Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 23 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
23.0
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑπο τασσέσθω.
23.1
Πολὺν τοῦ πράγµατος τούτου ποιεῖται λόγον καὶ ἐν ἑτέραις ἐπιστολαῖς, καθάπερ τοὺς οἰκέτας τοῖς δεσπόταις, οὕτω καὶ τοὺς ἀρχοµένους τοῖςἄρχουσιν ὑποτάσσων. Ποιεῖ δὲ τοῦτο, δεικνὺς ὡς οὐκ ἐπ' ἀνατροπῇ τῆς κοινῆς πολιτείας ὁ Χριστὸς τοὺς παρ' αὐτοῦ νόµους εἰσήγαγεν, ἀλλ' ἐπὶ διορθώσει βελτίονι, καὶ παιδεύωνµὴ περιττοὺς ἀναδέχεσθαι πολέµους καὶ ἀνονήτους. Ἀρκοῦσι γὰρ αἱ διὰ τὴν ἀλήθειαν ἡµῖν. 50] ἐπαγόµεναι ἐπιβουλαὶ, καὶ περιττοὺς οὐ δεῖ προστιθέναι πειρασµοὺς καὶ ἀνονήτους. Σκόπει δὲ πῶς καὶ εὐκαίρως εἰς τὸν περὶ τούτων ἐνέβαλε λόγον. Ἐπειδὴ γὰρ τὴν πολλὴν ἐκείνην ἀπῄτησε φιλοσοφίαν, καὶ τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς κατεσκεύασεν ἐπιτηδείους, καὶ τοῖς ἐν εὐηµερίᾳ καὶ τοῖςδυσπραγοῦσι, καὶ τοῖς δεοµένοις καὶ πᾶσιν ἁπλῶς χρησίµους εἰργάσατο, καὶ τὴν ἀγγέλοις πρέπουσαν κατεφύτευσε πολιτείαν, καὶ θυµὸν ἐκένωσε καὶἀπόνοιαν κατέστειλε, καὶ διὰ πάντων κατελέανεν αὐτῶν τὴν διάνοιαν, τότε καὶ τὴν περὶ τούτων εἰσάγει παραίνεσιν. Εἰ γὰρ τοὺς ἀδικοῦντας τοῖς ἐναντίοις ἀµείβεσθαι χρὴ, πολλῷ µᾶλλον τοῖς εὐεργετοῦσι πείθεσθαι προσήκει. Ἀλλὰ τοῦτο µὲν πρὸς τῷ τέλει τῆς παραινέσεως τίθησι· τέως δὲ οὐ τούτους κινεῖ τοὺς λογισµοὺς, οὓς εἶπον, ἀλλὰ τοὺς κατὰ ὀφειλὴν κελεύοντας τοῦτο ποιεῖν. Καὶ δεικνὺς, ὅτι πᾶσι ταῦτα διατάττεται, καὶ ἱερεῦσι καὶ µοναχοῖς, οὐχὶ τοῖς βιωτικοῖς µόνον, ἐκ προοιµίων αὐτὸ δῆλον ἐποίησεν, οὕτω λέγων· Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· κἂν ἀπόστολος ᾖς, κἂν εὐαγγελιστὴς, κἂν προφήτης, κἂν ὁστισοῦν· οὐδὲ γὰρ ἀνατρέπει τὴν εὐσέβειαν αὕτη ἡ ὑποταγή. Καὶ οὐχ ἁπλῶς εἶπε, Πειθέσθω, ἀλλ', Ὑποτασσέσθω. Καὶ πρῶτον δικαίωµα τῆς τοιαύτης νοµοθεσίας, καὶ λογισµοῖς πρέπον πιστοῖς, τὸ παρὰ τοῦ Θεοῦ ταῦτα διατετάχθαι· Οὐ γάρ ἐστιν ἐξουσία, φησὶν, εἰ µὴ ἀπὸ τοῦ Θεοῦ. Τί λέγεις; πᾶς οὖν ἄρχων ὑπὸ τοῦ Θεοῦ κεχειροτόνηται; Οὐ τοῦτο λέγω, φησίν· οὐδὲ γὰρ περὶ τῶν καθ' ἕκαστον ἀρχόντων ὁ λόγος µοι νῦν, ἀλλὰ περὶ αὐτοῦ τοῦ πράγµατος. Τὸ γὰρ ἀρχὰς εἶναι, καὶ τοὺς µὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ µηδὲ ἁπλῶς καὶ ἀνέδην ἅπαντα φέρεσθαι, ὥσπερ κυµάτων τῇδε κἀκεῖσε τῶνδήµων περιαγοµένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον εἶναί φηµι.