Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 19 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
19.0
Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.
19.1
Εἶπεν, ὅτι οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ, καὶ δεικνὺς πῶς οὐκ ἀπώσατο, πάλιν ἐπὶ τοὺς προφήτας κατέφυγε· καὶ δι' αὐτῶν δηλώσας, ὅτι τὸ πλέον µέρος τῶν Ἰουδαίων ἀπόλωλεν, ἵνα µὴ δόξῃ πάλιν οἴκοθεν ἐκφέρειν τὴν κατηγορίαν, καὶ ἐπαχθῆ τὸν λόγον ποιεῖν, καὶ ὡς ἐχθρὸς αὐτῶν καθάπτεσθαι, ἐπὶ τὸν∆ αυῒδ καὶ τὸν Ἡσαΐαν καταφεύγει, λέγων· Καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦµα κατανύξεως. Μᾶλλον δὲ ἄνωθεν ἡµῖν ἀρκτέον τοῦ λόγου. Καὶ γὰρ εἰπὼν τὰ κατὰ τὸν Ἠλίαν, καὶ δείξας τί ποτέ ἐστι χάρις, ἐπήγαγε· Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχε. Τοῦτο δὲ οὐκ ἐρωτῶντος µᾶλλόν ἐστιν, ἢ ἐγκαλοῦντος. Ἑαυτῷ γὰρ µάχεται, φησὶν, ὁ Ἰουδαῖος, ζητῶν δικαιοσύνην, ἣν οὐ βούλεται λαβεῖν. Εἶτα ἀποστερῶν αὐτοὺς πάλιν συγγνώµης, ἀπὸ τῶν εἰληφότων δείκνυσιν αὐτῶν τὴν ἀγνωµοσύνην, οὕτω λέγων· Ἡ γὰρ ἐκλογὴ ἐπέτυχε. Κἀκεῖνοι τούτους κατακρινοῦσι. Ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιµόνια, οἱ υἱοὶ ὑµῶν ἐν τίνι ἐκβάλλουσι;∆ ιὰ τοῦτο αὐτοὶ κριταὶ ὑµῶν ἔσονται. Ἵνα γὰρ µηδεὶς τῇ τοῦ πράγµατος φύσει ἐγκαλῇ, ἀλλὰ τῇ ἐκείνων γνώµῃ, δείκνυσι καὶ τοὺς ἐπιτυχόντας.∆ ιὸ καὶ σφόδρα ἐµφαντικῶς τῇ λέξει κέχρηται, καὶ τὴν ἄνωθεν χάριν καὶ τὴν αὐτῶν σπουδὴν ἐνδεικνύµενος. Οὐδὲ γὰρ ἵνα ἀνέλῃ τὸ αὐτεξούσιον, φησὶν, ὅτι ἐπέτυχον, ἀλλ' ἵνα δηλώσῃ τῶν ἀγαθῶν τὸ µέγεθος, καὶ ὅτι τὸ πλέον τῆς χάριτος ἦν, οὐ τὸ πᾶν. Καὶ γὰρ καὶ ἡµῖν ἔθος λέγειν, Ὁ δεῖνα ἐπέτυχεν, ὁ δεῖνα εὗρεν, ὅταν πολὺ τὸ κέρδος ᾖ τὸ γινόµενον. Οὐδὲ γὰρ ἀνθρωπίνοις πόνοις, ἀλλὰ θείᾳ δωρεᾷ τὸ πλέον γέγονεν. Οἱ δὲ λοιποὶ ἐπωρώθησαν. Ὅρα πότε ἐθάῤῥησεν εἰπεῖν οἰκείᾳ φωνῇ τὴν τῶν λοιπῶν ἐκβολήν. Εἶπε µὲν γὰρ αὐτὴν καὶ ἤδη, ἀλλὰ τοὺς προφήτας εἰσάγων κατηγοροῦντας· ἐνταῦθα δὲ καὶ αὐτὸς λοιπὸν ἀποφαίνεται. Ἀλλ' ὅµως οὐδὲ ἐνταῦθα ἀρκεῖται τῇ οἰκείᾳ ἀποφάσει, ἀλλὰ πάλιν τὸν Ἡσαΐαν εἰσάγει τὸν προφήτην· εἰπὼν γὰρ, Ἐπωρώθησαν, ἐπήγαγε· Καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦµα κατανύξεως. Καὶ πόθεν µὲν ἡ πώρωσις αὕτη; Εἶπε µὲν καὶ ἔµπροσθεν τὰς αἰτίας, καὶ τὸ πᾶν εἰς τὴν αὐτῶν περιέστρεψε κεφαλὴν, δεικνὺς ὅτι ἐξ ἀκαίρου φιλονεικίας τοῦτο ὑπέµειναν. Λέγει δὲ καὶ νῦν. Ὅταν γὰρ εἴπῃ, Ὀφθαλµοὺς τοῦ µὴ βλέπειν, καὶ ὦτα τοῦ µὴ ἀκούειν, οὐδὲν ἕτερον ἢ τὴν γνώµην αὐτῶν τὴν φιλόνεικον διαβάλλει. Καὶ γὰρ ὀφθαλµοὺς ἔχοντες ὥστε ἰδεῖν τὰ θαύµατα, καὶ ὦτα κεκτηµένοι ὥστε ἀκοῦσαι τῆς θαυµαστῆς διδασκαλίας ἐκείνης, οὐδενὶ τούτων ἐχρήσαντοεἰς δέον. Τὸ δὲ, Ἔδωκεν, ἐνταῦθα µὴ ἐνέργειαν νόµιζε εἶναι, ἀλλὰ συγχώρησιν. Κατάνυξινδὲ ἐνταῦθα τὴν περὶ τὸ χεῖρον ἕξιν τῆς ψυχῆς φησι, τὴν ἀνιάτως ἔχουσαν καὶ ἀµεταθέτως· ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ὁ∆ αυΐδ· Ὅπως ἂν ψάλλῃ σοι ἡ δόξα µου, καὶ οὐ µὴ κατανυγῶ· τουτέστιν, οὐ µὴ µεταβληθῶ. Ὥσπερ γὰρ ὁ ἐν εὐλαβείᾳ κατανενυγµένος οὐκ ἂν εὐκόλως µετασταίη· οὕτω καὶ ὁ ἐν πονηρίᾳ κατανυγεὶς πάλιν οὐκ ἂν ῥᾳδίως µεταβάλοιτο· κατανυγῆναι γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐµπαγῆναί που καὶ προσηλῶσθαι. Τὸ τοίνυν ἀνίατον τῆς γνώµης αὐτῶν καὶ δυσµετάθετον δηλῶν, Πνεῦµα κατανύξεως, εἶπεν. Εἶτα δεικνὺς, ὅτι τῆς ἀπιστίας ταύτης τὴν ἐσχάτην δώσουσι δίκην, πάλιν ἐπάγει τὸν προφήτην τὰ αὐτὰ ἀπειλοῦντα, ἅπερ ἐξέβη καὶ τέλος ἔλαβε. Γενηθήτω γὰρ, φησὶν, ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον· τουτέστιν, Ἡ τρυφὴ, τὰ ἀγαθὰ πάντα µεταβαλλέσθω καὶ ἀπολλύσθω, καὶ γενέσθωσαν εὐχείρωτοι πᾶσι. Καὶ δηλῶν, ὅτι ἁµαρτηµάτων τίνουσι δίκην ταῦτα πάσχοντες, ἐπήγαγε· Καὶ εἰς ἀνταπόδοµα αὐτοῖς. Σκοτισθήτωσαν οἱ ὀφθαλµοὶ αὐτῶν τοῦ µὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαµψον. Ταῦτ' οὖν ἔτι ἑρµηνείας δεῖταί τινος; οὐχὶ καὶ τοῖς σφόδρα ἀνοήτοις δῆλα ἦν; Καὶ πρὸ τῶν ἡµετέρων ῥηµάτων αὐτὴ τῶν πραγµάτων ἡ ἔκβασις προλαβοῦσα µαρτυρεῖ τοῖς εἰρηµένοις. Πότε γὰρ οὕτως εὐχείρωτοι γεγόνασι; πότε εὐάλωτοι; πότε οὕτω τὸν νῶτον αὐτῶν συνέκαµψε; πότε τοιαύτην δουλείαν ὑπέστησαν; Καὶ τὸ δὴ µεῖζον, ὅτι οὐδὲ λύσις ἔσται τῶν δεινῶν τούτων· ὃ καὶ αὐτὸ ὁ προφήτης ᾐνίξατο. Οὐδὲ γὰρ ἁπλῶς εἶπε, Τὸν νῶτον αὐτῶν σύγκαµψον, ἀλλὰ καὶ,∆ ιαπαντός. Εἰ δὲ φιλονεικεῖς, ὦ Ἰουδαῖε, περὶ τοῦ τέλους, ἀπὸ τῶν φθασάντων µάνθανε καὶ τὰ παρόντα. Κατέβης εἰς Αἴγυπτον· ἀλλ' ἐγένετο διακόσια ἔτη, καὶ ταχέως τῆς δουλείας ἐκείνης σε ἀπήλλαξεν ὁ Θεὸς, καὶ ταῦτα ἀσεβοῦντα καὶ πορνεύοντα τὴν χαλεπωτάτην πορνείαν· ἀπηλλάγης Αἰγύπτου, καὶ προσεκύνησας τὸν µόσχον, ἔθυσας τοὺς υἱούς σου τῷ Βεελφεγὼρ, τὸν ναὸν ἐµόλυνας, πᾶν εἶδος ἐπῆλθες κακίας, τὴν φύσιναὐτὴν ἠγνόησας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνοὺς, τὰς πηγὰς, τοὺς ποταµοὺς, τοὺς κήπους τῶν θυσιῶν ἐνέπλησας τῶν ἐναγῶν, προφήτας ἔσφαξας, θυσιαστήρια κατέστρεψας, πᾶσαν ὑπερβολὴν ἐπεδείξω πονηρίας καὶ ἀσεβείας· ἀλλ' ὅµως ἑβδοµήκοντά σε ἔτη παραδοὺς Βαβυλωνίοις, πάλιν ἐπὶ τὴν προτέραν ἐπανήγαγεν ἐλευθερίαν, καὶ τὸν ναὸν καὶ τὴν πατρίδα ἀπέδωκε, καὶτὸ παλαιὸν τῆς προφητείας σχῆµα, καὶ προφῆται πάλιν καὶ Πνεύµατος χάρις· µᾶλλον δὲ οὐδὲ ἐν τῷ καιρῷ τῆς αἰχµαλωσίας ἐγκατελείφθης, ἀλλὰ καὶ ἐκεῖ∆ ανιὴλ καὶ Ἰεζεκιὴλ, καὶ ἐν Αἰγύπτῳ Ἱερεµίας, καὶ ἐν ἐρήµῳ Μωϋσῆς.
