Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
22.0
Εὐλογεῖτε τοὺς διώκοντας ὑµᾶς· εὐλογεῖτε, καὶ µὴ καταρᾶσθε.
22.1
∆ ιδάξας αὐτοὺς πῶς πρὸς ἀλλήλους διακεῖσθαι χρὴ, καὶ συγκολλήσας τὰ µέλη µετὰ ἀκριβείας, οὕτως ἐξάγει λοιπὸν πρὸς τὴν ἔξω παράταξιν, εὐκολωτέραν αὐτὴν ἐντεῦθεν ποιῶν. Ὥσπερ γὰρ ὁ τὰ πρὸς τοὺς οἰκείους οὐ κατωρθωκὼς, δυσκολώτερον τὰ πρὸς τοὺς ἀλλοτρίους οἰκονοµήσει· οὕτως ὁ καλῶς ἀσκήσας ἑαυτὸν ἐν τούτοις, ῥᾷον καὶ τῶν ἔξωθεν περιέσται.∆ ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὁδῷ προβαίνων, µετ' ἐκεῖνα ταῦτα τίθησι, καί φησιν· Εὐλογεῖτε τοὺς διώκοντας ὑµᾶς. Οὐκ εἶπε, Μὴ µνησικακεῖτε, µηδὲ ἀµύνεσθε, ἀλλὰ τὸ πολλῷ πλέον τούτων ἐζήτησεν· ἐκεῖνο µὲν γὰρ ἀνδρὸς φιλοσόφου, τοῦτο δὲ ἀγγέλου λοιπόν. Καὶ εἰπὼν, Εὐλογεῖτε, ἐπήγαγε, Καὶ µὴ καταρᾶσθε, ἵνα µὴ καὶ τοῦτο κἀκεῖνο ποιῶµεν, ἀλλ' ἐκεῖνο µόνον. Καὶ γὰρ µισθῶν εἰσιν ἡµῖν πρόξενοι οἱ διώκοντες. Ἂν δὲ νήφῃς, καὶ ἕτερον σὺ σαυτῷ µετ' ἐκεῖνον κατασκευάσεις µισθόν· ἐκεῖνος µὲν γάρ σοι τὸν ἀπὸ τοῦ διωγµοῦ παρέξει, σὺ δὲ σεαυτῷ τὸν ἀπὸ τῆς εὐλογίας τῆς εἰς ἐκεῖνον, σηµεῖον µέγιστον ἐκφέρων τῆς εἰς τὸν Χριστὸν ἀγάπης. Ὥσπερ γὰρ ὁ καταρώµενος τῷ διώκοντι, δείκνυσιν ὅτι οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ Χριστοῦ ταῦτα πάσχων· οὕτως ὁ εὐλογῶν πολὺν ἐµφαίνει τὸν ἔρωτα. Μὴ τοίνυν αὐτὸν λοιδορήσῃς, ἵνα καὶ αὐτὸς µείζονα καρπώσῃ µισθὸν, κἀκεῖνον διδάξῃς, ὅτι τὸ πρᾶγµα προθυµίας ἐστὶν, οὐκ ἀνάγκης· πανηγύρεως καὶ ἑορτῆς, οὐ συµφορᾶς οὐδὲ ἀθυµίας.∆ ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Χαίρετε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆµα καθ' ὑµῶν ψευδόµενοι.∆ ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι ὑπέστρεφον χαίροντες, οὐχ ὅτι κακῶς ἤκουσαν µόνον, ἀλλ' ὅτι καὶ ἐµαστιγώθησαν. Μετὰ γὰρ τῶν εἰρηµένων καὶ ἕτερον οὐ µικρὸν κερδανεῖς, τὸ καταπλῆξαι καὶ ταύτῃ τοὺς ἀντιδίκους, καὶ παιδεῦσαι διὰ τῶν ἔργων αὐτοὺς, ὅτι πρὸςἑτέραν ὁδεύεις ζωήν. Ἂν γὰρ ἴδῃ σε χαίροντα καὶ πτερούµενον ἐπὶ τῷ πάσχειν κακῶς, εἴσεται σαφῶς διὰ τῶν πραγµάτων, ὅτι µείζους τῶν παρόντων ἑτέρας ἔχεις ἐλπίδας· ὡς, ἂν τοῦτο µὴ ποιῇς, ἀλλὰ κλαίῃς καὶ ὀδύρῃ, πόθεν δυνήσεται µαθεῖν ἐκεῖνος, ὅτι ἑτέραν ζωὴν ἀναµένεις; Καὶ µετὰ τούτου δὲ πάλιν καὶ ἕτερον κατορθώσεις· ἂν γὰρ ἴδῃ σε οὐκ ἀλγοῦντα ταῖς ὕβρεσιν, ἀλλὰ καὶ εὐλογοῦντα, παύσεται ἐλαύνων. Ὅρα τοίνυν, ὅσα ἐντεῦθεν γίνεται τὰ καλά· καὶ σοὶ µισθὸς µείζων καὶ ὁ πειρασµὸς ἐλάττων, κἀκεῖνος ἀποστήσεται διώκων, καὶ ὁ Θεὸς δοξασθήσεται, καὶ διδασκαλία τῷ πεπληµµεληµένῳγενήσεται πρὸς εὐσέβειαν ἡ σὴ φιλοσοφία.