∆ ιὰ τοῦτο οὐκ εἶπεν· Οὐ γάρ ἐστιν ἄρχων, εἰ µὴ ἀπὸ Θεοῦ, ἀλλὰ περὶ τοῦ πράγµατος διαλέγεται λέγων· Οὐ γάρ ἐστιν ἐξουσία εἰ µὴ ἀπὸ Θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ Θεοῦ τεταγµέναι εἰσίν. Οὕτω καὶ ὅταν λέγῃ τις σοφὸς, ὅτι Παρὰ Κυρίου ἁρµόζεται ἀνδρὶ γυνὴ, τοῦτο λέγει, ὅτι τὸν γάµον ὁ Θεὸς ἐποίησεν, οὐχ ὅτι ἕκαστον συνιόντα γυναικὶαὐτὸς συνάπτει· καὶ γὰρ ὁρῶµεν πολλοὺς ἐπὶ κακῷ, καὶ οὐ νόµῳ γάµου, συνιόντας ἀλλήλοις, καὶ οὐκ ἂν τῷ Θεῷ τοῦτο λογισαίµεθα. Ἀλλ' ὅπερ αὐτὸς ἔλεγεν· Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εἶπεν, Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν µητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, τοῦτο καὶ ὁ σοφὸςἐκεῖνος ἑρµηνεύων ἔλεγεν. Ἐπειδὴ γὰρ τὸ ὁµότιµον µάχην πολλάκις εἰσάγει, πολλὰς ἐποίησε τὰς ἀρχὰς καὶ τὰς ὑποταγὰς, οἷον ὡς ἀνδρὸς καὶ γυναικὸς, ὡς παιδὸς καὶ πατρὸς, ὡς πρεσβύτου καὶ νέου, ὡς δούλου καὶ ἐλευθέρου, ὡς ἄρχοντος καὶ ἀρχοµένου, ὡς διδασκάλου καὶ µαθητοῦ. Καὶ τί θαυµάζεις ἐπὶ τῶν ἀνθρώπων, ὅπου γε καὶ ἐπὶ τοῦ σώµατος τὸ αὐτὸ τοῦτο πεποίηκεν; Οὐδὲ γὰρ ἐνταῦθα ὁµότιµα πάντα εἰργάσατο, ἀλλὰ τὸ µὲν ἔλαττον, τὸ δὲ κρεῖττον κατεσκεύασε, καὶ τὰ µὲν ἄρχειν τῶν µελῶν, τὰ δὲ ἄρχεσθαι ἐποίησε. Καὶ ἐν τοῖς ἀλόγοις δὲ τὸ αὐτὸ τοῦτο ἴδοι τις ἂν, ὡς ἐν ταῖς µελίσσαις, ὡς ἐν ταῖς γεράνοις, ὡς ἐν ταῖς ἀγέλαις τῶν ἀγρίων προβάτων. Καὶ οὐδὲ ἡ θάλασσα ταύτης ἐστέρηται τῆς εὐταξίας, ἀλλὰ καὶ ἐκεῖ πολλὰ τῶν γενῶν ὑφ' ἑνὶ τάττεται τῶν ἰχθύων καὶ στρατηγεῖται, καὶ οὕτωµακρὰς ἀποδηµίας ἀποδηµεῖ. Καὶ γὰρ ἡ ἀναρχία πανταχοῦ κακὸν, καὶ συγχύσεως αἴτιον. Εἰπὼν τοίνυν πόθεν εἰσὶν αἱ ἀρχαὶ, ἐπήγαγεν· Ὥστε ὁ ἀντιτασσόµενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν. Ἴδε ποῦ τὸ πρᾶγµα ἀνήγαγε, καὶ πόθεν ἐφόβησε, καὶ πῶς ἔδειξε τοῦτο κατὰ ὀφειλὴν γινόµενον. Ἵνα γὰρ µὴ λέγωσιν οἱ πιστοὶ, ὅτι Ἐξευτελίζεις ἡµᾶς καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τῆς τῶν οὐρανῶν βασιλείας ἀπολαύειν µέλλονταςἄρχουσιν ὑποτάττων, δείκνυσιν ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττει τοῦτο ποιῶν· ἐκείνῳ γὰρ ὁ ταῖς ἀρ χαῖς ὑποτασσόµενος πείθεται. Ἀλλ' οὐ λέγει οὕτως, οἷον ὅτι τῷ Θεῷ πείθεται ὁ τοῖς ἄρχουσιν ὑπακούων, ἀλλ' ἀπὸ τοῦ ἐναντίου φοβεῖ καὶ ἀκριβέστερον αὐτὸ κατασκευάζει λέγων, ὅτι ὁµὴ ὑπακούων ἐκείνῳ, τῷ Θεῷ πολεµεῖ τῷ ταῦτα νοµοθετήσαντι. Καὶ τοῦτο σπουδάζει δεῖξαι πανταχοῦ, ὅτι οὐ χαριζόµεθα αὐτοῖς τὴν ὑπακοὴν, ἀλλ' ὀφείλοµεν. Οὕτω γὰρ καὶ τοὺς ἄρχοντας τοὺς ἀπίστους ἐπεσπάσατο µᾶλλον πρὸς εὐσέβειαν, καὶ τοὺς πιστοὺς πρὸς ὑπακοήν. Καὶ γὰρ πολὺς περιεφέρετο λόγος τότε, ἐπὶ στάσει καὶ καινοτοµίᾳ διαβάλλων τοὺς ἀποστόλους, καὶ ὡς ἐπ' ἀνατροπῇ τῶν κοινῶν νόµων ἅπαντακαὶ ποιοῦντας καὶ λέγοντας. Ὅταν οὖν δείξῃς τὸν κοινὸν ἡµῶν∆ εσπότην τοῦτο παρεγγυῶντα τοῖς αὑτοῦ πᾶσι, καὶ τῶν διαβαλλόντων ὡς νεωτεροποιῶν ἀποῤῥάψεις τὰ στόµατα, καὶµετὰ πλείονος τῆς παῤῥησίας ὑπὲρ τῶν τῆς ἀληθείας διαλέξῃ δογµάτων.
