Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 20 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
20.0
Παρακαλῶ οὖν ὑµᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρµῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώµατα ὑµῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴνλατρείαν ὑµῶν.
20.1
Πολλὰ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλεχθεὶς, καὶ δείξας αὐτοῦ τὴν ἄφατον κηδεµονίαν, καὶ τὴν ἀπόῤῥητον ἀγαθότητα καὶ οὐδὲἐρευνηθῆναι δυναµένην, αὐτὴν λοιπὸν ταύτην προβάλλεται, εἰς τὸ πεῖσαι τοὺς εὐεργετηθέντας ἀξίαν τῆς δωρεᾶς ἐπιδείξασθαι τὴν πολιτείαν. Καὶ τοσοῦτος ὢν καὶ τηλικοῦτος, οὐ παραιτεῖται παρακαλεῖν· καὶ ταῦτα οὐχ ὑπὲρ ὧν αὐτὸς ἔµελλεν ἀπολαύειν, ἀλλ' ὑπὲρ ὧν ἐκεῖνοι κερδανεῖν εἶχον. Καὶ τί θαυµάζεις, εἰ αὐτὸς οὐ παραιτεῖται παρακαλεῖν, ὅπου γε καὶ τοὺς οἰκτιρµοὺς τοῦ Θεοῦ προβάλλεται; Ἐπειδὴ γὰρ τὰ µυρία ἡµῖν ἐντεῦθεν, φησὶν, ἀγαθὰ ἀπὸ τῶν οἰκτιρµῶν τοῦ Θεοῦ, αὐτοὺς αἰδέσθητε, αὐτοὺς δυσωπήθητε. Καὶ γὰρ αὐτοὶ τὴν ἱκετηρίαν τιθέασιν, ἵνα µηδὲν ἀνάξιον αὐτῶν ἐπιδείξησθε.∆ ι' αὐτῶν οὖν τούτων, φησὶ, παρακαλῶ, δι' ὧν ἐσώθητε· ὥσπερ ἂν εἴ τις τὸν µεγάλα εὐεργετηθέντα ἐντρέψαι βουλόµενος, αὐτὸν τὸν εὐεργετήσαντα ἱκέτην ἀγάγοι. Καὶ τί παρακαλεῖς, εἰπέ µοι; Παραστῆσαι τὰ σώµατα ὑµῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑµῶν. Ἐπειδὴ γὰρ εἶπε, Θυσίαν, ἵνα µή τις νοµίσῃ, ὅτι κατασφάξαι κελεύει τὰ σώµατα, ταχέως ἐπήγαγε, Ζῶσαν. Εἶτα διαιρῶν αὐτὴν ἀπὸ τῆς Ἰουδαϊκῆς, φησὶν, Ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑµῶν· ἐκείνη γὰρ σωµατικὴ, καὶ οὐ σφόδρα εὐάρεστος. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑµῶν, φησί; Καὶ πολλαχοῦ ἀλλαχοῦ φαίνεται διακρουόµενος αὐτάς. Ἀλλ' οὐχὶ ταύτην, ἀλλὰ καὶ ἐκείνης διδοµένης ταύτην ἐζήτει.∆ ιὸ καὶ ἔλεγε, Θυσία αἰνέσεως δοξάσει µε· καὶ πάλιν, Αἰνέσω τὸ ὄνοµα τοῦ Θεοῦ µου µετ' ᾠδῆς, καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ µόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς· καὶ ἀλλαχοῦ ἐκβάλλων αὐτὴν, καὶ λέγων· Μὴ φάγοµαι κρέα ταύρων, ἢ αἷµα τράγων πίοµαι; ἐπήγαγε, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Οὕτω καὶ Παῦλος ἐνταῦθα κελεύει· Παραστήσατε τὰ σώµατα θυσίαν ζῶσαν. Καὶ πῶς ἂν γένοιτο τὸ σῶµα, φησὶ, θυσία; Μηδὲν ὀφθαλµὸς πονηρὸν βλεπέτω, καὶ γέγονε θυσία· µηδὲν ἡ γλῶσσα λαλείτω αἰσχρὸν, καὶ γέγονε προσφορά· µηδὲν ἡ χεὶρ πραττέτω παράνοµον, καὶ γέγονεν ὁλοκαύτωµα. Μᾶλλον δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ τῆς τῶν ἀγαθῶν ἡµῖν ἐργασίας δεῖ, ἵνα ἡ µὲν χεὶρ ἐλεηµοσύνην ποιῇ, τὸ δὲ στόµα εὐλογῇ τοὺς ἐπηρεάζον τας, ἡ δὲ ἀκοὴ θείαις σχολάζῃ διηνεκῶς ἀκροάσεσιν. Ἡ γὰρ θυσία οὐδὲν ἔχει ἀκάθαρτον, ἡ θυσία ἀπαρχὴ τῶν ἄλλων ἐστί. Καὶ ἡµεῖς τοίνυν καὶ χειρῶν καὶ ποδῶν καὶ στόµατος καὶ τῶν ἄλλων ἁπάντων ἀπαρχώµεθα τῷ Θεῷ· ἡ τοιαύτη θυσία εὐάρεστος, ὡς ἥ γε τῶν Ἰουδαίων καὶ ἀκάθαρτος ἦν. Αἱ θυσίαι γὰρ αὐτῶν, φησὶν, ἄρτος πένθους αὐτοῖς. Ἀλλ' οὐχ ἡ ἡµετέρα. Ἐκείνη τὸ τεθυµένον νεκρὸν ἐναπέφηνεν· αὕτη τὸ τεθυµένον ζῶν ἀπεργάζεται. Ὅταν γὰρ νεκρώσωµεν ἡµῶν τὰ µέλη, τότε δυνησόµεθα ζῇν· καινὸς γὰρ οὗτος τῆς θυσίας ὁ νόµος· διὸ καὶ παράδοξος τοῦ πυρὸς ὁ τρόπος. Οὐδὲ γὰρ ξύλων δεῖται καὶ ὕλης ὑποκειµένης, ἀλλ' αὐτὸ καθ' ἑαυτὸ ζῇ τὸ πῦρ τὸ ἡµέτερον, καὶ οὐδὲ κατακαίει τὸ ἱερεῖον, ἀλλὰ µᾶλλον αὐτὸ ζωοποιεῖ. Ταύτην ἄνωθεν ὁ Θεὸς τὴν θυσίαν ἐζήτει· διὸ καὶ ἔλεγεν ὁ προφήτης, Θυσία τῷ Θεῷ πνεῦµα συντετριµµένον. Καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ταύτην προσῆγον λέγοντες· Οὐκ ἔστιν ἄρχων οὐδὲ προφήτης οὐδὲ τόπος τοῦ καρπῶσαι καὶ εὑρεῖν ἔλεος, ἀλλ' ἐν ψυχῇ συντετριµµένῃ καὶ πνεύµατι ταπεινώσεως προσδεχθείηµεν. Σκόπει δὲ πῶς καὶ ἑκάστῃ λέξει µετὰ πολλῆς κέχρηται τῆς ἀκριβείας. Οὐ γὰρ εἶπε, Ποιήσατε τὰ σώµατα ὑµῶν θυσίαν, ἀλλὰ, Παραστήσατε. ὡς ἂν εἰ ἔλεγε, Μηδὲν λοιπὸν κοινὸν ἔχετε πρὸς αὐτά· ἑτέρῳ αὐτὰ ἐξεδώκατε. Καὶ γὰρ οἱ τοὺς ἵππους τοὺς πολεµιστηρίους παριστῶντες, οὐδὲν λοιπὸν κοινὸν πρὸς αὐτοὺς ἔχουσι. Καὶ σὺ τοίνυν παρέστησας τῷ πολέµῳ τῷ κατὰ τοῦ διαβόλου τὰ µέλη, καὶ τῇ παρατάξει τῇ φοβερᾷ· µὴ κάθελκε πρὸς ἰδιωτικὰς αὐτὰ διακονίας. Καὶ ἕτερον δὲ ἐκ τούτου δείκνυσιν, ὅτι καὶ δόκιµα αὐτὰ δεῖ ποιεῖν, εἴ γε παριστᾷν µέλλοµεν. Οὐ γάρ τινι τῶν ἐπιγείων ἀνθρώπων, ἀλλ' αὐτῷ παριστῶµεν αὐτὰ τῷ βασιλεῖ τῶν ὅλων Θεῷ, οὐχ ἵνα πολεµῇ µόνον, ἀλλ' ἵνα καὶ αὐτὸν ἐπικαθήµενονἔχῃ τὸν βασιλέα. Οὐδὲ γὰρ παραιτεῖται ἐπικαθῆσθαι τοῖς µέλεσιν ἡµῶν, ἀλλὰ καὶ σφόδρα τοῦτο βούλεται· καὶ ὅπερ βασιλεὺς οὐκ ἂν ἕλοιτο ὁµόδουλος ἡµῖν, τοῦτο ὁ τῶν ἀγγέλων∆ εσπότης αἱρεῖται. Ἐπεὶ οὖν καὶ παρίστασθαι µέλλει, καὶ θυσία ἐστὶ, πάντα µῶµον περίελε· ὡς ἐὰν ἔχῃ µῶµον, οὐκέτ' ἂν εἴη θυσία. Οὐδὲ γὰρ ὀφθαλµὸς δύναται τυθῆναι πορνικὰ βλέπων, οὐ χεὶρ παραστῆναι ἁρπάζουσα καὶ πλεονεκτοῦσα, οὐ πόδες χωλὰ βαδίζοντες καὶ ἐπὶθέατρα ἀναβαίνοντες, οὐ γαστὴρ τρυφῇ δουλεύουσα, καὶ τῶν ἡδονῶν ἀνάπτουσα τὰς ἐπιθυµίας, οὐ καρδία θυµὸν ἔχουσα καὶ ἔρωτα πορνικὸν, οὐ γλῶττααἰσχρὰ φθεγγοµένη.
