιλοσόφουν ἐκεῖνοι· ὅπερ ἐπιτεταµένης ἦν τιµῆς, παρακνιζούσης αὐτοὺς, καὶ εἰς ζῆλον ἀγούσης, καὶ εἰς µνήµην τῆς προφητείας Μωϋσέως τῆς λεγούσης· Παραζηλώσω ὑµᾶς ἐπ' οὐκ ἔθνει. Οὐ γὰρ δὴ µόνον τὸ µέγεθος τῆς τιµῆς ἱκανὸν ἦν αὐτοὺς εἰς ζῆλον ἐµβαλεῖν, ἀλλὰ καὶ τὸ οὕτως εὐτελὲς εἶναι τὸ ἔθνος τὸ τούτων ἀπολαῦσαν, ὡς µηδὲἔθνος ἄξιον εἶναι λογίζεσθαι. Ἐγὼ γὰρ παραζηλώσω ὑµᾶς ἐπ' οὐκ ἔθνει, φησὶν, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑµᾶς. Τί γὰρ Ἑλλήνων ἀσυνετώτερον ἦν; τί δὲ εὐτελέστερον; Ὅρα πῶς διὰ πάντων γνωρίσµατα καὶ σηµεῖα σαφῆ τῶν καιρῶν τούτων ἄνωθεν ἔδωκεν ὁ Θεὸς αὐτοῖς, ὥστε διανοῖξαι αὐτῶν τὴν πώρωσιν. Οὐδὲ γὰρ ἐν γωνίᾳ µικρᾷ τὸ γενόµενον ἦν, ἀλλ' ἐν γῇ καὶ θαλάττῃ, καὶ πανταχοῦ τῆς οἰκουµένης· καὶ ἑώρων µυρίων ἀπολαύοντας ἀγαθῶν τοὺς πρότερον παρ' αὐτῶν καταφρονουµένους. Ἔδει τοίνυν ἐννοῆσαι, ὅτι τοῦτο ἐκεῖνό ἐστι τὸ ἔθνος, περὶ οὗ φησιν ὁ Μωϋσῆς· Παραζηλώσω ὑµᾶς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑµᾶς. Ἆρα οὖν Μωϋσῆς µόνος τοῦτο εἶπεν; Οὐδαµῶς, ἀλλὰ καὶ ὁ Ἡσαΐας µετ' ἐκεῖνον.∆ ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Πρῶτον Μωϋσῆς· δεικνὺς ὅτι καὶ δεύτερος ἥξει τὰ αὐτὰ λέγων καὶ τρανότερον καὶ σαφέστερον. Ὥσπερ οὖν ἀνωτέρω εἶπε· Κράζει Ἡσαΐας· οὕτω καὶ ἐνταῦθα· Ἡσαΐας δὲ ἀποτολµᾷ καὶ λέγει. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐβιάσατο καὶ ἐφιλονείκησε µηδὲν συνεσκιασµένον εἰπεῖν, ἀλλὰ καὶ γυµνὰ πρὸ τῶν ὀφθαλµῶν ὑµῶν θεῖναι τὰ πράγµατα, µᾶλλον δὲ ἑλόµενοςκινδυνεύειν ἐκ τοῦ φανερῶς εἰπεῖν, ἢ τὴν οἰκείαν ὑφορώµενος σωτηρίαν, σκιὰν γοῦν ὑµῖν καταλιπεῖν ἀγνωµοσύνης· καίτοι γε προφητείας οὐκ ἦν τοῦτο οὕτως εἰπεῖν σαφῶς. Ἀλλ' ὅµως ὥστε ἐκ περιουσίας ὑµῶν ἐµφράξαι τὰ στόµατα, σαφῶς πάνυ καὶ διαῤῥήδην πάντα προλέγει. Πάντα, ποῖα; Καὶ τὴν ὑµῶν ἔκπτωσιν, καὶ τὴν ἐκείνων εἰσαγωγὴν, οὕτω λέγων· Εὑρέθην τοῖς ἐµὲ µὴ ζητοῦσιν· ἐµφανὴς ἐγενόµην τοῖς ἐµὲ µὴ ἐπερωτῶσι. Τίνες οὖν οἱ µὴ ζητοῦντες; τίνες οἱ µὴ ἐπερωτῶντες; Εὔδηλον ὅτι οὐκ Ἰουδαῖοι, ἀλλ' οἱ ἐξ ἐθνῶν, οἱ µηδέποτε αὐτὸν ἐπιγνόντες. Ὥσπερ οὖν Μωϋσῆς ἐχαρακτήρισεν αὐτοὺς εἰπών· Οὐκ ἔθνει, καὶ Ἔθνει ἀσυνέτῳ· οὕτω καὶ ἐνταῦθα ἀπὸ τῆς αὐτῆς ὑποθέσεως αὐτοὺς δηλοῖ, τῆς ἀγνοίας τῆς ἐπιτεταµένης· ὃ µεγίστη κατηγορία Ἰουδαίων ἦν, ὅτι οἱ µὴ ζητοῦντες εὗρον, καὶ οἱ ζητοῦντες ἀπώλεσαν. Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡµέραν ἐξεπέτασα τὰς χεῖράς µου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Εἶδες πῶς τὸ ἄπορον ἐκεῖνο καὶ παρὰ πολλῶν ζητούµενον εὑρίσκεται ἄνωθεν καὶ ἐν τοῖς προφητικοῖς ῥήµασι κείµενον, καὶ σαφῶς λυόµενον; Τί δὲ τοῦτό ἐστιν; Ἤκουσας Παύλου ἔµπροσθεν λέγοντος· Τί οὖν ἐροῦµεν; Ὅτι ἔθνη τὰ µὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην· Ἰσραὴλ δὲ διώκων νόµον δικαιοσύνης, εἰς νόµον δικαιοσύνης οὐκ ἔφθασε. Τοῦτο καὶ ὁ Ἡσαΐας ἐνταῦθά φησι· τὸ γὰρ, Εὑρέθην τοῖς ἐµὲ µὴ ζητοῦσιν, ἐµφανὴς ἐγενόµην τοῖς ἐµὲ µὴ ἐπερωτῶσι, ταυτόν ἐστι τῷ εἰπεῖν, ὅτι Ἔθνη τὰ µὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην. Εἶτα δεικνὺς, ὅτι οὐ τῆς τοῦ Θεοῦ µόνον χάριτος ἦν τὸ γινόµενον, ἀλλὰ καὶ τῆς γνώµης τῶν προσελθόντων, ὥσπερ οὖν καὶ ἡ ἐκείνων ἔκπτωσιςτῆς φιλονεικίας τῶν ἀπειθησάντων, ἄκουσον τί ἐπήγαγε· Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡµέραν ἐξεπέτασα τὰς χεῖράς µου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα· ἡµέραν ἐνταῦθα τὸν πάντα χρόνον λέγων τὸν ἔµπροσθεν· τὸ δὲ ἐκπετάσαι τὰς χεῖρας, τὸ καλέσαι καὶ ἐπισπάσασθαι καὶ παρακαλέσαι δηλοῖ. Εἶτα δεικνὺς τὸ ἔγκληµα ἅπαν ἐκείνων ὂν, φησί· Πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
18.3