∆ ιὰ τοῦτο οὐχὶ τοὺς ὑβρίζοντας µόνον, ἀλλὰ καὶ τοὺς διώκοντας καὶ διὰ τῶν πραγµάτων ἐπηρεάζοντας, τοῖς ἐναντίοις ἀµείβεσθαι ἐκέλευσε. Καὶ νῦν µὲν αὐτοὺς εὐλογεῖν ἐπέταξε· προϊὼν δὲ καὶ ἔργοις εὐεργετεῖν παραινεῖ. Χαίρειν µετὰ χαιρόντων, καὶ κλαίειν µετὰ κλαιόντων. Ἐπειδὴ γὰρ ἔστιν εὐλογῆσαι µὲν, καὶ µὴ καταρᾶσθαι, µὴ µὴν ἐξ ἀγάπης τοῦτο ποιῆσαι, βούλεται καὶ διαθερµαίνεσθαι ἡµᾶς τῇ φιλίᾳ.∆ ιὸ καὶ τοῦτο ἐπήγαγεν, ὥστε µὴ µόνον εὐλογεῖν, ἀλλὰ καὶ συναλγεῖν καὶ συµπάσχειν, εἴ ποτε ἴδοιµεν αὐτοὺς συµφορᾷ περιπεσόντας. Ναὶ, φησίν· ἀλλὰ τὸ µὲν συναλγεῖν τοῖς θρηνοῦσιν εἰκότως ἐπέταξε· τὸ δὲ ἕτερον τί δήποτε ἐκέλευσεν, οὐδὲν µέγα ὄν; Καίτοι γε ἐκεῖνο φιλοσοφωτέρας δεῖται ψυχῆς, τὸ χαίρειν µετὰ χαιρόντων, µᾶλλον ἢ τὸ κλαίειν µετὰ κλαιόντων. Τοῦτο µὲν γὰρ καὶ ἡ φύσις αὐτὴ κατορθοῖ, καὶ οὐδεὶς οὕτω λίθινος, ὃς οὐ κλαίει τὸν ἐν συµφοραῖς ὄντα· ἐκεῖνο δὲ γενναίας σφόδρα δεῖται ψυχῆς, ὥστε τῷ εὐδοκιµοῦντι µὴ µόνον µὴ φθονεῖν, ἀλλὰ καὶ συνήδεσθαι.∆ ιὰ τοῦτο καὶ πρότερον αὐτὸ τέθεικεν. Οὐδὲν γὰρ οὕτως ἀγάπην συνάγει, ὡς ὅταν καὶ χαρᾶς καὶ λύπης κοινωνῶµεν ἀλλήλοις. Μὴ τοίνυν, ἐπειδὴ πόῤῥω τῶν δεινῶν αὐτὸς ἕστηκας, καὶ τῆς συµπαθείας µένε ἐκτός· καὶ γὰρ καὶ τοῦ πλησίον παθόντος κακῶς, κοινὴν ὀφείλεις ποιεῖσθαι τὴν συµφοράν. Κοινώνει τοίνυν τῶν δακρύων, ἵνα κουφίσῃς τὴν ἀθυµίαν· κοινώνει χαρᾶς, ἵνα ῥιζώσῃς τὴν εὐφροσύνην, καὶ πήξῃς τὴν ἀγάπην, καὶ πρὸ ἐκείνου σαυτὸν ὠφελήσῃς, διὰ µὲν τοῦ δακρύειν ἐλεήµονα κατασκευάζων, διὰ δὲ τοῦ συνήδεσθαι φθόνου καὶ βασκανίας ἑαυτὸν ἐκκαθαίρων. Σκόπει δέ µοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Παύλου. Οὐ γὰρ εἶπε, Λῦσον τὴν συµφορὰν, ἵνα µὴ λέγῃς πολλάκις ὅτι ἀδύνατον· ἀλλὰ τὸ κουφότερον ἐπέταξε, καὶ οὗ κύριος εἶ. Κἂν γὰρ ἀνελεῖν µὴ δυνηθῇς τὸ δεινὸν, εἴσαγε δάκρυα, καὶ τὸ πλεῖον ἀνεῖλες· κἂν µὴ δυνηθῇς αὐξῆσαι τὴν εὐηµερίαν, εἴσαγε τὴν χαρὰν, καὶ πολλὴν τὴν προσθήκην ἐποίησας.∆ ιὰ τοῦτο οὐ µόνον µὴ φθονεῖν, ἀλλὰ καὶ ὃ πολλῷ πλέον ἐστὶ παραινεῖ, τὸ καὶ συνήδεσθαι· τοῦ γὰρ µὴ φθονεῖν τοῦτο πολὺ πλέον. Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· µὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόµενοι.