23.2
Μὴ τοίνυν αἰσχύνου, φησὶ, τῇ τοιαύτῃ ὑποταγῇ. Καὶ γὰρ ὁ Θεὸς τοῦτο ἐνοµοθέτησε, καὶ σφοδρός ἐστι τιµωρὸς καταφρονουµένων τούτων. Οὐ γὰρ τὴν τυχοῦσάν σε ἀπαιτήσει δίκην παρακούσαντα, ἀλλὰ καὶ σφόδρα µεγίστην, καὶ οὐδέν σε ἐξαιρήσεται ἀντιλέγοντα, ἀλλὰ καὶ παρ' ἀνθρώπων ὑποστήσῃ τιµωρίαν χαλεπωτάτην, καὶ οὐδείς σου προστήσεται, καὶ τὸν Θεὸν παροξυνεῖς µειζόνως. Ἅπερ ἅπαντα αἰνιττόµενος ἔλεγεν· Οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρῖµα λήψονται. Εἶτα δεικνὺς δὲ τὸ κέρδος τοῦ πράγµατος µετὰ τὸν φόβον, καὶ ἀπὸ τῶν λογισµῶν πείθει λέγων οὕτως· Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Ἐπειδὴ γὰρ βαθεῖαν ἔδωκε τὴν πληγὴν καὶ κατέπληξεν αὐτοὺς, πάλιν ἀνίησιν, ὥσπερ σοφὸς ἰατρὸς φάρµακα προσηνῆ τιθεὶς, παραµυθούµενος καὶ λέγων, Τί δέδοικας; τί φρίττεις; µὴ γὰρ ἐπιτιµᾷ καλῶς πράττοντι; µὴ γάρ ἐστι φοβερὸς ἀρετῆς ἐπιµελουµένῳ;∆ ιὸ καὶ ἐπάγει· Θέλεις δὲ µὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Εἶδες πῶς ᾠκείωσεν αὐτὸν τῷ ἄρχοντι, δείξας αὐτὸν καὶ ἐπαινέτην αὐτοῦ καθήµενον; Εἶδες πῶς ἐκένωσε τὸν θυµόν; Θεοῦ γάρ ἐστι διάκονός σοι εἰς τὸ ἀγαθόν. Τοσοῦτον ἀπέχει τοῦ φοβῆσαί σε, φησὶ, ὅτι καὶ ἐπαινεῖ· τοσοῦτον ἀπέχει τοῦ κωλύειν, ὅτι καὶ συµπράττει. Ὅταν οὖν καὶ ἐπαινέτην ἔχῃς καὶ βοηθὸν, διὰ τί οὐχ ὑποτάσσῃ; Καὶ γὰρ καὶ ἄλλως εὐκολωτέραν σοι ποιεῖ τὴν ἀρετὴν, τοὺς µὲν πονηροὺς κολάζων, τοὺς δὲ ἀγαθοὺς εὐεργετῶν καὶ τιµῶν, καὶ τῷ βουλήµατι τοῦΘεοῦ συµπράττων· διὸ καὶ διάκονον αὐτὸν ἐκάλεσε. Σκόπει δέ· συµβουλεύω περὶ σωφροσύνης ἐγὼ, καὶ ἐκεῖνος τὰ αὐτὰ λέγει διὰ τῶν νόµων· παραινῶ περὶ τοῦ µὴ δεῖν πλεονεκτεῖν µηδὲ ἁρπάζειν, κἀκεῖνος ὑπὲρ τούτων κάθηται δικάζων. Ὥστε συνεργός ἐστιν ἡµῖν καὶ βοηθὸς, καὶ παρὰ τοῦ Θεοῦ εἰς τοῦτο ἀπέσταλται. Ἀµφοτέρωθεν τοίνυν ἐστὶν αἰδέσιµος, καὶ ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη, καὶ ὅτι ἐπὶ τοιούτῳ πράγµατι. Ἐὰν δὲ καὶ τὸ κακὸν ποιῇς, φοβοῦ. Οὐκ ἄρα ὁ ἄρχων ποιεῖ τὸν φόβον, ἀλλ' ἡ ἡµετέρα πονηρία. Οὐ γὰρ εἰκῆ τὴν µάχαιραν φορεῖ. Εἶδες πῶς αὐτὸν παρέστησεν, ὁπλίσας καθάπερ τινὰ στρατιώτην, φοβερὸν τοῖς ἁµαρτάνουσιν ἐπιστήσας; Θεοῦ γὰρ διάκονός ἐστιν εἰς ὀργὴν, ἔνδικος τῷ τὸ κακὸν πράσσοντι. Ἵνα γὰρ µὴ πάλιν ἀκούσας κόλασιν καὶ τιµωρίαν καὶ µάχαιραν, ἀποπηδήσῃς, πάλιν φησὶν, ὅτι Θεοῦ νόµον πληροῖ. Τί γὰρ, εἰ καὶ ἀγνοεῖ αὐτός; Ἀλλ' ὁ Θεὸς οὕτως ἐτύπωσεν. Εἰ τοίνυν