19.2
Μετ' ἐκεῖνα πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες κακίαν, καὶ ἐξεβακχεύθης, καὶ πρὸς τὴν Ἑλληνικὴν µετετάξω πολιτείαν ἐπὶ Ἀντιόχου τοῦ ἀσεβοῦς· ἀλλὰ καὶ τότε ἔτη τρία µόνον καὶ µικρόν τι πρὸς, Ἀντιόχῳ παραδοθέντες, διὰ τῶν Μακκαβαίων τὰ λαµπρὰ πάλιν ἐστήσατε τρόπαια. Ἀλλὰ νῦν τοιοῦτον οὐδὲν, ἀλλὰ τοὐναντίον ἅπαν γέγονεν· ὃ καὶ µάλιστα ἔστι θαυµάσαι, ὅτι τὰ µὲν τῆς κακίας ἔληξε, τὰ δὲ τῆς τιµωρίας ἐπιτέταται, καὶ οὐδὲ ἐλπίδα τινὰ ἔχει µεταβολῆς. Οὐδὲ γὰρ ἑβδοµήκοντα ἔτη παρῆλθε µόνον, οὐδὲ ἑκατὸν, οὐδὲ δὶς τοσαῦτα, ἀλλὰ καὶ τριακόσια καὶ πολλῷ πλέον, καὶ οὔτε σκιὰν ἐλπίδος τοιαύτηςἔστιν εὑρεῖν, καὶ ταῦτα οὔτε εἰδωλολατρούντων ὑµῶν, οὔτε τὰ ἄλλα ποιούντων, ἅπερ ἔµπροσθεν ἐτολµᾶτε. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον;∆ ιεδέξατο τὸν τύπον ἡ ἀλήθεια, καὶ τὸν νόµον ἐξέκλεισεν ἡ χάρις· ἅπερ οὖν ἄνωθεν προαναφωνῶν ὁ προφήτης ἔλεγε· Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαµψον. Εἶδες προφητείας ἀκρίβειαν, πῶς καὶ τὴν ἀπιστίαν προανεφώνησε, καὶ τὴν φιλονεικίαν ἔδειξε, καὶ τὴν ἑψοµένην δίκην ἐδήλωσε, καὶ τὸ ἀπέραντοντῆς κολάσεως ἐνεδείξατο; Ἐπειδὴ γὰρ πολλοὶ τῶν παχυτέρων τοῖς µέλλουσι διαπιστοῦντες, ἀπὸ τῶν παρόντων τὰ µέλλοντα ἐβούλοντο ἰδεῖν, ἐντεῦθεν ἤδη ἐφ' ἑκάτερα τῆςἑαυτοῦ δυνάµεως τὴν ἀπόδειξιν παρέσχετο ὁ Χριστὸς, τοὺς µὲν ἐξ ἐθνῶν πιστεύσαντας ἐπάρας ὑπὲρ τὸν οὐρανὸν, τοὺς δὲ ἐξ Ἰουδαίων ἀπιστήσαντας εἰςἔσχατον ἐρηµίας κατενεγκὼν, καὶ ἀλύτοις κακοῖς παραδούς. Καθαψάµενος τοίνυν αὐτῶν σφοδρῶς, καὶ ἀφ' ὧν ἠπίστησαν, καὶ ἀφ' ὧν ἔπαθόν τε καὶ ἔµελλον πείσεσθαι, πάλιν παραµυθεῖται τὰ εἰρηµένα, γράφων οὕτω· Λέγω οὖν, Μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Ὅτε ἔδειξε µυρίων ὄντας κακῶν ὑπευθύνους, τότε παραµυθίαν ἐπινοεῖ. Καὶ σκόπει τὴν σύνεσιν τὴν Παύλου· τὴν µὲν κατηγορίαν ἀπὸ τῶν προφητῶν εἰσήγαγε, τὴν δὲ παραµυθίαν παρ' ἑαυτοῦ τίθησιν. Ὅτι µὲν γὰρ αὐτοῖς ἡµάρτηται µεγάλα, φησὶν, οὐδεὶς ἀντερεῖ· ἴδωµεν δὲ, εἰ τοιοῦτον τὸ πτῶµα, ὡς καὶ ἀνίατον εἶναι, καὶ µηδεµίαν ἔχειν διόρθωσιν. Ἀλλ' οὐκ ἔστι τοιοῦτον. Εἶδες πῶς αὐτῶν πάλιν καθάπτεται, καὶ ἐν προσδοκίᾳ παραµυθίας ὑπευθύνους ποιεῖ ἁµαρτηµάτων ὡµολογηµένων; Ἴδωµεν δὲ τίνα αὐτοῖς καὶ παραµυθίαν ἐπινοεῖ. Τίς οὖν ἡ παραµυθία; Ὅταν δὲ τὸ πλήρωµα τῶν ἐθνῶν εἰσέλθῃ, φησὶ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, κατὰ τὸν καιρὸν τῆς παρουσίας τῆς δευτέρας καὶ τῆς συντελείας. Ἀλλ' εὐθέως µὲν τοῦτο οὐ λέγει· ἐπειδὴ δὲ σφοδρῶς αὐτῶν κατέδραµε, καὶ κατηγορίαις συνῆψε κατηγορίας, προφήτας ἐπὶ προφήταις εἰσάγων καταβοῶντας αὐτῶν, τὸν Ἡσαΐαν, τὸνἨλίαν, τὸν∆ αυῒδ, τὸν Μωϋσέα, τὸν Ὠσηὲ, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις· ἵνα µὴ ταύτῃ καὶ τούτους εἰς ἀπόγνωσιν ἐµβαλὼν, ἀποτειχίσῃ τὴν πρὸς τὴν πίστιν ἐπάνοδον, καὶ τοὺς ἐξ ἐθνῶν πάλιν πιστεύσαντας εἰς ἀπόνοιαν ἐπάρῃ, καὶ φυσηθέντες καὶ αὐτοὶ βλαβῶσιν εἰς τὸν τῆς πίστεως λόγον, παραµυθεῖται πάλιν αὐτοὺς, λέγων· Ἀλλὰ τῷ αὐτῶν παραπτώµατι ἡ σωτηρία τοῖς ἔθνεσι.∆ εῖ δὲ ἡµᾶς οὐχ ἁπλῶς ἀκούειν τῶν λεγοµένων, ἀλλὰ τὴν γνώµην εἰδέναι καὶ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ τί κατορθῶσαι ἐσπούδακεν· ὅπερ ἀεὶ παρακαλῶ τὴν ὑµετέραν ἀγάπην. Ἂν γὰρ µετὰ τῆς διανοίας ταύτης δεξώµεθα τὰ εἰρηµένα, ἐν οὐδενὶ τούτων ὀψόµεθα δυσκολίαν οὖσαν. Τὸ γὰρ σπουδαζόµενον αὐτῷ νῦν, τὴν ἐκ τῶν εἰρηµένων ἐγγινοµένην ἀπόνοιαν τοῖς ἐξ ἐθνῶν καθελεῖν· οὕτω γὰρ καὶ οὗτοι ἀσφαλέστερον µένειν ἔµελλον ἐν τῇ πίστει, µετριάζειν µαθόντες, καὶ οἱ ἐξ Ἰουδαίων τῆς ἀπογνώσεως ἀπαλλαγέντες, τῇχάριτι προθυµότερον προσιέναι. Πρὸς τοῦτον τοίνυν τὸν σκοπὸν ὁρῶντες, πάντων ἀκούωµεν τῶν ἐν τῷ χωρίῳ τούτῳ λεγοµένων. Τί οὖν φησι; καὶ πόθεν δείκνυσιν, ὅτι οὐκ ἀνίατα ἔπεσον, οὐδὲ εἰς τέλος ἐξεβλήθησαν; Ἀπὸ τῶν ἐθνῶν, οὕτω λέγων· Τῷ αὐτῶν παραπτώµατι ἡ σωτηρία ἐν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. Οὗτος δὲ οὐκ αὐτοῦ µόνον ὁ λόγος, ἀλλὰ καὶ ἐν τοῖς Εὐαγγελίοις τοῦτο βούλονται αἱ παραβολαί. Καὶ γὰρ ὁ τοὺς γάµους ποιήσας τῷ υἱῷ, ἐπειδὴ οἱ κεκληµένοι οὐκ ἠθέλησαν ἐλθεῖν, τότε τοὺς ἐν ταῖς τριόδοις ἐκάλεσε. Καὶ ὁ τὸν ἀµπελῶνα δὲ καταφυτεύσας, ἐπειδὴ ἔσφαξαν οἱ γεωργοὶ τὸν κληρονόµον, τότε ἐξέδωκεν ἑτέροις τὸν ἀµπελῶνα. Καὶ χωρὶς δὲ παραβολῆς αὐτὸς ἔλεγεν· Οὐκ ἀπεστάλην, εἰ µὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Καὶ τῇ Συροφοινικίσσῃ δὲ ἐπιµενούσῃ πλέον τι πάλιν ἔλεγεν· Οὐ γάρ ἐστι καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Καὶ ὁ Παῦλος δὲ πρὸς τοὺς στασιάζοντας τῶν Ἰουδαίων, Ὑµῖν νῦν πρῶτον, φησὶν, ἀναγκαῖον ἦν λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἐκρίνατε ἑαυτοὺς, ἰδοὺ στρεφόµεθα εἰς τὰ ἔθνη.