Εἶδες πόση ἡ κατηγορία; Οὗτοι µὲν γὰρ οὐδὲ παρακαλοῦντι ἐπείσθησαν, ἀλλὰ καὶ ἀντεῖπον, καὶ ταῦτα οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ διὰ παντὸς τοῦ χρόνου ταῦταποιοῦντα ὁρῶντες· ἕτεροι δὲ οἱ µηδέποτε αὐτὸν ἐγνωκότες ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι. Ἀλλ' οὐ λέγει, ὅτι αὐτοὶ ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι, ἀλλὰ καθαιρῶν καὶ τῶν ἐξ ἐθνῶν τὰ φρονήµατα, καὶ δεικνὺς τὴν αὐτοῦ χάριν τὸ πᾶνἐργασαµένην φησὶν, ὅτι Ἐγὼ ἐµφανὴς ἐγενόµην, καὶ Ἐγὼ εὑρέθην. Οὐκοῦν κενοὶ πάντων ἐκεῖνοι, φησίν; Οὐδαµῶς· ἀλλὰ τὰ εὑρεθέντα λαβεῖν καὶ τὰ φανέντα ἐπιγνῶναι, τοῦτο παρ' ἑαυτῶν εἰσήνεγκαν. Εἶτα ἵνα µὴ λέγωσιν οὗτοι,∆ ιὰ τί οὖν καὶ ἡµῖν ἐµφανὴς οὐκ ἐγένου; τὸ πλέον τούτου τίθησιν, ὅτι Οὐ µόνον ἐµφανὴς ἐγενόµην, ἀλλὰ καὶ παρέµεινα τὰς χεῖρας ἀναπεταννὺς καὶ παρακαλῶν, πατρὸς φιλοστόργου καὶµητρὸς φιλόπαιδος κηδεµονίαν ἐπιδεικνύµενος. Ὅρα πῶς σαφεστάτην τῶν ἔµπροσθεν διαπορηθέντων ἁπάντων τὴν λύσιν ἐπήγαγε, δείξας τῆς γνώµης αὐτῶν τὴν ἀπώλειαν γενοµένην, καὶ ὡςπάντοθεν ἀνάξιοι συγγνώ µης εἰσί. Καὶ γὰρ καὶ ἀκούσαντες καὶ νοήσαντες τὰ λεγόµενα, οὐδὲ οὕτως ἐβουλήθησαν προσελθεῖν. Καὶ τὸ πολὺ πλέον, ὅτι οὐ µόνον ἀκοῦσαι αὐτοὺς ταῦτα ἐποίησεν, οὐδὲ µόνον νοῆσαι, ἀλλὰ καὶ ὃ µείζονα ἰσχὺν ἔχει πρὸς τὸ διεγεῖραι, καὶ φιλονεικοῦνταςκαὶ ἀντιλέγοντας ἐπισπάσασθαι, καὶ τοῦτο προσέθηκε. Ποῖον δὴ τοῦτο; Τὸ παρακνίσαι αὐτοὺς καὶ παραζηλῶσαι. Ἴστε γὰρ τοῦ πάθους τὴν τυραννίδα, καὶ ὅσην ἔχει τὴν ἰσχὺν τῆς ζηλοτυπίας ἡ φύσις πρὸς τὸ λῦσαι φιλονεικίαν ἅπασαν, καὶ τοὺςἀναπεπτωκότας διαναστῆσαι. Καὶ τί δεῖ λέγειν ἐπ' ἀνθρώπων τοῦτο, ὅπου γε καὶ ἐπὶ ἀλόγων καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἀώρου τῶν παιδίων πολλὴν τὴν δύναµιν ἐπιδείκνυται; Καὶ γὰρ παιδίον πολλάκις παρακαλούµενον µὲν οὐκ εἶξε τῷ πατρὶ, ἀλλ' ἔµεινε φιλονεικοῦν· ἑτέρου δὲ θεραπευθέντος παιδίου, καὶ µὴ καλούµενον ἐπανῆλθε πρὸς τοὺς κόλπους τοὺς πατρικοὺς, καὶ ὅπερ οὐκ ἴσχυσεν ἡ παράκλησις, τοῦτο ἐποίησενἡ παραζήλωσις. Τοῦτο τοίνυν καὶ ὁ Θεὸς ἐποίησεν. Οὐ γὰρ παρεκάλεσε µόνον, καὶ τὰς χεῖρας ἐξεπέτασεν, ἀλλὰ καὶ τὸ τῆς ζηλοτυπίας ἐν αὐτοῖς διήγειρε πάθος, τοὺς πολλῷ καταδεεστέρους αὐτῶν( ὃµάλιστα ποιεῖ παραζήλωσιν) εἰσάγων, οὐκ εἰς τὰ ἐκείνων ἀγαθὰ, ἀλλ' ὃ πολλῷ µεῖζον ἦν καὶ τυραννικώτερον ποιεῖ τὸ πάθος, εἰς τὰ πολλῷ µείζονα ἐκείνωνκαὶ ἀναγκαιότερα, καὶ ἃ µηδὲ ὄναρ αὐτοί ποτε ἐφαντάσθησαν. Ἀλλ' οὐδὲ οὕτως εἶξαν. Τίνος οὖν ἂν εἶεν συγγνώµης ἄξιοι µετὰ τοσαύτης ὑπερβολῆς τὴν φιλονεικίαν ἐπιδειξάµενοι; Οὐδεµιᾶς. Ἀλλὰ τοῦτο µὲν αὐτὸς οὐ λέγει, καταλιµπάνει δὲ ἐκ τοῦ συµπεράσµατος τῶν εἰρηµένων τῷ συνειδότι τῶν ἀκουόντων αὐτὸ συλλογίσασθαι, καὶ πάλιναὐτὸ καὶ διὰ τῶν ἑξῆς κατασκευάζει µετὰ τῆς εἰωθυίας αὐτῷ σοφίας. Ὅπερ γὰρ τοῖς ἔµπροσθεν ἐποίησεν, ἀντιθέσεις εἰσάγων καὶ ἐπὶ τοῦ νόµου καὶ ἐπὶ τοῦ λαοῦ, µείζονα κατηγορίαν ἐχούσας τῆς οὔσης, εἶτα ἐν τῇ λύσειτῇ ἀνατρεπούσῃ ταύτην τοσαῦτα συγχωρῶν, ὅσα ἐβούλετο, καὶ τὰ πράγµατα ἐδίδου, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὸν λόγον· τοῦτο καὶ ἐνταῦθα ποιεῖ, οὕτω γράφων· Λέγω οὖν, Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω; Μὴ γένοιτο. Καὶ σχῆµα διαποροῦντος εἰσάγει, ὡς ἐκ τῶν εἰρηµένων λαβὼν τὴν ἀρχὴν, καὶ τὸ φοβερὸν τοῦτο θεὶς, τῇ ἀναιρέσει αὐτοῦ τὸ µετ' ἐκεῖνο λοιπὸνεὐπαράδεκτον ποιεῖ, ὃ διὰ τῶν ἔµπροσθεν ἁπάντων ἐσπούδασε δεῖξαι, τοῦτο καὶ ἐνταῦθα κατασκευάζων. Ποῖον δὴ τοῦτο; Ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσµένοι, τὰ τῆς ἐπαγγελίας ἕστηκε.∆ ιὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπε, Τὸν λαὸν, ἀλλὰ προσέθηκεν· Ὃν προέγνω. Εἶτα ἐπάγων ἀπόδειξιν τοῦ µὴ ἀπῶσθαι τὸν λαὸν, φησί· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰµὶ, ἐκ σπέρµατος Ἀβραὰµ, φυλῆς Βενιαµίν. Ἐγὼ, φησὶν, ὁ διδάσκαλος, ὁ κήρυξ. Ἐπεὶ οὖν ἐδόκει τοῦτο ἐναντίον εἶναι τοῖς ἔµπροσθεν εἰρηµένοις τοῖς λέγουσι· Τίς ἐπίστευσε τῇ ἀκοῇ ἡµῶν; καὶ, Ὅλην τὴν ἡµέραν ἐξεπέτασα τὰς χεῖρας πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα· καὶ, Παραζηλώσω ὑµᾶς ἐπ' οὐκ ἔθνει· οὐκ ἠρκέσθη τῇ ἀπαγορεύσει, οὐδὲ τῷ εἰπεῖν, Μὴ γένοιτο, ἀλλὰ κατα σκευάζει αὐτὸ πάλιν ἀναλαµβάνων καὶ λέγων· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Ἀλλὰ τοῦτο οὐκ ἔστι κατασκευὴ, φησὶν, ἀλλ' ἀπόφασις. Ὅρα οὖν τὴν κατασκευὴν τήν τε προτέραν καὶ τὴν µετ' ἐκείνην. Προτέρα µὲν γάρ ἐστι τὸ δεῖξαι, ὅτι αὐτὸς ἐκεῖθεν ἦν· οὐκ ἂν δὲ, εἰ ἀπωθεῖσθαι αὐτοὺς ἔµελλεν, ᾧ τὸ κήρυγµα πᾶν καὶ τὰ πράγµατα τῆς οἰκουµένης ἐνεπίστευσε, καὶ τὰ µυστήρια πάντα, καὶ τὴν οἰκονοµίανὅλην, τοῦτον ἂν ἐκεῖθεν ἐξελέξατο. Αὕτη µὲν οὖν µία κατασκευή· δευτέρα δὲ µετ' ἐκείνην, τὸ εἰπεῖν· Τὸν λαὸν, ὃν προέγνω· τουτέστιν, ὃν ᾔδει σαφῶς ἐπιτήδειον ὄντα καὶ τὴν πίστιν δεξόµενον· καὶ γὰρ τρισχίλιοι καὶ πεντακισχίλιοι καὶ µυρίοι ἐξ ἐκείνων ἦσαν πιστεύσαντες.
