Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 21 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
21.0
Καθάπερ γὰρ ἐν ἑνὶ σώµατι µέλη πολλὰ ἔχοµεν, τὰ δὲ µέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶµά ἐσµεν ἐν Χριστῷ, ὁ δὲ καθ' εἷς, ἀλλήλων µέλη.
21.1
Πάλιν τῷ αὐτῷ ὑποδείγµατι κέχρηται, ᾧ καὶ πρὸς Κορινθίους ἐχρήσατο, τὸ αὐτὸ τοῦτο καταστέλλων πάθος. Καὶ γὰρ µεγάλη τοῦ φαρµάκου ἡ δύναµις, καὶ τοῦ παραδείγµατος ἡ ἰσχὺς τούτου, εἰς τὸ διορθῶσαι τὸ τῆς ἀπονοίας νόσηµα. Τίνος γὰρ ἕνεκεν σὺ µεγάλα φρονεῖς, φησίν; ἢ διὰ τί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶµά ἐσµεν ἅπαντες ἓν, καὶ µεγάλοι καὶ µικροί; Ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦµεν καὶ ἀλλήλων µέλη, τί τῇ ἀπονοίᾳ σχίζεις σαυτόν; τί ἐπαισχύνῃ τὸν ἀδελφόν; Ὥσπερ γὰρ ἐκεῖνός σου µέλος, οὕτω κἀκείνου σύ· καὶ πολλὴ καὶ κατὰ τοῦτο ἡ ὁµοτιµία.∆ ύο γὰρ ἱκανὰ καθελεῖν αὐτῶν τὴν ἀπόνοιαν τέθεικε· καὶ ὅτι ἀλλήλων ἐσµὲν µέλη, οὐχ ὁ µικρὸς τοῦ µεγάλου µόνον, ἀλλὰ καὶ ὁ µέγας τοῦ ἐλάττονος, καὶ ὅτι ἕν ἐσµεν ἅπαντες σῶµα· µᾶλλον δὲ καὶ τρία· καὶ γὰρ καὶ χάρισµα ἔδειξεν ἓν ὂν τὸ δοθέν. Μὴ τοίνυν µέγα φρόνει· ἐδόθη γάρ σοι παρὰ τοῦ Θεοῦ, οὐ σὺ ἔλαβες, οὐδὲ εὗρες.∆ ιὰ τοῦτο καὶ τῶν χαρισµάτων ἁπτόµενος, οὐκ εἶπεν, ὅτι Ὁ µὲν µεῖζον, ὁ δὲ ἔλαττον ἔλαβεν, ἀλλὰ τί;∆ ιάφορον. Ἔχοντες γὰρ, φησὶ, χαρίσµατα, οὐ µείζονα καὶ ἐλάττονα, ἀλλὰ διάφορα. Τί γὰρ, εἰ µὴ καὶ τὰ αὐτὰ ἐπετάγης, ἀλλὰ τὸ σῶµα τὸ αὐτό ἐστι; Καὶ ἀρξάµενος ἀπὸ χαρίσµατος, εἰς κατόρθωµα λήγει. Εἰπὼν γὰρ προφητείαν καὶ διακονίαν καὶ ὅσα τοιαῦτα, κατέληξεν εἰς ἐλεηµοσύνην καὶ σπουδὴν καὶ ἀντίληψιν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τινας ἐναρέτους µὲν εἶναι, µὴ ἔχειν δὲ προφητείαν, δείκνυσιν ὅτι καὶ τοῦτο τὸ χάρισµα, καὶ πολλῷ µεῖζον ἐκείνου, ὥσπερ ἔδειξεν ἐντῇ πρὸς Κο ρινθίους· καὶ τοσούτῳ µεῖζον, ὅσῳ τὸ µὲν ἔχει µισθὸν, τὸ δὲ ἐστέρηται ἀµοιβῆς· ὅλον γὰρ δωρεὰ καὶ χάρις ἐστί.∆ ιὰ τοῦτό φησιν· Ἔχοντες δὲ χαρίσµατα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡµῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Ἐπειδὴ γὰρ ἱκανῶς αὐτοὺς παρεµυθήσατο, βούλεται καὶ ἐναγωνίους ποιῆσαι, καὶ σπουδαιοτέρους ἐργάσασθαι, δεικνὺς ὅτι αὐτοὶ τὰς ἀφορµὰς παρέχουσιτοῦ µείζονα, ἢ ἐλάττονα λαβεῖν. Λέγει µὲν γὰρ αὐτὸ καὶ παρὰ τοῦ Θεοῦ δεδόσθαι· ὡς ὅταν λέγῃ, Ἑκάστῳ ὡς ὁ Θεὸς ἐµέρισε µέτρον πίστεως· καὶ πάλιν, Κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡµῖν· ἵνα καταστείλῃ τοὺς ὑπερηφάνους. Λέγει δὲ καὶ παρ' αὐτῶν τὰς ἀρχὰς γεγενῆσθαι, ἵνα διεγείρῃ τοὺς ῥᾳθύµους· ὃ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ, ἀµφότερα ταῦτα κινῶν. Ὅταν µὲν γὰρ λέγῃ, Ζηλοῦτε τὰ χαρίσµατα, δείκνυσι καὶ αὐτοὺς ὄντας αἰτίους τῆς διαφορᾶς τῶν διδοµένων· ὅταν δὲ λέγῃ, Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦµα, διαιροῦν ἑκάστῳ καθὼς βούλεται, ἐκεῖνο κατασκευάζει, τὸ µὴ δεῖν ἐπαίρεσθαι τοὺςεἰληφότας, πάντοθεν παραµυθούµενος αὐτῶν τὸ πάθος· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Καὶ πάλιν τοὺς ἀναπεπτωκότας διεγείρων φησὶν, Εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Εἰ γὰρ καὶ χάρις ἐστὶν, ἀλλ' οὐχ ἁπλῶς ἐκχεῖται, ἀλλὰ τὰ µέτρα παρὰ τῶν δεχοµένων λαµβάνουσα, τοσοῦτον ἐπιῤῥεῖ, ὅσον ἂν εὕρῃ σκεῦος πίστεωςαὐτῇ προσενεχθέν. Εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ. Καθολικὸν πρᾶγµα ἐνταῦθα τίθησι. Καὶ γὰρ ἡ ἀποστολὴ διακονία λέγεται· καὶ πᾶν ἀγαθὸν πνευµατικὸν ἔργον, διακονία. Ἔστι µὲν γὰρ καὶ ἰδικῆς οἰκονοµίας ὄνοµα τοῦτο· ἐνταῦθα µέντοι καθολικῶς εἴρηται. Εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ. Ὅρα πῶς ἀδιαφόρως αὐτὰ τίθησι, τὸ µικρὸν πρῶτον, καὶ τὸ µέγα ὕστερον· πάλιν τὸ αὐτὸ τοῦτο παιδεύων, τὸ µὴ φυσᾶσθαι µηδὲ ἐπαίρεσθαι. Εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει. Καὶ τοῦτο διδασκαλίας εἶδος. Εἰ γάρ ἐστιν ἐν ὑµῖν λόγος παρακλήσεως, φησὶ, πρὸς τὸν λαὸν λέγετε. Εἶτα δεικνὺς, ὡς οὐ µέγα ὄφελος ἀρετὴν µετιέναι, εἰ µὴ µετὰ τοῦ προσήκοντος τοῦτο γίνοιτο νόµου, ἐπάγει· Ὁ µεταδιδοὺς, ἐν ἁπλότητι. Οὐ γὰρ ἀρκεῖ τὸ δοῦναι, ἀλλὰ δεῖ καὶ µετὰ δαψιλείας τοῦτο ποιεῖν. Ἁπλότητα γὰρ τοῦτο οἶδε πανταχοῦ· ἐπεὶ καὶ αἱ παρθένοι ἔλαιον εἶχον, ἀλλ' ἐπειδὴ ἀρκοῦν οὐκ εἶχον, τοῦ παντὸς ἐξέπεσον. Ὁ προϊστάµενος, ἐν σπουδῇ. Οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι, ἂν µὴ µετὰ σπουδῆς καὶ προθυµίας τοῦτο ποιῇ. Ὁ ἐλεῶν, ἐν ἱλαρότητι. Οὐ γὰρ ἀρκεῖ τὸ ἐλεῆσαι, ἀλλὰ καὶ µετὰ δαψιλείας καὶ γνώµης ἀλύπου τοῦτο δεῖ ποιεῖν· µᾶλλον δὲ οὐ µετὰ ἀλύπου δεῖ µόνον, ἀλλὰ καὶ µετὰ φαιδρᾶς καὶ χαιρούσης· οὐ γάρ ἐστιν ἴσον µὴ λυπεῖσθαι, καὶ χαίρειν. Τοῦτο δὲ αὐτὸ καὶ πρὸς Κορινθίους ἐπιστέλλων, µετὰ πολλῆς κατεσκεύαζε σπουδῆς· εἰς µὲν γὰρ δαψίλειαν διεγείρων, ἔλεγεν· Ὁ σπείρων φειδοµένως, φειδοµένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει· τὴν δὲ γνώµην διορθούµενος, προσετίθει· Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ἀµφότερα γὰρ δεῖ παρεῖναι τῷ ἐλεοῦντι, καὶ ἀφθονίαν καὶ ἡδονήν. Τίνος γὰρ ἕνεκεν κλαίεις διδοὺς ἐλεηµοσύνην; τί δὲ ἀλγεῖς ἐλεῶν, καὶ τὸν καρπὸν προδίδως τοῦ κατορθώµατος; Εἰ γὰρ ἀλγεῖς, οὐκ ἐλεεῖς, ἀλλ' ὠµὸς εἶ καὶ ἀπάνθρωπος. Εἰ γὰρ σὺ ἀλγεῖς, πῶς ἐκεῖνον ἐν λύπῃ ὄντα διαναστῆσαι δυνήσῃ; Ἀγαπητὸν γὰρ, µηδὲν ὑποπτεῦσαι ἐκεῖνον πονηρὸν, καὶ ὅταν µετὰ τοῦ χαίρειν παρέχῃς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτως αἰσχρὸν ἀνθρώποις εἶναι δοκεῖ, ὡς τὸ παρ' ἑτέρων λαµβάνειν, ἂν µὴ τῇ ὑπερβαλλούσῃ φαιδρότητι τὴν ὑποψίαν ἀνέλῃς, καὶδείξῃς, ὅτι λαµβάνεις µᾶλλον ἢ δίδως,[ καὶ] κατέβαλες µᾶλλον, ἢ ἀνέστησας τὸν λαµβάνοντα.∆ ιὰ τοῦτό φησιν, Ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
21.2
Τίς γὰρ βασιλείαν λαµβάνων, σκυθρωπός ἐστι; τίς ἁµαρτηµάτων δεχόµενος συγχώρησιν, ἐν κατηφείᾳ µένει; Μὴ τοίνυν τῇ δαπάνῃ τῶν χρηµάτων πρόσεχε, ἀλλὰ τῇ διὰ τῆς δαπάνης προσόδῳ. Εἰ γὰρ ὁ σπείρων χαίρει, καίτοι γε ἐπ' ἀδήλοις σπείρων· πολλῷ µᾶλλον ὁ τὸν οὐρανὸν γεωργῶν. Οὕτω γὰρ κἂν ὀλίγα δῷς, πολλὰ δώσεις· ὥσπερ οὖν µετὰ σκυθρωπότητος κἂν πολλὰ δῷς, ὀλίγα πεποίηκας τὰ πολλά. Οὕτω καὶ ἡ χήρα πολλὰ τάλαντα ὑπερηκόντισε διὰ δύο λεπτῶν· δαψιλὴς γὰρ ἦν ἡ γνώµη. Καὶ πῶς ἔνι, φησὶ, πενίᾳ συζῶντα ἐσχάτῃ, καὶ πάντα κενοῦντα, µετὰ προθυµίας τοῦτο ποιεῖν; Ἐρώτησον τὴν χήραν, καὶ ἀκούσῃ τὸν τρόπον, καὶ εἴσῃ ὅτι οὐχ ἡ πενία ποιεῖ τὴν στενοχωρίαν, ἀλλ' ἡ προαίρεσις καὶ τοῦτο καὶ τοὐναντίον ἅπαν ἐργάζεται· ἔστι γὰρ καὶ ἐν πενίᾳ µεγαλόψυχον εἶναι, καὶ ἐν πλούτω µικρολόγον.∆ ιὰ τοῦτο καὶ ἐν τῇ µεταδόσει τὴν ἁπλότητα ζητεῖ, καὶ ἐν τῷ ἐλέῳ τὴν ἱλαρότητα, καὶ ἐν τῇ προστασίᾳ τὴν σπουδήν. Οὐδὲ γὰρ χρήµασι µόνον βούλεται τοῖς δεοµένοις ἡµᾶς βοηθεῖν, ἀλλὰ καὶ ῥήµασι καὶ πράγµασι καὶ σώµατι, καὶ τοῖς ἄλλοις ἅπασι. Καὶ εἰπὼν τὴν προηγουµένην προστασίαν, τὴν διὰ τῆς διδασκαλίας, τὴν διὰ τῆς παρακλήσεως( αὕτη γὰρ ἀναγκαιοτέρα, ὅσῳ καὶ ψυχῆς ἐστι τροφή)· ἦλθεν ἐπὶ τὴν διὰ τῶν χρηµάτων καὶ τῶν ἄλλων ἁπάντων. Εἶτα δεικνὺς πῶς ἂν ταῦτα κατορθωθείη, τὴν µητέρα αὐτῶν εἰσάγει, τὴν ἀγάπην. Ἡ ἀγάπη γὰρ, φησὶν ἀνυπόκριτος. Ἂν ταύτην ἔχῃς, οὐ δαπάνης αἰσθήσῃ χρηµάτων, οὐ πόνου σωµάτων, οὐ µόχθου λόγων, οὐχ ἱδρῶτος καὶ διακονίας, ἀλλὰ πάντα οἴσεις γενναίως, κἂνσώµατι, κἂν χρήµασι, κἂν λόγῳ, κἂν ἑτέρῳ ὁτῳοῦν βοηθῆσαι δέῃ τῷ πλησίον. Ὥσπερ οὖν οὐ µετάδοσιν ἀπαιτεῖ µόνον, ἀλλὰ τὴν ἐν ἁπλότητι, οὐδὲ προστασίαν, ἀλλὰ τὴν µετὰ σπουδῆς, οὐδὲ ἐλεηµοσύνην, ἀλλὰ τὴν µετὰ ἱλαρότητος· οὕτω καὶ ἀγάπην οὐχ ἁπλῶς, ἀλλὰ τὴν ἀνυπόκριτον· ἐπεὶ καὶ τοῦτο ἀγάπη· κἂν τοῦτο γένηται, πάντα τὰ ἄλλα ἕπεται. Καὶ γὰρ ὁ ἐλεῶν, ἱλαρῶς ἐλεεῖ· ἑαυτῷ γὰρ δίδωσι· καὶ ὁ προϊστάµενος, σπουδαίως προΐσταται· ἑαυτοῦ γὰρ προΐσταται· καὶ ὁ µεταδιδοὺς, µετὰ δαψιλείας τοῦτο ποιεῖ· ἑαυτῷ γὰρ παρέχει. Εἶτα ἐπειδή ἐστι καὶ ἀγάπη ἐπὶ πονηροῖς πράγµασιν, οἵα ἡ τῶν ἀκολάστων ἐστὶν, ἡ τῶν ἐπὶ χρήµασι καὶ ἁρπαγαῖς ὁµονοούντων, ἡ τῶν ἐπὶ µέθαιςκαὶ συµποσίοις, ἐκκαθαίρων αὐτὴν ἀπὸ τούτων, φησίν· Ἀποστυγοῦντες τὸ πονηρόν. Καὶ οὐκ εἶπεν, Ἀπεχόµενοι, ἀλλὰ, Μισοῦντες, καὶ οὐχ ἁπλῶς Μισοῦντες, ἀλλὰ καὶ Σφόδρα µισοῦντες. Τὸ γὰρ ἀπὸ τοῦτο πολλαχοῦ ἐπιτάσεώς ἐστι παρ' αὐτῷ· ὡς ὅταν λέγῃ ἀποκαραδοκίαν, καὶ ἀπεκδεχόµενοι, καὶ ἀπολύτρωσιν. Ἐπειδὴ γὰρ πολλοὶ καὶ µὴ πράττοντες τὰ κακὰ, ὅµως τὴν ἐπιθυµίαν αὐτῶν ἔχουσι, διὰ τοῦτο εἶπεν, Ἀποστυγοῦντες. Αὐτὸς γὰρ καὶ τὴν διάνοιαν καθαρεύειν βούλεται, καὶ πολλὴν ἡµᾶς ἔχθραν ἔχειν πρὸς τὴν κακίαν, καὶ µῖσος καὶ πόλεµον. Μὴ γὰρ, ἐπειδὴ εἶπον, φησὶν, Ἀγαπήσατε ἀλλήλους, νοµίσητε µέχρι τούτου λέγειν, ὡς καὶ ἐν τοῖς πονηροῖς συµπράττειν ἀλλήλοις· τοὐναντίον γὰρ ἅπαν νοµοθετῶ· οὐ µόνον τῆς πράξεως, ἀλλὰ καὶ τῆς διαθέσεως τῆς περὶ τὴν κακίαν ἀλλότριον εἶναι, καὶ οὐ µόνον τῆς διαθέσεως αὐτῆς ἀλλότριον εἶναι, ἀλλὰ καὶµεθ' ὑπερβολῆς αὐτὴν ἀποστρέφεσθαι καὶ µισεῖν. Καὶ οὐκ ἀρκεῖται µόνῳ τούτῳ, ἀλλὰ καὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ἐπάγει λέγων· Κολλώµενοι τῷ ἀγαθῷ. Οὐκ εἶπε, Ποιοῦντες µόνον, ἀλλὰ καὶ διακείµενοι· τοῦτο γὰρ τὸ κελεῦσαι κολλᾶσθαι ἐδήλωσεν. Οὕτω καὶ ὁ Θεὸς συνάπτων τὸν ἄνδρα τῇ γυναικὶ, ἔλεγε· Προσκολληθήσεται γὰρ πρὸς τὴν γυναῖκα αὐτοῦ. Εἶτα καὶ αἰτίας λέγει, δι' ἃς ὀφείλοµεν ἀλλήλους ἀγαπᾷν. Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι. Ἀδελφοὶ, φησὶν, ἐστὲ, καὶ τὰς ὠδῖνας ἐλύσατε τὰς αὐτάς· οὐκοῦν καὶ διὰ τοῦτο δίκαιοι ἂν εἴητε φιλεῖν ἀλλήλους. Τοῦτο καὶ Μωϋσῆς ἔλεγε τοῖς ἐν Αἰγύπτῳ µαχοµένοις· Ἀδελφοί ἐστε, ἵνα τί ἀδικεῖτε ἀλλήλους; Ὅταν µὲν οὖν περὶ τῶν ἔξω λέγῃ, Εἰ δυνατὸν, τὸ ἐξ ὑµῶν, µετὰ πάντων ἀνθρώπων εἰρηνεύετε, φησίν· ὅταν δὲ περὶ τῶν οἰκείων διαλέγηται, Τῇ φιλαδελφίᾳ, φησὶν, εἰς ἀλλήλους φιλόστοργοι. Ἐκεῖ µὲν γὰρ τὸ µὴ µάχεσθαι ζητεῖ, µηδὲ µισεῖν καὶ ἀποστρέφεσθαι· ἐνταῦθα δὲ καὶ τὸ φιλεῖν, καὶ οὐχ ἁπλῶς φιλεῖν, ἀλλὰ καὶ στέργειν. Οὐ γὰρ δὴ µόνον, φησὶν, ἀνυπόκριτον εἶναι χρὴ τὴν ἀγάπην, ἀλλὰ καὶ ἐπιτεταµένην καὶ θερµὴν καὶ διάπυρον. Τί γὰρ ὄφελος, ἂν ἀγαπᾷς µὲν ἀδόλως, µὴ θερµῶς δὲ ἀγαπᾷς;∆ ιὸ καὶ εἶπεν, Εἰς ἀλλήλους φιλόστοργοι· τουτέστι, Καὶ θερµῶς φίλει. Μὴ µένε φιλεῖσθαι παρ' ἑτέρου, ἀλλ' αὐτὸς ἐπιπήδα τούτῳ καὶ κατάρχου· οὕτω γὰρ καὶ τῆς ἐκείνου φιλίας τὸν µισθὸν καρπώσῃ.
21.3
Εἰπὼν τοίνυν τὴν αἰτίαν, δι' ἣν ὀφείλοµεν ἀλλήλους φιλεῖν, λέγει καὶ πῶς ἂν γένοιτο τὰ τῆς φιλίας ἀκίνητα· διὸ καὶ ἐπάγει· Τῇ τιµῇ ἀλλήλους προηγούµενοι. Οὕτω γὰρ φιλία καὶ γίνεται, καὶ γινοµένη µένει. Καὶ οὐδὲν οὕτω φίλους ποιεῖ, ὡς τὸ σπουδάζειν τῇ τιµῇ νικᾷν τὸν πλησίον. Οὐ φιλία δὲ µόνον, ἀλλὰ καὶ τιµὴ µείζων ἐντεῦθεν γίνεται. Τὰ µὲν γὰρ εἰρηµένα πρότερον ἀπὸ τῆς ἀγάπης, ἡ δὲ ἀγάπη ἀπὸ τῆς τιµῆς, ὥσπερ οὖν καὶ τιµὴ ἀπὸ τῆς ἀγάπης. Εἶτα ἵνα µὴ τιµῶµεν µόνον, καὶ ἕτερόν τι πλέον ἐπιζητεῖ λέγων· Τῇ σπουδῇ µὴ ὀκνηροί. Καὶ γὰρ καὶ τοῦτο ἀγάπην τίκτει, ὅταν µετὰ τῆς τιµῆς καὶ προστασίας ἐπιδειξώµεθα· οὐδὲν γὰρ οὕτως ὡς τιµὴ καὶ πρόνοια τὸ φιλεῖσθαι ποιεῖ. Οὐ γὰρ ἀρκεῖ τὸ φιλεῖν, ἀλλὰ δεῖ καὶ τούτου· µᾶλλον δὲ καὶ τοῦτο ἐκ τοῦ φιλεῖν γίνεται, ὥσπερ οὖν καὶ τὸ φιλεῖν ἀπὸ τούτου θερµαίνεται, καὶ ἀλλήλων ἐστὶ κατασκευαστικά. Καὶ γάρ εἰσι πολλοὶ κατὰ διάνοιαν µὲν φιλοῦντες, καὶ οὐκ ὀρέγοντες δὲ χεῖρα.∆ ιὰ τοῦτο πάντοθεν οἰκοδοµεῖ τὴν ἀγάπην. Καὶ πῶς ἂν γενοίµεθα τῇ σπουδῇ µὴ ὀκνηροί; Τῷ πνεύµατι ζέοντες. Ὁρᾷς πῶς πανταχοῦ τὰς ἐπιτάσεις ζητεῖ; Οὐ γὰρ εἶπε, Μεταδίδοτε, µόνον, ἀλλὰ µετὰ δαψιλείας· οὐδὲ Προΐστασθε, ἀλλὰ µετὰ σπουδῆς· οὐδὲ Ἐλεεῖτε, ἀλλ' ἱλαρῶς· οὐδὲ τιµᾶτε, ἀλλὰ προηγεῖσθε· οὐδὲ Ἀγαπᾶτε, ἀλλ' ἀνυποκρίτως· οὐδὲ Ἀπέχεσθε τῶν κακῶν, ἀλλὰ µισεῖτε· οὐδὲ Ἔχεσθε τῶν ἀγαθῶν, ἀλλὰ κολλᾶσθε· οὐδὲ Φιλεῖτε, ἀλλὰ φιλοστόργως· οὐδὲ Σπουδάζετε, ἀλλὰ µὴ ὀκνηρῶς· οὐδὲ Τὸ Πνεῦµα ἔχετε, ἀλλὰ ζέον τὸ πνεῦµα, τουτέστιν, ἵνα ἦτε θερµοὶ καὶ διεγηγερµένοι. Ἐὰν γὰρ ἐκεῖνα ἔχῃς τὰ προειρηµένα, ἐπισπάσῃ τὸ πνεῦµα· ἐὰν µένῃ τοῦτο παρὰ σοὶ, καὶ πρὸς ἐκεῖνά σε σπουδαῖον ἐργάσεται, καὶ πάντα εὔκολα ἀπὸ τοῦ πνεύµατος καὶ τῆς ἀγάπης ἔσται, ἑκατέρωθένσου πεπυρωµένου. Οὐχ ὁρᾷς τοὺς ταύρους τοὺς φλόγα ἐπὶ τοῦ νώτου φέροντας, πῶς πᾶσίν εἰσιν ἀφόρητοι; Οὕτω καὶ σὺ τῷ διαβόλῳ ἀφόρητος ἔσῃ, ἂν ἑκατέραν λάβῃς τὴν φλόγα. Τῷ Κυρίῳ δουλεύοντες.