19.3
Καὶ διὰ πάντων δηλοῦται, ὅτι ἡ µὲν ἀκολουθία τῶν πραγµάτων αὕτη ἦν, ἐκείνους προσελθεῖν πρώτους, καὶ τότε τοὺς ἐξ ἐθνῶν· ἐπειδὴ δὲ ἠπίστησαν, ἀντεστράφη ἡ τάξις, καὶ ἡ ἀπιστία αὐτῶν καὶ τὸ παράπτωµα τούτους ἐποίησεν εἰσενεχθῆναι προτέρους.∆ ιό φησι, Τῷ αὐτῶν παραπτώµατι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. Εἰ δὲ τὸ ἐξ ἀκολουθίας ἐκβὰν ὡς προηγουµένως γεγενηµένον λέγει, µὴ θαυµάσῃς· βούλεται γὰρ αὐτῶν παραµυθήσασθαι πεπληγυίας τὰς ψυχάς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἦλθε πρὸς αὐτοὺς Ἰησοῦς· οὐκ ἐδέξαντο αὐτὸν µυρία θαυµατουργοῦντα, ἀλλ' ἐσταύρωσαν· ἐπεσπάσατο λοιπὸν τὰ ἔθνη, ἵνα ἡ ἐκείνων τιµὴ δάκνουσα αὐτῶν τὴν ἀναισθησίαν, κἂν ἐκ τῆς πρὸς ἑτέρους φιλονεικίας αὐτοὺς πείσῃ προσελθεῖν. Ἔδει µὲν γὰρ δεχθῆναι ἐκείνους πρῶτον, καὶ τότε ἡµᾶς· διὸ καὶ ἔλεγε·∆ ύναµις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· ἐπειδὴ δὲ ἀπεσκίρτησαν, οἱ δεύτεροι πρῶτοι γεγόναµεν. Εἶδες τοίνυν πόσην αὐτοῖς συνάγει κἀντεῦθεν τιµήν· µίαν µὲν, ὅτι τότε φησὶν ἡµᾶς κληθῆναι, ὅτε αὐτοὶ οὐκ ἠθέλησαν· δευτέραν δὲ, ὅτι διὰ τοῦτό φησι κληθῆναι, οὐχ ἵνα ἡµεῖς σωθῶµεν µόνον, ἀλλ' ἵνα καὶ ἐκεῖνοι διὰ τῆς ἡµετέρας σωτηρίας ζηλώσαντες, βελτίους γένωνται. Τί οὖν, φησίν; εἰ µὴ διὰ τοὺς Ἰουδαίους, οὐκ ἂν ἐκλήθηµεν καὶ ἐσώθηµεν; Οὐκ ἂν πρὸ ἐκείνων, ἀλλ' ἐν τῇ προσηκούσῃ τάξει.∆ ιὸ καὶ ὅτε τοῖς µαθηταῖς ἔλεγεν, οὐκ εἶπεν ἁπλῶς, Πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, ἀλλὰ, Πορεύεσθε, µᾶλλον, δεικνὺς ὅτι καὶπρὸς ἐκεῖνα δεῖ µετὰ ταῦτα ἀπελθεῖν. Καὶ Παῦλος πάλιν οὐκ εἶπεν, Ἀναγκαῖον ὑµῖν λαληθῆναι τὸν λόγον, ἀλλ' Ὑµῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι, δεικνὺς ὅτι καὶ ἐκ δευτέρου καὶ ἡµῖν. Ταῦτα δὲ καὶ ἐγίνετο καὶ ἐλέγετο, ἵνα µηδὲ ἀναίσχυν τον ἔχωσιν ἐκεῖνοι πρόφασιν ὡς παροφθέντες, καὶ διὰ τοῦτο µὴ πιστεύσαντες.∆ ιὰ δὴ τοῦτο καὶ πάντα προειδὼς ὁ Χριστὸς, ὅµως πρὸς αὐτοὺς παρεγένετο πρώτους. Εἰ δὲ τὸ παράπτωµα αὐτῶν πλοῦτος κόσµου, καὶ τὸ ἥττηµα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ µᾶλλον τὸ πλήρωµα αὐτῶν; Ἐνταῦθα πρὸς χάριν αὐτοῖς διαλέγεται. Καὶ γὰρ εἰ µυριάκις παρέπεσον οὗτοι, οὐκ ἂν ἐσώθη τὰ ἔθνη, εἰ µὴ πίστιν ἐπεδείξατο· ὥσπερ οὖν οὐδ' ἂν οἱ Ἰουδαῖοι ἀπώλοντο, εἰ µὴ ἠπίστησαν καὶ ἐφιλονείκησαν. Ἀλλ' ὅπερ ἔφην, παραµυθεῖται αὐτοὺς κειµένους, ἐκ περιουσίας παρασκευάζων θαῤῥεῖν ὑπὲρ τῆς σωτηρίας αὐτῶν, εἰ µετάθοιντο Εἰ γὰρ ὅτε, φησὶ, προσέκρουσαν, τοσοῦτοι σωτηρίας ἀπήλαυσαν, καὶ ἐν τῷ ἐκβληθῆναι ἐκείνους, τοσοῦτοι ἐκλήθησαν, ἐννόησον, τί ἔσται, ὅταν ἐπιστρέψωσιν. Οὐ γὰρ εἶπε, πόσῳ µᾶλλον ἡ ἐπιστροφὴ αὐτῶν, οὐδὲ ἡ µεταβολὴ αὐτῶν, οὐδὲ τὸ κατόρθωµα αὐτῶν, ἀλλὰ, Πόσῳ µᾶλλον τὸ πλήρωµα αὐτῶν, τουτέστιν, ὅτε πάντες εἰσιέναι µέλλουσι. Τοῦτο δὲ εἶπε, δεικνὺς καὶ τότε τὸ πλέον τῆς χάριτος ἐσόµενον, καὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ σχεδὸν τὸ πᾶν. Ὑµῖν γὰρ λέγω τοῖς ἔθνεσιν, ἐφ' ὅσον µέν εἰµι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν µου δοξάζω, εἴ πως παραζηλώσω µου τὴν σάρκα, καὶ σώσω τινὰςἐξ αὐτῶν. Πάλιν ὑποψίας πονηρᾶς ἑαυτὸν ἀπαλλάξαι ἐσπούδακε· καὶ δοκεῖ µὲν ἐπιπλήττειν τοῖς ἐξ ἐθνῶν, καὶ ταπεινοῦν αὐτῶν τὰ φρονήµατα, ἠρέµα δὲ παρακνίζει τὸν Ἰουδαῖον· καὶ περιέρχεται µὲν ζητῶν περιστεῖλαι καὶ παραµυθήσασθαι τὴν τοσαύτην αὐτῶν ἀπώλειαν, οὐδὲν δὲ εὑρίσκει διὰ τὴν τῶν πραγµάτων φύσιν. Καὶ γὰρ ἐξ ὧν εἴρηκε, µείζονος ἦσαν κατηγορίας ἄξιοι, ὅταν τὰ αὐτοῖς εὐτρεπισµένα ἕτεροι σφόδρα αὐτῶν ἀποδέοντες εἰληφότες ὦσι.∆ ιὰ δὴ τοῦτο ἀπὸ τῶν Ἰουδαίων ἐπὶ τοὺς ἐξ ἐθνῶν µεταβαίνει, καὶ µέσον παρεντίθησι τὸν περὶ τούτων λόγον, ἐνδείξασθαι βουλόµενος, ὅτι ταῦταπάντα λέγει, ἵνα αὐτοὺς µετριάζειν παιδεύσῃ. Ἐπαινῶ γὰρ ὑµᾶς, φησὶ, διὰ δύο ταῦτα· δι' ἓν µὲν, ὅτι ἀνάγκην ἔχω τὴν διακονίαν ὑµῶν ἐγκεχειρισµένος· δι' ἕτερον δὲ, ἵνα δι' ὑµῶν ἑτέρους σώσω. Καὶ οὐ λέγει, τοὺς ἀδελφούς µου, τοὺς συγγενεῖς µου, ἀλλὰ, Τὴν σάρκα. Εἶτα τὴν φιλονεικίαν αὐτῶν ἐνδεικνύµενος, οὐ λέγει, εἴ πως πείσω, ἀλλὰ, Παραζηλώσω καὶ σώσω, καὶ οὐδὲ ἐνταῦθα ἅπαντας, ἀλλὰ, Τινὰς ἐξ αὐτῶν· οὕτως ἦσαν σκληροί. Καὶ ἐν αὐτῇ τῇ ἐπιτιµήσει δὲ λαµπρὰ δείκνυσι πάλιν τὰ τῶν ἐθνῶν· εἴ γε καὶ αἴτιοι γίνονται σωτηρίας αὐτοῖς, καὶ οὐ διὰ τῶν αὐτῶν· ἐκεῖνοι µὲν γὰρ τούτοις ἐξ ἀπιστίας, οὗτοι δὲ ἐκείνοις ἀπὸ πίστεως πρόξενοι γίνονται τῶν ἀγαθῶν. Ὅθεν δοκεῖ καὶ ἰσάζειν, καὶ πλεονεκτεῖν τὰ τῶν ἐθνῶν.
19.4
Τί γὰρ ἂν εἴποις, ὦ Ἰουδαῖε; Εἰ µὴ ἐξεβλήθηµεν ἡµεῖς, οὐκ ἂν ἐκλήθητε εὐθέως ὑµεῖς; Τοῦτο δὲ λέγει καὶ ὁ ἐξ ἐθνῶν· Εἰ µὴ ἐσώθην ἐγὼ, οὐκ ἂν ἐζήλωσας σύ. Εἰ δὲ καὶ ὃ πλεονεκτοῦµεν βούλει µαθεῖν, ἐγὼ µὲν ἐκ τοῦ πιστεῦσαι, σὲ σώζω· σὺ δὲ προσκεκρουκὼς, πάροδον ἡµῖν δέδωκάς σου προτέραν. Εἶτα πάλιν αἰσθόµενος, ὅτι καθήψατο αὐτῶν, τὸ πρότερον ἀναλαµβάνει καί φησιν· Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσµου, τίς ἡ πρόσληψις, εἰ µὴ ζωὴ ἐκ νεκρῶν; Ἀλλὰ καὶ τοῦτο αὐτοὺς καταδικάζει πάλιν, εἴ γε ἄλλοι µὲν ἐκ τῶν ἁµαρτηµάτων αὐτῶν ἐκέρδανον, οὗτοι δὲ οὐδὲ ἐκ τῶν ἑτέρωνκατορθωµάτων ὠφελήθησαν. Εἰ δὲ τὸ ἐξ ἀνάγκης συµβὰν, τοῦτο ἐκείνων εἶναί φησι, µὴ θαυµάσῃς· ἵνα γὰρ καὶ τούτους, ὃ πολλάκις εἶπον, καταστείλῃ κἀκείνους προτρέψῃ, οὕτω σχηµατίζει τὸν λόγον. Ὅπερ γὰρ ἔφθην εἰπὼν, κἂν µυριάκις ἀπεβλήθησαν Ἰουδαῖοι, πίστιν δὲ µὴ ἐπεδείξαντο τὰ ἔθνη, οὐκ ἂν ἐσώθησάν ποτε. Ἀλλὰ τῷ ἠσθενηκότι παρίσταται µέρει, καὶ βοηθεῖ τῷ πεπονηκότι. Ὅρα δὲ καὶ ἐν οἷς χαρίζεται διὰ ῥηµάτων αὐτοὺς παραµυθούµενος µόνον. Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, φησὶ, καταλλαγὴ κόσµου. Καὶ τί τοῦτο πρὸς Ἰουδαίους; Τίς ἡ πρόσληψις, εἰ µὴ ζωὴ ἐκ νεκρῶν; Ἀλλ' οὐδὲ τοῦτό τι πρὸς ἐκείνους, εἰ µὴ προσελήφθησαν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ὀργιζόµενος αὐτοῖς, τοσαῦτα ἐχαρίσατο ἑτέροις, ὅταν αὐτοῖς καταλλαγῇ, τί οὐ χαριεῖται; Ἀλλ' ὥσπερ ἡ ἀνάστασις τῶν νεκρῶν οὐ διὰ τὴν πρόσληψιν αὐτῶν, οὕτως οὐδὲ νῦν ἡ σωτηρία ἡ ἡµετέρα δι' αὐτούς· ἀλλ' ἐξεβλήθησαν µὲν ἐκ τῆς ἀνοίας αὐτῶν, ἐσώθηµεν δὲ ἀπὸ τῆς πίστεως ἡµεῖς καὶ τῆς ἄνωθεν χάριτος. Τούτων δὲ οὐδὲν ἐκείνους ὠφελῆσαι δυνήσεται, εἰ µὴ τὴν προσήκουσαν ἐπιδείξαιντο πίστιν. Πλὴν ἀλλὰ τὰ αὐτῷ συνήθη ποιῶν, προάγει τὸν λόγον εἰς ἕτερον ἐγκώµιον, οὐκ ὂν ἐγκώµιον, ἀλλὰ δοκοῦν εἶναι µόνον, τοὺς ἀρίστους τῶνἰατρῶν µιµούµενος, οἳ τοσαῦτα παραµυθοῦνται τοὺς κάµνοντας, ὅσα ἡ τῆς ἀῤῥωστίας ἐνδίδωσι φύσις. Τί γάρ φησιν; Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραµα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι· ἀπαρχὴν ἐνταῦθα καὶ ῥίζαν καλῶν, τοὺς περὶ τὸν Ἀβραὰµ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, τοὺς προφήτας, τοὺς πατριάρχας, τοὺς ἐπὶ τῆς Παλαιᾶςεὐδοκιµηκότας ἅπαντας· κλάδους δὲ τοὺς ἐξ αὐτῶν πιστεύσαντας. Εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ τὸ πολλοὺς ἠπιστηκέναι, ὅρα πῶς αὐτὸ πάλιν ὑποτέµνεται, καί φησιν· Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν. Καὶ µὴν ἄνω ἔλεγες, ὅτι οἱ πλείους ἀπώλοντο, καὶ ὀλίγοι διεσώθησαν· πῶς οὖν ἐνταῦθα ἐπὶ τῶν ἀπολλυµένων τὸ, Τινὲς, τέθεικας, ὅπερ ὀλιγότητός ἐστιν ἐµφαντικόν; Οὐκ ἐµαυτῷ, φησὶ, περιπίπτων, ἀλλὰ θεραπεῦσαι σπεύδων καὶ ἀνακτήσασθαι τοὺς πεπονηκότας. Εἶδες πῶς διὰ παντὸς τοῦ χωρίου δείκνυται τοῦτο κατασκευάζων, τὸ βούλεσθαι παραµυθήσασθαι αὐτούς; κἂν ἀνέλῃς αὐτὸ, πολλὰ ἕψεται τὰ ἐναντιώµατα. Σὺ δέ µοι σκόπει αὐτοῦ τὴν σοφίαν, πῶς δοκῶν ὑπὲρ αὐτῶν λέγειν, καὶ παραµυθίαν αὐτοῖς ἐπινοεῖν, καὶ πλήττει λανθανόντως, καὶ πάσηςἀπολογίας δείκνυσιν ἐστερηµένους, ἀπὸ τῆς ῥίζης, ἀπὸ τῆς ἀπαρχῆς. Ἐννόησον γὰρ πονηρίαν τῶν κλάδων, ὅτε µηδὲ ῥίζαν ἔχοντες γλυκεῖαν, µιµοῦνται αὐτήν· καὶ τὴν κακίαν τοῦ φυράµατος, ὅταν µηδὲ ἀπὸ τῆς ἀπαρχῆς µεταβάλληται. Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν. Καὶ µὴν τὸ πλέον ἐξεκλάσθη· ἀλλ', ὅπερ ἔφην, βούλεται αὐτοὺς παραµυθεῖσθαι.∆ ιὰ τοῦτο οὐδὲ παρ' ἑαυτοῦ, ἀλλὰ παρ' ἐκείνων εἰσάγει τὸν λόγον, καὶ ἐν τούτῳ λανθανόντως αὐτῶν καθικνούµενος, καὶ δεικνὺς τῆς τοῦ Ἀβραὰµσυγγενείας ἐκπεπτωκότας· τοῦτο γὰρ ἦν, ὃ ἔσπευδεν εἰπεῖν, ὅτι οὐδὲν κοινὸν πρὸς ἐκεῖνον ἔχουσιν. Εἰ γὰρ ἁγία ἡ ῥίζα, οὗτοι δὲ οὐχ ἅγιοι, ἄρα πόῤῥω τῆς ῥίζης οὗτοι. Εἶτα δοκῶν παραµυθήσασθαι τὸν Ἰουδαῖον, πάλιν πλήττει διὰ τῆς κατηγορίας τοὺς ἐξ ἐθνῶν· εἰπὼν γὰρ, Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, ἐπήγαγε· Σὺ δὲ ἀγριέλαιος ὢν, ἐνεκεντρίσθης. Ὅσῳ γὰρ ἂν εὐτελὴς ᾖ ὁ ἐξ ἐθνῶν, τοσούτῳ µᾶλλον ὁ Ἰουδαῖος ἀλγεῖ τοῖς αὐτοῦ τοῦτον ἐντρυφῶντα ὁρῶν· κἀκείνῳ δὲ οὐ τοσαύτη ἀπὸ τῆς εὐτελείας ἡ αἰσχύνη, ὅση ἀπὸ τῆς µεταβολῆς ἡ τιµή. Καὶ σκόπει σοφίαν· οὐκ εἶπεν, Ἐνεφυτεύθης, ἀλλ', Ἐνεκεντρίσθης, ἐν τούτῳ πάλιν δάκνων τὸν Ἰουδαῖον, καὶ δεικνὺς ἐν τῷ δένδρῳ τῷ αὐτοῦ τὸν ἐξ ἐθνῶν ἑστηκότα, καὶτοῦτον κείµενον χαµαί.∆ ιόπερ οὐδὲ µέχρι τούτου ἔστη, οὐδὲ εἰπὼν, Ἐνεκεντρίσθης, ἀπηλλάγη, καίτοι τὸ πᾶν ἐδήλωσε τούτῳ· ἀλλ' ὅµως ἐνδιατρίβει τῇ εὐηµερίᾳ τούτου, καὶ εὐρύνει τὴν εὐδοκίµησιν, λέγων· Καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου. Καὶ δοκεῖ µὲν αὐτὸν ἐν τάξει προσθήκης τεθεικέναι· δείκνυσι δὲ οὐδὲν αὐτὸν ταύτῃ παραβλαπτόµενον, ἀλλὰ τὸ πᾶν ἔχοντα, ὅσον εἶπεν ὁ κλάδος ὁ ἐκ τῆς ῥίζης ἀναβάς. Ἵνα γὰρ µὴ ἀκούσας, Σὺ δὲ ἐνεκεντρίσθης, ἠλαττῶσθαι αὐτὸν νοµίσῃς πρὸς τὸν ἔµφυτον κλάδον συγκρίνων, ὅρα πῶς αὐτὸν ἐξισοῖ λέγων· Καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου· τουτέστιν, εἰς τὴν αὐτὴν κατέστης εὐγένειαν, εἰς τὴν αὐτὴν φύσιν. Εἶτα ἐπιπλήξας, καὶ εἰπὼν, Μὴ κατακαυχῶ τῶν κλάδων, δοκεῖ µὲν παραµυθεῖσθαι τὸν Ἰουδαῖον, δείκνυσι δὲ αὐτοῦ τὸ εὐτελὲς καὶ τὴν πολλὴν ἀτιµίαν.∆ ιὰ τοῦτο οὐδὲ εἶπε, Μὴ καυχῶ, ἀλλὰ, Μὴ κατακαυχῶ, µὴ κατ' ἐκείνων καυχῶ ὥστε αὐτοὺς ἀποῤῥῆξαι· καὶ γὰρ εἰς τὰ ἐκείνων ἕστηκας, τῶν ἐκείνων ἀπολαύεις.