καὶ κολάζων καὶ τιµῶν διάκονος Θεοῦ ἐστιν, ἐκδικῶν ἀρετὴν, ἀπελαύνων κακίαν, ὅπερ ὁ Θεὸς βούλεται, τίνος ἕνεκεν αὐτῷ φιλονεικεῖςτοσαῦτα εἰσάγοντι ἀγαθὰ, καὶ προοδοποιοῦντι τοῖς σοῖς; Καὶ γὰρ πολλοὶ πρότερον διὰ τοὺς ἄρχοντας ἀρετὴν ἀσκήσαντες, ὕστερον καὶ διὰ τὸν φόβον τοῦ Θεοῦ ταύτης ἐπελάβοντο. Τῶν γὰρ παχυτέρων οὐχ οὕτω τὰ µέλλοντα, ὡς τὰ παρόντα καθάπτεται. Ὁ τοίνυν τὴν ψυχὴν τῶν πολλῶν προευτρεπίζων τῷ φόβῳ καὶ ταῖς τιµαῖς, ὥστε γενέσθαι ἐπιτηδειοτέραν τῷ τῆς διδασκαλίας λόγῳ, εἰκότως οὗτοςδιάκονος κέκληται τοῦ Θεοῦ.∆ ιὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ µόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. Τί ἐστιν, Οὐ µόνον διὰ τὴν ὀργήν; Οὐ µόνον, φησὶν, ὅτι ἀνθίστασαι Θεῷ µὴ ὑποτασσόµενος, οὐδ' ὅτι κακὰ σεαυτῷ προξενεῖς µεγάλα καὶ παρὰ τοῦ Θεοῦ καὶ παρὰ τῶν ἀνθρώπων, ἀλλ' ὅτικαὶ ἐν τοῖς µεγίστοις εὐεργέτης σου γίνεται, εἰρήνης ὢν πρόξενος καὶ οἰκονοµίας πολιτικῆς. Καὶ γὰρ µυρία ἀγαθὰ διὰ τῶν ἀρχῶν τούτων ταῖς πόλεσι γίνεται· κἂν ἀνέλῃς αὐτὰς, πάντα οἰχήσεται, καὶ οὐ πόλεις, οὐ χωρία, οὐκ οἰκία, οὐκ ἀγορὰ, οὐκ ἄλλο οὐδὲν στήσεται, ἀλλὰ πάντα ἀνατραπήσεται, τῶνδυνατωτέρων τοὺς ἀσθενεστέρους καταπινόντων. Ὥστε καὶ εἰ µὴ ὀργή τις εἵπετο τῷ παρακούοντι, καὶ οὕτως ὑποτάσσεσθαί σε ἐχρῆν, ἵνα µὴ δόξῃς ἀσυνείδητος εἶναι, καὶ ἀγνώµων περὶ τὸν εὐεργέτην.∆ ιὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, φησί. Θεοῦ γάρ εἰσι λειτουργοὶ, εἰς τοῦτο αὐτὸ προσκαρτεροῦντες. Ἀφεὶς εἰπεῖν κατὰ µέρος τὰς εὐεργεσίας τὰς ἀπὸ τῶν ἀρχόντων ταῖς πόλεσι γινοµένας, οἷον τὴν εὐταξίαν, τὴν εἰρήνην, τὰς ἄλλας διακονίας, τὰς ἐπὶτῶν στρατιωτῶν, τὰς ἐπὶ τῶν τὰ κοινὰ πραττόντων, ἐξ ἑνὸς τούτου τὸ πᾶν δείκνυσιν. Ὅτι γὰρ εὐεργετῇ παρ' αὐτοῦ, φησὶ, σὺ µαρτυρεῖς, µισθὸν αὐτῷ τελῶν. Ὅρα σοφίαν καὶ σύνεσιν τοῦ µακαρίου Παύλου. Ὃ γὰρ ἐδόκει φορτικὸν εἶναι καὶ ἐπαχθὲς τὸ τῶν ἀπαιτήσεων, τοῦτο δεῖγµα ποιεῖται τῆς αὐτῶν προνοίας.∆ ιὰ τί γὰρ, φησὶ, φόρους δίδοµεν βασιλεῖ; Οὐχ ὡς προνοοῦντι, οὐχ ὡς προϊσταµένῳ µισθὸν τελοῦντες κηδεµονίας; Καίτοι γε οὐκ ἂν ἐτελέσαµεν, εἰ µὴ ἐξ ἀρχῆς ἔγνωµεν, ὅτι κερδαίνοµεν ἐκ τῆς τοιαύτης ἐπιστασίας· ἀλλὰ διὰ τοῦτο ἄνωθεν κοινῇ γνώµῃ πάντων ἔδοξε τοὺς ἄρχοντας τρέφεσθαι παρ' ἡµῶν, ὅτι τῶν οἰκείων ἀµελοῦντες, τῶν κοινῶν κήδονται πραγµάτων, καὶ εἰς ταῦτα τὴν σχολὴν ἀναλίσκουσιν ἅπασαν, δι' ὧν καὶ τὰ ἡµέτερα σώζεται.