∆ ιὰ γὰρ τούτων ἁπάντων ἔστι δουλεῦσαι τῷ Θεῷ. Ὅσα γὰρ ἂν ποιήσῃς εἰς τὸν ἀδελφὸν, εἰς τὸν∆ εσπότην σου διαβαίνει· καὶ ὡς αὐτὸς εὖ πεπονθὼς, οὕτω σοι τὸν µισθὸν λογιεῖται. Εἶδες ποῦ τὸ φρόνηµα ἀνήνεγκε τοῦ ταῦτα ἐργαζοµένου; Εἶτα δεικνὺς πῶς ἂν ἀναφθείη τοῦ πνεύµατος ἡ φλὸξ, φησί· Τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑποµένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες. Ταῦτα γὰρ ἅπαντα ὑπεκκαύµατά ἐστι τοῦ πυρὸς ἐκείνου. Ἐπειδὴ γὰρ καὶ χρηµάτων δαπάνην ἀπῄτησε, καὶ σωµάτων πόνον, καὶ προστασίαν καὶ σπουδὴν καὶ διδασκαλίαν, καὶ τὰ ἄλλα τὰ ἐπίπονα, ἀλείφει πάλιντὸν ἀθλητὴνµετὰ τῆς ἀγάπης, µετὰ τοῦ πνεύµατος, διὰ τῆς ἐλπίδος. Οὐδὲν γὰρ οὕτως ἀνδρείαν καὶ παράβολον πρὸς ἅπαντα ποιεῖ τὴν ψυχὴν, ὡς ἐλπὶς χρηστή. Εἶτα καὶ πρὸ τῶν ἐλπιζοµένων χρηστῶν ἕτερον πάλιν ἔπαθλον δίδωσιν. Ἐπειδὴ γὰρ ἡ ἐλπὶς τῶν µελλόντων ἦν, φησὶ, Τῇ θλίψει ὑποµένοντες. Καὶ γὰρ πρὸ τῶν µελλόντων ἐν τῷ παρόντι µέγα καρπώσῃ καλὸν ἀπὸ τῆς θλίψεως, τὸ καρτερικὸς καὶ δόκιµος γίνεσθαι. Μετὰ δὲ τούτου καὶ ἑτέραν παρέχει βοήθειαν, λέγων, Τῇ προσευχῇ προσκαρτεροῦντες. Ὅταν οὖν καὶ ἀγάπη εὔκολον ποιῇ, καὶ πνεῦµα βοηθῇ, καὶ ἐλπὶς κουφίζῃ, καὶ θλῖψις δόκιµον ἐργάζηται καὶ ἐπιτήδειον πρὸς τὸ φέρειν πάντα γενναίως, καὶ ἔχῃς µετὰ τούτων καὶ ἕτερον ὅπλον µέγιστον, τὴν προσευχὴν καὶ τὴν ἀπὸ τῆς δεήσεως βοήθειαν, τί λοιπὸν ἔσται ἐπίπονον τῶν ἐπιταττοµένων; Οὐδέν. Εἶδες πῶς καὶ πανταχόθεν ἔστησε τὸν ἀθλητὴν, καὶ πολὺ κοῦφα ἔδειξε τὰ ἐπιτάγµατα; Σκόπει πάλιν πῶς τῆς ἐλεηµοσύνης ἐπιλαµβάνεται· µᾶλλον δὲ οὐχ ἁπλῶς ἐλεηµοσύνης, ἀλλὰ τῆς εἰς τοὺς ἁγίους. Ἄνω µὲν γὰρ εἰπὼν, Ὁ ἐλεῶν, ἐν ἱλαρότητι, πᾶσι τὴν χεῖρα ἀνέῳξεν· ἐνταῦθα µέντοι ὑπὲρ τῶν πιστῶν φησι· διὸ καὶ ἐπάγει, λέγων, Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες. Οὐκ εἶπε, Παρέχετε αὐτῶν ταῖς χρείαις, ἀλλὰ, Κοινωνεῖτε αὐτῶν ταῖς χρείαις, δεικνὺς ὅτι µείζονα λαµβάνουσιν ἢ διδοῦσιν, καὶ ὅτι ἐµπορία τὸ πρᾶγµά ἐστι· κοινωνία γάρ ἐστιν. Εἰσφέρεις σὺ χρήµατα; Εἰσφέρουσί σοι παῤῥησίαν ἐκεῖνοι τὴν πρὸς τὸν Θεόν. Τὴν φιλοξενίαν διώκοντες. Οὐκ εἶπεν, Ἐργαζόµενοι, ἀλλὰ∆ ιώκοντες, παιδεύων ἡµᾶς µὴ ἀναµένειν τοὺς δεοµένους, πότε πρὸς ἡµᾶς ἔλθωσιν, ἀλλ' αὐτοὺς ἐπιτρέχειν καὶ καταδιώκειν. Οὕτως ὁ Λὼτ, οὕτως ὁ Ἀβραὰµ ἐποίησε· καὶ γὰρ τὴν ἡµέραν εἰς τοῦτο ἀνάλωσεν ἀναµένων τὴν καλὴν ταύτην θήραν, καὶ ἰδὼν ἀνεπήδησε, καὶ εἰς ἀπάντησιν ἔδραµε, καὶ προσεκύνησεν ἐπὶ τὴνγῆν, καὶ εἶπε· Κύριε, εἰ εὗρον χάριν ἐνώπιόν σου, µὴ παρέλθῃς τὸν παῖδά σου. Οὐ καθάπερ ἡµεῖς, ἐπειδὰν ἴδωµεν ξένον ἢ πένητα, τὰς ὀφρῦς ἀνασπῶµεν, καὶ οὐδὲ προσρήσεως ἀξίους αὐτοὺς νοµίζοµεν εἶναι· κἂν µετὰ µυρίας ἱκετηρίας µαλαχθέντες κελεύσωµεν τοῖς οἰκέταις δοῦναι µικρὸν ἀργύριον, τὸ πᾶν κατωρθωκέναι νοµίζοµεν. Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλ' ἱκέτου σχῆµα ἀνέλαβε καὶ οἰκέτου, καίτοι γε οὐκ εἰδὼς τίνας ἔµελλεν ὑποδέχεσθαι.