20.2
∆ ιὸ χρὴ πανταχόθεν µωµοσκοπεῖσθαι τὸ σῶµα τὸ ἡµέτερον. Εἰ γὰρ οἱ τὰς παλαιὰς ἀναφέροντες θυσίας ἐκελεύοντο πάντα περισκοπεῖν, καὶ οὔτε ὠτότµητον, οὔτε κολοβόκερκον, οὔτε ψωραγριῶντα, οὔτελειχῆνα ἔχοντα, ἐπετρέποντο ἀναφέρειν· πολλῷ µᾶλλον ἡµᾶς τοὺς οὐ πρόβατα ἄλογα, ἀλλ' ἑαυτοὺς ἀναφέροντας, πλείονα ἀκρίβειαν ἐπιδείκνυσθαι χρὴ, καὶ πάντοθεν εἶναι καθαροὺς, ἵνα δυνηθῶµεν καὶ ἡµεῖς κατὰ Παῦλον λέγειν· Ἐγὼ γὰρ ἤδη σπένδοµαι, καὶ ὁ καιρὸς τῆς ἐµῆς ἀναλύσεως ἐφέστηκε. Καὶ γὰρ θυσίας ἁπάσης καθαρώτερος ἦν· διὸ καὶ σπονδὴν ἑαυτὸν ἐκάλει. Ἔσται δὲ τοῦτο, ἐὰν ἀνέλωµεν τὸν παλαιὸν ἄνθρωπον, ἐὰν νεκρώσωµεν τὰ µέλη τὰ ἐπὶ τῆς γῆς, ἐὰν σταυρώσωµεν τὸν κόσµον ἑαυτοῖς. Οὕτως οὐδὲ µαχαίρας δεησόµεθα λοιπὸν, οὐδὲ θυσιαστηρίου, οὐδὲ πυρός· µᾶλλον δὲ τούτων ἁπάντων δεησόµεθα, πλὴν οὐ χειροποιήτων, ἀλλ' ἄνωθεν ἡµῖν ἅπαντα ἥξει, καὶ τὸ πῦρ ἄνωθεν καὶ ἡ µάχαιρα, καὶ τὸ θυσιαστήριονἡµῖν ἔσται τοῦ οὐρανοῦ τὸ πλάτος. Εἰ γὰρ, τοῦ Ἠλίου θυσίαν ἀναφέροντος αἰσθητὴν, λαµπὰς ἄνωθεν κατενεχθεῖσα πάντα ἀνάλωσε, καὶ τὸ ὕδωρ καὶ τὰ ξύλα καὶ τοὺς λίθους· πολλῷ µᾶλλον ἐπὶ σοῦ τοῦτο ἔσται. Κἂν ἔχῃς τι διαῤῥέον καὶ βιωτικὸν, προσαγάγῃς δὲ θυσίαν µετὰ γνώµης ὀρθῆς, κατελθὸν τοῦ Πνεύµατος τὸ πῦρ, καὶ τὸ βιωτικὸν ἐκεῖνο δαπανήσει, καὶτὴν προσφορὰν ἀνύσει πᾶσαν. Τί δέ ἐστι λογικὴ λατρεία; Ἡ πνευµατικὴ διακονία, ἡ πολιτεία ἡ κατὰ Χριστόν. Καθάπερ οὖν ὁ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ διακονούµενος, καὶ ἱερωµένος, οἷος ἂν ᾖ, συστέλλεται τότε καὶ σεµνότερος γίνεται· οὕτω καὶ ἡµᾶς τὸν ἅπαντα βίον διακεῖσθαι χρὴ, ὡς λατρεύοντας καὶ ἱερωµένους. Ἔσται δὲ τοῦτο, ἐὰν καθ' ἑκάστην ἡµέραν προσφέρῃς αὐτῷ θύµατα, καὶ ἱερεὺς τοῦ οἰκείου σώµατος γίνῃ, καὶ τῆς κατὰ ψυχὴν ἀρετῆς· οἷον, ὅταν σωφροσύνην προσενέγκῃς, ὅταν ἐλεηµοσύνην, ὅταν ἐπιείκειαν καὶ ἀνεξικακίαν. Ταῦτα γὰρ ποιῶν, ἀναφέρεις λογικὴν λατρείαν, τουτέστιν, οὐδὲν ἔχουσαν σωµατικὸν, οὐδὲν παχὺ, οὐδὲν αἰσθητόν. Ἐπάρας τοίνυν διὰ τῶν ὀνοµάτων τὸν ἀκροατὴν, καὶ ἕκαστον ἱερέα διὰ τῆς ἑαυτοῦ σαρκὸς, διὰ τῆς πολιτείας ἀποφήνας, λέγει καὶ τὸν τρόπον, δι' οὗδυνατὸν πάντα κατορθοῦν. Τίς οὖν ὁ τρόπος; Μὴ συσχηµατίζεσθε, φησὶ, τῷ αἰῶνι τούτῳ, ἀλλὰ µεταµορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑµῶν. Καὶ γὰρ χαµαίζηλον τὸ σχῆµα τοῦ αἰῶνος τούτου καὶ εὐτελὲς καὶ πρόσκαιρον, καὶ οὐδὲν ἔχον ὑψηλὸν, οὐδὲν διηνεκὲς, οὐδὲν εὐθὲς, ἀλλὰπάντα διεστραµµένα. Εἰ τοίνυν ὀρθὰ βούλει βαδίζειν, µὴ τυπώσῃς ἑαυτὸν κατὰ τὸ σχῆµα τοῦ παρόντος βίου· οὐδὲν γὰρ τῶν ἐν αὐτῷ µένον καὶ βεβηκός ἐστι.