22.2
Πολλὴν πάλιν περὶ τῆς ταπεινοφροσύνης ποιεῖται τὴν σπουδὴν, ὅθεν καὶ ἤρξατο τοῦ λόγου. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς φρονήµατος µεστοὺς εἶναι, καὶ ἀπὸ τῆς πόλεως καὶ ἑτέρωθεν πολλαχόθεν· διὸ καὶ συνεχῶς ὑποσύρει τὸ νόσηµα, καὶ καταστέλλει τὴν φλεγµονήν. Οὐδὲν γὰρ οὕτως ἀποσχίζει σῶµα Ἐκκλησίας, ὡς ἀλαζονεία. Τί δέ ἐστι, Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες; Παρεγένετό σοι ὁ πένης εἰς τὴν οἰκίαν; Γενοῦ κατ' ἐκεῖνον τῷ φρονήµατι· µὴ µείζονα λάβῃς ὄγκον διὰ τὸν πλοῦτον· οὐκ ἔστι πλούσιος καὶ πένης ἐν Χριστῷ. Μὴ τοίνυν ἐπαισχυνθῇς διὰ τὴν ἔξωθεν περιβολὴν, ἀλλ' ἀπόδεξαι διὰ τὴν ἔνδον πίστιν· µηδὲ, ἂν ἴδῃς πενθοῦντα, ἀνάξιον αὐτὸν νοµίσῃς παρακαλέσαι· µηδὲ, ἂν ἴδῃς εὐηµεροῦντα, ἐρυθριάσῃς κοινωνῆσαι τῆς ἡδονῆς καὶ συνησθῆναι, ἀλλ' ὃ περὶ σεαυτοῦ φρονεῖς, καὶ περὶ ἐκείνου φρόνησον· Τὸ γὰρ αὐτὸ φρονοῦντες, φησὶν, εἰς ἀλλήλους. Οἷον, µέγαν σαυτὸν εἶναι νοµίζεις; Οὐκοῦν καὶ ἐκεῖνον νόµιζε. Ταπεινὸν καὶ µικρὸν εἶναι ὑποπτεύεις ἐκεῖνον; Οὐκοῦν καὶ περὶ σαυτοῦ τοῦτο ψηφίζου, καὶ πᾶσαν ἀνωµαλίαν ἔκβαλε. Πῶς δ' ἂν γένοιτο τοῦτο; Ἂν τὴν ἀπόνοιαν ἐκβάλοις.∆ ιὸ καὶ ἐπήγαγε· Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόµενοι· τουτέστιν, Εἰς τὴν ἐκείνων εὐτέλειαν κατάβηθι, συµπεριφέρου, συµπεριέρχου. Μὴ ἁπλῶς τῷ φρονήµατι συνταπεινοῦ, ἀλλὰ καὶ βοήθει καὶ χεῖρα ὀρέγου, µὴ δι' ἑτέρου, ἀλλὰ διὰ σαυτοῦ ὡς πατὴρ παιδὸς προνοῶν, ὡςκεφαλὴ σώµατος· ὅπερ καὶ ἀλλαχοῦ φησι, Τοῖς δεσµίοις ὡς συνδεδεµένοι. Ταπεινοὺς δὲ ἐνταῦθα οὐχ ἁπλῶς τοὺς ταπεινόφρονάς φησιν, ἀλλὰ τοὺς ταπεινοὺς καὶ εὐκαταφρονήτους. Μὴ γίνεσθε φρόνιµοι παρ' ἑαυτοῖς· τουτέστιν, Μὴ νοµίζετε ἀρκεῖν ἑαυτοῖς. Καὶ γὰρ ἀλλαχοῦ φησιν ἡ Γραφή· Οὐαὶ οἱ συνετοὶ παρ' ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήµονες. Καὶ διὰ τούτων δὲ πάλιν τὴν ἀπόνοιαν ὑπορύττει, καὶ τὸ φύσηµα καὶ τὴν φλεγµονὴν καταστέλλει. Οὐδὲν γὰρ οὕτως ἀπαίρει καὶ ἀποσχίζει τῶν λοιπῶν, ὡς τὸ νοµίζειν τινὰ ἀρκεῖν ἑαυτῷ· διὸ καὶ ἐν χρείᾳ ἀλλήλων κατέστησεν ἡµᾶς ὁ Θεός. Κἂν γὰρ φρόνιµος ᾖς, ἑτέρου δεήσῃ· ἂν δὲ νοµίσῃς µὴ δεῖσθαι, ἀνοητότερος πάντων ἐγένου καὶ ἀσθενέστερος. Ὁ γὰρ τοιοῦτος καὶ ἔρηµον