Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
1.0
Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστο λος, ἀφωρισµένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προ επηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις.
1.1
Μωϋσῆς µὲν πέντε βιβλία συγγράψας, οὐδαµοῦ τὸ ὄνοµα τὸ ἑαυτοῦ τέθεικεν, οὐδὲ οἱ µετ' ἐκεῖνον τὰ µετ' ἐκεῖνον συνθέντες, ἀλλ' οὐδὲ Ματθαῖος, οὐδὲ Ἰωάννης, οὐ Μάρκος, οὐ Λουκᾶς· ὁ δὲ µακάριος Παῦλος πανταχοῦ τῶν ἐπιστολῶν αὐτοῦ τὸ ὄνοµα αὐτοῦ προτίθησι. Τί δήποτε; Ὅτι ἐκεῖνοι µὲν παροῦσιν ἔγραφον, καὶ περιττὸν ἦν ἑαυτοὺς δηλοῦν παρόντας· οὗτος δὲ διὰ µακροῦ τὰ γράµµατα διεπέµπετο, καὶ ἐν ἐπιστολῆς σχήµατι· διὸ καὶ ἀναγκαία ἦν ἡ τοῦ ὀνόµατος προσθήκη. Εἰ δὲ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ οὐ ποιεῖ τοῦτο, καὶ τοῦτο κατὰ τὴν αὐτοῦ σύνεσιν. Ἐπειδὴ γὰρ ἀπεχθῶς εἶχον πρὸς αὐτὸν, ἵνα µὴ ἐκ προοιµίων ἀκούσαντες τοῦ ὀνόµατος, ἀποκλείσωσι τῷ λόγῳ τὴν εἴσοδον, ἐσοφίσατο διὰ τοῦ κρύψαιτὸ ὄνοµα τὴν ἀκρόασιν τὴν ἐκείνων. Εἰ δὲ προφῆται τὰ ὀνόµατα τὰ ἑαυτῶν τεθείκασι καὶ Σολοµῶν, τοῦτο ὑµῖν καταλιµπάνω λοιπὸν ἐπιζητεῖν, τίνος ἕνεκεν οἱ µὲν ἔθεσαν, οἱ δὲ οὐκ ἔθεσαν· οὐδὲ γὰρ ἅπαντα παρ' ἐµοῦ χρὴ µανθάνειν ὑµᾶς, ἀλλὰ καὶ αὐτοὺς πονεῖν καὶ ἐπιζητεῖν, ἵνα µὴ νωθρότεροι γίνησθε. Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ. Τίνος ἕνεκεν µετέθηκε τὸ ὄνοµα αὐτοῦ ὁ Θεὸς, καὶ Σαῦλον ὄντα Παῦλον ἐκάλεσεν; Ἵνα µηδὲ ταύτῃ τῶν ἀποστόλων ἔλαττον ἔχῃ, ἀλλ' ὅπερ ἔσχεν ἐξαίρετον ὁ κορυφαῖος τῶν µαθητῶν, τοῦτο καὶ αὐτὸς κτήσηται, καὶ πλείονοςοἰκειώσεως ὑπόθεσιν λάβῃ.∆ οῦλον δὲ ἑαυτὸν οὐχ ἁπλῶς εἶπε τοῦ Χριστοῦ· καὶ γὰρ πολλοὶ δουλείας τρόποι· εἷς µὲν ὁ κατὰ τὴν δηµιουργίαν, καθ' ὅν φησιν, ὅτι Τὰ σύµπαντα δοῦλα σὰ, καὶ καθ' ὅν φησιν· Ὁ δοῦλός µου Ναβουχοδονόσορ· τὸ γὰρ ἔργον τοῦ ποιήσαντος δοῦλον· ἕτερος δὲ ὁ ἀπὸ τῆς πίστεως, περὶ ἧς φησιν· Χάρις δὲ τῷ Θεῷ, ὅτι δοῦλοι ἦτε τῆς ἁµαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας, εἰς ὃν παρεδόθητε τύπον διδαχῆς, καὶ ἐλευθερωθέντες ἀπὸ τῆςἁµαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ· ἕτερος ὁ ἀπὸ τῆς πολιτείας, καθ' ὅν φησι· Μωϋσῆς ὁ θεράπων µου τετελεύτηκε· καίτοι καὶ Ἰουδαῖοι πάντες θεράποντες ἦσαν, ἀλλ' ἐξαιρέτως ὁ Μωϋσῆς πολιτείᾳ διαλάµπων. Ἐπεὶ οὖν κατὰ πάντας τοὺς τρόπους τῆς δουλείας δοῦλος ἦν ὁ Παῦλος, ἀντὶ µεγίστου ἀξιώµατος τοῦτο τίθησι λέγων·∆ οῦλος Ἰησοῦ Χριστοῦ· καὶ τὰ τῆς οἰκονοµίας