19.5
Ὁρᾷς πῶς δοκεῖ µὲν ἐπιπλήττειν τούτοις, δάκνει δὲ ἐκείνους; Εἰ δὲ κατακαυχᾶσαι, φησὶν, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ' ἡ ῥίζα σέ. Τί οὖν πρὸς τοὺς κλάδους τοῦτο τοὺς ἐκκοπέντας; Οὐδέν. Ὅπερ γὰρ ἔφθην εἰπὼν, σκιάν τινα παραµυθίας ἀσθενῆ δοκῶν ἐπινοεῖν, καὶ ἐν αὐτῷ τῷ πρὸς τὸν ἐξ ἐθνῶν ἀποτείνεσθαι, καιρίαν αὐτοῖς δίδωσι πληγήν. Εἰπὼν γὰρ, Μὴ κατακαυχῶ, καὶ ὅτι Εἰ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἔδειξε τῷ Ἰουδαίῳ, ὅτι καυχήσεως ἄξια τὰ γεγενηµένα, εἰ καὶµὴ κατακαυχᾶσθαι δεῖ· καὶ διεγείρων αὐτὸν καὶ παροξύνων εἰς πίστιν, καὶ ἐν τάξει συνηγόρου βάλλων, καὶ δεικνὺς αὐτῷ τὴν ζηµίαν, ἣν ὑπέµεινε, καὶ ὅτι τὰ ἐκείνωνκατέχουσιν ἕτεροι. Ἐρεῖς οὖν, φησὶ, Ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. Πάλιν ἐν τάξει ἀντιθέσεως τὸ ἐναντίον τῷ προτέρῳ κατασκευάζει, δεικνὺς ὅτι καὶ τὰ µικρῷ ἔµπροσθεν εἰρηµένα οὐχὶ προηγουµένως ἔλεγεν, ἀλλὰ ἐφελκόµενος αὐτούς. Οὐκέτι γὰρ τῷ αὐτῶν παραπτώµατι ἡ σωτηρία τοῖς ἔθνεσιν, οὐδὲ τὸ παράπτωµα αὐτῶν πλοῦτος κόσµου, οὐδὲ διὰ τοῦτο ἐσώθηµεν ἐπειδὴ ἔπεσον, ἀλλὰ τοὐναντίον. Καὶ δείκνυσι προηγουµένην καὶ τὴν εἰς τὰ ἔθνη πρόνοιαν, εἰ καὶ δοκεῖ ἑτέρως σχηµατίζειν τὰ εἰρηµένα· καὶ ὅλον τὸ χωρίον δι' ἀντιθέσεως ὑφαίνει, ἑαυτὸν ἀπαλλάττων τῆς κατὰ τὴν ἀπέχθειαν ὑπονοίας, καὶ εὐπαράδεκτον ποιῶν τὸν λόγον. Καλῶς. Ἐπῄνεσε τὸ εἰρηµένον· εἶτα καὶ φοβεῖ πάλιν λέγων· Τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἐνεκεντρίσθης. Ἰδοὺ πάλιν ἕτερον αὐτῶν ἐγκώµιον, καὶ ἐκείνων κατηγορία. Ἀλλὰ πάλιν αὐτῶν καταστέλλει τὸ φύσηµα, ἐπάγων καὶ λέγων· Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. Οὐ γὰρ φύσεως τὸ πρᾶγµά ἐστιν, ἀλλὰ πίστεως καὶ ἀπιστίας. Καὶ δοκεῖ µὲν πάλιν ἐπιστοµίζειν τὸν ἐξ ἐθνῶν, διδάσκει δὲ τὸν Ἰουδαῖον, ὅτι οὐ δεῖ τῇ τῆς φύσεως συγγενείᾳ προσέχειν· διὸ καὶ ἐπάγει· Μὴ ὑψηλοφρόνει. Καὶ οὐκ εἶπε, Ταπεινοῦ, ἀλλὰ, Φοβοῦ· ἡ γὰρ ἀπόνοια καταφρόνησιν ἐµποιεῖ καὶ ῥᾳθυµίαν. Εἶτα µέλλων ἐκτραγῳδεῖν αὐτῶν τὴν συµφορὰν, ὥστε ἀνεπαχθέστερον ποιῆσαι τὸν λόγον, ἐν τάξει τῆς πρὸς ἐκεῖνον ἐπιτιµήσεως αὐτὸ τίθησιν οὕτω λέγων· Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο· καὶ οὐκ εἶπεν, Οὐδὲ σοῦ φείσεται, ἀλλὰ, Μή πως οὐδὲ σοῦ φείσηται· ὑποτεµνόµενος τοῦ λόγου τὸ φορτικὸν, καὶ ποιῶν ἐναγώνιον τὸν πιστὸν εἶναι, κἀκείνους ἐφελκόµενος, καὶ τούτους καταστέλλων. Ἴδε οὖν χρηστότητα καὶ ἀποτοµίαν Θεοῦ. Ἐπὶ µὲν τοὺς πεσόντας, ἀποτοµίαν· ἐπὶ δὲ σὲ, χρηστότητα, ἐὰν ἐπιµείνῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. Καὶ οὐκ εἶπεν, Ἴδε οὖν κατόρθωµα σὸν, ἴδε οὖν πόνους σοὺς, ἀλλὰ Θεοῦ φιλανθρωπίαν, δεικνὺς ὅτι τὸ πᾶν τῆς χάριτος τῆς ἄνωθεν γέγονε, καὶ παρασκευάζων τρέµειν. Ἡ γὰρ ὑπόθεσις τῆς καυχήσεως, αὕτη σε ποιεῖ δεδοικέναι. Ἐπεὶ γὰρ χρηστὸς περὶ σὲ γέγονεν ὁ∆ εσπότης, διὰ τοῦτο φοβοῦ· οὐ γὰρ ἀκινητά σοι µένει τὰ ἀγαθὰ, ἐὰν ῥᾳθυµῇς· ὥσπερ οὖν οὐδὲ ἐκείνοις τὰ κακὰ, ἐὰν µεταβάλωνται. Καὶ γὰρ σὺ, φησὶν, ἐὰν µὴ ἐπιµείνῃς τῇ πίστει, ἐκκοπήσῃ. Καὶ ἐκεῖνοι δὲ, ἐὰν µὴ ἐπιµείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. Οὐ γὰρ ὁ Θεὸς αὐτοὺς ἐξέκοψεν, ἀλλ' αὐτοὶ ἐξεκλάσθησαν, καὶ ἔπεσον. Καὶ καλῶς εἶπεν, Ἐξεκλάσθησαν· οὐδέποτε γὰρ οὕτως αὐτοὺς ἐξέβαλε, καίτοι πολλὰ πολλάκις ἡµαρτηκότας. Εἶδες ὅσον τῆς προαιρέσεως τὸ κῦρος; πόση τῆς γνώµης ἡ ἐξουσία; Οὐδὲν γὰρ τούτων ἀκίνητον, οὔτε τὸ σὸν καλὸν, οὔτε τὸ ἐκείνου κακόν. Εἶδες πῶς καὶ ἐκεῖνον ἀπογινώσκοντα ἀνέστησε, καὶ τοῦτον θαῤῥοῦντα κατέστειλε; Μήτε γὰρ σὺ ἀποτοµίαν ἀκούων, ἀπαγορεύσῃς, µήτε σὺ χρηστότητα, θαῤῥήσῃς.∆ ιὰ τοῦτό σε ἀποτόµως ἐξέκοψεν, ἵνα ποθήσῃς ἐπανελθεῖν· διὰ τοῦτο περὶ σὲ χρηστότητα ἐνεδείξατο, ἵνα ἐπιµείνῃς. Καὶ οὐκ εἶπε, Τῇ πίστει, ἀλλὰ, Τῇ χρηστότητι, τουτέστιν, ἂν ἄξια τῆς τοῦ Θεοῦ φιλανθρωπίας πράττῃς· οὐ γὰρ πίστεως δεῖ µόνον. Ὁρᾷς πῶς οὔτε ἐκείνους ἀφῆκε κεῖσθαι, οὔτε τούτους µέγα φρονεῖν, ἀλλὰ καὶ παρεζήλωσε τούτους, πάλιν δι' ἐκείνων δοὺς τῷ Ἰουδαίῳ στῆναι εἰς τὸντούτου τόπον, καθάπερ ἐκεῖνος προκατέλαβε τὸ τούτου χωρίον; Καὶ τὸν µὲν ἐξ ἐθνῶν ἀπὸ τῶν Ἰουδαίων φοβεῖ καὶ τῶν ἐκείνοις συµβεβηκότων, ἵνα µὴ ἐπαίρωνται κατ' αὐτῶν· τὸν δὲ Ἰουδαῖον ἀπὸ τῶν τῷ Ἕλληνι παρασχεθέντων θαῤῥεῖν παρασκευάζει. Καὶ γὰρ καὶ σὺ ἐκκοπήσῃ, φησὶν, ἐὰν ῥᾳθυµῇς· καὶ γὰρ ὁ Ἰουδαῖος ἐξεκόπη· καὶ ἐκεῖνος ἐγκεντρισθήσεται, ἐὰν σπουδάζῃ· καὶ γὰρ καὶ σὺ ἐνεκεντρίσθης. Πάνυ δὲ συνετῶς ὅλον τὸν λόγον πρὸς τὸν ἐξ ἐθνῶν τρέπει, ἅπερ ἀεὶ ποιεῖν εἴωθεν, ἐν τῇ τῶν ἰσχυροτέρων ἐπιπλήξει τοὺς ἀσθενεῖς διορθούµενος. Τοῦτο καὶ ἐν τῷ τέλει τῆς Ἐπιστολῆς ἐργάζεται, περὶ τῆς τῶν σιτίων διαλεγόµενος παρατηρήσεως. Εἶτα καὶ ἐκ τῶν παρελθόντων αὐτὸ κατασκευάζει, καὶ οὐκ ἀπὸ τῶν µελλόντων µόνον· ὅπερ µᾶλλον ἔπειθε τὸν ἀκροατήν. Καὶ µέλλων