ἑαυτὸν καταστήσει βοηθείας, καὶ ἐν οἷς ἂν ἁµαρτάνῃ, οὐδεµιᾶς ἀπολαύσεται οὔτε διορθώσεως οὔτε συγγνώµης, καὶ τὸνΘεὸν παροξυνεῖ διὰ τῆς ἀπονοίας, καὶ πολλὰ ἁµαρτήσεται. Ἔστι γὰρ, ἔστι πολλάκις καὶ τὸν φρόνιµον µὴ συνιδεῖν τὸ δέον, καὶ τὸν ἀνοητότερον εὑρεῖν τι τῶν προσηκόντων· ὅπερ ἐπὶ τοῦ Μωϋσέως καὶ τοῦ πενθεροῦ γέγονεν, ὅπερ ἐπὶ τοῦ Σαοὺλ καὶ τοῦ παιδὸς, ὅπερ ἐπὶ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεβέκκας. Μὴ τοίνυν νοµίσῃς καθαιρεῖσθαι δεόµενος ἑτέρου. Τοῦτο γάρ σε µᾶλλον ὑψοῖ, τοῦτό σε ἰσχυρότερον ποιεῖ, τοῦτό σε λαµπρότερόν τε καὶ ἀσφαλέστερον. Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Εἰ γὰρ ἕτερον ψέγεις ἐπιβουλεύοντα, τί σαυτὸν ὑπεύθυνον ποιεῖς τῇ κατηγορίᾳ; Εἰ κακῶς ἐκεῖνος ἐποίησε, τί µὴ φεύγεις τὸν ζῆλον; Καὶ ὅρα πῶς ἐνταῦθα οὐ διέστειλεν, ἀλλὰ κοινὸν τὸν νόµον ἔθηκεν. Οὐ γὰρ εἶπε, Τῷ πιστῷ µὴ ἀποδῷς κακὸν, ἀλλὰ Μηδενὶ, κἂν Ἕλλην ᾖ, κἂν µιαρὸς, κἂν ὁστισοῦν. Προνοούµενοι καλὰ ἐνώπιον ἀνθρώπων πάντων, εἰ δυνατὸν, τὸ ἐξ ὑµῶν, µετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Τοῦτό ἐστι, Λαµψάτω τὸ φῶς ὑµῶν ἔµπροσθεν τῶν ἀνθρώπων· οὐχ ἵνα πρὸς κενοδοξίαν ζῶµεν, ἀλλ' ἵνα µὴ παρέχωµεν λαβὴν καθ' ἑαυτῶν τοῖς βουλοµένοις.∆ ιὸ καὶ ἀλλαχοῦ φησιν, Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Καλῶς δὲ τὸ ἑξῆς ἐδήλωσεν εἰπὼν, Εἰ δυνατὸν, τὸ ἐξ ὑµῶν. Ἐστὶ γὰρ ὅπου οὐ δυνατόν· οἷον ὅταν περὶ εὐσεβείας ὁ λόγος ᾖ, ὅταν περὶ ἀδικουµένων ὁ ἀγών. Καὶ τί θαυµάζεις, εἰ ἐπὶ ἀνθρώπων τῶν ἄλλων τοῦτο οὐ πανταχοῦ δυνατὸν, ὅπου γε καὶ ἐπὶ ἀνδρὸς καὶ γυναικὸς ταύτην ἔλυσε τὴν ἀνάγκην, εἰπών· Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὰ παρὰ σεαυτοῦ πάρεχε, καὶ µηδενὶ δίδου πολέµου καὶ µάχης ἀφορµὴν, µὴ Ἰουδαίῳ, µὴ Ἕλληνι· εἰ δέ που τὴν εὐσέβειαν παραβλαπτοµένην ἴδοις, µὴ προτίµα τὴν ὁµόνοιαν τῆς ἀληθείας, ἀλλ' ἵστασο γενναίως ἕως θανάτου· καὶ µηδὲ οὕτω ψυχῇ πολέµει, µηδὲ ἀποστρέφου γνώµῃ, ἀλλὰ τοῖς πράγµασι µάχου µόνον· τοῦτο γάρ ἐστι, Τὸ ἐξ ὑµῶν, µετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Κἂν ἐκεῖνος µὴ εἰρηνεύῃ, σὺ µὴ πληρώσῃς χειµῶνος τὴν ψυχὴν, ἀλλ' ἔσο φίλος κατὰ γνώµην, ὅπερ ἔφθην εἰπὼν, τὴν ἀλήθειαν