∆ ιὸ καὶ σχῆµα ἐκάλεσεν αὐτό· καὶ ἀλλαχοῦ πάλιν, Παράγει γὰρ τὸ σχῆµα τοῦ κόσµου τούτου. Οὐδὲν γὰρ διαρκὲς οὐδὲ πεπηγὸς ἔχει, ἀλλὰ πάντα πρόσκαιρα.∆ ιὸ καὶ, Τῷ αἰῶνι τούτῳ, εἶπε· διὰ τούτου µὲν τὸ ἐπίκηρον δηλῶν, διὰ δὲ τοῦ σχήµατος τὸ ἀνυπόστατον. Κἂν γὰρ πλοῦτον εἴπῃς, κἂν δόξαν, κἂν σώµατος ὥραν, κἂν τρυφὴν, κἂν ἀλλοτιοῦν τῶν δοκούντων εἶναι µεγάλων, σχῆµα µόνον ἐστὶν, οὐπράγµατος ἀλήθεια, ἐπίδειξις καὶ προσωπεῖον, οὐχ ὑπόστασίς τις µένουσα. Ἀλλὰ σὺ µὴ συσχηµατίζου τούτῳ, ἀλλὰ µεταµορφοῦ, φησὶν, ἐν τῇ ἀνακαινώσει τοῦ νοός. Οὐκ εἶπε, Μετασχηµατίζου, ἀλλὰ, Μεταµορφοῦ, δεικνὺς ὅτι τὸ µὲν τοῦ κόσµου, σχῆµα· τὸ δὲ τῆς ἀρετῆς, οὐ σχῆµα, ἀλλὰ µορφή τις ἀληθὴς φυσικὸν ἔχουσα κάλλος, οὐ δεόµε νον τῶν ἔξωθεν ἐπιτριµµάτων τε καὶ σχηµάτων, τῶν ὁµοῦτε φαινοµένων καὶ ἀπολλυµένων· καὶ γὰρ ἅπαντα ταῦτα, πρὶν ἢ φανῆναι, λύεται. Ἂν τοίνυν τὸ σχῆµα ῥίψῃς, ταχέως ἐπὶ τὴν µορφὴν ἥξεις. Οὐδὲν γὰρ τῆς κακίας ἀσθενέστερον, οὐδὲν οὕτω παλαιοῦται ῥᾳδίως. Εἶτα ἐπειδὴ ἀνθρώπους ὄντας εἰκὸς καθ' ἑκάστην ἁµαρτάνειν τὴν ἡµέραν, παραµυθεῖται τὸν ἀκροατὴν λέγων, ὅτι Καθ' ἑκάστην ἀνακαίνου σαυτόν. Ὅπερ ἐπὶ τῶν οἰκιῶν ποιοῦµεν, παλαιουµένας αὐτὰς ἀεὶ διορθοῦντες, τοῦτο καὶ ἐπὶ σαυτοῦ ποίει. Ἥµαρτες σήµερον; ἐπαλαίωσάς σου τὴν ψυχήν; Μὴ ἀπογνῷς µηδὲ ἀναπέσῃς, ἀλλ' ἀνακαίνισον αὐτὴν µετανοίᾳ καὶ δάκρυσι καὶ ἐξοµολογήσει καὶ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ· καὶ µηδέποτε τοῦτο διαλίπῃς ποιῶν. Καὶ πῶς δυνησόµεθα τοῦτο ποιεῖν; Εἰς τὸ δοκιµάζειν ὑµᾶς τὰ διαφέροντα, τί τὸ θέληµα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. Ἢ τοῦτό φησιν, Ἀνανεώθητε ἵνα µάθητε τὰ συµφέροντα καὶ τὸ θέληµα τοῦ Θεοῦ· ἢ ὅτι Οὕτω δύνασθε ἀνανεωθῆναι, ἐὰν µάθητε τὰ συµφέροντα, καὶ τί ποτε βούλεται ὁ Θεός. Ἂν γὰρ ἴδῃς τοῦτο, καὶ τῶν πραγµάτων µάθῃς διαγινώσκειν τὰς φύσεις, ἐπελάβου τῆς ὁδοῦ τῆς κατ' ἀρετὴν ἁπάσης. Καὶ τίς ἀγνοεῖ τὰ συµφέροντα, φησὶ, καὶ τί τὸ θέληµα τοῦ Θεοῦ; Οἱ πρὸς τὰ παρόντα ἐπτοηµένοι πράγµατα, οἱ πλοῦτον ζηλωτὸν εἶναι νοµίζοντες, καὶ πενίαν ἐξευτελίζοντες, οἱ δυναστείας διώκοντες, οἱ πρὸς τὴν δόξαντὴν ἔξωθεν κεχηνότες, οἱ µεγάλους ἑαυτοὺς εἶναι νοµίζοντες, ὅταν οἰκίας λαµπρὰς ἐγείρωσι, καὶ τάφους πολυτελεῖς πρίωνται, καὶ ἀνδραπόδων ἀγέλας ἔχωσι, καὶ πολὺν εὐνούχων περιφέρωσιν ἐσµόν. Οὗτοι καὶ τὰ συµφέροντα αὐτοῖς καὶ τὸ θέληµα τοῦ Θεοῦ ἀγνοοῦσι· καὶ γὰρ ἀµφότερα ταῦτα ἕν τί ἐστι.