18.4
Ἵνα γὰρ µὴ λέγῃ τις, Σὺ οὖν ὁ λαὸς εἶ; καὶ ἐπειδὴ σὺ ἐκλήθης, τὸ ἔθνος ἐκλήθη; ἐπήγαγεν· Οὐκ ἀπώσατο τὸν λαὸν αὑτοῦ, ὃν προέγνω. Ὡσανεὶ ἔλεγεν· Ἔχω µετ' ἐµοῦ τρισχιλίους, ἔχω πεντακισχιλίους, ἔχω µυρίους. Τί οὖν; ὁ λαὸς εἰς τρισχιλίους καὶ πεντακισχιλίους καὶ µυρίους περιέστη τὸ σπέρµα ἐκεῖνο τὸ µιµούµενον τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ τὴν ἄµµοντὴν θαλαττίαν; καὶ οὕτως ἡµᾶς ἀπατᾷς καὶ παραλογίζῃ, τὸν λαὸν ἅπαντα σαυτὸν τιθεὶς, καὶ τοὺς ὀλίγους τοὺς µετὰ σοῦ; καὶ κεναῖς ἡµᾶς ἐφύσησας ἐλπίσι τὴν ἐπαγγελίαν πεπληρῶσθαι λέγων, πάντων ἀπολλυµένων, καὶ εἰς ὀλίγους τῆς σωτηρίας περιστάσης; Κόµπος ταῦτα καὶ τῦφος, καὶ οὐκ ἀνασχοίµεθα τῶν σοφισµάτων τούτων. Ἵν' οὖν µὴ ταῦτα λέγωσιν, ὅρα πῶς διὰ τῶν ἑξῆς τὴν λύσιν ἐπάγει, τὴν µὲν ἀντίθεσιν οὐ θεὶς, πρὸ δὲ τῆς ἀντιθέσεως τὴν λύσιν αὐτῆς ἀπὸ παλαιᾶςἱστορίας κατασκευάζων. Τίς οὖν ἡ λύσις; Οὐκ οἴδατε ἐν Ἠλίᾳ, φησὶ, τί λέγει ἡ Γραφή; ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην µόνος, καὶ ζητοῦσι τὴν ψυχήν µου. Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηµατισµός; Κατέλιπον ἐµαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαµψαν γόνυ τῇ Βάαλ. Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖµµα κατ' ἐκλογὴν χάριτος γέγονεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαόν· εἰ γὰρ ἀπώσατο, οὐδένα ἂν ἐδέξατο· εἰ δὲ ἐδέξατό τινας, οὐκ ἀπώσατο. Καὶ µὴν, φησὶν, εἰ µὴ ἀπώσατο, πάντας ἂν ἐδέξατο. Οὐδαµῶς. Καὶ γὰρ ἐπὶ Ἠλίᾳ ἐν ἑπτακισχιλίοις περιέστη τὰ τῆς σωτηρίας, καὶ νῦν δὲ εἰκὸς πολλοὺς εἶναι τοὺς πεπιστευκότας. Εἰ δὲ ἀγνοεῖτε ὑµεῖς, θαυµαστὸν οὐδὲν, ἐπεὶ καὶ ὁ προφήτης ἐκεῖνος, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ἠγνόει· ἀλλ' ὁ Θεὸς ᾠκονόµει τὰ ἑαυτοῦ, καὶ τοῦ προφήτου ἀγνοοῦντος. Σκόπει δὲ αὐτοῦ σύνεσιν, πῶς ἐν τῷ κατασκευάζειν τὸ προκείµενον, λανθανόντως τὴν κατηγορίαν αὐτῶν αὔξει.∆ ιὰ γὰρ τοῦτο καὶ πάσης ἐµνήσθη τῆς µαρτυρίας, ἵνα αὐτῶν ἐκποµπεύσῃ τὴν ἀγνωµοσύνην, καὶ δείξῃ τοιούτους ἄνωθεν ὄντας. Εἰ γὰρ µὴ τοῦτο ἤθελεν, ἀλλ' ἓν µόνον δεῖξαι ἐσπούδαζεν, ὅτι ἐν τοῖς ὀλίγοις ὁ λαὸς, εἶπεν ἂν, ὅτι καὶ ἐπὶ Ἠλία ἑπτακισχίλιοι ὑπελείφθησαν· νυνὶ δὲ ἄνωθεν ἀναγινώσκει τὴν µαρτυρίαν ἅπασαν. Πανταχοῦ γὰρ ἐσπούδακε δεῖξαι οὐδὲν ξένον ποιήσαντας ἐπὶ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων, ἀλλὰ τὰ συνήθη καὶ µεµελετηµένα. Ἵνα γὰρ µὴ λέγωσιν, ὅτι Ὡς πλάνον ἀνείλοµεν τὸν Χριστὸν, καὶ ὡς ἀπατεῶνας διώκοµεν τοὺς ἀποστόλους, παράγει τὴν µαρτυρίαν τὴν λέγουσαν· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. Εἶτα, ὥστε µὴ ποιῆσαι τὸν λόγον ἐπαχθῆ, ἑτέραν τῇ τῆς µαρτυρίας παραγωγῇ περιτίθησιν αἰτίαν. Οὐ γὰρ ὡς προηγουµένως αὐτῶν κατηγορῆσαι βουλόµενος παράγει, ἀλλ' ὡς ἕτερά τινα ἀποδεῖξαι σπουδάζων· καὶ ἀποστερεῖ πάσης αὐτοὺς συγγνώµης καὶ ἀπὸ τῶν ἔµπροσθεν γεγενηµένων. Ὅρα γὰρ πῶς ἐπιτεταµένη ἡ κατηγορία καὶ ἀπὸ τοῦ προσώπου γίνεται. Οὐδὲ γὰρ Παῦλός ἐστιν ὁ κατηγορῶν, οὐδὲ Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, ἀλλ' ὁ µάλιστα πάντων παρ' αὐτοῖς θαυµασθεὶς, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ τῷ Θεῷ φίλος, ὁ ὑπὲρ αὐτῶν οὕτω ζηλώσας, ὡς καὶ λιµῷ παραδοθῆναι, ὁ µέχρι σήµερον µηδέπω τετελευτηκώς. Τί οὖν οὗτός φησι; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ ὑπελείφθην ἐγὼ µόνος, καὶ ζητοῦσι τὴν ψυχήν µου. Τί τῆς θηριωδίας ταύτης ὠµότερον γένοιτ' ἄν;∆ έον γὰρ παρακαλεῖν ὑπὲρ τῶν ἤδη πληµµεληθέντων, οἱ δὲ καὶ αὐτὸν ἐβούλοντο ἀνελεῖν· ἅπερ ἅπαντα πάσης ἀπεστέρει συγγνώµης αὐτούς. Οὐδὲ γὰρ τοῦ λιµοῦ κρατοῦντος, ἀλλὰ τῆς εὐετηρίας γενοµένης, καὶ τῆς αἰσχύνης λυθείσης, καὶ τῶν δαιµόνων καταισχυνθέντων, καὶ τῆς τοῦ Θεοῦδειχθείσης δυνάµεως, καὶ τοῦ βασιλέως ὑποκύψαντος, ἐτόλµων ταῦτα ἐκεῖνοι, ἀπὸ φόνων εἰς φόνους µεταβαίνοντες, καὶ τοὺς διδασκάλους καὶ διορθοῦντας αὐτῶντὴν γνώµην ἀναιροῦντες. Τί γὰρ ἂν ἔχοιεν εἰπεῖν; µὴ καὶ ἐκεῖνοι πλάνοι; µὴ καὶ ἐκείνους οὐκ ᾔδεισαν πόθεν ἦσαν; Ἀλλ' ἐλύπουν ὑµᾶς; Ἀλλὰ καὶ χρηστὰ ἔλεγον. Τί δὲ καὶ τὰ θυσιαστήρια; µὴ καὶ τὰ θυσιαστήρια ἐλύπει; µὴ καὶ αὐτὰ παρώξυνεν; Ὅρα πόσης φιλονεικίας, πόσης ὕβρεως ἐξήνεγκαν ἀεὶ δείγµατα.