ὀνόµατα προβάλλεται, κάτωθεν ἀναβαίνων ἄνω. Καὶ γὰρ τὸ Ἰησοῦς ὄνοµα φέρων ὁ ἄγγελος ἦλθεν ἐκ τῶν οὐρανῶν, ὅτε ἐτίκτετο ἐκ τῆς Παρθένου· καὶ Χριστὸς δὲ ἀπὸ τοῦ χρισθῆναι λέγεται, ὃ καὶ αὐτὸ τῆς σαρκὸς ἦν. Καὶ ποίῳ, φησὶν, ἐλαίῳ ἐχρίσθη; Ἐλαίῳ µὲν οὐκ ἐχρίσθη, Πνεύµατι δέ· οἶδε δὲ καὶ τοὺς τοιούτους χριστοὺς ἡ Γραφὴ καλεῖν. Τὸ γὰρ προηγούµενον ἐν τῇ χρίσει, τὸ Πνεῦµά ἐστι· διὸ καὶ τὸ ἔλαιον παραλαµβάνεται. Καὶ ποῦ χριστοὺς καλεῖ τοὺς µὴ χρισθέντας ἐλαίῳ; Ὅπου λέγει, Μὴ ἅπτεσθε τῶν χριστῶν µου, καὶ ἐν τοῖς προφήταις µου µὴ πονηρεύεσθε. Τότε γὰρ οὐδὲ ἡ κατασκευὴ τῆς χρίσεως ἦν τοῦ ἐλαίου. Κλητὸς ἀπόστολος. Πανταχοῦ κλητὸν ἑαυτὸν καλεῖ, δεικνὺς τὴν οἰκείαν εὐγνωµοσύνην, καὶ ὅτι οὐκ αὐτὸς ζητήσας εὗρεν, ἀλλὰ κληθεὶς παρεγένετο καὶ ὑπήκουσε. Καὶ τοὺς πιστοὺς δὲ οὕτως ὀνοµάζει, κλητοὺς ἁγίους. Οἱ µὲν γὰρ µέχρι τοῦ πιστεῦσαι ἐκλήθησαν, οὗτος δὲ καὶ ἕτερον ἐνεχει ρίσθη, τὴν ἀποστολὴν, πρᾶγµα µυρίων ἀγαθῶν γέµον, καὶ τῶνχαρισµάτων ἁπάντων καὶ µεῖζον καὶ περιεκτικόν. Καὶ τί γὰρ δεῖ πλέον εἰπεῖν, ἀλλ' ἢ ὅτι ὅπερ ὁ Χριστὸς παραγενόµενος ἔπραττε, τοῦτο αὐτοῖς ἐγχειρίσας ἀπῆλθεν; Ὃ καὶ βοᾷ Παῦλος, λέγων, καὶ τὸ τῶν ἀποστόλων ἐπαίρων ἀξίωµα· Ὑπὲρ Χριστοῦ πρεσβεύοµεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡµῶν, τουτέστιν ἀντὶ Χριστοῦ. Ἀφωρισµένος εἰς Εὐαγγέλιον Θεοῦ. Καθάπερ ἐν οἰκίᾳ πρὸς διάφορα ἕκαστος ἀφώρισται ἔργα, οὕτω καὶ ἐπὶ τῆς Ἐκκλησίας διάφοροι τῶν διακονιῶν εἰσιν αἱ διανοµαί. Ἐµοὶ δὲ ἐνταῦθα οὐ τὴν ἀποκλήρωσιν δοκεῖ µόνον αἰνίττεσθαι, ἀλλ' ὅτι πάλαι καὶ ἄνωθεν πρὸς τοῦτο ἦν τεταγµένος. Ὅπερ καὶ Ἱερεµίας φησὶ τὸν Θεὸν εἰρηκέναι περὶ αὐτοῦ· Πρὸ τοῦ σε ἐξελθεῖν ἐκ µήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε. Ἐπειδὴ γὰρ πρὸς πόλιν ἀλαζονικὴν ἔγραφε, καὶ πεφυσιωµένην πάντοθεν, διὰ πάντων δείκνυσι τοῦ Θεοῦ τὴν χειροτονίαν οὖσαν· καὶ γὰρ αὐτὸς ἐκάλεσε, καὶ αὐτὸς ἀφώρισε. Ποιεῖ δὲ τοῦτο, ἵνα ἀξιόπιστον καὶ εὐπαράδεκτον ποιήσῃ τὴν ἐπιστολήν. Εἰς Εὐαγγέλιον Θεοῦ. Οὐκ ἄρα µόνος Ματθαῖος εὐαγγελιστὴς οὐδὲ Μάρκος, ὥσπερ οὐδὲ οὗτος µόνος ἀπόστολος, ἀλλὰ καὶ ἐκεῖνοι, εἰ καὶ κατ' ἐξαίρετον ὁ µὲν τοῦτο, οἱ δὲἐκεῖνο λέγονται εἶναι. Εὐαγγέλιον δὲ αὐτὸ οὐ διὰ τὰ γεγενηµένα ἀγαθὰ µόνον καλεῖ, ἀλλὰ καὶ διὰ τὰ µέλλοντα. Πῶς δὲ τὸν Θεὸν εὐαγγελίζεσθαι δι' αὐτοῦ φησιν; Ἀφωρισµένος γὰρ, φησὶν, εἰς Εὐαγγέλιον Θεοῦ· ὁ γὰρ Πατὴρ καὶ πρὸ τῶν Εὐαγγελίων δῆλος ἦν. Ἀλλ' εἰ καὶ δῆλος ἦν, Ἰουδαίοις µόνοις, καὶ οὐδὲ τούτοις πᾶσιν, ὡς ἔδει· οὔτε γὰρ Πατέρα αὐτὸν ὄντα ᾔδεσαν, καὶ πολλὰ ἀνάξια αὐτοῦ τότε ἐφαντάζοντο· διὸ καὶ ἔλεγεν ὁ Χριστὸς, ὅτι Ἥξουσιν οἱ ἀληθινοὶ προσκυνηταί· καὶ, ὅτι Ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Ὕστερον δὲ καὶ αὐτὸς µετὰ τοῦ Υἱοῦ ἐξεφάνθη τῇ οἰκουµένῃ πάσῃ· ὅπερ οὖν καὶ προαναφωνῶν ἔλεγεν ὁ Χριστός· Ἵνα γινώσκωσί σε τὸν µόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Εὐαγγέλιον δὲ Θεοῦ καλεῖ, ἀπὸ τῶν προοιµίων ἀνορθῶν τὸν ἀκροατήν. Οὐ γὰρ ἦλθέ τι σκυθρωπὸν ἀπαγγέλλων, ὥσπερ οἱ προφῆται κατηγορίας καὶ ἐγκλήµατα καὶ ἐπιτιµήσεις, ἀλλὰ Εὐαγγέλια, καὶ Εὐαγγέλια Θεοῦ, µενόντων καὶ ἀκινήτων ἀγαθῶν θησαυροὺς µυρίους. Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις. Κύριος γὰρ δώσει ῥῆµα, φησὶ, τοῖς εὐαγγελιζοµένοις δυνάµει πολλῇ· καὶ πάλιν, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζοµένων εἰρήνην!
1.2
Ὁρᾷς καὶ ῥητῶς τοῦ Εὐαγγελίου καὶ τὸ ὄνοµα καὶ τὸν τρόπον ἐν τῇ Παλαιᾷ κείµενον; Οὐ γὰρ διὰ ῥηµάτων αὐτὸ καταγγέλλοµεν µόνον, φησὶν, ἀλλὰ καὶ διὰ πραγµάτων· οὐδὲ γὰρ ἀνθρώπινον ἦν, ἀλλὰ καὶ θεῖον καὶ ἀπόῤῥητον καὶ πᾶσαν ὑπερβαῖνον φύσιν. Ἐπειδὴ δὲ καινοτοµίαν ἐνεκάλουν τῷ πράγµατι, δείκνυσιν αὐτὸ πρεσβύτερον Ἑλλήνων ὂν, καὶ ἐν τοῖς προφήταις προδιαγραφόµενον. Εἰ δὲ µὴ ἐξ ἀρχῆς ἔδωκε, παρὰ τοὺς µὴ βουλοµένους δέξασθαι· οἱ γοῦν βουλόµενοι ἤκουσαν. Ἀβραὰµ ὁ πατὴρ ὑµῶν, φησὶν, ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡµέραν τὴν ἐµήν· καὶ εἶδε, καὶ ἐχάρη. Πῶς οὖν φησὶν, ὅτι Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύµησαν ἰδεῖν ἃ ὑµεῖς βλέπετε, καὶ οὐκ εἶδον; Οὕτω, φησὶν, ὡς ὑµεῖς βλέπετε καὶ ἀκούετε, αὐτὴν τὴν σάρκα, καὶ αὐτὰ τὰ σηµεῖα τὰ ἐπὶ τῶν ὄψεων. Σὺ δέ µοι σκό πει, πρὸ πόσων ταῦτα προεκηρύττετο χρόνων· καὶ γὰρ ὅταν µεγάλα τινὰ προκατασκευάζειν ὁ Θεὸς µέλλῃ, πρὸ πολλῶν αὐτὰ προαναφωνεῖ χρόνων, γυµνάζων τὴν ἀκοὴν πρὸς τὴν ὑποδοχὴντῆς παρουσίας αὐτῶν. Ἐν Γραφαῖς ἁγίαις. Οὐ γὰρ ἔλεγον οἱ προφῆται µόνον, ἀλλὰ καὶ ἔγραφον ἅπερ ἔλεγον· οὐκ ἔγραφον δὲ µόνον, ἀλλὰ καὶ διὰ πραγµάτων ἐτύπουν, ὡς Ἀβραὰµ τὸν Ἰσαὰκ ἄγων, καὶ Μωϋσῆς τὸν ὄφιν ὑψῶν, καὶ τὰς χεῖρας ἐκτείνων ἐπὶ τοῦἈµαλὴκ, καὶ τὸν ἀµνὸν τοῦ πάσχα θύων. Περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενοµένου ἐκ σπέρµατος∆ αυῒδ κατὰ σάρκα. Τί ποιεῖς, ὦ Παῦλε; µετεωρίσας ἡµῶν τὰς ψυχὰς καὶ ἀναγαγὼν, καὶ µεγάλα καὶ ἀπόῤῥητα φαντασθῆναι ποιήσας, καὶ Εὐαγγέλιον εἰπὼν, καὶ Θεοῦ Εὐαγγέλιον, καὶχορὸν προφητῶν εἰσαγαγὼν, καὶ δείξας πάντας ἀνακηρύττοντας πρὸ πολλῶν ἐτῶν τὰ ἐσόµενα, ποῦ πάλιν ἡµᾶς κατάγεις πρὸς τὸν∆ αυΐδ; περὶ ἀνθρώπου τίνος διαλέγῃ, εἰπέ µοι, καὶ πατέρα δίδως αὐτῷ τὸν τοῦ Ἰεσσαὶ υἱόν; καὶ ποῦ ταῦτα τῶν εἰρηµένων ἄξια; Σφόδρα µὲν οὖν ἄξια· οὐ γὰρ περὶ ἀνθρώπου ψιλοῦ, φησὶν, ὁ λόγος ἡµῖν.