20.3
Τά τε γὰρ συµφέροντα ἡµῖν ὁ Θεὸς βούλεται· καὶ ἃ βούλεται ὁ Θεὸς, ταῦτα καὶ συµφέροντα ἡµῖν. Τίνα οὖν ἐστιν, ἅπερ ὁ Θεὸς βούλεται; Ἐν πενίᾳ ζῇν, ἐν ταπεινοφροσύνῃ, ἐν ὑπεροψίᾳ δόξης, ἐν ἐγκρατείᾳ, οὐκ ἐν τρυφῇ, ἐν θλίψει, οὐκ ἐν ἀνέσει, ἐν τῷ πένθει, οὐκ ἐν τῷ διαχεῖσθαι καὶ γελᾷν, ἐν τοῖς ἄλλοις οἷς ἐνοµοθέτησεν ἅπασιν. Ἀλλ' οἱ πολλοὶ ταῦτα καὶ οἰωνίζονται, τοσοῦτον ἀπέχουσι νοµίζειν εἶναι τὰ συµφέροντα, καὶ Θεοῦ θελήµατα.∆ ιά τοι τοῦτο οὐδὲ ἐγγύς ποτε τῶν ὑπὲρ τῆς ἀρετῆς ἐλθεῖν δυνήσονται πόνων. Οἱ γὰρ µηδὲ αὐτὸ τοῦτο, ὅ τι ποτέ ἐστιν ἀρετὴ εἰδότες, ἀλλὰ τὴν κακίαν ἀντὶ ταύτης θαυµάζοντες, καὶ τὴν πόρνην ἀντὶ τῆς σώφρονος γυναικὸςἑαυτοῖς συγκατακλείοντες, πότε δυνήσονται ἀποστῆναι τοῦ παρόντος αἰῶνος;∆ ιὸ χρὴ πρὸ τῶν ἄλλων ἁπάντων τὴν κρίσιν ἡµῖν εἶναι τῶν πραγµάτων διηρθρωµένην· κἂν µὴ µετίωµεν ἀρετὴν, ἐπαινεῖν ἀρετήν· κἂν µὴ φύγωµεν κακίαν, κακίζειν πονηρίαν, ἵνα τέως τὰς ψήφους ἀδεκάστους ἔχωµεν. Οὕτω γὰρ ὁδῷ προβαίνοντες, καὶ τῶν ἔργων ἐπιλαβέσθαι δυνησόµεθα.∆ ιά τοι τοῦτο καὶ αὐτὸς κελεύει ἀνανεοῦσθαι, Εἰς τὸ δοκιµάζειν ὑµᾶς, τί τὸ θέληµα τοῦ Θεοῦ. Ἐνταῦθα δέ µοι καὶ Ἰουδαίων καθάπτεσθαι δοκεῖ, τῶν ἐχοµένων τοῦ νόµου. Θέληµα µὲν γὰρ ἦν τοῦ Θεοῦ καὶ ἡ παλαιὰ πολιτεία· ἀλλ' οὐ προηγούµενον, ἀλλὰ διὰ τὴν ἐκείνων ἀσθένειαν συγχωρηθέν· τὸ δὲ τέλειον καὶ εὐάρεστον, ἡ καινὴ πολιτεία. Καὶ γὰρ λογικὴν ὅτε ἐκάλεσε λατρείαν, πρὸς ἐκείνην ἀντιδιαστέλλων αὐτὴν οὕτως ὠνόµασε. Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης µοι, παντὶ τῷ ὄντι ἐν ὑµῖν, µὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡςὁ Θεὸς ἐµέρισε µέτρον πίστεως. Ἀνωτέρω εἰπὼν,∆ ιὰ τῶν οἰκτιρµῶν τοῦ Θεοῦ παρακαλῶ ὑµᾶς, ἐνταῦθα πάλιν λέγει,∆ ιὰ τῆς χάριτος. Ὅρα διδασκάλου ταπεινοφροσύνην, ὅρα γνώµην κατεσταλµένην. Οὐδαµοῦ ἑαυτὸν ἀξιόπιστον εἶναί φησι πρὸς τὴν τοιαύτην παραίνεσιν καὶ συµβουλήν· ἀλλὰ ποτὲ µὲν τοὺς οἰκτιρµοὺς τοῦ Θεοῦ παραλαµβάνει µεθ' ἑαυτοῦ, ποτὲ δὲ τὴν χάριν. Οὐ γὰρ ἐµὸν λόγον λέγω, φησὶν, ἀλλὰ τὸν ἀπὸ τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Λέγω γὰρ ὑµῖν διὰ τῆς σοφίας τοῦ Θεοῦ, λέγω γὰρ ὑµῖν διὰ τῆς νοµοθεσίας τοῦ Θεοῦ, ἀλλὰ,∆ ιὰ τῆς χάριτος· συνεχῶς τῶν εὐεργεσιῶν ἀναµιµνήσκων, ὥστε εὐγνωµονεστέρους ποιῆσαι, καὶ δεῖξαι καὶ ταύτῃ ὑπευθύνους ὄντας τῇ τῶν λεγοµένων ὑπακοῇ. Παντὶ τῷ ὄντι ἐν ὑµῖν. Οὐχὶ τῷ δεῖνι καὶ τῷ δεῖνι µόνον, ἀλλὰ καὶ ἄρχοντι καὶ ἀρχοµένῳ, καὶ δούλῳ καὶ ἐλευθέρῳ, καὶ ἰδιώτῃ καὶ σοφῷ, καὶ γυναικὶ καὶ ἀνδρὶ, καὶ νέῳ καὶ γέροντι· κοινὸς γὰρ οὗτος ὁ νόµος, ἐπειδὴ καὶ δεσποτικός. Οὕτω καὶ ἀνεπαχθῆ ποιεῖται τὸν λόγον, πᾶσι προτιθεὶς τὰ διδάγµατα, καὶ τοῖς οὐκ οὖσιν ὑπευθύνοις, ἵνα οἱ ὑπεύθυνοι τὴν τοιαύτην ἐπιτίµησιν καὶδιόρθωσιν εὐκολώτερον δέξωνται. Καὶ τί λέγεις, εἰπέ µοι; Μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν. Τὴν µητέρα ἐνταῦθα εἰσάγει τῶν ἀγαθῶν, τὴν ταπεινοφροσύνην, τὸν διδάσκαλον τὸν ἑαυτοῦ µιµούµενος. Καθάπερ γὰρ ἐκεῖνος εἰς τὸ ὄρος ἀναβὰς, καὶ τὸν ἠθικὸν µέλλων ὑφαίνειν λόγον, ἐντεῦθεν ἤρξατο πρῶτον, καὶ ταῦτα κατέβαλε τὰ θεµέλια, οὕτω λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύµατι· οὕτω καὶ αὐτὸς ἀπὸ τῶν δογµατικῶν ἐπὶ τὰ ἠθικώτερα νῦν ἐκβὰς, ἐδίδαξε µὲν καθόλου τὴν ἀρετὴν, τὴν θαυµαστὴν θυσίαν παρ' ἡµῶν ἀπαιτήσας· µέλλων δὲ αὐτὴν κατὰ µέρος ὑπογράφειν, ὥσπερ ἀπὸ κεφαλῆς, τῆς ταπεινοφροσύνης ἄρχεται, καί φησι, Μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν· τοῦτο γάρ ἐστι τὸ θέληµα τοῦ Θεοῦ· Ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐλάβοµεν φρόνησιν, οὐχ ἵνα εἰς ἀπόνοιαν αὐτῇ χρησώµεθα, ἀλλ' ἵνα εἰς σωφροσύνην. Καὶ οὐκ εἶπεν, εἰς τὸ ταπεινοφρονεῖν, ἀλλ' Εἰς τὸ σωφρονεῖν· σωφροσύνην ἐνταῦθα λέγων, οὐ τὴν ἀντιδιαστελλοµένην τῇ ἀσελγείᾳ ἀρετὴν, οὐδὲ τὸ ἀπηλλάχθαι ἀκολασίας, ἀλλὰ τὸ νήφειν καὶ ὑγιαίνειν κατὰ διάνοιαν· καὶ γὰρ καὶ τοῦτο σωφροσύνη λέγεται ἀπὸ τοῦ σώας ἔχειν τὰς φρένας.∆ εικνὺς τοίνυν, ὅτι τὸν µὴ µετριάζοντα οὐδὲ σωφρονεῖν ἔνι, τουτέστι, καθεστηκέναι καὶ ὑγιαίνειν, ἀλλὰ παραπαίει καὶ ἐξέστηκεν ὁ τοιοῦτος, καὶπαραπλῆγος παντός ἐστι µανικώτερος, σωφροσύνην ἐκάλεσε τὴν ταπεινοφροσύνην. Ἑκάστῳ ὡς ὁ Θεὸς ἐµέρισε µέτρον πίστεως. Ἐπειδὴ γὰρ τῶν χαρισµάτων ἡ δόσις πολλοὺς εἰς ἀπόνοιαν ἐπῆρε καὶ παρὰ τούτοις καὶ παρὰ Κορινθίοις, ὅρα πῶς τὴν αἰτίαν τοῦ νοσήµατος δήλην ποιεῖ, καὶ κατὰ µικρὸν ὑποσύρει. Εἰπὼν γὰρ, ὅτι δεῖ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἐπήγαγεν· Ἑκάστῳ ὡς ὁ Θεὸς ἐµέρισε µέτρον πίστεως, πίστιν ἐνταῦθα τὸ χάρισµα καλῶν. Εἰπὼν δὲ, ὅτι ἐµέρισε, καὶ τὸν ἔλαττον εἰληφότα παρεµυθήσατο, καὶ τὸν µείζονος ἀπολαύσαντα κατέστειλεν. Εἰ γὰρ ὁ Θεὸς ἐµέρισε, καὶ µὴ σὸν τὸ κατόρθωµα, τί µέγα φρονεῖς;
20.4
Εἰ δέ τις τὴν πίστιν ἐνταῦθα µὴ τὸ χάρισµα λέγοι καλεῖσθαι, καὶ τοῦτο πάλιν µειζόνως δείκνυσιν αὐτὸν ταπεινοῦντα τοὺς ἀλαζόνας. Εἰ γὰρ τοῦ χαρίσµατος αἴτιον ἡ πίστις, καθ' ἣν τὰ θαύµατα γίνεται, καὶ τοῦτο παρὰ τοῦ Θεοῦ, πόθεν µέγα φρονεῖς; καὶ γὰρ, εἰ µὴ παρεγένετο, µηδὲ ἐσαρκώθη, οὐδ' ἂν τὰ τῆς πίστεως προεχώρησεν. Ὥστε πάντα ἐκεῖθεν τὴν ἀρχὴν ἔχει τὰ ἀγαθά. Εἰ δὲ αὐτὸς δίδωσιν, οἶδε πῶς µερίζει· πάντας γὰρ αὐτὸς ἐποίησε, καὶ πάντων ὁµοίως κήδεται. Καὶ ὥσπερ τὸ δοῦναι ἀπὸ φιλανθρωπίας γέγονεν, οὕτω καὶ πόσον δοῦναι. Οὐ γὰρ δὴ περὶ τὸ κεφάλαιον ἐπιδειξάµενος τὴν ἀγαθότητα, ὅπερ ἐστὶ τὸ δοῦναι τὰ χαρίσµατα, ἐν τῷ µέτρῳ σε προδιδόναι ἔµελλεν. Εἰ µὲν γὰρ ἀτιµάσαι ἐβούλετο, οὐδ' ἂν ἔδωκε τὴν ἀρχήν· εἰ δὲ σῶσαι καὶ τιµῆσαι ἐσπούδακε( διὰ γὰρ τοῦτο καὶ παρεγένετο, καὶ τοσαῦτα διένειµεν ἀγαθὰ), τίνος ἕνεκεν θορυβῇ καὶ ταράττῃ καὶ εἰςµωρίαν ἀποκέχρησαι τῇ φρονήσει, µειζόνως τοῦ φύσει τοιούτου καταισχύνων σαυτόν; Τὸ µὲν γὰρ ἀπὸ φύσεως γενέσθαι µωρὸν, οὐκ ἔγκληµα· τὸ δὲ διὰ φρονήσεως γενέσθαι µωρὸν, καὶ συγγνώµης ἐστέρηται καὶ µείζονα φέρει τὴν κόλασιν. Τοιοῦτοι οἱ ἐπὶ σοφίᾳ µέγα φρονοῦντές εἰσι, καὶ εἰς ἀπόνοιαν ἐµπίπτοντες τὴν ἐσχάτην. Οὐδὲν γὰρ οὕτω µωρὸν ὡς ἀπόνοια ποιεῖ.