∆ ιὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν ὁ Παῦλος, Θεσσαλονικεῦσι γράφων· Τὰ αὐτὰ ἐπάθετε καὶ ὑµεῖς ὑπὸ τῶν ἰδίων συµφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡµᾶς ἐκδιωξάντων, καὶ τῷ Θεῷ µὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. Ὅπερ οὖν καὶ ἐνταῦθά φησιν, ὅτι καὶ τὰ θυσιαστήρια κατέσκαψαν, καὶ τοὺς προφήτας ἀνεῖλον. Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηµατισµός; Κατέλιπον ἐµαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαµψαν γόνυ τῇ Βάαλ. Τί οὖν ἐκεῖνα πρὸς τὰ παρόντα, φησί; Καὶ σφόδρα µὲν οὖν πρὸς τὰ παρόντα.∆ είκνυσι γὰρ ἐντεῦθεν, ὅτι τοὺς ἀξίους ἀεὶ σώζειν ὁ Θεὸς εἴωθε, κἂν πρὸς ἅπαν τὸ ἔθνος ἡ ἐπαγγελία κειµένη. Καὶ τοῦτο ἄνωθεν ἔδειξε δι' ὧν ἔλεγεν· Ἐὰν ᾖ ὁ ἀριθµὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄµµος τῆς θαλάσσης, τὸ ἐγκατάλειµµα σωθήσεται· καὶ, Εἰ µὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡµῖν σπέρµα, ὡς Σόδοµα ἂν ἐγενήθηµεν.∆ είκνυσι δὲ καὶ ἐντεῦθεν· διὸ καὶ ἐπάγει λέγων· Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖµµα κατ' ἐκλογὴν χάριτος γέγονεν.
18.5
Ὅρα ἑκάστην λέξιν τὴν οἰκείαν εὐγένειαν διασώζουσαν, καὶ τὴν τοῦ Θεοῦ χάριν καὶ τὴν τῶν σωζοµένων εὐγνωµοσύνην ἐµφαίνουσαν. Τῷ µὲν γὰρ εἰπεῖν, Ἐκλογὴν, ἔδειξεν ἐκείνων τὴν δοκιµήν· τῷ δὲ εἰπεῖν, Χάριτος, ἔδειξε τοῦ Θεοῦ τὴν δωρεάν. Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. Πάλιν ἐπιπηδᾷ τῇ φιλονεικίᾳ τῶν Ἰουδαίων µετὰ τῶν εἰρηµένων, καὶ ἐνταῦθα ἐναντιοῦται, καὶ ἐντεῦθεν αὐτοὺς ἀποστερεῖ συγγνώµης. Οὐδὲ γὰρ ἔχετε, φησὶν, εἰπεῖν, ὅτι προ φῆται µὲν ἐκάλουν, καὶ ὁ Θεὸς παρεκάλει, καὶ τὰ πράγµατα ἐβόα, καὶ ἡ παραζήλωσις ἱκανὴ ἡµᾶςἐπισπάσασθαι ἦν· φορτικὰ δὲ τὰ ἐπιταττόµενα, καὶ διὰ τοῦτο οὐκ ἠδυνήθηµεν προσελθεῖν, ἐπειδὴ ἔργων ἐπίδειξιν ἀπῃτούµεθα, καὶ κατορθώµατα ἐπίπονα· οὐδὲ γὰρ τοῦτο ἐστιν εἰπεῖν. Πῶς γὰρ ἂν ταῦτα ἀπῄτησεν ὁ Θεὸς παρ' ὑµῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ τοῦτο ἐπισκιάζειν ἔµελλε; Ταῦτα δὲ εἶπε βουλόµενος ἐνδείξασθαι, ὅτι σφόδρα ἐβούλετο αὐτοὺς σωθῆναι. Οὐδὲ γὰρ ἡ σωτηρία αὐτοῖς προεχώρει µόνον εὐκόλως, ἀλλὰ καὶ τῷ Θεῷ δόξα µεγίστη ἦν, τὸ τὴν φιλανθρωπίαν ἐπιδείξασθαι τὴν ἑαυτοῦ. Τί τοίνυν ἐφοβήθης προσελθεῖν, οὐκ ἀπαιτούµενος ἔργα; τί δὲ στασιάζεις καὶ φιλονεικεῖς, χάριτος προκειµένης, καὶ νόµον µοι προβάλλῃ εἰκῆ καὶ µάτην; Οὔτε γὰρ ἐκεῖθεν σωθήσῃ, καὶ ταύτην λυµανῇ τὴν δωρεάν. Εἰ γὰρ φιλονεικεῖς ἐκεῖθεν σώζεσθαι, ἀναιρεῖς τοῦ Θεοῦ τὴν χάριν ταύτην. Εἶτα, ἵνα µὴ νοµίσωσι τοῦτο ξένον εἶναι, προλαβὼν καὶ τοὺς ἑπτακισχιλίους ἐκείνους ἀπὸ χάριτος ἔφη σεσῶσθαι. Ὅταν γὰρ εἴπῃ, ὅτι οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖµµα κατ' ἐκλογὴν χάριτος γέγονε, δείκνυσιν ὅτι καὶ ἐκεῖνοι χάριτι ἐσώθησαν. Καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Κατέλιπον ἐµαυτῷ· τοῦτο γὰρ ἐµφαίνοντός ἐστιν, ὅτι τὸ πλέον αὐτὸς εἰσήνεγκε. Καὶ εἰ χάριτι, φησὶν, διὰ τί µὴ πάντες σωζόµεθα; Ὅτι µὴ βούλεσθε· ἡ γὰρ χάρις, κἂν χάρις ᾖ, τοὺς ἐθέλοντας σώζει, οὐ τοὺς µὴ βουλοµένους καὶ ἀποστρεφοµένους αὐτὴν, καὶ πολεµοῦντας αὐτῇ διηνεκῶς καὶ ἐναντιουµένους. Εἶδες πῶς δι' ὅλου ἐκεῖνο κατασκευάζει, τὸ, Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ, δεικνὺς ὅτι εἰς τοὺς ἀξίους ἦλθεν ἡ ἐπαγγελία, καὶ ὅτι οὗτοι, εἰκαὶ ὀλίγοι εἰσὶ, δύνανται εἶναι λαὸς τοῦ Θεοῦ· καίτοι γε ἐν προοιµίοις τῆς Ἐπιστολῆς µετὰ πλείονος αὐτὸ τῆς ὑπερβολῆς τέθεικεν εἰπών· Τί γὰρ, εἰ ἠπίστησάν τινες; καὶ µηδὲ µέχρι τούτου στὰς, ἀλλὰ ἐπαγαγών· Γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. Καὶ νῦν δὲ πάλιν ἑτέρως αὐτὸ κατασκευάζει, καὶ τῆς χάριτος δείκνυσι τὴν ἰσχὺν, καὶ ἀεὶ τοὺς µὲν σωζοµένους, τοὺς δὲ ἀπολλυµένους. Εὐχαριστῶµεν τοίνυν, ὅτι τῶν σωζοµένων γεγόναµεν, καὶ µὴ δυνηθέντες ἀπὸ τῶν ἔργων σωθῆναι, ἐσώθηµεν ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς. Εὐχαριστοῦντες δὲ, µὴ ῥήµασι τοῦτο ποιῶµεν µόνον, ἀλλὰ καὶ ἔργοις καὶ πράξεσιν. Αὕτη γὰρ ἡ εὐχαριστία ἡ ἀκριβὴς, ὅταν ταῦτα πράττωµεν, δι' ὧν ὁ Θεὸς δοξάζεσθαι µέλλει· ὅταν ἐκεῖνα φύγωµεν, ὧν ἀπηλλάγηµεν. Καὶ γὰρ εἰ βασιλέα ὑβρίσαντες, ἀντὶ τοῦ δοῦναι δίκην ἐτιµήθηµεν, εἶτα πάλιν ὑβρίσαµεν, ἅτε ἐσχάτης ἀχαριστίας ἁλόντες, τὴν ἐσχάτην δικαίως ἂνἐδώκαµεν δίκην, καὶ πολλῷ µείζονα τῆς προτέρας. Οὐδὲ γὰρ οὕτως ἡµᾶς ἀχαρίστους ἡ προτέρα ὕβρις ἐδείκνυ, ὡς ἡ µετὰ τὴν τιµὴν καὶ τὴν πολλὴν θεραπείαν. Φύγωµεν τοίνυν ἐκεῖνα, ὧν ἀπηλλάγηµεν, καὶ µὴ τῷ στόµατι µόνον εὐχαριστῶµεν, ἵνα µὴ καὶ περὶ ἡµῶν λέγηται· Ὁ λαὸς οὗτος τοῖς χείλεσί µε τιµᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ' ἐµοῦ. Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν οἱ µὲν οὐρανοὶ διηγῶνται δόξαν Θεοῦ, σὺ δὲ, δι' ὃν οἱ οὐρανοὶ οἱ δοξάζοντες ἐγένοντο, τοιαῦτα πράττεις ὡς βλασφηµεῖσθαι διὰσὲ τὸν ποιήσαντά σε Θεόν;∆ ιά τοι τοῦτο οὐκ ἐκεῖνος µόνον ὁ βλασφηµῶν, ἀλλὰ καὶ σὺ λοιπὸν ὑπεύθυνος εἶ τῆς κολάσεως. Οὐδὲ γὰρ οἱ οὐρανοὶ φωνὴν ἀφιέντες δοξάζουσι τὸν Θεὸν, ἀλλ' ἑτέρους διὰ τῆς ὄψεως εἰς τοῦτο παρασκευάζοντες, καὶ ὅµως αὐτοὶ λέγονταιδιηγεῖσθαι δόξαν Θεοῦ. Οὕτω καὶ οἱ παρεχόµενοι βίον θαυµαστὸν, κἂν σιγῶσι, τὸν Θεὸν δοξάζουσιν, ἑτέρων δι' αὐτοὺς αὐτὸν δοξαζόντων. Οὐ γὰρ οὕτως ἀπὸ τοῦ οὐρανοῦ θαυµάζεται, ὡς ἀπὸ βίου καθαροῦ. Ὅταν γοῦν πρὸς Ἕλληνας διαλεγώµεθα, οὐ τὸν οὐρανὸν εἰς µέσον παράγοµεν, ἀλλὰ τοὺς ἀνθρώπους, οὓς θηρίων χεῖρον διακειµένους ἔπεισεγενέσθαι ἐφαµίλλους ἀγγέλοις. Καὶ ταύτην λέγοντες τὴν µεταβολὴν, ἐµφράττοµεν αὐτῶν τὰ στόµατα.
18.6
Καὶ γὰρ πολὺ βελτίων τοῦ οὐρανοῦ ἄνθρωπος, καὶ δύναται λαµπροτέραν τοῦ κάλλους αὐτοῦ κεκτῆσθαι ψυχήν. Οὗτος µὲν γὰρ ὁρώµενος ἐπὶ τοσοῦτον χρόνον, οὐ σφόδρα ἔπεισε· Παῦλος δὲ ὀλίγον κηρύξας χρόνον, τὴν οἰκουµένην ἐφειλκύσατο πᾶσαν. Καὶ γὰρ ἐκέκτητο ψυχὴν τοῦ οὐρανοῦ οὐχ ἥττονα, πάντας ἐπισπάσασθαι δυναµένην. Ἡ µὲν γὰρ ἡµετέρα οὐδὲ τῆς γῆς ἐστιν ἀξία, ἡ δὲ ἐκείνου καὶ τῶν οὐρανῶν ἀνταξία. Οὗτος µὲν γὰρ ἕστηκε τὸν οἰκεῖον φυλάττων ὅρον καὶ τὸν κανόνα· τῆς ἐκείνου ψυχῆς τὸ ὕψος ἅπαντας ὑπερέβη τοὺς οὐρανοὺς, καὶ αὐτῷ ὁµιλεῖ τῷ Χριστῷ· καὶ τὸ κάλλος δὲ αὐτῆς τοιοῦτον ἦν, ὡς καὶ τὸν Θεὸν ἀνακηρύττειν αὐτό. Τὰ µὲν γὰρ ἄστρα οἱ ἄγγελοι ἐθαύµασαν ὅτε ἐγένετο· τοῦτον δὲ αὐτὸς ἐθαύµασεν εἰπών· Σκεῦος ἐκλογῆς ἐστί µοι οὗτος. Καὶ τοῦτον µὲν τὸν οὐρανὸν νεφέλη πολλάκις ἐκάλυψε· τὴν δὲ Παύλου ψυχὴν οὐδεὶς ἐκάλυψε πειρασµὸς, ἀλλ' ἐν τοῖς χειµῶσι λαµπρότερος ἐφαίνετο σταθηρᾶς µεσηµβρίας, καὶ ὁµοίως ἔλαµπεν, ὥσπερ οὖν καὶπρὸ τῶν νεφῶν. Ὁ γὰρ ἐν αὐτῷ φαίνων ἥλιος οὐ τοιαύτας ἠφίει τὰς ἀκτῖνας, ὡς συσκιάζεσθαι τῇ τῶν πειρασµῶν συνδροµῇ, ἀλλὰ καὶ τότε µᾶλλον ἐξέλαµπον.∆ ιὸ καὶ ἔλεγεν· Ἀρκεῖ σοι ἡ χάρις µου· ἡ γὰρ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται. Ζηλώσωµεν τοίνυν αὐτὸν, καὶ οὐδὲν ἔσται οὐδὲ πρὸς ἡµᾶς οὗτος ὁ οὐρανὸς, ἐὰν θέλωµεν, οὔτε ὁ ἥλιος, οὔτε ὁ κόσµος ἅπας· ταῦτα γὰρ δι' ἡµᾶς, οὐχ ἡµεῖς διὰ ταῦτα.∆ είξωµεν, ὅτι ἄξιοί ἐσµεν τοῦ γεγενῆσθαι ταῦτα δι' ἡµᾶς. Ἂν γὰρ τούτων ἀνάξιοι φανῶµεν, πῶς βασιλείας ἐσόµεθα ἄξιοι; Καὶ εἰ ἀνάξιοι πάντες τὸν ἥλιον ὁρᾷν, ὅσοι εἰς βλασφηµίαν ζῶσι τοῦ Θεοῦ· ἀνάξιοι τῶν κτισµάτων ἀπολαύειν τῶν δοξαζόντων αὐτὸν οἱ βλασφηµοῦντες αὐτόν· ἐπεὶ καὶ υἱὸς πατέρα ὑβρίζων, ἀνάξιος οἰκετῶν εὐδοκιµούντων ἀπολαύειν διακονίας.∆ ιά τοι τοῦτο ταῦτα µὲν καὶ πολλῆς ἀπολαύσεται δόξης· ἡµεῖς δὲ κόλασιν ὑποστησόµεθα καὶ τιµωρίαν. Πόσης οὖν ἀθλιότητος ἂν εἴη, τὴν µὲν κτίσιν τὴν διὰ σὲ γενοµένην εἰς ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ σχηµατίζεσθαι, ἡµᾶς δὲ τοὺς τέκνατοῦ Θεοῦ γενοµένους, διὰ τὴν πολλὴν ῥᾳθυµίαν εἰς ἀπώλειαν πέµπεσθαι καὶ γέενναν, δι' οὓς ἡ κτίσις τῆς µεγάλης ἀπολαύσεται εὐηµερίας ἐκείνης; Ἵν' οὖν µὴ τοῦτο γένηται, οἱ µὲν καθαρὰν κεκτηµένοι ψυχὴν, φυλάξωµεν αὐτὴν τοιαύτην· µᾶλλον δὲ καὶ ἐπιτείνωµεν αὐτῆς τὴν λαµπηδόνα· οἱ δὲ ῥυπῶσαν ἔχοντες, µὴ ἀπογνῶµεν. Ἐὰν γὰρ ὦσι, φησὶν, αἱ ἁµαρτίαι ὑµῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· καὶ ἐὰν ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Ὅταν δὲ ὁ Θεὸς ἐπαγγέλληται, µὴ ἀµφίβαλλε, ἀλλ' ἐκεῖνα ποίει, δι' ὧν ἐπισπάσασθαι τὰς ἐπαγγελίας ταύτας δυνήσῃ. Μυρία σοι εἴργασται δεινὰ καὶ πεπληµµέληται; Καὶ τί τοῦτο; Οὐδέπω γὰρ εἰς τὸν ᾅδην ἀπῆλθες, ἔνθα οὐδεὶς ἐξοµολογήσεται· οὐδέπω σου τὸ θέατρον λέλυται, ἀλλ' εἴσω τοῦ σκάµµατος ἕστηκας, καὶ δύνασαι καὶ δι' ἐσχάτης πάλης πάσας ἀναπαλαῖσαι τὰς ἥττας. Οὔπω γέγονας, ἔνθα που ὁ πλούσιος, ἵνα ἀκούσῃς, ὅτιΧάος ἐστὶ µεταξὺ ἡµῶν καὶ ὑµῶν· οὔπω γὰρ παρεγένετο ὁ νυµφίος ἵνα φοβηθῇ τις µεταδοῦναι ἐλαίου· ἔτι δύνασαι ἀγοράσαι καὶ ἀποθέσθαι. Καὶ οὐκ ἔστιν οὐδέπω ὁ λέγων· Μήποτε οὐ µὴ ἀρκέσῃ καὶ ἡµῖν καὶ ὑµῖν· ἀλλ' εἰσὶν οἱ πωλοῦντες πολλοὶ, οἱ γυµνοὶ, οἱ πεινῶντες, οἱ ἀῤῥωστοῦντες, οἱ δεσµωτήριον οἰκοῦντες. Θρέψον τούτους, ἔνδυσον ἐκείνους, ἐπίσκεψαι τοὺς κειµένους, καὶ ὑπὲρ τὰς πηγὰς ἥξει τὸ ἔλαιον. Οὔπω τοῦ λογοθεσίου ἐφέστηκεν ἡ ἡµέρα. Χρῆσαι καὶ εἰς δέον τῷ καιρῷ, καὶ χρεῶν ἀποκοπὰς ποίησον, καὶ τῷ ὀφείλοντι τοὺς ἑκατὸν βάτους τοῦ ἐλαίου εἰπέ·∆ έξαι σου τὸ γραµµατεῖον, καὶ ποίησον πεντήκοντα. Καὶ ἐπὶ χρηµάτων καὶ ἐπὶ ῥηµάτων καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὁµοίως ποίει, τὸν οἰκονόµον ἐκεῖνον µιµούµενος· καὶ ταῦτα καὶ σεαυτῷ καὶ τοῖς συγγενέσι παραίνει. Ἔτι γὰρ εἶ κύριος τοῦ ταῦτα λέγειν· οὐδέπω κατέστης εἰς ἀνάγκην τοῦ παρακαλεῖν ἕτερον ὑπὲρ τούτων, ἀλλ' ἐξουσίαν ἔχεις καὶ σεαυτῷ καὶ ἑτέροις συµβουλεύειν· ὅταν δὲ ἀπέλθῃς ἐκεῖ, οὐδέτερον τούτων δυνήσῃ ποιεῖν εἰς δέον· εἰκότως. Ὁ γὰρ τοσαύτην λαβὼν προθεσµίαν, καὶ µήτε σαυτὸν µήτε ἕτερον ὠφελήσας, πῶς λοιπὸν ὑπὸ ταῖς χερσὶ τοῦ δικαστοῦ γενόµενος, δυνήσῃ ταύτηςἐπιτυχεῖν τῆς χάριτος; Ταῦτα οὖν ἅπαντα συλλέγοντες, ἐχώµεθα σφοδρῶς τῆς σωτηρίας τῆς ἡµετέρας, καὶ µὴ προδῶµεν τὴν εὐκαιρίαν τοῦ παρόντος βίου. Ἔστι γὰρ, ἔστι καὶ εἰς ἐσχάτας ἀναπνοὰς εὐαρεστῆσαι τῷ Θεῷ· ἔστι καὶ ἀπὸ διαθήκης εὐδοκιµῆσαι, οὐχ οὕτω µὲν ὡς ζῶντα· ἔστι δὲ ὅµως. Πῶς καὶ τίνι τρόπῳ; Ἂν ἐγγράψῃς αὐτὸν µετὰ τῶν σῶν κληρονόµων, καὶ µοῖραν καὶ αὐτῷ τοῦ παντὸς ἀπονείµῃς κλήρου. Οὐκ ἔθρεψας αὐτὸν ζῶν; Κἂν ἀπελθὼν, ὅτε οὐκέτι κύριος εἶ, µετάδος αὐτῷ τῶν σῶν· φιλάνθρωπός ἐστιν, οὐκ ἀκριβολογεῖται πρὸς σέ. Μείζονος µὲν γὰρ πόθου καὶ πλείονος µισθοῦ, τὸ ζῶντά σε τρέφειν αὐτόν· εἰ δὲ τοῦτο αὐτὸ µὴ πεποίηκας, κἂν ἐπὶ τὸ δεύτερον ἐλθέ· συγκληρονόµον αὐτὸν ἄφες τοῖς παισὶ τοῖς σοῖς. Εἰ δὲ καὶ τοῦτο ὀκνεῖς, ἐννόησον, ὅτι ὁ πατὴρ αὐτοῦ συγκληρονόµον αὐτοῦ σε ἐποίησε, καὶ κατάλυσον τὴν ἀπανθρωπίαν. Τίνα γὰρ ἕξεις ἀπολογίαν, µηδὲ τῶν παίδων τῶν σῶν κοινωνὸν αὐτὸν ποιῶν, τὸν κοινωνόν σε ποιήσαντα τῶν οὐρανῶν, καὶ σφαγέντα διὰ σέ; καίτοι γε αὐτὸς πάντα ὅσα ἐποίησεν, οὐκ ὀφειλὴν ἀποδιδοὺς ἐποίησεν, ἀλλὰ χάριν ἐπιδεικνύµενος· σὺ δὲ µετὰ τοσαύτας εὐεργεσίας καὶ ὀφειλέτης κατέστης. Ἀλλ' ὅµως καὶ τούτων οὕτως ἐχόντων, ὡς χάριν λαµβάνων, οὐχ ὡς ὀφειλὴν ἀπαιτῶν, οὕτω σε στεφανοῖ, καὶ ταῦτα, τὰ αὑτοῦ µέλλων λαµβάνειν.