λογισµῶν ἀκολουθίαν τηρεῖν ἀναντίῤῥητον, πρότερον ἀπὸ τῆς τοῦ Θεοῦ δυνάµεως τὴν ἀπόδειξιν τίθησιν. Εἰ γὰρ καὶ ἀπεκόπησαν καὶ ἀπεῤῥίφθησαν, καὶ ἄλλοι τὰ αὐτῶν προκατέλαβον, µηδὲ οὕτως ἀπογνῷς·∆ υνατὸς γάρ ἐστι, φησὶ, πάλιν ὁ Θεὸς ἐγκεντρίσαι αὐτοὺς, ὁ καὶ τὰ ὑπὲρ ἐλπίδα ποιῶν. Εἰ δὲ καὶ πραγµάτων τάξιν ζητεῖς καὶ λογισµῶν ἀκολουθίαν, ἔχεις οἴκοθεν τὸ ὑπόδειγµα µετὰ πλείονος τῆς περιουσίας. Εἰ γὰρ σὺ, φησὶν, ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ µᾶλλον οὗτοι, οἳ κατὰφύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Εἰ γὰρ τὸ παρὰ φύσιν ἴσχυσεν ἡ πίστις, πολλῷ µᾶλλον τὸ κατὰ φύσιν. Εἰ γὰρ οὗτος τῶν κατὰ φύσιν αὐτοῦ πατέρων ἐκκοπεὶς, ἦλθε παρὰ φύσιν πρὸς Ἀβραὰµ, πολλῷ µᾶλλον σὺ τὸ οἰκεῖον ἀπολαβεῖν δυνήσῃ, Τοῦ µὲν γὰρἐθνικοῦ τὸ µὲν κακὸν κατὰ φύσιν· ἀγριέλαιος γὰρ κατὰ φύσιν ἦν· τὸ δὲ καλὸν, παρὰ φύσιν· παρὰ φύσιν γὰρ ἐνεκεντρίσθη τῷ Ἀβραάµ· σοῦ δὲ τοὐναντίον τὸ καλὸν κατὰ φύσιν· οὐ γὰρ ἐν ἀλλοτρίᾳ ῥίζῃ, ὥσπερ ὁ ἐθνικὸς, ἀλλ' ἐν οἰκείᾳ παγήσῃ, ἐὰν βουληθῇς ἐπανελθεῖν. Τίνος οὖν ἂν εἴης ἄξιος συγγνώµης, ὅταν τοῦ ἐθνικοῦ τὸ παρὰ φύσιν δυνηθέντος, σὺ τὸ κατὰ φύσιν µὴ ἰσχύσῃς, ἀλλὰ καὶ τοῦτο προδῷς; Εἶτα ἐπειδὴ εἶπε, Παρὰ φύσιν, καὶ, Ἐνεκεντρίσθης, ἵνα µὴ πλέον τι τὸν Ἰουδαῖον ἔχειν νοµίζῃς, πάλιν αὐτὸ διορθοῦται, λέγων καὶ αὐτὸν ἐγκεντρίζεσθαι· Πόσῳ µᾶλλον οὗτοι, φησὶν, οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Καὶ πάλιν,∆ υνατὸς ὁ Θεὸς ἐγκεντρίσαι αὐτούς. Καὶ πρὸ τούτου δέ φησιν, ὅτι ἐὰν µὴ ἐπιµείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. Παρὰ φύσιν δὲ καὶ κατὰ φύσιν ὅταν ἀκούσῃς αὐτοῦ συνεχῶς λέγοντος, µὴ τὴν ἀκίνητον ταύτην φύσιν νόµιζε λέγειν αὐτὸν, ἀλλὰ καὶ τὸ εἰκὸς καὶτὸ ἀκόλουθον, καὶ τὸ ἀπεικὸς πάλιν τούτοις δηλοῦν τοῖς ὀνόµασιν. Οὐ γὰρ φυσικὰ τὰ καλὰ καὶ τὰ µὴ τοιαῦτα, ἀλλὰ γνώµης καὶ προαιρέσεως µόνης. Σκόπει δὲ αὐτοῦ καὶ τὸ ἀνεπαχθές. Εἰπὼν γὰρ, ὅτι Καὶ σὺ ἐκκοπήσῃ, ἐὰν µὴ ἐπιµείνῃς τῇ πίστει, καὶ οὗτοι ἐγκεντρισθήσονται, ἐὰν µὴ ἐπιµείνωσι τῇ ἀπιστίᾳ, τὸ σκυθρωπότερον ἀφεὶς, τὸ χρηστότερον κατασκευάζει, καὶ εἰς αὐτὸ τελευτᾷ, µεγάλας τοῖς Ἰουδαίοις ὑφαίνων ἐλπίδας, εἰ βουληθεῖεν.∆ ιὸ καὶ ἐπάγει λέγων· Οὐ γὰρ θέλω ὑµᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ µυστήριον τοῦτο, ἵνα µὴ ἦτε παρ' ἑαυτοῖς φρόνιµοι· µυστήριον ἐνταῦθα, τὸ ἀγνοούµενον καὶ ἀπόῤῥητον λέγων, καὶ πολὺ µὲν τὸ θαῦµα, πολὺ δὲ τὸ παράδοξον ἔχον· ὥσπερ καὶ ἀλλαχοῦ φησιν· Ἰδοὺ µυστήριον ὑµῖν λέγω, πάντες µὲν οὐ κοιµηθησόµεθα, πάντες δὲ ἀλλαγησόµεθα. Τί οὖν ἐστι τὸ µυστήριον; Ὅτι πώρωσις τῷ Ἰσραὴλ ἀπὸ µέρους γέγονεν. Ἐνταῦθα πάλιν πλήττει τὸν Ἰουδαῖον, δοκῶν καταστέλλειν τὸν ἐξ ἐθνῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅπερ καὶ ἔµπροσθεν ἔλεγεν, ὅτι οὐκ ἐξ ὁλοκλήρου ἡ ἀπιστία, ἀλλὰ ἐκ µέρους, ὥσπερ ὅταν λέγῃ· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐµὲ λελύπηκεν, ἀλλ' ἀπὸ µέρους, ἵνα µὴ ἐπιβαρῶ πάντας ὑµᾶς· καὶ, Ἐὰν ὑµῶν πρῶτον ἀπὸ µέρους ἐµπλησθῶ. Οὕτω δὴ καὶ ἐνταῦθά φησι τοῦτο, ὅπερ ἀνωτέρω ἔλεγεν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ, ὃν προέγνω; καὶ πάλιν, Τί οὖν; ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Τοῦτο δὴ καὶ ἐνταῦθα λέγει· ὅτι οὐχ ὁλόκληρον ἀνασπᾶται τὸ ἔθνος, ἀλλὰ καὶ ἤδη πολλοὶ ἐπίστευσαν, καὶ µέλλουσι πάλιν πιστεύειν. Εἶτα ἐπειδὴ µέγα ἐπηγγείλατο, φέρει µάρτυρα τὸν προφήτην οὕτω λέγοντα. Ὅτι µὲν γὰρ πώρωσις γέγονεν, οὐ παράγει µαρτυρίαν· καὶ γὰρ δῆλον ἅπασιν ἦν· ὅτι δὲ πιστεύσουσι καὶ σωθήσονται, τὸν Ἡσαΐαν πάλιν εἰσάγει βοῶντα, καὶ λέγοντα· Ἥξει ἐκ Σιὼν ὁ ῥυόµενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Εἶτα τὸ παράσηµον τῆς σωτηρίας τιθεὶς, ἵνα µή τις εἰς τοὺς ἔµπροσθεν αὐτὸ χρόνους ἑλκύσῃ καὶ συζεύξῃ, φησί· Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐµοῦ διαθήκη, ὅταν ἀφέλωµαι τὰς ἁµαρτίας αὐτῶν· οὐχ ὅταν περιτµηθῶσιν, οὐχ ὅταν θύσωσιν, οὐχ ὅταν τὰ ἄλλα νόµιµα ποιῶσιν, ἀλλ' ὅταν ἁµαρτηµάτων ἀφέσεως τύχωσιν. Εἰ τοίνυν τοῦτο ἐπήγγελται, γέγονε δὲ ἐπ' αὐτῶν οὐδέπω, οὐδὲ ἀπήλαυσαν τῆς διὰ τοῦ βαπτίσµατος ἀφέσεως, πάντως ἔσται· διὸ καὶ ἐπήγαγεν· Ἀµεταµέλητα γὰρ τὰ χαρίσµατα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Καὶ οὐδὲ τούτῳ µόνον αὐτοὺς παραµυθεῖται, ἀλλὰ καὶ τῷ ἤδη συµβεβηκότι· καὶ ὅπερ ἐξ ἀκολουθίας συνέβη, τοῦτο ὡς προηγούµενον τίθησιν, οὕτω λέγων· Κατὰ µὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑµᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας. Ἵνα γὰρ µὴ φυσᾶται ὁ ἐξ ἐθνῶν, λέγων, Ἐγὼ ἕστηκα, µή µοι λέγε, τί ἂν ἐγένετο, ἀλλὰ τί γέγονε, καὶ ἐντεῦθεν αὐτὸν καταστέλλει λέγων, Κατὰ µὲντὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑµᾶς. Ἐπειδὴ γὰρ ὑµεῖς ἐκλήθητε, φιλονεικότεροι γεγόνασιν ἐκεῖνοι.