∆ ιὸ καὶ ὁ προφήτης οὕτως ἐκάλει τὸν βάρβαρον λέγων, Ὁ δὲ µωρὸς µωρὰ λαλήσει. Ἵνα δὲ καὶ ἀπὸ τῶν ῥηµάτων αὐτῶν µάθῃς αὐτοῦ τὴν µωρίαν, ἄκουσον τί φησιν· Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον µου, καὶ ἔσοµαι ὅµοιος τῷ Ὑψίστῳ. Καταλήψοµαι τῇ χειρί µου τὴν οἰκουµένην ὡς νοσσιὰν, καὶ ὡς καταλελειµµένα ὠὰ ἀρῶ. Τούτων οὖν τῶν ῥηµάτων τί µωρότερον γένοιτ' ἄν; Καὶ ἑκάστη δὲ µεγαληγορία τοῦτο εὐθέως ἐπισπᾶται τὸ ὄνειδος. Κἂν ἕκαστον ῥῆµα τῶν ἀπονενοηµένων εἰς µέσον ἀγάγω, οὐ δυνήσῃ διαγνῶναι πότερον ἀπονενοηµένου ἢ µωροῦ τὰ ῥήµατα· οὕτως ἕν ἐστι τουτὶ τὸ ἐλάττωµα. Καὶ γὰρ ἕτερος βάρβαρος πάλιν φησὶν, Ἐγώ εἰµι θεὸς, καὶ οὐκ ἄνθρωπος· καὶ ἄλλος πάλιν, Μὴ δυνήσεται ὁ Θεὸς σῶσαι ὑµᾶς, ἢ ἐξελέσθαι ἐκ τῶν χειρῶν µου; καὶ ὁ Αἰγύπτιος δὲ, Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ· καὶ ὁ παρὰ τῷ προφήτῃ ἄφρων τοιοῦτός τις ἐστὶ, λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ, Οὐκ ἔστι Θεός· καὶ ὁ Κάϊν δὲ, Μὴ φύλαξ ἐγώ εἰµι τοῦ ἀδελφοῦ µου; Ἄρα µὴ δύνασαι διαγνῶναι πότερον ἀπονενοηµένων, ἢ µωρῶν τὰ ῥήµατα; ἡ γὰρ ἀπόνοια τῆς συµµετρίας ἐκπίπτουσα καὶ ἀπὸ τοῦ νοῦ γινοµένη( διὸ καὶ ἀπόνοια λέγεται), καὶ µωροὺς καὶ ἀλαζόνας ἐργάζεται. Καὶ εἰ ἀρχὴ σοφίας φόβος Κυρίου, οὐκοῦν ἀρχὴ µωρίας τὸ µὴ εἰδέναι τὸν Κύριον. Εἰ τοίνυν τὸ εἰδέναι σοφία, τὸ µὴ εἰδέναι µωρία, τὸ δὲ µὴ εἰδέναι ἐξ ὑπερηφανίας γίνεται( ἀρχὴ γὰρ ὑπερηφανίας τὸ µὴ εἰδέναι τὸν Κύριον), ἄρα ἡὑπερηφανία µωρία ἐσχάτη. Τοιοῦτος ἦν καὶ ὁ Ναβὰλ, εἰ καὶ µὴ πρὸς Θεὸν, ἀλλὰ πρὸς ἄνθρωπον, ἐξ ἀπονοίας ἀνόητος γεγονώς· ἀλλ' ὕστερον ἀπέθανε τῷ δέει. Ὅταν γάρ τις ἐκπέσῃ τοῦ µέτρου τῆς φρονήσεως, καὶ δειλὸς ὁµοῦ καὶ θρασὺς γίνεται, τῆς ψυχῆς ἀσθενοῦς γινοµένης. Καθάπερ γὰρ τὸ σῶµα, ὅταν τὴν σύµµετρον ἀπολέσῃ κρᾶσιν, γινόµενον δύσκρατον, πᾶσιν ἁλίσκεται τοῖς πάθεσιν· οὕτω καὶ ἡ ψυχὴ, ἐπειδὰν τὸ µεγαλοφυὲς ἀπολέσῃ καὶ τὸ ταπεινοφρονεῖν, ἕξιν δεξαµένη τινὰ ἀσθενῆ, καὶ δειλὴ καὶ θρασεῖα καὶ ἀνόητος γίνεται, καὶἑαυτὴν ἀγνοήσει λοιπόν. Ὁ δὲ ἑαυτὸν ἀγνοῶν, πῶς τὰ ὑπὲρ ἑαυτὸν εἴσεται; Καθάπερ γὰρ ὁ φρενίτιδι κατεχόµενος, ὅταν ἑαυτὸν ἀγνοήσῃ, οὐδὲ τὰ πρὸ τῶν ποδῶν οἶδε· καὶ ὀφθαλµὸς, ὅταν αὐτὸς πηρωθῇ, πάντα σκοτοῖ τὰ λοιπὰ µέλη· οὕτω καὶ ἐπὶ τῆς ἀπονοίας συµ βαίνει.