21.4
Ἡµεῖς δὲ σαφῶς εἰδότες, ὅτι τὸν Χριστὸν ὑποδεχόµεθα, οὐδὲ ταύτῃ γινόµεθα ἥµεροι. Ἀλλ' ἐκεῖνος µὲν καὶ παρακαλεῖ καὶ ἱκετεύει καὶ προσκυνεῖ· ἡµεῖς δὲ ὑβρίζοµεν τοὺς προσιόντας ἡµῖν· καὶ ὁ µὲν δι' ἑαυτοῦ καὶ τῆς γυναικὸς πάντα ἀνύει, ἡµεῖς δὲ οὐδὲ διὰ τῶν οἰκετῶν. Εἰ δὲ καὶ τὴν τράπεζαν βουληθείης ἰδεῖν, ἣν παρέθηκε, πολλὴν καὶ ἐνταῦθα ὄψει τὴν φιλοτιµίαν, οὐχ ἣν ὁ τῆς περιουσίας ἐποίει τρόπος, ἀλλ' ὁτῆς προαιρέσεως πλοῦτος. Πόσοι γοῦν τότε εὔποροι ἦσαν; Ἀλλ' οὐδεὶς τοιοῦτον οὐδὲν ἐποίησε. Πόσαι χῆραι ἦσαν ἐν τῷ Ἰσραήλ; Ἀλλ' οὐδεµία ἐξένισε τὸν Ἠλίαν. Πόσοι εὔποροι πάλιν ἦσαν ἐπὶ τοῦ Ἐλισσαίου; Ἀλλ' ἡ Σωναµῖτις τὸν καρπὸν τῆς φιλοξενίας ἐτρύγα µόνη· ὥσπερ οὖν καὶ ὁ Ἀβραὰµ, τότε ὢν µετὰ τῆς δαψιλείας καὶ τῆς προθυµίας. Καὶ διὰ τοῦτο µάλιστα ἄξιον θαυµάζειν, ὅτι µηδὲ εἰδὼς τίνες ἦσαν οἱ παραγεγονότες, ταῦτα ἐποίει. Μὴ τοίνυν µηδὲ σὺ πολυπραγµόνει· διὰ γὰρ τὸν Χριστὸν δέχῃ· κἂν µέλλῃς ἀεὶ περιεργάζεσθαι, πολλάκις καὶ δόκιµον ἄνδρα παραδραµῇ, καὶ τὸν ἐκ τούτου µισθὸν ἀπολεῖς. Καίτοι ὁ µὲν µὴ δόκιµον δεχόµενος οὐκ ἐγκαλεῖται, ἀλλὰ καὶ µισθὸν ἔχει. Ὁ δεχόµενος γὰρ προφήτην εἰς ὄνοµα προφήτου, µισθὸν προφήτου λήψεται. Ὁ δὲ ἐκ τῆς ἀκαίρου ταύτης πολυπραγµοσύνης τὸν θαυµαστὸν παρατρέχων, καὶ δίκην δίδωσι. Μὴ τοίνυν βίους καὶ πράξεις πολυπραγµόνει· καὶ γὰρ ἐσχάτης τοῦτο ἀπειροκαλίας ἐστὶν, ὑπὲρ ἑνὸς ἄρτου ζωὴν ὁλόκληρον περιεργάζεσθαι. Εἰ γὰρ ἀνδροφόνος οὗτος, εἰ γὰρ λῃστὴς, εἰ γὰρ ὁτιοῦν, ἄρτου καὶ ὀλίγων ἀργυρίων οὐ δοκεῖ σοι ἄξιος εἶναι; Ἀλλ' ὁ µὲν∆ εσπότης σου καὶ ἥλιον αὐτῷ ἀνατέλλει· σὺ δὲ καὶ τῆς ἐφηµέρου τροφῆς ἀνάξιον αὐτὸν κρίνεις; Ἐγὼ δὲ καὶ ἑτέραν ὑπερβολὴν τίθηµι· κἂν γὰρ ἐπιστάµενος ᾖς σαφῶς, ὅτι µυρίων οὗτος γέµει κακῶν, οὐδὲ οὕτως ἀπολογίαν ἕξεις τῆς ἐφηµέρας τροφῆς αὐτὸν ἀποστερῶν. Ἐκείνου γὰρ δοῦλος εἶ τοῦ λέγοντος, Οὐκ οἴδατε ποίου πνεύµατός ἐστε; ἐκείνου εἶ οἰκέτης τοῦ θεραπεύσαντος