19.7
Ἀλλ' ὅµως ὁ Θεὸς οὐδὲ οὕτως ἀνέκοψεν ὑµῶν τὴν κλῆσιν, ἀλλ' ἀναµένει πάντας τοὺς ἐξ ἐθνῶν µέλλοντας πιστεύειν εἰσελθεῖν, καὶ τότε κἀκεῖνοι ἥξουσιν. Εἶτα χαρίζεται καὶ ἑτέραν τινὰ χάριν αὐτοῖς λέγων· Κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας. Καὶ τί τοῦτο; Ἔνθα µὲν γὰρ ἐχθροὶ, ἡ κόλασις αὐτῶν· ἔνθα δὲ ἀγαπητοὶ, οὐδὲν πρὸς αὐτοὺς ἡ τῶν προγόνων ἀρετὴ, ἐὰν µὴ πιστεύσωσιν. Ἀλλ' ὅµως, ὅπερ ἔφθην εἰπὼν, οὐ παύεται ῥήµασιν αὐτοὺς παραµυθούµενος, ἵνα ἐφελκύσηται∆ ιὸ καὶ ἑτέρωθεν κατασκευάζων τὸ ἔµπροσθενεἰρηµένον, φησίν· Ὥσπερ γὰρ καὶ ὑµεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νυνὶ δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ· οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑµετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι. Συνέκλεισε γὰρ τοὺς πάντας ὁ Θεὸς εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.∆ είκνυσιν ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πρότερον κεκληµένους, εἶτα ἐπειδὴ οὐκ ἠθέλησαν, τοὺς Ἰουδαίους ἐκλεγέντας, καὶ τὸ αὐτὸ πάλιν συµβὰν µετὰ ταῦτα· ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι, πάλιν προσήχθη τὰ ἔθνη. Ἀλλ' οὐ µέχρι τούτου ἵσταται, οὐδὲ εἰς τὴν ἐκβολὴν αὐτῶν καταστρέφει τὸ πᾶν, ἀλλ' εἰς τὸ καὶ αὐτοὺς ἐλεηθῆναι πάλιν. Ὅρα πόσον δίδωσι τοῖς ἐξ ἐθνῶν· ὅσον ἔµπροσθεν τοῖς Ἰουδαίοις. Ἐπειδὴ γὰρ ὑµεῖς ἠπειθήσατε, φησὶν, οἱ ἐξ ἐθνῶν ποτε, προσῆλθον οἱ Ἰουδαῖοι· πάλιν ἐπειδὴ οὗτοι ἠπείθησαν, προσήλθετε ὑµεῖς. Οὐ µὴν εἰς τέλος ἀπολοῦνται· Συνέκλεισε γὰρ τοὺς πάντας εἰς ἀπείθειαν ὁ Θεός· τουτέστιν, ἤλεγξεν, ἀπέδειξεν ἀπειθοῦντας, οὐχ ἵνα µείνωσιν ἀπειθοῦντες, ἀλλ' ἵνα τοὺς ἑτέρους διὰ τῆς ἑτέρων σώσῃ φιλονεικίας, τούτους δι' ἐκείνων, κἀκείνους διὰ τούτων. Σκόπει δέ· ἠπειθήσατε ὑµεῖς, καὶ οὗτοι ἐσώθησαν· πάλιν οὗτοι ἠπείθησαν, καὶ ὑµεῖς ἐσώθητε· οὐ µὴν οὕτως ἐσώθητε, ὡς πάλιν ἐξελθεῖν, καθάπερ οἱ Ἰουδαῖοι, ἀλλ' ὥστε αὐτοὺς ἐπισπάσασθαι τῷ ζήλῳ µένοντες. Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίµατα αὐτοῦ! Ἐνταῦθα ἐπὶ τοὺς προτέρους χρόνους ἐπανελθὼν, καὶ τὴν ἄνωθεντοῦ Θεοῦ κατανοήσας οἰκονοµίαν τὴν ἐξ οὗπερ ὁ κόσµος ἐγένετο µέχρι τοῦ παρόντος, καὶ λογισάµενος πῶς ποικίλως πάντα ᾠκονόµησε, ἐξεπλάγη καὶἀνεβόησε, πιστούµενος τοὺς ἀκούοντας, ὅτι ἔσται πάντως ἅπερ εἶπεν. Οὐ γὰρ ἂν ἀνεβόησε καὶ ἐξεπλάγη, εἰ µὴ πάντως ἔµελλεν ἔσεσθαι τοῦτο. Καὶ ὅτι µὲν βάθος ἐστὶν, οἶδε· πόσον δὲ, οὐκ οἶδε· θαυµάζοντος γάρ ἐστιν ἡ ῥῆσις, οὐκ εἰδότος τὸ πᾶν. Θαυµάσας δὲ καὶ ἐκπλαγεὶς τὴν χρηστότητα, καὶ κατὰ τὸ ἐγχωροῦν αὐτῷ διὰ δύο τῶν ἐπιτατικῶν ὀνοµάτων αὐτὴν ἀνεκήρυξε, τοῦ πλούτου καὶτοῦ βάθους, καὶ ἐξεπλάγη, ὅτι καὶ ἠθέλησε καὶ ἴσχυσε ταῦτα, καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατεσκεύασεν. Ὡς ἀνεξερεύνητα τὰ κρίµατα αὐτοῦ! Οὐ γὰρ µόνον καταληφθῆναι αὐτὰ ἀδύνατον, ἀλλ' οὐδὲ ἐρευνηθῆναι. Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τουτέστιν αἱ οἰκονοµίαι· καὶ γὰρ αὗται οὐ µόνον γνωσθῆναι, ἀλλ' οὐδὲ ζητηθῆναι δύνανται. Οὐδὲ γὰρ ἐγὼ, φησὶν, εὗρον ἅπαντα, ἀλλὰ µέρος µικρὸν, οὐ τὸ πᾶν· µόνος γὰρ αὐτὸς οἶδε τὰ αὑτοῦ σαφῶς.∆ ιὸ καὶ ἐπήγαγε· Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύµβουλος αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; Ὃ δὲ λέγει. τοιοῦτόν ἐστιν· ὅτι οὕτω σοφὸς ὢν, οὐδὲ παρ' ἑτέρου σοφός ἐστιν, ἀλλ' αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν· καὶ τοσαῦτα ἐργασάµενος καὶ χαρισάµενος ἡµῖν, οὐ παρ' ἑτέρου δανεισάµενος ταῦτα ἔδωκεν, ἀλλ' οἴκοθεν ἀναβλύσας, οὐδὲ ἀµοιβὴν ὀφείλων τινὶ, ὡςπαρ' αὐτοῦ εἰληφώς τι, ἀλλ' αὐτὸς κατάρχων ἀεὶ τῶν εὐεργεσιῶν. Τοῦτο γὰρ µάλιστά ἐστι πλούτου, τὸ καὶ ὑπερχεῖσθαι καὶ µὴ δεῖσθαι ἑτέρου.∆ ιὸ καὶ ἐπήγαγεν· Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα. Αὐτὸς εὗρεν, αὐτὸς ἐποίησεν, αὐτὸς συγκροτεῖ· καὶ γὰρ καὶ πλούσιός ἐστι, καὶ οὐ δεῖται παρ' ἑτέρου λαβεῖν· καὶ σοφός ἐστι, καὶ οὐ δεῖται συµβούλου. Τί λέγω συµβούλου; Οὐδὲ εἰδέναι τις δύναται τὰ αὐτοῦ, ἀλλ' ἢ µόνος αὐτὸς ὁ πλούσιος καὶ σοφός. Καὶ γὰρ πολλοῦ πλούτου, τὸ τοὺς ἐξ ἐθνῶν εὐπόρους οὕτω ποιῆσαι, καὶ πολλῆς σοφίας, τὸ τοὺς Ἰουδαίων καταδεεστέρους Ἰουδαίωνδιδασκάλους κατασκευάσαι. Εἶτα, ἐπειδὴ ἐξεπλάγη, καὶ εὐχαριστίαν ἀναφέρει λέγων· Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀµήν. Ὅταν γάρ τι τοιοῦτον λέγῃ µέγα καὶ ἀπόῤῥητον, θαυµάζων εἰς δόξαν καταλήγει. Τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ ποιεῖ· καὶ γὰρ καὶ ἐκεῖ θαυµάσας, αὐτὸ δὴ τοῦτο ὅπερ καὶ ἐνταῦθα ἐπήγαγεν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀµήν.