∆ ιά τοι τοῦτο προσέθηκα τὸ, Κατὰ σάρκα, αἰνιττόµενος, ὅτι καὶ κατὰ πνεῦµα γέννησίς ἐστι τοῦ αὐτοῦ. Καὶ τίνος ἕνεκεν ἐντεῦθεν ἤρξατο, καὶ οὐκ ἐκεῖθεν ἀπὸ τῶν ὑψηλοτέρων; Ὅτι καὶ Ματθαῖος ἐντεῦθεν καὶ Λουκᾶς καὶ Μάρκος. Τὸν γὰρ µέλλοντα χειραγωγεῖν πρὸς τὸν οὐρανὸν, κάτωθεν ἄνω χειραγωγεῖν ἀναγκαῖον· οὕτω γὰρ καὶ τὸ πρᾶγµα ᾠκονοµήθη. Πρῶτον γοῦν εἶδον αὐτὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ τότε ἐνόησαν Θεόν. Ἧ τοίνυν αὐτὸς τὴν διδασκαλίαν ἐποιήσατο, ταύτῃ καὶ ὁ µαθητὴς αὐτοῦ τέµνει τὴν ἐκεῖ φέρουσαν ὁδόν. Πρῶτον οὖν λέγει τὴν κατὰ σάρκα γέννησιν, οὐκ ἐπειδὴ πρώτη ἦν, ἀλλ' ἐπειδὴ ἀπὸ ταύτης πρὸς ἐκείνην ἀνῆγε τὸν ἀκροατήν. Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάµει καὶ Πνεύµατι ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ. Ἀσαφὲς τὸ εἰρηµένον ἀπὸ τῆς τῶν λέξεων πλοκῆς γέγονε· διόπερ αὐτὸ διελεῖν ἀνάγκη. Τί οὖν ἐστιν ὃ λέγει· Τὸν ἐκ∆ αυῒδ γενόµενον ἀνακηρύττοµεν, φησίν. Ἀλλὰ τοῦτο δῆλον· πόθεν δὲ, ὅτι καὶ Υἱὸς Θεοῦ ἐστιν οὗτος ὁ σαρκωθείς; Πρῶτον ἀπὸ τῶν προφητῶν· διὸ ἔλεγεν, Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις. Οὐ µικρᾶς δὲ ἀποδείξεως οὗτος ὁ τρόπος. Ἔπειτα καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς γεννήσεως· ὃ καὶ αὐτὸς ἐδήλωσεν εἰπών· Ἐκ σπέρµατος∆ αυῒδ κατὰ σάρκα· τὸν γὰρ τῆς φύσεως ἔλυσε νόµον. Τρίτον ἀπὸ τῶν θαυµάτων ὧνπερ ἔπραττε, πολλῆς δυνάµεως ἀπόδειξιν παρεχόµενος· τοῦτο γάρ ἐστιν, Ἐν δυνάµει. Τέταρτον ἀπὸ τοῦ Πνεύµατος οὗπερ ἐδίδου τοῖς πιστεύουσιν εἰς αὐτὸν, καὶ δι' οὗ πάντας ἁγίους ἐποίει· διό φησι, Κατὰ Πνεῦµα ἁγιωσύνης· Θεοῦ γὰρ ἦν µόνου τὰ τοιαῦτα δῶρα χαρίζεσθαι. Πέµπτον ἀπὸ τῆς ἀναστάσεως Κυρίου· πρῶτος γὰρ οὗτος καὶ µόνος ἑαυτὸν ἤγειρεν· ὅπερ καὶ αὐτὸς µάλιστα πάντων ἔφησεν εἶναι σηµεῖον ἱκανὸν καὶ τοὺς ἀναισχυντοῦντας ἐπιστοµίσαι. Λύσατε γὰρ, φησὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡµέραις ἐγερῶ αὐτόν· καὶ, Ὅταν ὑψώσητέ µε ἀπὸ τῆς γῆς, τότε γνώσεσθε, ὅτι ἐγώ εἰµι· καὶ πάλιν, Ἡ γενεὰ αὕτη σηµεῖον ἐπιζητεῖ, καὶ σηµεῖον οὐ δοθήσεται αὐτῇ, εἰ µὴ τὸ σηµεῖον Ἰωνᾶ. Τί οὖν ἐστιν, Ὁρισθέντος;∆ ειχθέντος, ἀποφανθέντος, κριθέντος, ὁµολογηθέντος παρὰ τῆς ἁπάντων γνώµης καὶ ψήφου, ἀπὸ τῶν προφητῶν, ἀπὸ τῆς παραδόξου γεννήσεως τῆςκατὰ σάρκα, ἀπὸ τῆς δυνάµεως τῆς ἐν τοῖς σηµείοις, ἀπὸ τοῦ Πνεύµατος, δι' οὗ τὸν ἁγιασµὸν ἔδωκεν, ἀπὸ τῆς ἀναστάσεως, δι' ἧς τοῦ θανάτου τὴντυραννίδα κατέλυσε.