τοὺς λιθάσαντας αὐτόν· µᾶλλον δὲ τοῦ σταυρωθέντος ὑπὲρ αὐτῶν. Καὶ µή µοι λέγε, ὅτι Ἕτερον ἀνεῖλε· καὶ γὰρ εἰ καὶ σεαυτὸν ἀναιρεῖν µέλλει, µηδὲ οὕτω λιµώττοντα παρίδῃς. Καὶ γὰρ ἐκείνου µαθητὴς εἶ τοῦ τῶν σταυρωσάντων τὴν σωτηρίαν ποθοῦντος, τοῦ λέγοντος ἐν αὐτῷ τῷ σταυρῷ· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ἐκείνου δοῦλος εἶ τοῦ τὸν ῥαπίσαντα αὐτὸν θεραπεύσαντος, τοῦ τὸν ὑβρίσαντα ἐν αὐτῷ τῷ σταυρῷ στεφανώσαντος· οὗ τί γένοιτ' ἂν ἴσον; Καὶ γὰρ ἀµφότεροι παρὰ τὴν ἀρχὴν οἱ λῃσταὶ ὕβριζον αὐτόν· ἀλλ' ὅµως θατέρῳ τούτων τὸν παράδεισον ἠνέῳξε. Καὶ δακρύει τοὺς µέλλοντας αὐτὸν ἀναιρεῖν, καὶ ταράττεται καὶ συγχεῖται ὁρῶν τὸν προδότην, οὐχ ὅτι σταυροῦσθαι ἔµελλεν, ἀλλ' ὅτι ἐκεῖνος ἀπώλλυτο. Ἐταράττετο τοίνυν προειδὼς τὴν ἀγχόνην καὶ τὴν µετὰ τὴν ἀγχόνην κόλασιν. Καὶ εἰδὼς αὐτοῦ τὴν πονηρίαν, µέχρις ἐσχάτης ὥρας αὐτὸν ἔφερε, καὶ οὐ διεκρούετο, ἀλλὰ καὶ ἐφίλησε τὸν προδότην. Ὁ∆ εσπότης σου φιλεῖ, καὶ δέχεται χείλεσι τὸν µέλλοντα αὐτοῦ τὸ αἷµα τὸ τίµιον εὐθέως ἐκχεῖν· σὺ δὲ τὸν πένητα οὐδὲ ἄρτου ἀξιοῖς; καὶ οὐκ αἰδῇ τὸν νόµον, ὃν ἔθηκεν ὁ Χριστός;∆ ιὰ γὰρ τούτων ἔδειξεν, ὅτι οὐ µόνον τοὺς πένητας, ἀλλ' οὐδὲ τοὺς ἐπὶ θάνατον ἡµᾶς ἄγοντας ἀποστρέφεσθαι δεῖ. Μὴ τοίνυν µοι τοῦτο εἴπῃς, ὅτι ὁ δεῖνά µοι εἰργάσατο δεινὰ, ἀλλ' ἐννόησον τί ἐποίησεν ὁ Χριστὸς πρὸς αὐτῷ τῷ σταυρῷ διὰ τοῦ φιλήµατος, ᾧπροδίδοσθαι ἔµελλε, τὸν προδότην διορθούµενος. Καὶ ὅρα πῶς ἐντρεπτικῶς. Ἰούδα, γάρ φησι, φιλήµατι τὸν Υἱὸν τοῦ ἀνθρώπου προδίδως; Τίνα οὐκ ἂν ἐµάλαξε; τίνα οὐκ ἂν ἐπέκαµψεν αὕτη ἡ φωνή; ποῖον θηρίον, ποῖον ἀδάµαντα; Ἀλλ' οὐ τὸν δείλαιον ἐκεῖνον. Μὴ τοίνυν λέγε, ὅτι τὸν δεῖνα ἐφόνευσεν ὁ δεῖνα, καὶ διὰ τοῦτο αὐτὸν ἀποστρέφοµαι. Κἂν γὰρ κατὰ σοῦ µέλλῃ τὸ ξίφος ὠθεῖν, καὶ τὴν δεξιὰν βαπτίζειν εἰς αὐτὸν τὸν λαιµὸν, αὐτὴν φίλησον τὴν δεξίαν· ἐπεὶ καὶ ὁ Χριστὸς τὸ στόµα ἐφίλησεν ἐκεῖνο τὸ τὴν σφαγὴν ἐργασάµενον.