µηδαµοῦ προδιδούς. Μηδὲ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γὰρ, Ἐµοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ποίᾳ ὀργῇ; Τῇ τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ τοῦτο µάλιστα ἐπιθυµεῖ ἰδεῖν ὁ ἀδικηθεὶς, ἐκδικίας ἑαυτὸν ἀπολαύοντα, τοῦτο αὐτὸ µετὰ πολλῆς δίδωσι τῆς περιουσίας· ἂν γὰρ αὐτὸς µὴ ἀµύνῃ, ὁ Θεὸς ἔσται τιµωρός. Συγχώρησον οὖν αὐτῷ, φησὶν, ἐπεξελθεῖν· τοῦτο γάρ ἐστι,∆ ότε τόπον τῇ ὀργῇ.
22.3
Εἶτα παραµυθούµενος ἐπιπλέον, καὶ τὴν µαρτυρίαν ἐπήγαγε, καὶ ταύτῃ µειζόνως αὐτὸν ἀνακτησάµενος, πλείονα αὐτὸν τὴν φιλοσοφίαν ἀπαιτεῖ, λέγων· Ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώµιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τί γὰρ λέγω, φησὶν, ὅτι εἰρηνεύειν δεῖ; Καὶ γὰρ καὶ εὐεργετεῖν ἐπιτάττω· Ψώµιζε γὰρ αὐτὸν καὶ πότιζε, φησίν. Εἶτα ἐπειδὴ σφόδρα ἐπίπονον ἐπέταξε καὶ µέγα, ἐπήγαγε· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ταῦτα δὲ ἔλεγε, κἀκεῖνον καταστέλλων τῷ φόβῳ, καὶ τοῦτον προθυµότερον ποιῶν τῇ ἐλπίδι τῆς ἀντιδόσεως. Ὁ γὰρ ἠδικηµένος ὅταν ἀσθενήσῃ, οὐχ οὕτω κατέχεται τοῖς οἰκείοις ἀγαθοῖς, ὡς τῇ τιµωρίᾳ τοῦ λελυπηκότος αὐτόν. Οὐδὲν γὰρ οὕτως ἡδὺ, ὡς ἐχθρὸν κολαζόµενον ἰδεῖν. Ὅπερ οὖν ἐπιθυµεῖ, τοῦτο δίδωσιν αὐτῷ πρῶτον· καὶ ὅταν ἀφῇ τὸν ἰὸν, τότε λοιπὸν παραινεῖ τὰ ὑψηλότερα, λέγων· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ. Ἤδει γὰρ, ὅτι κἂν θηρίον ᾖ ὁ ἐχθρὸς, οὐ µένει ψωµιζόµενος ἐχθρός· κἂν µυριάκις µικρόψυχος ᾖ ὁ ἠδικηµένος, ψωµίζων αὐτὸν καὶ ποτίζων, οὐδὲ αὐτὸς λοιπὸν ἐπιθυµήσει τῆς τιµωρίας τῆς ἐκείνου.∆ ιὸ τῷ τέλει θαῤῥῶν τοῦ πράγµατος, οὐδὲ ἁπλῶς ἠπείλησεν, ἀλλὰ καὶ ἐπιδαψιλεύεται τῇ τιµωρίᾳ. Οὐ γὰρ εἶπε, Τιµωρήσῃ, ἀλλ' Ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Εἶτα καὶ ἀνεκήρυξεν αὐτὸν εἰπών· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν· καὶ ἠρέµα πως ᾐνίξατο τὸ µὴ δεῖν τοιαύτῃ προαιρέσει ποιεῖν· τὸ γὰρ ἔτι µνησικακεῖν, ἡττᾶσθαί ἐστιν ὑπὸ τοῦ κακοῦ. Ἀλλὰ πρῶτον µὲν αὐτὸ οὐκ εἶπεν· οὐδὲ γὰρ εἶχε καιρόν· ὅτε δὲ ἐκένωσεν αὐτοῦ τὸν θυµὸν, τότε ἐπήγαγε λέγων· Νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Ἐπεὶ καὶ τοῦτο νίκη. Καὶ γὰρ ὁ πυκτεύων τότε µᾶλλον νικᾷ, οὐχ ὅταν ὑποτιθῇ ἑαυτὸν ὥστε δέξασθαι τὰς πληγὰς, ἀλλ' ὅταν ἐξαίρων ἑαυτὸν παρασκευάζῃ τὸν ἀνταγωνιστὴνεἰς τὸν ἀέρα κενοῦν τὴν δύναµιν. Οὕτω γὰρ οὔτε αὐτὸς πληγήσεται, κἀκείνου λύσει τὴν ἰσχὺν ἅπασαν· ὃ δὴ καὶ ἐπὶ τῶν ὕβρεων γίνεται. Ὅταν µὲν γὰρ ἀνθυβρίσῃς, ἡττήθης οὐχ ὑπὸ ἀνθρώπου, ἀλλ', ὅπερ ἐστὶν αἰσχρότερον, ὑπὸ πάθους ἀνελευθέρου τοῦ θυµοῦ κινηθείς· ἂν δὲ σιγήσῃς, καὶ ἐνίκησας, καὶ ἀπονητὶ τὸ τρόπαιον ἔστησας, καὶ µυρίους ἕξεις τοὺς στεφανοῦντας, καὶ τῆς λοιδορίας τὸ ψεῦδος καταγινώσκοντας. Ὁ µὲν γὰρ ἀντιλέγων, ὡς δακνόµενος ἀντερεῖν δοκεῖ· ὁ δὲ δακνόµενος, ὑπόνοιαν παρέχει τοῦ συνειδέναι τοῖς λεγοµένοις· ἂν δὲ καταγελάσῃς, τῷ γέλωτι τὴν κατὰ σαυτοῦ ψῆφον ἐξέλυσας. Καὶ εἰ βούλει σαφῆ τῶν εἰρηµένων ἀπόδειξιν λαβεῖν, αὐτὸν ἐρώτησον τὸν ἐχθρὸν, πότε µᾶλλον ἀλγεῖ, ὅταν θερµανθεὶς ἀνθυβρίσῃς, ἢ ὅτανὑβρίζοντος καταγελάσῃς· καὶ τοῦτο ἀκούσῃ µᾶλλον. Οὐδὲ γὰρ οὕτως ἥδεται τῷ µὴ ὑβρίζεσθαι, ὡς δάκνεται τῷ µὴ δύνασθαί σου καθάπτεσθαι. Οὐχ ὁρᾷς τοὺς θυµουµένους, ὅτι τῶν ἰδίων πληγῶν οὐ πολὺν ποιούµενοι λόγον, ἐπέρχονται ῥύµῃ πολλῇ, καὶ συῶν ἀγρίων χεῖρον τὰ τοῦ πλησίον ζητοῦντες τραύµατα, καὶ πρὸς ἓν τοῦτο ὁρῶντες, καὶ τούτου µᾶλλον ὄντες, ἢ τοῦ φυλάξασθαί τι παθεῖν; Ὅταν οὖν, οὗ µάλιστα ἐπιθυµῇ, τούτου µάλιστα ἀποστερήσῃς αὐτὸν, τοῦ παντὸς ἀπεστέρησας, ἐξευτέλισας, καὶ ἔδειξας εὐκαταφρόνητον, καὶπαιδίον µᾶλλον ἢ ἄνδρα, καὶ σὺ µὲν φιλοσόφου ψῆφον λαβὼν, ἐκεῖνον δὲ θηρίου πονηροῦ δόξῃ περιβάλλων. Τοῦτο καὶ ἐν τῷ τύπτεσθαι ποιῶµεν, καὶ ὅταν βουλώµεθα τύπτειν, µὴ ἀντιτύπτωµεν. Ἀλλὰ βούλει καιρίαν δοῦναι πληγήν; Στρέψον αὐτῷ καὶ τὴν ἄλλην σιαγόνα, καὶ µυρίοις αὐτὸν πλήξεις τραύµασιν. Οἱ γὰρ κροτοῦντες καὶ θαυµάζοντες τῶν καταλευόντων εἰσὶν αὐτῷ χαλεπώτεροι· καὶ πρὸ ἐκείνων τὸ συνειδὸς αὐτοῦ καταγνώσεται, καὶ µεγίστας αὐτὸν ἀπαιτήσει δίκας, καὶ ὡς τὰ ἔσχατα παθὼν, οὕτως ἐρυθριάσας ἀναχωρήσει. Εἰ δὲ καὶ τὴν παρὰ τῶν πολλῶν ζητεῖς δόξαν, καὶ ταύτης ἀπολαύσῃ µειζόνως. Καὶ ἄλλως µὲν γὰρ πρὸς τοὺς κακῶς πάσχοντας ἔχοµέν τινα συµπάθειαν· ὅταν δὲ µηδὲ ἀντιτύπτοντας ἴδωµεν, ἀλλὰ καὶ ἑαυτοὺς ἐκδιδόντας, οὐκ ἐλεοῦµεν µόνον, ἀλλὰ καὶ θαυµάζοµεν.