∆ ι' οὗ ἐλάβοµεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως. Ὅρα εὐγνωµοσύνην οἰκέτου· οὐδὲν ἑαυτοῦ εἶναι βούλεται, ἀλλὰ πάντα τοῦ∆ εσπότου. Καὶ µὴν τὸ Πνεῦµα τοῦτο ἔδωκε· διὸ ἔλεγε· Πολλὰ ἔχω λέγειν ὑµῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦµα τῆς ἀληθείας, ὁδηγήσει ὑµᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· καὶ πάλιν, Ἀφορίσατέ µοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Καὶ ἐν τῇ πρὸς Κορινθίους δέ φησιν, ὅτι Ὧ µὲν διὰ τοῦ Πνεύµατος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως· καὶ ὅτι Αὐτὸ πάντα διαιρεῖ, καθὼς βούλεται. Καὶ Μιλησίοις δὲ δηµηγορῶν, ἔλεγεν· Ἐν ᾧ ἔθετο ὑµᾶς τὸ Πνεῦµα τὸ ἅγιον ποιµένας καὶ ἐπισκόπους. Ὁρᾷς, ὅτι τὰ τοῦ Πνεύµατος τοῦ Υἱοῦ φησι, καὶ τὰ τοῦ Υἱοῦ τοῦ Πνεύµατος; Χάριν καὶ ἀποστολήν· τουτέστιν, Οὐχ ἡµεῖς αὐτὸ καθωρθώσαµεν τὸ γενέσθαι ἀπόστολοι· οὐδὲ γὰρ καµόντες πολλὰ καὶ πονέσαντες, τὴν ἀξίαν ταύτην ἐλάχοµεν· ἀλλὰ χάριν ἐλάβοµεν, καὶ τῆς ἄνωθεν δωρεᾶς τὸ κατόρθωµα γέγονεν. Εἰς ὑπακοὴν πίστεως.
1.3
Οὐκ ἄρα οἱ ἀπόστολοι ἦσαν οἱ κατορθοῦντες, ἀλλ' ἡ προοδοποιοῦσα χάρις αὐτοῖς. Ἐκείνων µὲν γὰρ ἦν τὸ περιιέναι καὶ κηρύττειν, τὸ δὲ πείθειν τοῦ ἐνεργοῦντος ἐν αὐτοῖς Θεοῦ· καθὼς καὶ ὁ Λουκᾶς φησιν, ὅτι∆ ιήνοιξε τὴν καρδίαν αὐτῶν· καὶ πάλιν, Οἷς ἦν δεδοµένον ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Εἰς ὑπακοήν. Οὐκ εἶπεν, Εἰς ζήτησιν καὶ κατασκευὴν, ἀλλ', Εἰς ὑπακοήν. Οὐδὲ γὰρ ἐπέµφθηµεν, φησὶ, συλλογίζεσθαι, ἀλλ' ὅπερ ἐνεχειρίσθηµεν ἀποδοῦναι. Ὅταν γὰρ ὁ∆ εσπότης ἀποφήνηταί τι, τοὺς ἀκούοντας οὐ περιεργάζεσθαι χρὴ τὰ λεγόµενα καὶ πολυπραγµονεῖν, ἀλλὰ δέχεσθαι µόνον. Οἱ γὰρ ἀπόστολοι διὰ τοῦτο ἐπέµφθησαν, ἵνα, ἅπερ ἤκουσαν, εἴπωσιν, οὐχ ἵνα οἴκοθέν τι προσθῶσι· καὶ ἡµεῖς δὲ λοιπὸν, ἵνα πιστεύσωµεν. Τί ἵνα πιστεύσωµεν; Περὶ τοῦ ὀνόµατος αὐτοῦ· οὐχ ἵνα τὴν οὐσίαν αὐτοῦ περιεργασώµεθα, ἀλλ' ἵνα εἰς τὸ ὄνοµα αὐτοῦ πιστεύσωµεν· τοῦτο γὰρ ἦν, ὃ καὶ τὰ σηµεῖα ἐποίει. Ἐν γὰρ τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ, φησὶν, ἔγειραι καὶ περιπάτει. Καὶ τοῦτο δὲ αὐτὸ πίστεως δεῖται, καὶ οὐδὲν τούτων λογισµῷ καταλαβεῖν δυνατόν. Ἐν πᾶσι τοῖς ἔθνεσιν, ἐν οἷς ἐστε καὶ ὑµεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ. Τί οὖν; πᾶσι τοῖς ἔθνεσιν ὁ Παῦλος ἐκήρυξεν; Ὅτι µὲν γὰρ ἀπὸ Ἱερουσαλὴµ µέχρι τοῦ Ἰλλυρικοῦ διέδραµε, κἀκεῖθεν πάλιν εἰς αὐτὰς ἐξέβη τῆς γῆς τὰς ἐσχατιὰς, δῆλον ἐξ ὧν Ῥωµαίοις ἐπέστειλεν. Εἰ δὲ καὶ µὴ πᾶσι ἐπέστη, οὐδὲ οὕτω ψεῦδος τὸ λεγόµενον· οὐ γὰρ περὶ ἑαυτοῦ µόνον φησὶν, ἀλλὰ καὶ περὶ τῶν δώδεκα ἀποστόλων, καὶ πάντων τῶν καταγγειλάντων τὸν λόγον τῶν µετ' ἐκείνους. Ἄλλως δὲ οὐδὲ ἐπ' αὐτοῦ τὸν λόγον ἐλεγχόµενον ἴδοι τις ἂν, εἰ τὴν προθυµίαν ἐννοήσει τὴν ἐκείνου, καὶ ὅτι µετὰ τελευτὴν οὐ παύεται πανταχοῦτῆς οἰκουµένης κηρύττων. Ἐννόησον δὲ πῶς ἐπαίρει τὴν δωρεὰν, καὶ δείκνυσι µεγάλην οὖσαν καὶ πολὺ τῆς προτέρας ὑψηλοτέραν· εἴ γε τὰ µὲν παλαιὰ περὶ ἔθνος ἓν ἐγίγνετο, αὕτη δὲ γῆν καὶ θάλασσαν ἐπεσπάσατο. Σκόπει δέ µοι κἀκεῖνο, πῶς κολακείας πάσης ἀπηλλαγµένη ἐστὶν ἡ τοῦ Παύλου ψυχή. Ῥωµαίοις γὰρ διαλεγόµενος τοῖς ὥσπερ ἐν κορυφῇ τινι τῆς οἰκουµένης ἁπάσης καθηµένοις, οὐδὲν πλέον αὐτοῖς δίδωσι τῶν λοιπῶν ἐθνῶν, οὐδὲ, ἐπειδὴτότε ἐκράτουν καὶ ἐβασίλευον, καὶ ἐν τοῖς πνευµατικοῖς φησί τι πλέον αὐτοὺς ἔχειν· ἀλλ', Ὥσπερ, φησὶ, τοῖς ἔθνεσι πᾶσι κηρύττοµεν, οὕτω καὶ ὑµῖν, µετὰ Σκυθῶν καὶ Θρᾳκῶν αὐτοὺς ἀριθµῶν· ἐπεὶ εἰ µὴ τοῦτο ἐβούλετο δηλῶσαι, περιττὸν ἦν τὸ εἰπεῖν, Ἐν οἷς ἐστε καὶ ὑµεῖς. Ταῦτα δὲ ποιεῖ καθαιρῶν αὐτῶν τὸ φρόνηµα, καὶ κενῶν τὸ φύσηµα τῆς διανοίας, καὶ διδάσκων αὐτοὺς τὴν πρὸς τοὺς ἄλλους ἰσοτιµίαν.∆ ιὸ ἐπήγαγεν αὐτὸ τοῦτο λέγων· Ἐν οἷς ἐστε καὶ ὑµεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ· τουτέστι, Μεθ' ὧν ἐστε καὶ ὑµεῖς. Καὶ οὐκ εἶπεν, ὅτι Τοὺς ἄλλους µεθ' ὑµῶν, ἀλλ' Ὑµᾶς µετὰ τῶν ἄλλων ἐκάλεσεν. Εἰ γὰρ ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθερος, πολλῷ µᾶλλον οὐδὲ βασιλεὺς καὶ ἰδιώτης· καὶ γὰρ ὑµεῖς ἐκλήθητε, καὶ οὐκ ἀφ' ἑαυτῶν προσήλθετε. Πᾶσι τοῖς οὖσιν ἐν Ῥώµῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις, χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς συνεχῶς τὸ ὄνοµα τοῦ κλητοῦ τίθησι, Κλητὸς ἀπόστολος, λέγων. Ἐν οἷς ἐστε καὶ ὑµεῖς κλητοί· Πᾶσι τοῖς οὖσιν ἐν Ῥώµῃ κλητοῖς. Τοῦτο δὲ οὐ περιττολογῶν ποιεῖ, ἀλλὰ βουλόµενος αὐτοὺς τῆς εὐεργεσίας ἀναµνῆσαι. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐν τοῖς πιστεύουσι καὶ ἐξ ὑπάρχων εἶναι καὶ ὑπάτων, καὶ πένητας καὶ ἰδιώτας, ἐκβάλλων τὴν ἀνωµαλίαν τῶν ἀξιωµάτων, πᾶσιµίαν ἐπιστέλλει προσηγορίαν. Εἰ δὲ ἐν τοῖς ἀναγκαιοτέροις καὶ πνευµατικοῖς κοινὰ δούλοις καὶ ἐλευθέροις ἅπαντα πρόκειται, οἷον ἡ ἀγάπη ἡ παρὰ τοῦ Θεοῦ, ἡ κλῆσις, τὸ Εὐαγγέλιον, ἡ υἱοθεσία, ἡ χάρις, ἡ εἰρήνη, ὁ ἁγιασµὸς, τὰ ἄλλα πάντα, πῶς ἐσχάτης ἀνοίας οὐκ ἂν εἴη, οὓς ὁ Θεὸς συνῆψε καὶ ὁµοτίµους ἐποίησεν ἐν τοῖς µείζοσι, τούτουςδιαιρεῖν ἀπὸ τῶν ἐν τῇ γῇ πραγµάτων;∆ ιά τοι τοῦτο ἀπὸ τῶν προοιµίων αὐτῶν τὴν χαλεπὴν ταύτην ἐκβαλὼν νόσον ὁ µακάριος οὗτος, εἰς τὴν µητέρα τῶν ἀγαθῶν αὐτοὺςἐµβιβάζει, ταπεινοφροσύνην. Τοῦτο καὶ οἰκέτας βελτίους εἰργάζετο, µανθάνοντας ὡς οὐδὲν ἐκ τῆς δουλείας παραβλαβήσονται, τὴν ὄντως ἐλευθερίαν ἔχοντες· τοῦτο καὶ τοὺς δεσπότας παρεσκεύαζε µετριάζειν, παιδευοµένους ὡς οὐδὲν αὐτοῖς ὄφελος τῆς ἐλευθερίας, ἂν µὴ τὰ τῆς πίστεως ᾖ προηγούµενα. Καὶ ἵνα µάθῃς, ὅτι οὐ σύγχυσιν ἐργαζόµενος τοῦτο ἐποίει καὶ πάντα µιγνὺς, ἀλλ' οἶδε καὶ διαίρεσιν ἀρίστην, οὐχ ἁπλῶς ἔγραψε πᾶσι τοῖς οὖσιν ἐνῬώµῃ, ἀλλὰ µετὰ διορισµοῦ, Τοῖς ἀγαπητοῖς τοῦ Θεοῦ. Αὕτη γὰρ ἡ ἀρίστη διάκρισις, καὶ δείκνυσι πόθεν ὁ ἁγιασµός.
1.4
Πόθεν οὖν ὁ ἁγιασµός; Ἀπὸ τῆς ἀγάπης. Εἰπὼν γὰρ, Ἀγαπητοῖς, τότε ἐπήγαγε, Κλητοῖς ἁγίοις, δηλῶν ὅτι ἐντεῦθεν ἡµῖν ἡ πηγὴ τῶν ἀγαθῶν ἁπάντων· ἁγίους δὲ τοὺς πιστοὺς καλεῖ πάντας. Χάρις ὑµῖν καὶ εἰρήνη. Ὢ προσηγορίας µυρία φερούσης ἀγαθά! Τοῦτο καὶ ὁ Χριστὸς τοῖς ἀποστόλοις εἰς τὰς οἰκίας εἰσιοῦσι πρῶτον ῥῆµα φάσκειν ἐπέταττε.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος ἐντεῦθεν πανταχοῦ προοιµιάζεται, ἀπὸ τῆς χάριτος καὶ τῆς εἰρήνης. Οὐδὲ γὰρ µικρὸν κατέλυσεν ὁ Χριστὸς πόλεµον, ἀλλὰ καὶ ποικίλον καὶ παντοδαπὸν καὶ χρόνιον, καὶ τοῦτον οὐκ ἐκ τῶν ἡµετέρων πόνων, ἀλλὰ διὰ τῆς αὐτοῦ χάριτος. Ἐπεὶ οὖν ἡ µὲν ἀγάπη τὴν χάριν, ἡ δὲ χάρις τὴν εἰρήνην ἐδωρήσατο, ὡς ἐν τάξει προσηγορίας αὐτὰ θεὶς, ἐπεύχεται µένειν διηνεκῆ καὶ ἀκίνητα, ὥστε µὴ πάλιν ἕτερον ἀναῤῥιπισθῆναι πόλεµον· καὶ παρακαλεῖ τὸν δεδωκότα, πάγια ταῦτα διατηρεῖν, οὕτω λέγων· Χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἰδοὺ ἐνταῦθα τὸ, ἀπὸ, κοινόν ἐστι Πατρὸς καὶ Υἱοῦ, ὅπερ ἐστὶν ἴσον τῷ, Ἐξ οὗ. Οὐ γὰρ εἶπε, Χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς διὰ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ἀλλ', Ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Βαβαὶ, πόσον ἴσχυσεν ἡ τοῦ Θεοῦ ἀγάπη! οἱ ἐχθροὶ καὶ ἠτιµωµένοι, ἅγιοι καὶ υἱοὶ γεγόνασιν ἐξαίφνης. Ὅταν γὰρ πατέρα