19.8
Τοῦτον δὴ καὶ ἡµεῖς µιµώµεθα, καὶ πανταχοῦ τὸν Θεὸν δοξάζωµεν διὰ τῆς κατὰ τὸν βίον ἐπιµελείας, µηδὲ προγόνων ἀρεταῖς θαῤῥῶµεν, τὸ κατὰτοὺς Ἰουδαίους εἰδότες παράδειγµα. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν αὕτη παρὰ Χριστιανοῖς ἡ συγγένεια, ἀλλ' ἡ κατὰ Πνεῦµα ἀγχιστεία. Οὕτω καὶ ὁ Σκύθης τοῦ Ἀβραὰµ γίνεται παῖς, καὶ ὁ ἐκείνου παῖς τοῦ Σκύθου πάλιν ἀλλοτριώτερος καθίσταται. Μὴ τοίνυν κατορθώµασι πατέρων θαῤῥῶµεν, ἀλλὰ, κἂν θαυµαστὸν ἔχῃς τὸν γεγεννηκότα, µὴ νοµίσῃς ἀρκεῖν σοι τοῦτο εἰς σωτηρίαν, ἢ εἰς τιµὴν καὶδόξαν, ἐὰν µὴ συγγενὴς αὐτῷ γένῃ κατὰ τοὺς τρόπους· ὥσπερ οὖν κἂν φαῦλον ἔχῃς, µὴ νόµιζε καταδικάζεσθαι ἐντεῦθεν καὶ αἰσχύνεσθαι, εἴ γε τὰ κατὰ σαυτὸν διαθῇς καλῶς. Τί γὰρ τῶν ἐθνῶν ἀτιµότερον; ἀλλ' ὅµως τῇ πίστει ταχέως τῶν ἁγίων γεγόνασι συγγενεῖς. Τί δὲ Ἰουδαίων οἰκειότερον; ἀλλ' ὅµως διὰ τὴν ἀπιστίαν ἠλλοτριώθησαν. Ἐκείνη µὲν γὰρ ἡ συγγένεια φύσεώς ἐστι καὶ ἀνάγκης, καθ' ἣν πάντες ἐσµὲν συγγενεῖς· ἀπὸ τοῦ Ἀδὰµ γὰρ πάντες γεγόναµεν, καὶ οὐκ ἂν εἴη µᾶλλον ἕτερος ἑτέρου συγγενὴς, καὶ κατὰ τὸν τοῦ Ἀδὰµ καὶ κατὰ τὸν τοῦ Νῶε λόγον καὶ κατὰ τὸντῆς γῆς τῆς κοινῆς ἁπάντων µητέρος· ἡ δὲ τῶν στεφάνων ἀξία συγγένεια, ἡ διαιροῦσα ἡµᾶς ἀπὸ τῶν φαύλων ἐστίν. Οὐ γὰρ ἔστι πάντας εἶναι συγγενεῖς ἐνταῦθα, ἀλλὰ τοὺς ὁµοτρόπους· οὐδὲ ἀδελφοὺς καλοῦµεν τοὺς τὰς αὐτὰς λύσαντας ὠδῖνας ἡµῖν, ἀλλὰ τοὺς τὸν αὐτὸν ζῆλον ἐπιδεικνυµένους. Οὕτω καὶ τέκνα Θεοῦ καλεῖ ὁ Χριστὸς, οὕτω καὶ υἱοὺς διαβόλου πάλιν ἐξ ἐναντίας, οὕτω καὶ ἀπειθείας, οὕτω καὶ γεέννης, οὕτω καὶ ἀπωλείας. Οὕτω καὶ Παύλου Τιµόθεος παῖς ἦν ἐξ ἀρετῆς, καὶ γνήσιον τέκνον ἐκαλεῖτο, τοῦ δὲ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ οὐδὲ ὄνοµα ἴσµεν· καίτοι γε ὁ µὲν κατὰ φύσιν ἦν αὐτῷ προσήκων· ἀλλ' οὐδὲν ὄφελος· ὁ δὲ καὶ φύσει καὶ τόπῳ διεστηκώς( καὶ γὰρ Λύστρων πολίτης ἦν)· ἀλλ' ὅµως πάντων ἐγγύτερος γέγονε. Γενώµεθα τοίνυν καὶ ἡµεῖς τῶν ἁγίων παῖδες, µᾶλλον δὲ γενώµεθα καὶ Θεοῦ παῖδες. Ὅτι γὰρ ἔστι καὶ Θεοῦ γενέσθαι παῖδας, ἄκουσον τί φησι· Γίνεσθε οὖν τέλειοι, ὡς ὁ Πατὴρ ὑµῶν ὁ ἐν τοῖς οὐρανοῖς.∆ ιὰ τοῦτο καὶ Πατέρα καλοῦµεν εὐχόµενοι, καὶ οὐχὶ τῆς χάριτος µόνον ἀναµιµνήσκοντες ἑαυτοὺς, ἀλλὰ καὶ τῆς ἀρετῆς, ἵνα µηδὲν ἀνάξιον τῆςτοιαύτης συγγενείας ποιῶµεν. Καὶ πῶς ἔστι, φησὶν, υἱὸν εἶναι Θεοῦ; Πάντων ἀπηλλαγµένον τῶν παθῶν, ἐπιείκειαν ἐπιδεικνύµενον περὶ τοὺς ὑβρίζοντας καὶ ἀδικοῦντας· καὶ γὰρ ὁ Πατὴρ ὁ σὸς τοιοῦτος περὶ τοὺς βλασφηµοῦντάς ἐστι.∆ ιὰ τοῦτο πολλὰ πολλάκις εἰπὼν, οὐδαµοῦ φησιν, Ὅπως γένησθε ὅµοιοι τοῦ Πατρὸς ὑµῶν· ἀλλ' ὅτε εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑµᾶς, καλῶς ποιεῖτε τοῖς µισοῦσιν ὑµᾶς, τότε τοῦτο τὸ ἔπαθλον ἐπήγαγεν. Οὐδὲν γὰρ οὕτως ἡµᾶς προσάγει Θεῷ καὶ ὁµοίους ποιεῖ, ὡς τουτὶ τὸ κατόρθωµα.∆ ιὰ τοῦτο καὶ Παῦλος ὅταν λέγῃ, Γίνεσθε µιµηταὶ τοῦ Θεοῦ, κατὰ τοῦτο γίνεσθε, λέγει. Πάντων µὲν γὰρ χρείαν ἔχοµεν τῶν κατορθωµάτων, µάλιστα δὲ φιλανθρωπίας καὶ ἡµερότητος, ἐπεὶ καὶ αὐτοὶ πολλῆς δεόµεθα φιλανθρωπίας. Καὶ γὰρ πολλὰ καθ' ἑκάστην πληµµελοῦµεν τὴν ἡµέραν· διὸ καὶ πολλοῦ ἡµῖν δεῖ τοῦ ἐλέους. Τὸ δὲ πολὺ καὶ ἔλαττον οὐ τῷ µέτρῳ τῶν διδοµένων κρίνεται, ἀλλὰ τῇ δυνάµει τῆς οὐσίας τῶν παρεχόντων. Μὴ τοίνυν µήτε ὁ πλουτῶν µέγα φρονείτω, µήτε ὁ πένης καταπιπτέτω ὡς ὀλίγα παρέχων· πολλάκις γὰρ οὗτος ἐκείνου πλείονα δέδωκεν. Οὐ τοίνυν ταλανίζειν ἑαυτοὺς χρὴ διὰ τὴν πενίαν· καὶ γὰρ εὐκολωτέραν ἡµῖν ποιεῖ τὴν ἐλεηµοσύνην. Ὁ µὲν γὰρ πολλὰ κεκτηµένος, καὶ ἀπονοίᾳ καὶ ἐπιθυµίᾳ πλείονι κατέχεται τῶν ὄντων· ὁ δὲ ὀλίγα ἔχων, ἑκατέρας ταύτης ἀπήλλακται τῆς τυραννίδος· διὸ καὶ πλείονας ἀφορµὰς εὑρίσκει τοῦ εὖ ποιεῖν. Καὶ γὰρ καὶ εἰς δεσµωτήριον οὗτος βαδιεῖται εὐκόλως, καὶ ἀῤῥωστοῦντας ἐπισκέψεται, καὶ ποτήριον ψυχροῦ δώσει· ἐκεῖνος δὲ οὐδὲν τούτων καταδέξεται, ἅτε ὑπὸ τοῦ πλούτου φλεγµαίνων. Μὴ οὖν ἀθύµει διὰ τὴν πενίαν· καὶ γὰρ καὶ τὴν ἐµπορίαν τῶν οὐρανῶν εὐκολωτέραν σοι ποιεῖ ἡ πενία. Κἂν µηδὲν δὲ ἔχῃς, συναλγοῦσαν δὲ ἔχῃς ψυχὴν, καὶ τούτου σοι µισθὸς ἀποκείσεται.∆ ιὰ τοῦτο καὶ Παῦλος ἐπέταξε κλαίειν µετὰ κλαιόντων, καὶ τοῖς δεσµίοις ὡς συνδεδεµένους εἶναι ἐκέλευσεν. Οὐ γὰρ τοῖς κλαίουσι µόνον φέρει τινὰ παραµυθίαν τὸ πολλοὺς εἶναι τοὺς συναλγοῦντας, ἀλλὰ καὶ τοῖς ἐν ἄλλαις περιστάσεσιν οὖσι· καὶ γὰρ ἔστιν ὅπου χρηµάτων οὐκ ἔλαττον λόγος ἀνακτήσασθαι δύναται τὸν πεπονηκότα.∆ ιὰ γὰρ τοῦτο καὶ χρήµατα διδόναι ἐκέλευσεν ὁ Θεὸς τοῖς δεοµένοις, οὐχ ἵνα τὴν ἐκείνων πενίαν διορθώσῃ µόνον, ἀλλ' ἵνα καὶ ἡµᾶς διδάξῃ συναλγεῖντοῖς τοῦ πλησίον κακοῖς.∆ ιὰ τοῦτο καὶ ὁ φιλάργυρος µισητὸς, οὐχ ὅτι περιορᾷ τοὺς ἐν πτωχείᾳ µόνον, ἀλλ' ὅτι καὶ αὐτὸς εἰς ὠµότητα ἀλείφεται καὶ ἀπανθρωπίαν πολλήν· ὥσπερ οὖν καὶ ὁ χρηµάτων ὑπερορῶν δι' ἐκείνους, καὶ διὰ τοῦτο ποθεινὸς, ὅτι ἐλεήµων γίνεται καὶ φιλάνθρωπος. Καὶ ὁ Χριστὸς δὲ ὅταν µακαρίζῃ τοὺς ἐλεήµονας, οὐ τοὺς διὰ χρηµάτων ἐλεοῦντας µόνον, ἀλλὰ καὶ τοὺς διὰ προαιρέσεως τοῦτο ποιοῦντας µακαρίζεικαὶ ἐπαινεῖ. Ταύτην τοίνυν παρέχωµεν ἐπιτηδείαν πρὸς ἔλεον, καὶ πάντα ἕψεται τὰ ἀγαθά. Ὁ γὰρ φιλάνθρωπον γνώµην ἔχων καὶ ἐλεήµονα, κἂν χρήµατα ἔχῃ, προήσεται, κἂν ἐν συµφοραῖς ἴδῃ τινὰ, κλαύσεται καὶ θρηνήσει, κἂνἀδικουµένῳ περιτύχῃ, προστήσεται, κἂν ἐπηρεαζόµενον θεάσηται, χεῖρα ὀρέξει. Τὸν γὰρ θησαυρὸν ἔχων τῶν ἀγαθῶν, τὴν φιλάνθρωπον καὶ ἐλεήµονα ψυχὴν, πάντα ἐκεῖθεν ἀναβλύσει τὰ ὑπὲρ τῶν ἀδελφῶν, καὶ πάντων ἀπολαύσεταιτῶν παρὰ τοῦ Θεοῦ κειµένων µισθῶν. Ἵνα οὖν καὶ ἡµεῖς τούτων ἐπιτύχωµεν, πρὸ πάντων τὴν ψυχὴν ἥµερον κατασκευάσωµεν. Οὕτω γὰρ καὶ ἐνταῦθα ὄντες µυρία ἐργασόµεθα ἀγαθὰ, καὶ τῶν µελλόντων ἀπολαυσόµεθα στεφάνων· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note