23.3
Εἰπὼν τοίνυν τὰ ἀπὸ τῶν ἔξωθεν, πάλιν ἐπὶ τὰ πρότερα τὸν λόγον ἐπάγει· τὸν γὰρ πιστὸν οὕτω µᾶλλον ἱκανὸς ἦν ἐπισπάσασθαι· καὶ δείκνυσι πάλιν, ὅτι Θεῷ τοῦτο δοκεῖ, καὶ εἰς αὐτὸ κατακλείει τὴν συµβουλὴν, οὕτω λέγων· Θεοῦ γάρ εἰσι λειτουργοί. Εἶτα καὶ τὸν πόνον αὐτῶν δεικνὺς, καὶ τὴν ταλαιπωρίαν αὐτῶν ἐπήγαγεν· Εἰς τοῦτο αὐτὸ προσκαρτεροῦντες. Οὗτος γὰρ αὐτοῖς ὁ βίος, αὕτη ἡ σπουδὴ, ὅπως ἀπολαύῃς εἰρήνης.∆ ιὰ τοῦτο καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ οὐ µόνον ὑποτάσσεσθαι, ἀλλὰ καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν κελεύει· καὶ δεικνὺς κἀκεῖ τὸ κέρδος κοινὸν, ἐπήγαγεν· Ἵνα ἤρεµον καὶ ἡσύχιον βίον διάγωµεν. Οὐδὲ γὰρ µικρόν τι συντελοῦσιν ἡµῖν εἰς τὴν τοῦ παρόντος βίου κατάστασιν, ὅπλα τιθέµενοι, τοὺς πολεµίους ἀποκρουόµενοι, τοὺς ἐν ταῖςπόλεσι στασιάζοντας κωλύοντες, τὰς ἐν πᾶσι διαφορὰς διαλύον τες. Μὴ γάρ µοι τοῦτο εἴπῃς, εἴ τις κακῶς τῷ πράγµατι κέχρηται, ἀλλ' αὐτῆς βλέπε τῆς διατάξεως τὴν εὐκοσµίαν, καὶ τὴν πολλὴν ὄψει τοῦ ταῦτα ἐξἀρχῆς νοµοθετήσαντος σοφίαν. Ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος. τὸ τέλος· τῷ τὸν φόβον, τὸν φόβον· τῷ τὴν τιµὴν, τὴν τιµήν. Μηδενὶ µηδὲν ὀφείλετε, εἰ µὴ τὸ ἀλλήλους ἀγαπᾷν. Ἔτι τῶν αὐτῶν ἔχεται, οὐ χρήµατα µόνον κελεύων αὐτοῖς τελεῖν, ἀλλὰ καὶ τιµὴν καὶ φόβον. Καὶ πῶς ἀνωτέρω λέγων, Θέλεις µὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει· ἐνταῦθα λέγει, Ἀπόδοτε τὸν φόβον; Τὴν ἐπιτεταµένην λέγων τιµὴν, οὐ τὸν ἐκ τοῦ πονηροῦ συνειδότος φόβον, ὃν ἀνωτέρω ᾐνίξατο. Καὶ οὐδὲ εἶπε,∆ ότε, ἀλλ', Ἀπόδοτε, καὶ τὰς ὀφειλὰς προσέθηκεν· οὐδὲ γὰρ χαρίζῃ τοῦτο ποιῶν· ὀφειλὴ γάρ ἐστι τὸ πρᾶγµα, κἂν µὴ πράττῃς αὐτὸ, ἀγνώµονος ὑποστήσῃ δίκην. Μὴ δὴ νοµίσῃς ἐξευτελίζεσθαι καὶ παραβλάπτεσθαι πρὸς τὸ τῆς οἰκείας φιλοσοφίας ἀξίωµα, ἂν ἄρχοντος παρόντος ὑπαναστῇς, ἂν τὴνκεφαλὴν ἀποκαλύψῃς. Εἰ γὰρ Ἑλλήνων ὄντων τότε τῶν ἀρχόντων ταῦτα ἐνοµοθέτησε, πολλῷ µᾶλλον νῦν ἐπὶ τῶν πιστῶν τοῦτο γίνεσθαι χρή. Εἰ δὲ λέγεις, ὅτι σὺ µείζονα ἐµπεπίστευσαι, µάθε ὅτι οὐκ ἔστι σου νῦν ὁ καιρός· ξένος γὰρ εἶ καὶ παρεπίδηµος, Ἔσται καιρὸς, ὅτε λαµπρότερος πάντων φανήσῃ· νῦν ἡ ζωή σου κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ. τότε καὶ ὑµεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Μὴ ζήτει τοίνυν ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ τὴν ἀµοιβὴν, ἀλλὰ κἂν µετὰ φόβου παρεστάναι δέῃ τῷ ἄρχοντι, µὴ νοµίσῃς ἀνάξιον εἶναι τοῦτο τῆς σῆς εὐγενείας. Ὁ Θεὸς γὰρ οὕτω βούλεται, ἵνα ὁ ἄρχων ὁ παρ' αὐτοῦ τυπωθεὶς τὴν οἰκείαν ἰσχὺν ἔχῃ. Καὶ γὰρ ὅταν ὁ µηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, µετὰ φόβου παρεστήκῃ τῷ δικάζοντι, πολλῷ µᾶλλον ὁ τὰ πονηρὰ πράττων φοβηθήσεται. Καὶ σὺ δὲ ταύτῃ λαµπρότερος ἔσῃ· οὐδὲ γὰρ ἐκ τοῦ τιµᾷν τὸ ἐξευτελίζεσθαι γίνεται, ἀλλ' ἐκ τοῦ ἀτιµάζειν· καὶ ὁ ἄρχων δέ σε θαυµάσεται µειζόνως, καὶ δοξάσει σου τὸν∆ εσπότην ἐντεῦθεν, κἂν ἄπιστος ᾖ. Μηδενὶ µηδὲν ὀφείλετε, εἰ µὴ τὸ ἀλλήλους ἀγαπᾷν. Πάλιν ἐπὶ τὴν µητέρα τῶν ἀγαθῶν καταφεύγει, καὶ τὴν διδάσκαλον τῶν εἰρηµένων καὶ ποιητικὴν ἀρετῆς ἁπάσης, καί φησι καὶ αὐτὴν ὀφείληµα εἶναι, οὐµὴν τοιοῦτον, οἷον τὸ φόρον, οἷον τὸ τέλος, ἀλλὰ διηνεκές. Οὐδέποτε γὰρ αὐτὴν ἀποδίδοσθαι βούλεται· µᾶλλον δὲ ἀποδίδοσθαι µὲν ἀεὶ βούλεται, οὐ µὴν πληροῦσθαι, ἀλλ' ἀεὶ ὀφείλεσθαι. Τοιοῦτον γάρ ἐστι τὸ χρέος, ὡς καὶ διδόναι καὶ ὀφείλειν ἀεί. Εἰπὼν τοίνυν πῶς ἀγαπᾷν δεῖ, καὶ τὸ κέρδος αὐτοῦ δηλοῖ λέγων· Ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόµον πεπλήρωκε. Μὴ γάρ µοι µηδὲ τοῦτο χάριν νόµιζε· καὶ γὰρ καὶ τοῦτο ὀφειλή· ὀφείλεις γὰρ τῷ ἀδελφῷ ἀγάπην διὰ τὴν συγγένειαν τὴν πνευµατικήν· οὐ ταύτῃ δὲ µόνον, ἀλλ' ὅτι καὶ µέλη ἐσµὲν ἀλλήλων· κἂν αὕτη ἡµᾶς ἐπιλίπῃ, τὸ πᾶν διεσπάσθη. Φίλει τοίνυν τὸν ἀδελφόν. Εἰ γὰρ ἐκ τῆς φιλίας αὐτοῦ τοσαῦτα κερδανεῖς, ὡς τὸν νόµον ἅπαντα πληροῦν, ὀφείλεις αὐτῷ τὴν ἀγάπην, εὐεργετούµενος παρ' αὐτοῦ. Τὸ γὰρ, Οὐ µοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδοµαρτυρήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσειςτὸν πλησίον σου ὡς ἑαυτόν. Οὐκ εἶπε, Πληροῦται, ἁπλῶς, ἀλλ', Ἀνακεφαλαιοῦται· τουτέστι, συντόµως καὶ ἐν βραχεῖ τὸ πᾶν ἀπαρτίζεται τῶν ἐντολῶν τὸ ἔργον· καὶ γὰρ ἀρχὴ καὶ τέλος τῆς ἀρετῆς ἡ ἀγάπη· ταύτην ἔχει ῥίζαν, ταύτην ὑπόθεσιν, ταύτην κορυφήν. Εἰ τοίνυν καὶ ἀρχὴ καὶ πλήρωµα, τί ταύτης ἴσον;
23.4
Ἀλλ' οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἀλλὰ τὴν ἐπιτεταµένην. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἀγάπησον τὸν πλησίον σου, ἀλλ', Ὡς ἑαυτόν.∆ ιὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς τὸν νόµον καὶ τοὺς προφήτας ἐν αὐτῇ κρεµασθῆναι ἔλεγε. Καὶ δύο τιθεὶς ἀγάπης εἴδη, ὅρα ποῦ ταύτην ἀνήγαγεν. Εἰπὼν γὰρ, ὅτι Ἡ πρώτη ἐστὶν ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· ἐπήγαγε,∆ ευτέρα δὲ, καὶ οὐκ ἐσίγησεν, ἀλλὰ προσέθηκεν· Ὁµοία αὐτῆς, Καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς φιλανθρωπίας; τί τῆς ἡµερότητος; Ὅταν ἀπείρως ἡµῶν αὐτοῦ διεστηκότων, τὴν εἰς ἡµᾶς ἀγάπην ἐγγὺς ἄγει τῆς εἰς αὐτὸν, καὶ ὁµοίαν ταύτης ἐκείνην εἶναι λέγει.