καλέσῃ, υἱοὺς ἐδήλωσεν· ὅταν δὲ υἱοὺς εἴπῃ, ἅπαντα τῶν ἀγαθῶν τὸν θησαυρὸν ἀνεκάλυψε. Μένωµεν τοίνυν ἀξίαν τῆς δωρεᾶς τὴν πολιτείαν ἐνδεικνύµενοι, καὶ τὴν εἰρήνην καὶ τὴν ἁγιωσύνην διατηροῦντες. Τὰ µὲν γὰρ ἄλλα ἀξιώµατα πρόσκαιρά τέ ἐστι, καὶ τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ χρηµάτων ἐστὶν ὠνητά· ὅθεν οὐδὲ ἀξιώµατα αὐτὰ εἶναι ἄν τις φαίη, ἀλλ' ὀνόµατα ἀξιωµάτων µόνον, ἐν τῇ τῶν ἱµατίων περιβολῇ, καὶ τῇ τῶν δορυφόρων κολακείᾳ τὴνδύναµιν ἔχοντα· τοῦτο δὲ, ἅτε παρὰ τοῦ Θεοῦ δοθὲν, τὸ δῶρον τὸ τῆς ἁγιωσύνης καὶ τῆς υἱοθεσίας, οὐδὲ θανάτῳ διακόπτεται, ἀλλὰ καὶ ἐνταῦθα ποιεῖ λαµπροὺς, καὶ πρὸςτὴν µέλλουσαν ἡµῖν συναποδηµεῖ ζωήν. Ὁ γὰρ τὴν υἱοθεσίαν διατηρῶν, καὶ τὴν ἁγιωσύνην µετὰ ἀκριβείας φυλάττων, αὐτοῦ τοῦ τὸ διάδηµα περικειµένου καὶ τὴν ἁλουργίδα ἔχοντος, λαµπρότερός τέ ἐστι πολλῷ καὶ µακαριστότερος, καὶ κατὰ τὸν παρόντα βίον γαλήνῃ τε ἐντρυφῶν πολλῇ, καὶ χρησταῖς συντρεφόµενος ἐλπίσι, καὶ οὐδεµίανθορύβου καὶ ταραχῆς ἔχων ὑπόθεσιν, ἀλλ' ἡδονῆς διηνεκοῦς ἀπολαύων. Εὐθυµίαν γὰρ καὶ χαρὰν οὐκ ἀρχῆς µέγεθος, οὐ χρηµάτων πλῆθος, οὐ δυναστείας ὄγκος, οὐκ ἰσχὺς σώµατος, οὐ πολυτέλεια τραπέζης, οὐχ ἱµατίωνκόσµος, οὐκ ἄλλο τι τῶν ἀνθρωπίνων ποιεῖν εἴωθεν, ἀλλ' ἢ κατόρθωµα µόνον πνευµατικὸν, καὶ συνειδὸς ἀγαθόν. Καὶ ὁ τοῦτο κεκαθαρµένον ἔχων, κἂν ῥάκια περικείµενος ᾖ, καὶ λιµῷ παλαίων, τῶν σφόδρα τρυφώντων ἐστὶν εὐθυµότερος· ὥσπερ οὖν ὁ πονηρὰ συνειδὼς ἑαυτῷ, κἂν τὰ πάντων περιβάλληται χρήµατα, πάντων ἐστὶν ἀθλιώτερος.∆ ιὰ δὴ τοῦτο ὁ µὲν Παῦλος ἐν λιµῷ ζῶν τῷ διηνεκεῖ καὶ γυµνότητι, καὶ µαστιζόµενος καθ' ἑκάστην ἡµέραν, ἔχαιρέ τε καὶ ἐτρύφα µᾶλλον τῶνβασιλευόντων τότε· ὁ δὲ Ἀχαὰβ βασιλεύων καὶ τρυφῆς ἀπολαύων πολυτελοῦς, ἐπειδὴ τὴν ἁµαρτίαν ἐκείνην εἰργάσατο, ἔστενέ τε καὶ ἠθύµει, καὶ τὸ πρόσωποναὐτοῦ συµπεπτωκὸς ἦν, καὶ πρὸ τῆς ἁµαρτίας καὶ µετὰ τὴν ἁµαρτίαν. Εἰ τοίνυν βουλόµεθα ἀπολαύειν ἡδονῆς, πρὸ τῶν ἄλλων ἁπάντων φεύγωµεν πονηρίαν, καὶ διώκωµεν ἀρετὴν, ὡς οὐκ ἐνὸν ἄλλως τούτου µετασχεῖν, κἂνἐπ' αὐτὸν ἀναβῶµεν τὸν θρόνον τὸν βασιλικόν.∆ ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ δὲ καρπὸς τοῦ Πνεύµατος ἀγάπη, χαρὰ, εἰρήνη. Τοῦτον οὖν τὸν καρπὸν τρέφωµεν παρ' ἑαυτοῖς, ἵνα καὶ τῆς ἐνταῦθα χαρᾶς ἀπολαύσωµεν, καὶ τῆς µελλούσης ἐπιτύχωµεν βασιλείας, χάριτι καὶφιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅµα τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.