∆ ιὸ καὶ τῶν µαινοµένων εἰσὶν ἀθλιώτεροι οὗτοι, καὶ τῶν φύσει µωρῶν. Καὶ γὰρ ὁµοίως τούτοις γέλωτα κινοῦσι, καὶ ὁµοίως ἐκείνοις εἰσὶν ἀηδεῖς· καὶ ἐξεστήκασι µὲν ὥσπερ ἐκεῖνοι, ἀλλ' οὐκ ἐλεοῦνται ὥσπερ ἐκεῖνοι· παραφρονοῦσι δὲ ὥσπερ οὗτοι, ἀλλ' οὐ συγγινώσκονται ὥσπερ οὗτοι, ἀλλὰ µισοῦνται µόνον· καὶ τὰ ἐλαττώµατα ἑκατέρων ἔχοντες, τῆς συγγνώµης ἑκατέρων ἐστέρηνται, οὐκ ἀπὸ τῶν ῥηµάτων µόνον, ἀλλὰ καὶ ἀπὸ τῶν σχηµάτων ὄντες καταγέλαστοι. Τί γὰρ, εἰπέ µοι, τὸν αὐχένα ἀνατείνεις; τί δὲ βαδίζεις ἐπ' ἄκρων ὀνύχων; τί τὰς ὀφρῦς ἀνασπᾷς; τί τὸ στῆθος φυσᾷς; Τρίχα οὐ δύνασαι ποιῆσαι λευκὴν ἢ µέλαιναν, καὶ ὡς πάντων κρατῶν, οὕτως ἀεροβατεῖς; Τάχα ἐβούλου σοι καὶ πτερὰ φῦναι, ἵνα µὴ βαδίζῃς ἐπὶ τῆς γῆς· τάχα καὶ τέρας εἶναι ἐπιθυµεῖς. Νῦν γὰρ οὐχὶ τέρας σαυτὸν πεποίηκας, ἄνθρωπος µὲν ὢν, πέτασθαι δὲ ἐπιχειρῶν; µᾶλλον δὲ καὶ πετόµενος ἔνδοθεν, καὶ φλεγµαίνων πάντοθεν; Τί σὲ καλέσω, καὶ καθελῶ σου τὴν ἀπόνοιαν; Ἂν εἴπω σε τέφραν καὶ κόνιν καὶ καπνὸν καὶ κονιορτὸν, εἶπον µὲν τὴν εὐτέλειαν, οὐδέπω δὲ ἀκριβῶς τῆς εἰκόνος ἐπελαβόµην ἧς ἐβουλόµην· καὶ γὰρ καὶ τὴν φλεγµονὴν καὶ τὸ διάκενον αὐτῶν ἅπαν παραστῆσαι βούλοµαι. Ποίαν οὖν ἂν εὕροιµεν τούτοις εἰκόνα ἁρµόζουσαν; Ἐµοὶ δοκοῦσι στυπείῳ καταφλεχθέντι προσεοικέναι. Καὶ γὰρ ἐκεῖνο δοκεῖ µετὰ τὸν ἐµπρησµὸν οἰδεῖν, καὶ ὑπερανεστηκέναι· µικρὰν δὲ χειρὸς ἁφὴν ὑποµεῖναν, κατηνέχθη τε ἅπαν, καὶ τέφρας ἁπάσης εὐτελέστερον ἐφάνη. Τοιαῦται καὶ τούτων αἱ ψυχαί· τὸ γὰρ φύσηµα αὐτῶν τὸ διάκε νον, καὶ ἡ τυχοῦσα προσβολὴ δυνήσεται ταπεινώσαι καὶ καθελεῖν. Τὸν γὰρ ἀπονενοηµένον ἀνάγκη πάντως καὶ ἀσθενῆ τινα εἶναι· οὐ γάρ ἐστι τὸ ὕψος ὑγιὲς, ἀλλ' ὥσπερ αἱ ποµφόλυγες εὐκόλως ῥήγνυνται, οὕτω καὶ οὗτοι ῥᾳδίως ἀπόλλυνται. Εἰ δὲ ἀπιστεῖς, δός µοι θρασὺν καὶ ἀπονενοηµένον, καὶ πεπτωκότος δειλότερον ὄψει γινόµενον καὶ ἀπὸ τῆς τυχούσης περιστάσεως. Ὥσπερ γὰρ ἡ µὲν ἀπὸ φρυγάνων αἰροµένη φλὸξ ὁµοῦ τε ἀνήφθη, καὶ κόνις ἐγένετο, ἡ δὲ τῶν στερεῶν ξύλων φύσις οὔτε ἐξάπτεται ῥᾳδίως, καὶ ἐπὶπολὺ διατηρεῖ καιοµένην τὴν φλόγα· οὕτω καὶ αἱ ψυχαὶ αἱ µὲν στεῤῥαὶ καὶ βεβηκυῖαι, οὐκ εὐκόλως οὔτε ἐκκαίονται οὔτε σβέννυνται· οὗτοι δὲ ἀµφότερα ταῦτα ἐν µιᾷ καιροῦ ῥοπῇ πάσχουσι. Ταῦτ' οὖν εἰδότες, τὴν ταπεινοφροσύνην ἀσκῶµεν. Οὐδὲν γὰρ αὐτῆς δυνατώτερον, ἀλλὰ καὶ πέτρας ἰσχυροτέρα, καὶ ἀδάµαντος στεῤῥοτέρα, καὶ πύργων καὶ πόλεων καὶ τείχους ἐν µείζονι καθίστησινἡµᾶς ἀσφαλείᾳ, πάντων ὑψηλοτέρα γενοµένη τῶν τοῦ διαβόλου µηχανηµάτων· ὥσπερ οὖν ἡ ἀπόνοια καὶ τοῖς τυχοῦσιν εὐχειρώτους ποιεῖ, ποµφόλυγος, ὥσπερ ἔφην, εὐκολώτερον ῥηγνυµένη, καὶ ἀράχνης ταχύτερον σχιζοµένη, καὶ καπνοῦ θᾶττον διαλυοµένη. Ἵν' οὖν ἐπὶ τῆς στεῤῥᾶς πέτρας ὦµεν βεβηκότες, ἐκείνην ἀφέντες, ταύτην ἑλώµεθα. Οὕτω γὰρ καὶ ἐν τῷ παρόντι βίῳ ἀνάπαυσιν εὑρήσοµεν, καὶ κατὰ τὸν µέλλοντα αἰῶνα πάντων ἀπολαύσοµεν τῶν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶτὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note