∆ ιὰ δὴ τοῦτο, καὶ µέτρα σχεδὸν ἴσα τιθεὶς ἑκάτερα, περὶ µὲν ἐκείνης ἔλεγεν, Ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου· περὶ δὲ ταύτης τῆς τοῦ πλησίον, Ὡς ἑαυτόν. Ὁ δὲ Παῦλος, ταύτης οὐκ οὔσης, οὐδὲ ὠφελεῖσθαι σφόδρα παρ' ἐκείνης ἔλεγεν. Ὥσπερ οὖν ἡµεῖς ἐπειδάν τινα φιλῶµεν, λέγοµεν, ὅτι ἂν ἐκεῖνον ἀγαπήσῃς, ἐµὲ ἠγάπησας· οὕτω καὶ αὐτὸς τοῦτο δηλῶν ἔλεγεν, Ὁµοία αὐτῆς ἐστι· καὶ Πέτρῳ, Εἰ φιλεῖς µε, ποίµαινε τὰ πρόβατά µου. Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται. Πλήρωµα οὖν νόµου ἡ ἀγάπη. Εἶδες πῶς ἑκατέρας ἔχει τὰς ἀρετὰς τήν τε τῶν κακῶν ἀποχήν( Κακὸν γὰρ, φησὶν, οὐκ ἐργάζεται)· καὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν, Πλήρωµα γὰρ νόµου, φησὶν, ἐστὶν, οὐ τὴν διδασκαλίαν ἡµῖν τῶν πρακτέων συντόµως εἰσάγουσα µόνον, ἀλλὰ καὶτὴν κατόρθωσιν αὐτῶν εὔκολον ποιοῦσα. Οὐ γὰρ ὅπως ἂν µάθοιµεν τὰ ὠφελοῦντα µόνον ἐσπούδακεν( ὅπερ ἐστὶ τοῦ νόµου), ἀλλὰ καὶ εἰς τὴν ἐργασίαν αὐτῶν πολλὴν εἰσάγει συµµαχίαν ἡµῖν, οὐ µέρος τι τῶν ἐντολῶν, ἀλλ' ὁλόκληρον ἐν ἡµῖν κατορθοῦσα τὴν ἀρετήν. Φιλῶµεν οὖν ἀλλήλους, ὡς καὶ ταύτῃ τὸν φιλοῦντα ἡµᾶς ἀγαπήσοντες Θεόν. Ἐπὶ µὲν γὰρ τῶν ἀνθρώπων, ἂν τὸν ἐρώµενον φιλῇς, µάχεται ὁ φιλῶν· ἐνταῦθα δὲ καὶ ἀξιοῖ σε κοινωνῆσαι τοῦ ἔρωτος, καὶ µὴ κοινωνοῦντα µισεῖ. Ὁ µὲν γὰρ ἀνθρώπινος φθόνου καὶ βασκανίας γέµει, ὁ δὲ θεῖος παντὸς ἀπήλλακται πάθους.∆ ιὸ καὶ κοινωνοὺς ἐπιζητεῖ τῆς φιλίας· Φίλει γὰρ, φησὶ, µετ' ἐµοῦ, καὶ τότε σε καὶ ἐγὼ φιλήσω µειζόνως. Ὁρᾷς ἐραστοῦ σφοδροῦ ῥήµατα; Ἐὰν φιλῇς τοὺς ἐµοὺς ἐρωµένους, τότε ἡγοῦµαι καὶ αὐτὸς σπουδαίως φιλεῖσθαι παρὰ σοῦ. Καὶ γὰρ σφόδρα ἐφίεται τῆς σωτηρίας τῆς ἡµετέρας, καὶ τοῦτο ἔδειξεν ἄνωθεν. Ὅτε γοῦν τὸν ἄνθρωπον ἔπλαττεν, ἄκουσον τί φησι· Ποιήσωµεν ἄνθρωπον κατ' εἰκόνα ἡµετέραν· καὶ πάλιν, Ποιήσωµεν αὐτῷ βοηθόν· οὐ καλὸν εἶναι αὐτὸν µόνον. Καὶ ὅτε παρανοµήσαντι πάλιν ἐπετίµησεν, ὅρα πῶς ἡµέρως· οὐ γὰρ εἶπεν αὐτῷ, Μιαρὲ καὶ παµµίαρε, τοσαῦτα εὐεργετηθεὶς, τῷ διαβόλῳ µετὰ ταῦτα πάντα ἐπίστευσας, καὶ τὸν εὐεργέτην ἀφεὶς τῷ πονηρῷπροσέσχες δαίµονι· ἀλλὰ τί φησι; Τίς σοι εἶπεν, ὅτι γυµνὸς εἶ, εἰ µὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάµην σοι τούτου µόνου µὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; ὡς ἂν εἰ πατὴρ πρὸς παιδίον κελευσθὲν µὴ καθάπτεσθαι µαχαίρας, εἶτα παρακοῦσαν καὶ πληγὲν λέγοι· Πόθεν ἐπλήγης; Ἐκεῖθεν ἐπλήγης, ὅτι οὐκ ἤκουσάς µου. Ὁρᾷς φίλου τὰ ῥήµατα µᾶλλον, ἢ∆ εσπότου; φίλου καταφρονουµένου, καὶ οὐδὲ οὕτως ἀφισταµένου; Μιµησώµεθα τοίνυν αὐτὸν, καὶ ὅταν ἐπιτιµῶµεν, ταύτην τηρῶµεν τὴν ἐπιείκειαν. Καὶ γὰρ καὶ τῇ γυναικὶ µετὰ τῆς αὐτῆς πάλιν ἡµερότητος ἐπιπλήττει· µᾶλλον δὲ οὐδὲ ἐπίπληξις, ἀλλὰ νουθεσία καὶ διόρθωσις τὰ λεγόµενα ἦν, καὶ πρὸς τὸ µέλλον ἀσφάλεια.