21.5
Καὶ σὺ τοίνυν µὴ µίσει, ἀλλὰ δάκρυε καὶ ἐλέει τὸν ἐπιβουλεύοντα· ἐλεεῖσθαι γὰρ παρ' ἡµῶν ἄξιος ὁ τοιοῦτος καὶ δακρύεσθαι. Ἐκείνου γάρ ἐσµεν οἰκέται τοῦ καὶ φιλήσαντος τὸν προδότην( οὐ γὰρ παύσοµαι συνεχῶς αὐτὸ περιστρέφων), καὶ τοῦ φιλήµατος ἁπαλώτεραφθεγξαµένου ῥήµατα. Οὐδὲ γὰρ εἶπεν, Ὦ µιαρὲ, καὶ παµπόνηρε, καὶ προδότα, τοιαύτας ἡ µῖν ἀποδίδως τὰς ἀµοιβὰς τῆς τοσαύτης εὐεργεσίας· ἀλλὰ πῶς; Ἰούδα, τὸ κύριον ὄνοµα θεὶς, ὃ µᾶλλον ταλανίζοντος ἦν καὶ ἀνακαλοῦντος, ἢ ὀργιζοµένου. Καὶ οὐκ εἶπε, Τὸν διδάσκαλόν σου, τὸν∆ εσπότην σου καὶ εὐεργέτην, ἀλλὰ, Τὸν Υἱὸν τοῦ ἀνθρώπου. Εἰ γὰρ µὴ διδάσκαλος ἦν µηδὲ∆ εσπότης, τὸν οὕτως ἡµέρως, τὸν οὕτως ἀπλάστως πρὸς σὲ διακείµενον, ὡς καὶ ἐν καιρῷ τῆς προδοσίας σε φιλεῖν, καὶταῦτα τοῦ φιλήµατος συµβόλου τῆς προδοσίας ὄντος, τοῦτον παραδίδως; Εὐλογητὸς εἶ, Κύριε· πόσης ταπεινοφροσύνης, πόσης ἀνεξικακίας ὑπόδειγµα ἡµῖν ἔδωκας; Ἀλλὰ πρὸς µὲν ἐκεῖνον οὕτω· πρὸς δὲ τοὺς ἐπελθόντας µετὰ ξύλων καὶ µαχαιρῶν οὐχ οὕτω. Καὶ τί γένοιτ' ἂν ἡµερώτερον τῶν ῥηµάτων τῶν καὶ πρὸς ἐκείνους εἰρηµένων;∆ υνάµενος γὰρ αὐτοὺς ἀθρόον ἀφανίσαι πάντας, τούτων µὲν ἐποίησεν οὐδὲν, ἐντρεπτικῶς δὲ αὐτοῖς διαλέγεται λέγων· Τί ἐξήλθετε, ὡς ἐπὶ λῃστὴν, µετὰ µαχαιρῶν καὶ ξύλων; Καὶ ῥίψας αὐτοὺς ὑπτίους, ἐπειδὴ ἔµενον ἀναισθητοῦντες, ἑκὼν πάλιν ἑαυτὸν ἐξεδίδου, καὶ ἠνείχετο δεσµὰ περιβάλλοντας ὁρῶν ταῖς ἁγίαιςχερσὶ, δυνάµενος ὁµοῦ πάντα κλονῆσαι καὶ ῥῖψαι κάτω. Ἀλλὰ σὺ καὶ µετὰ ταῦτα ἀγριαίνεις πρὸς τὸν πένητα. Καίτοι γε εἰ καὶ µυρίων ἐστὶν ἔνοχος κακῶν, ἡ ἔνδεια καὶ ὁ λιµὸς ἱκανὰ τὴν µὴ σφόδρα πεπωρωµένην καταµαλάξαι ψυχήν. Σὺ δὲ ἕστηκας ἐκτεθηριωµένος, καὶ λεόντων µιµούµενος θυµούς· καίτοι γε ἐκεῖνοι οὐκ ἄν ποτε νεκρῶν ἀπογεύσαιντο σωµάτων· σὺ δὲ τοσούτοις ὁρῶν τεταριχευµένον κακοῖς, ἐπεµβαίνεις κειµένῳ, καὶ σπαράττεις τὸ σῶµα διὰ τῶν ὕβρεων, καὶ χειµῶνα ἐπὶ χειµῶνι συνάγεις, καὶ τὸνεἰς λιµένα καταφυγόντα σκοπέλῳ προσράξαι ποιεῖς, καὶ ναυάγιον ἐργάζῃ τῶν ἐν τῇ θαλάσσῃ χαλεπώτερον. Καὶ πῶς ἐρεῖς τῷ Θεῷ, Ἐλέησόν µε; καὶ ἁµαρτηµάτων αἰτεῖς συγχώρησιν, τὸν οὐδὲν ἁµαρτόντα ὑβρίζων, καὶ δίκην ὑπὲρ λιµοῦ καὶ ἀνάγκης τοσαύτης ἀπαιτῶν, καὶ τὰ θηρία ἅπανταἀποκρύπτων τῇ ὠµότητι; Ἐκεῖνα µὲν γὰρ, τῆς γαστρὸς καταναγκαζούσης, ἅπτεται τῆς αὐτοῖς νενοµισµένης τροφῆς· σὺ δὲ, οὐδενὸς ὠθοῦντος οὐδὲ καταναγκάζοντος, κατεσθίεις τὸν ἀδελφὸν, δάκνων, σπαράττων, εἰ καὶ µὴ τοῖς ὀδοῦσιν, ἀλλὰ ῥήµασι δηγµάτων χαλεπωτέροις. Πῶς οὖν δέξῃ τὴν ἱερὰν προσφορὰν, αἵµασιν ἀνθρωπίνοις φοινίξας τὴν γλῶτταν; πῶς δίδως εἰρήνην, πολέµου γέµοντι στόµατι; πῶς δὲ γοῦν αἰσθητῆς ἀπολαύσεις τροφῆς, ἰὸν τοσοῦτον συνάγων; Οὐ διορθοῦσαι τὴν πενίαν· τί καὶ ἐπιτρίβεις; οὐκ ἀνιστᾷς κείµενον· τί καὶ καταβάλλεις; οὐκ ἀναιρεῖς τὴν ἀθυµίαν· τί καὶ ἐπιτείνεις; οὐ δίδως χρήµατα· τί καὶ ὑβρίζεις ῥήµασιν; Οὐκ ἤκουσας ὅσην διδόασι δίκην οἱ µὴ τρέφοντες τοὺς πένητας; ποίαις τιµωρίαις καταδικάζονται; Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ ἡτοιµασµένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἰ οὖν οἱ µὴ τρέφοντες οὕτω καταδικάζονται, τίνα δώσουσι δίκην οἱ µετὰ τοῦ µὴ τρέφειν καὶ ὑβρίζοντες; πόσην ὑποστήσονται κόλασιν, πόσην γέενναν; Ἵν' οὖν µὴ τοσαῦτα ἐξάψωµεν καθ' ἑαυτῶν κακὰ, ἕως ἐσµὲν κύριοι, καὶ τὸ πονηρὸν τοῦτο νόσηµα διορθώσωµεν, καὶ τῇ γλώττῃ χαλινὸν ἐπιθῶµεν· καὶ µὴ µόνον µὴ ὑβρίζωµεν, ἀλλὰ καὶ παρακαλῶµεν καὶ διὰ ῥηµάτων καὶ διὰ πραγµά των, ἵνα πολὺν ἑαυτοῖς προαποθέµενοι τὸν ἔλεον, τύχωµεντῶν ἐπηγγελµένων ἡµῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note