18.7
∆ ὸς τοίνυν αὐτῷ χρήµατα τά σοι λοιπὸν ἄχρηστα, καὶ ὧν οὐκ εἶ κύριος, καὶ δώσει σοι βασιλείαν τήν σοι χρησίµην διηνεκῶς, καὶ µετ' ἐκείνης καὶ τὰἐνταῦθα χαριεῖται. Ἂν γὰρ γένηται συγκληρονόµος τῶν παίδων, ἐπικουφίζει τὴν ὀρφανίαν αὐτοῖς, λύει τὰς ἐπηρείας, ἀποκρούεται τὰς ἐπιβουλὰς, ἐµφράττεται τὰ στόµατατῶν συκοφαντῶν· κἂν αὐτοὶ µὴ δύνωνται προστῆναι τῶν διαθηκῶν, αὐτὸς προστήσεται, καὶ οὐκ ἀφήσει διαῤῥαγῆναι. Εἰ δὲ καὶ τοῦτο συγχωρήσει, ἀναπληροῖ παρ' ἑαυτοῦ τὰ ἐγγεγραµµένα ἅπαντα µετὰ πλείονος τῆς φιλοτιµίας, ἐπειδὴ ἐτιµήθη τῷ ἐγγραφῆναι ἅπαξ. Ἄφες τοίνυν αὐτὸν κληρονόµον· πρὸς γὰρ αὐτὸν ἀπιέναι µέλλεις· αὐτός σοι δικάζει τὴν δίκην τῶν ἐνταῦθα γεγενηµένων ἁπάντων. Ἀλλὰ γάρ εἰσί τινες οὕτως ἄθλιοι καὶ ταλαίπωροι, οἳ µηδὲ παῖδας ἔχοντες οὐκ ἀνέχονται τοῦτο ποιεῖν, ἀλλὰ παΧάος ἐστὶ µεταξὺ ἡµῶν καὶ ὑµῶν· οὔπω γὰρ παρεγένετο ὁ νυµφίος ἵνα φοβηθῇ τις µεταδοῦναι ἐλαίου· ἔτι δύνασαι ἀγοράσαι καὶ ἀποθέσθαι. Καὶ οὐκ ἔστιν οὐδέπω ὁ λέγων· Μήποτε οὐ µὴ ἀρκέσῃ καὶ ἡµῖν καὶ ὑµῖν· ἀλλ' εἰσὶν οἱ πωλοῦντες πολλοὶ, οἱ γυµνοὶ, οἱ πεινῶντες, οἱ ἀῤῥωστοῦντες, οἱ δεσµωτήριον οἰκοῦντες. Θρέψον τούτους, ἔνδυσον ἐκείνους, ἐπίσκεψαι τοὺς κειµένους, καὶ ὑπὲρ τὰς πηγὰς ἥξει τὸ ἔλαιον. Οὔπω τοῦ λογοθεσίου ἐφέστηκεν ἡ ἡµέρα. Χρῆσαι καὶ εἰς δέον τῷ καιρῷ, καὶ χρεῶν ἀποκοπὰς ποίησον, καὶ τῷ ὀφείλοντι τοὺς ἑκατὸν βάτους τοῦ ἐλαίου εἰπέ·∆ έξαι σου τὸ γραµµατεῖον, καὶ ποίησον πεντήκοντα. Καὶ ἐπὶ χρηµάτων καὶ ἐπὶ ῥηµάτων καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὁµοίως ποίει, τὸν οἰκονόµον ἐκεῖνον µιµούµενος· καὶ ταῦτα καὶ σεαυτῷ καὶ τοῖς συγγενέσι παραίνει. Ἔτι γὰρ εἶ κύριος τοῦ ταῦτα λέγειν· οὐδέπω κατέστης εἰς ἀνάγκην τοῦ παρακαλεῖν ἕτερον ὑπὲρ τούτων, ἀλλ' ἐξουσίαν ἔχεις καὶ σεαυτῷ καὶ ἑτέροις συµβουλεύειν· ὅταν δὲ ἀπέλθῃς ἐκεῖ, οὐδέτερον τούτων δυνήσῃ ποιεῖν εἰς δέον· εἰκότως. Ὁ γὰρ τοσαύτην λαβὼν προθεσµίαν, καὶ µήτε σαυτὸν µήτε ἕτερον ὠφελήσας, πῶς λοιπὸν ὑπὸ ταῖς χερσὶ τοῦ δικαστοῦ γενόµενος, δυνήσῃ ταύτηςἐπιτυχεῖν τῆς χάριτος; Ταῦτα οὖν ἅπαντα συλλέγοντες, ἐχώµεθα σφοδρῶς τῆς σωτηρίας τῆς ἡµετέρας, καὶ µὴ προδῶµεν τὴν εὐκαιρίαν τοῦ παρόντος βίου. Ἔστι γὰρ, ἔστι καὶ εἰς ἐσχάτας ἀναπνοὰς εὐαρεστῆσαι τῷ Θεῷ· ἔστι καὶ ἀπὸ διαθήκης εὐδοκιµῆσαι, οὐχ οὕτω µὲν ὡς ζῶντα· ἔστι δὲ ὅµως. Πῶς καὶ τίνι τρόπῳ; Ἂν ἐγγράψῃς αὐτὸν µετὰ τῶν σῶν κληρονόµων, καὶ µοῖραν καὶ αὐτῷ τοῦ παντὸς ἀπονείµῃς κλήρου. Οὐκ ἔθρεψας αὐτὸν ζῶν; Κἂν ἀπελθὼν, ὅτε οὐκέτι κύριος εἶ, µετάδος αὐτῷ τῶν σῶν· φιλάνθρωπός ἐστιν, οὐκ ἀκριβολογεῖται πρὸς σέ. Μείζονος µὲν γὰρ πόθου καὶ πλείονος µισθοῦ, τὸ ζῶντά σε τρέφειν αὐτόν· εἰ δὲ τοῦτο αὐτὸ µὴ πεποίηκας, κἂν ἐπὶ τὸ δεύτερον ἐλθέ· συγκληρονόµον αὐτὸν ἄφες τοῖς παισὶ τοῖς σοῖς. Εἰ δὲ καὶ τοῦτο ὀκνεῖς, ἐννόησον, ὅτι ὁ πατὴρ αὐτοῦ συγκληρονόµον αὐτοῦ σε ἐποίησε, καὶ κατάλυσον τὴν ἀπανθρωπίαν. Τίνα γὰρ ἕξεις ἀπολογίαν, µηδὲ τῶν παίδων τῶν σῶν κοινωνὸν αὐτὸν ποιῶν, τὸν κοινωνόν σε ποιήσαντα τῶν οὐρανῶν, καὶ σφαγέντα διὰ σέ; καίτοι γε αὐτὸς πάντα ὅσα ἐποίησεν, οὐκ ὀφειλὴν ἀποδιδοὺς ἐποίησεν, ἀλλὰ χάριν ἐπιδεικνύµενος· σὺ δὲ µετὰ τοσαύτας εὐεργεσίας καὶ ὀφειλέτης κατέστης. Ἀλλ' ὅµως καὶ τούτων οὕτως ἐχόντων, ὡς χάριν λαµβάνων, οὐχ ὡς ὀφειλὴν ἀπαιτῶν, οὕτω σε στεφανοῖ, καὶ ταῦτα, τὰ αὑτοῦ µέλλων λαµβάνειν.