22.4
∆ ιὰ ταῦτά µοι νῦν ἀνοιµῶξαι ἔπεισιν, ὅτι οἱ δυνάµενοι καὶ τὰ παρόντα ἔχειν, εἰ τῶν τοῦ Χριστοῦ νόµων ἠκούοµεν ὡς ἐχρῆν, καὶ τῶν µελλόντωνἐπιτυγχάνειν, ἀµφοτέρων ἐκπίπτοµεν, παρακούοντες τῶν εἰρηµένων, καὶ περιττὰ φιλοσοφοῦντες. Καὶ γὰρ ἐκεῖνος συµφερόντως πάντα ἐνοµοθέτησε, καὶ ἔδειξε τί µὲν ποιεῖ ἐνδόξους, τί δὲ αἰσχρούς. Καὶ οὐκ ἂν, εἰ ἔµελλεν ἀποφαίνειν καταγελάστους τοὺς ἑαυτοῦ µαθητὰς, τοῦτο ἂν ἐπέταξεν· ἀλλ' ἐπειδὴ τοῦτο ποιεῖ λαµπροτέρους ἁπάντων, τὸ µὴ κακῶς λέγειν ἀκούοντας κακῶς, τὸ µὴ κακῶς ποιεῖν πάσχοντας κακῶς, διὰ τοῦτο ταῦτα ἐπέταξεν. Εἰ δὲ τοῦτο, πολλῷ µᾶλλον τὸ λέγειν καλῶς ἀκούοντας κακῶς, τὸ ἐγκωµιάζειν ὑβριζοµένους, τὸ εὐεργετεῖν ἐπιβουλευοµένους.∆ ιά τοι τοῦτο καὶ ταῦτα ἐνοµοθέτησε. Καὶ γὰρ φείδεται τῶν αὑτοῦ µαθητῶν, καὶ οἶδε σαφῶς τί ποτέ ἐστι τὸ ποιοῦν σµικρὸν καὶ µέγαν. Εἰ τοίνυν καὶ φείδεται καὶ οἶδε, τί αὐτῷ φιλονεικεῖς ἑτέραν ὁδὸν θέλων ἐλθεῖν; Καὶ γὰρ τὸ νικᾷν ἀπὸ τοῦ κακῶς ποιεῖν, διαβολικῶν ἐστι νόµων· διά τοι τοῦτο ἐν τοῖς ὀλυµπιακοῖς ἀγῶσι τοῖς ἐκείνῳ τελουµένοις, οὕτω κρατοῦσιν οἱ ἀγωνιζόµενοι πάντες. Ἀλλ' οὐκ ἐν τῷ σταδίῳ τοῦ Χριστοῦ οὗτος τῶν στεφάνων ὁ νόµος, ἀλλὰ τοὐναντίον ἅπαν, τὸν πληττόµενον, οὐ τὸν πλήττοντα στεφανοῦσθαι νενοµοθέτηται. Τοιοῦτον γὰρ αὐτοῦ τὸ στάδιον· ἀπεναντίας ἅπαντα ἔχει δια τεταγµένα· ὥστε µὴ τῇ νίκῃ µόνον, ἀλλὰ καὶ τῷ τρόπῳ νίκης τὸ θαῦµα γίνεσθαι µεῖζον· ὅταν γὰρ τὰ ἑτέρωθι ὄντα ἥττης, ταῦτα νίκης ποιητικὰ ἀποφανῇ· τοῦτο Θεοῦ δύναµις, τοῦτο οὐρανοῦ τὸ στάδιον. τοῦτο ἀγγέλων τὸ θέατρον. Οἶδα, ὅτι διεθερµάνθητε νῦν, καὶ κηροῦ γεγόνατε παντὸς ἁπαλώτεροι· ἀλλ' ἀναχωρήσαντες ἅπαντα ἀποβλύζετε.∆ ιὰ τοῦτο ἀλγῶ, ὅτι τὰ λεγόµενα ἐπὶ τῶν ἔργων οὐ δεικνύοµεν, καὶ ταῦτα µέλλοντες τὰ µέγιστα ἐντεῦθεν κερδαίνειν. Ἂν γὰρ ἐπιείκειαν ἐπιδειξώµεθα, ἀχείρωτοι πᾶσιν ἐσόµεθα, καὶ οὐδεὶς ἀνθρώπων, οὐ µικρὸς, οὐ µέγας ἡµᾶς ἀντιβλάψαι δυνήσεται. Ἄν τε γὰρ κακῶς τις εἴπῃ, σὲ µὲν οὐδὲν, ἑαυτὸν δὲ τὰ µέγιστα ἔβλαψεν· ἄν τε ἀδικήσῃ πάλιν, ἡ βλάβη περὶ τὸν ἠδικηκότα ἵσταται. Οὐχ ὁρᾷς καὶ ἐν τοῖς δικαστηρίοις, ὅτι οἱ µὲν ἠδικηµένοι λαµπροὶ καὶ µετὰ πολλῆς ἑστήκασι τῆς παῤῥησίας ἐλευθεροστοµοῦντες, οἱ δὲ ἠδικηκότεςκάτω κύπτοντες µετ' αἰσχύνης καὶ φόβου; Καὶ τί λέγω κατηγορίαν καὶ ἀδικίαν; Κἂν γὰρ τὸ ξίφος ἀκονήσῃ κατὰ σοῦ, κἂν εἰς τὸν λαιµὸν αὐτὸν τὴν δεξιὰν βαπτίσῃ, σὲ µὲν οὐδὲν παρέβλαψεν, ἑαυτὸν δὲ κατέσφαξε. Καὶ µαρτυρήσειεν ἂν τῷ λόγῳ ὁ πρῶτος οὕτως ἀναιρεθεὶς ὑπὸ δεξιᾶς ἀδελφικῆς. Ὁ µὲν γὰρ ἀπῄει πρὸς τὸν ἀκύµαντον λιµένα, ἀθάνατον δόξαν κτησάµενος· ὁ δὲ παντὸς θανάτου βίον ἀθλιώτερον ἔζη, στένων καὶ τρέµων, καὶ ἐν τῷ σώµατι τὴν κατηγορίαν τοῦ γενοµένου περιφέρων. Μὴ δὴ τοῦτο διώκωµεν, ἀλλ' ἐκεῖνο. Ὁ µὲν γὰρ κακῶς πάσχων οὐκ ἔχει µόνιµον οἴκοι τὸ κακόν· οὐ γὰρ αὐτὸς αὐτὸ ἔτεκεν, ἀλλ' ἑτέρωθεν αὐτὸ δεξάµενος, ἐποίησεν ἀγαθὸν διὰ τῆς ὑποµονῆς· ὁ δὲ ποιήσας κακῶς, οἴκοι τὴν πληγὴν ἔχει τῆς κακίας. Οὐχ ὁ Ἰωσὴφ ἐν δεσµωτηρίῳ ἦν, ἡ δὲ ἐπιβουλεύσασα αὐτῷ πόρνη ἐν οἰκίᾳ λαµπρᾷ καὶ περιφανεῖ; Τίς ἂν οὖν ἠθέλησας γενέσθαι; Καὶ µήπω µοι τὴν ἀντίδοσιν εἴπῃς, ἀλλ' αὐτὰ καθ' ἑαυτὰ ἐξέτασον τὰ γεγενηµένα· καὶ γὰρ οὕτω µυριάκις προτιµήσεις τὸ δεσµωτήριον µετὰ τοῦ Ἰωσὴφ τῆς οἰκίας τῆς τὴν πόρνην ἐχούσης. Καὶ γὰρ εἰ τὴν ἀµφοτέρων ψυχὴν ἴδοις, τὴν µὲν ἐν εὐρυχωρίᾳ καὶ παῤῥησίᾳ ὄψει πολλῇ, τὴν δὲ τῆς Αἰγυπτίας ἐν στενοχωρίᾳ καὶ αἰσχύνῃ, καὶ κατηφείᾳκαὶ θορύβῳ, καὶ ἀθυµίᾳ πολλῇ· καίτοι γε αὐτὴ ἐδόκει νικᾷν, ἀλλ' οὐκ ἦν αὕτη νίκη. Ταῦτ' οὖν εἰδότες, πρὸς τὸ κακῶς παθεῖν ἑαυτοὺς παρασκευάσωµεν, ἵνα καὶ τοῦ παθεῖν κακῶς ἀπαλλαγῶµεν, καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.