18.8
∆ ὸς τοίνυν αὐτῷ χρήµατα τά σοι λοιπὸν ἄχρηστα, καὶ ὧν οὐκ εἶ κύριος, καὶ δώσει σοι βασιλείαν τήν σοι χρησίµην διηνεκῶς, καὶ µετ' ἐκείνης καὶ τὰἐνταῦθα χαριεῖται. Ἂν γὰρ γένηται συγκληρονόµος τῶν παίδων, ἐπικουφίζει τὴν ὀρφανίαν αὐτοῖς, λύει τὰς ἐπηρείας, ἀποκρούεται τὰς ἐπιβουλὰς, ἐµφράττεται τὰ στόµατατῶν συκοφαντῶν· κἂν αὐτοὶ µὴ δύνωνται προστῆναι τῶν διαθηκῶν, αὐτὸς προστήσεται, καὶ οὐκ ἀφήσει διαῤῥαγῆναι. Εἰ δὲ καὶ τοῦτο συγχωρήσει, ἀναπληροῖ παρ' ἑαυτοῦ τὰ ἐγγεγραµµένα ἅπαντα µετὰ πλείονος τῆς φιλοτιµίας, ἐπειδὴ ἐτιµήθη τῷ ἐγγραφῆναι ἅπαξ. Ἄφες τοίνυν αὐτὸν κληρονόµον· πρὸς γὰρ αὐτὸν ἀπιέναι µέλλεις· αὐτός σοι δικάζει τὴν δίκην τῶν ἐνταῦθα γεγενηµένων ἁπάντων. Ἀλλὰ γάρ εἰσί τινες οὕτως ἄθλιοι καὶ ταλαίπωροι, οἳ µηδὲ παῖδας ἔχοντες οὐκ ἀνέχονται τοῦτο ποιεῖν, ἀλλὰ παρασίτοις καὶ κόλαξι, καὶ τῷ δεῖνι καὶ τῷδεῖνι µᾶλλον καταδέχονται τὰ αὑτῶν διανέµειν, ἢ τῷ τοσαῦτα αὐτοὺς εὐεργετήσαντι Χριστῷ· ὧν τί γένοιτ' ἂν ἀλογώτερον; Τοὺς γὰρ τοιούτους, κἂν ὄνοις, κἂν λίθοις τις παραβάλοι, οὐδὲν οὐδέπω τῆς ἀνοίας αὐτῶν καὶ τῆς ἀναισθησίας ἄξιον ἐρεῖ, οὐδ' ἂν εὕροι τις εἰκόνα τὴνµανίαν αὑτῶν παραστῆσαι δυναµένην, καὶ τὴν παραφροσύνην. Ποίας γὰρ τεύξονται συγγνώµης οὗτοι ὑπὲρ τοῦ µὴ θρέψαι αὐτὸν ζῶντες, ὅταν καὶ ἀπιέναι µέλλοντες πρὸς αὐτὸν, µηδὲ ἀπὸ τῶν χρηµάτων τούτων, ὧνοὐκ εἰσὶ κύριοι λοιπὸν, βουληθῶσιν αὐτῷ µικρόν τι χαρίσασθαι, ἀλλ' οὕτως ἐχθρῶς διάκεινται καὶ πολεµίως, ὡς µηδὲ τῶν ἀχρήστων αὐτοῖς γενοµένωναὐτῷ µεταδοῦναι; Οὐχ ὁρᾷς ὅσοι τῶν ἀνθρώπων οὐδὲ τούτου κατηξιώθησαν τοῦ τέλους, ἀλλ' ἁρπαγέντες ἀπῆλθον; Σὲ δὲ ὁ Θεὸς καὶ ἐπισκῆψαι τοῖς προσήκουσι, καὶ εἰπεῖν περὶ τῶν ὄντων, καὶ τὰ κατὰ τὴν οἰκίαν ἅπαντα διαθεῖναι ἐποίησε κύριον. Ποίαν οὖν ἀπολογίαν ἕξεις, ὅταν καὶ ταύτην λαβὼν παρ' αὐτοῦ τὴν χάριν, προδῷς τὴν εὐεργεσίαν, καὶ ὥσπερ ἐκ διαµέτρου ἀπεναντίας στῇς τοῖς τῆςπίστεώς σου προγόνοις; Ἐκεῖνοι µὲν γὰρ καὶ ζῶντες ἐπώλουν ἅπαντα, καὶ ἔφερον παρὰ τοὺς πόδας τῶν ἀποστόλων· σὺ δὲ οὐδὲ τελευτῶν µοίρας τινὸς µεταδίδως τοῖς δεοµένοις. Τὸ µὲν οὖν ἄµεινον καὶ πολλὴν παῤῥησίαν παρέχον, ζῶντα διορθοῦν πενίαν· εἰ δὲ ἐκεῖνο µὴ βουληθῇς, κἂν τελευτῶν ποίησόν τι γενναῖον. Οὐ πολλῆς µὲν γάρ ἐστιν ἀγάπης τοῦτο τῆς περὶ τὸν Χριστόν· ἀγάπης δ' οὖν ὅµως. Εἰ γὰρ καὶ µὴ τὴν προεδρίαν ἕξεις τὴν µετὰ τῶν ἀρνῶν, ἀλλ' οὐ µικρὸν τὸ κἂν µετ' ἐκείνους γενέσθαι, καὶ µὴ στῆναι µετὰ τῶν ἐρίφων, µηδὲ ἐξ εὐωνύµων. Ἂν δὲ µὴ τοῦτο ποιῇς, τίς σε ἐξαιρήσεται λόγος, ὅταν µήτε ὁ τοῦ θανάτου φόβος, µήτε τὸ ἄχρηστά σοι λοιπὸν γεγενῆσθαι τὰ χρήµατα, µήτε τὸἀσφάλειαν καταλιµπάνειν τοῖς τέκνοις, µήτε τὸ πολλὴν σαυτῷ προαποτίθεσθαι ἐκεῖ συγγνώµην, ποιῇ σε φιλάνθρωπον;∆ ιὸ παρακαλῶ µάλιστα µὲν ζῶντας προΐεσθαι τοῖς δεοµένοις ἐκ τῶν ὄντων τὴν πλείονα µοῖραν. Εἰ δέ τινες εἶεν οὕτω µικρόψυχοι, ὡς µὴ ἀνέχεσθαι τοῦτο, κἂν ὑπὸ τῆς ἀνάγκης γινέσθωσαν οὗτοι φιλάνθρωποι. Ὅταν µὲν γὰρ ἔζης, ὡς ἀθάνατος, οὕτως ἀντείχου τῶν ὄντων· νυνὶ δὲ, ἐπειδὴ ἔµαθες, ὅτι θνητὸς γέγονας, κἂν νῦν τὸ δόγµα κατάλυσον, καὶ ὡς θνητὸς περὶ τῶν σαυτοῦ βούλευσαι· µᾶλλον δὲ, ὡς ὀφείλων ἀθανάτου ζωῆς διηνεκῶς ἀπολαύειν. Εἰ γὰρ καὶ φορτικὸν τὸ µέλλον ῥηθήσεσθαι, καὶ φρίκης γέµον, ἀλλ' ὅµως ἀναγκαῖον εἰπεῖν· ἀρίθµησον µετὰ τῶν δούλων σου τὸν∆ εσπότην. Ἐλευθεροῖς τοὺς δούλους; Ἐλευθέρωσον τὸν Χριστὸν λιµοῦ καὶ ἀνάγκης καὶ δεσµωτηρίων καὶ γυµνότητος. Ἔφριξας ἀκούσας; Οὐκοῦν φρικωδέστερον, ὅταν µηδὲ αὐτὸ τοῦτο ποιῇς. Καὶ ἐνταῦθα µὲν τὸ ῥῆµά σε ναρκᾷν ἐποίησεν, ὅταν δὲ ἀπέλθῃς ἐκεῖ, καὶ τὰ πολλῷ χαλεπώτερα τούτων ἀκούσῃς, καὶ τὰ ἀνήκεστα βλέπῃς βασανιστήρια, τί ἐρεῖς; πρὸς τίνα καταφεύξῃ; τίνα καλέσεις σύµµαχον καὶ βοηθόν; τὸν Ἀβραάµ; Ἀλλ' οὐκ ἀκούσεται. Ἀλλὰ τὰς παρθένους ἐκείνας; Ἀλλ' οὐδὲ αὗταί σοι µεταδώσουσιν ἐλαίου. Ἀλλὰ τὸν πατέρα, ἀλλὰ τὸν πάππον; Ἀλλ' οὐδὲ τούτων οὐδεὶς ἔσται κύριος, κἂν σφόδρα ἅγιος ᾖ, λῦσαι τὴν ψῆφον ἐκείνην. Ταῦτ' οὖν ἅπαντα λογισάµενος, τὸν µόνον κύριον ὄντα τὸ χειρόγραφον ἐξαλεῖψαι τὸ σὸν, καὶ τὴν φλόγα ἐκείνην σβέσαι, τοῦτον ἱκέτευε καὶ παρακάλεικαὶ ποίησον ἵλεων, ἤδη τρέφων καὶ ἐνδύων διηνεκῶς· ἵνα καὶ ἐντεῦθεν µετὰ χρηστῆς ἀπέλθῃς ἐλπίδος, καὶ ἐκεῖ γενόµενος τῶν αἰωνίων ἀπολαύσῃς ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.