∆ ιὰ δὴ τοῦτο πρὸς τὸν ὄφιν οὐδέν φησιν· αὐτὸς γὰρ ἦν ὁ τῶν κακῶν ἀρχιτέκτων, καὶ οὐκ εἶχεν ἐφ' ἕτερον µεταθεῖναι τὴν αἰτίαν· διὸ καὶ σφοδρῶς αὐτὸν ἐκόλαζε. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὴν γῆν κοινωνῆσαι ποιεῖ τῆς ἀρᾶς. Εἰ δὲ ἐξέβαλε παραδείσου, καὶ κατεδίκασε πόνῳ, καὶ διὰ τοῦτο µάλιστα προσκυνεῖν αὐτὸν καὶ θαυµάζειν χρή. Ἐπειδὴ γὰρ εἰς ῥᾳθυµίαν ἐξήγαγεν ἡ τρυφὴ, περικόπτει τὴν εὐφροσύνην, λύπην ἐπιτειχίζων τῇ ῥᾳθυµίᾳ, ἵνα πρὸς τὴν ἀγάπην ἐπανέλθωµεν τὴν αὐτοῦ. Τί δὲ ἐπὶ τοῦ Κάϊν; οὐ τῷ αὐτῷ κέχρηται τῆς ἡµερότητος τρόπῳ; Καὶ γὰρ παρ' ἐκείνου πάλιν ὑβρισθεὶς, οὐκ ἀνθυβρίζει, ἀλλὰ παρακαλεῖ καί φησιν· Ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Καίτοι γε τὸ γενόµενον συγγνώµης ἐστέρηται πάσης· καὶ δείκνυσιν ὁ νεώτερος ἀδελφός. Ἀλλ' οὐδὲ οὕτως ἐπιπλήττει, ἀλλὰ τί φησιν; Ἥµαρτες; Ἡσύχασον, µὴ προσθῇς ἔτι· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις, τοῦ ἀδελφοῦ λέγων. Εἰ γὰρ δέδοικας, φησὶ, µήποτε διὰ τὴν θυσίαν ταύτην τὴν τοῦ πρωτοτόκου σε προεδρίαν ἀφέλωµαι, θάῤῥει· καὶ γὰρ τὴν ἀρχὴν αὐτοῦ πᾶσαν εἰς τὰς σὰς τίθηµι χεῖρας· µόνον γενοῦ βελτίων, καὶ φίλει τὸν οὐδὲν ἠδικηκότα· καὶ γὰρ ἀµφοτέρων κήδοµαι. Καὶ τοῦτό µε µάλιστα εὐφρανεῖ τὸ µὴ στασιάζειν ὑµᾶς πρὸς ἀλλήλους. Καθάπερ γὰρ µήτηρ φιλόστοργος, οὕτω καὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ µηχανᾶται ὥστε µηδένα ἀποῤῥαγῆναι θατέρου.
23.5
Ἵνα δὲ καὶ σαφέστερον ἐπὶ παραδείγµατος ὃ λέγω µάθῃς, ἐννόησόν µοι τὴν Ῥεβέκκαν θορυβουµένην, καὶ πανταχοῦ περιτρέχουσαν, ὅτε ὁπρεσβύτερος ἐπολέµει τῷ νεωτέρῳ παιδί. Εἰ γὰρ καὶ ἐφίλει τὸν Ἰακὼβ, ἀλλ' οὐδὲ τὸν Ἡσαῦ ἀπεστρέφετο· διὸ καὶ ἔλεγε, Μή πως ἀτεκνωθῶ ἐκ τῶν δύο ὑµῶν ἐν ἡµέρᾳ µιᾷ.∆ ιὰ δὴ τοῦτο καὶ ὁ Θεὸς τότε ἔλεγεν· Ἥµαρτες; Ἡσύχασον, πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, τὴν σφαγὴν προαναστέλλων, καὶ τὴν εἰρήνην ἀµφοτέρων αὐτῶν ἐπιζητῶν. Ἐπειδὴ δὲ αὐτὸν κατέσφαξεν, οὐδὲ οὕτω κατέλυσε τὴν περὶ αὐτοῦ πρόνοιαν, ἀλλὰ πάλιν ἡµέρως ἀποκρίνεται τῷ ἀδελφοκτόνῳ, λέγων· Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; ἵνα κἂν οὕτως ἐξοµολογήσηται. Ὁ δὲ ἐπαγωνίζεται τοῖς προτέροις, µείζονα καὶ χαλεπώτερα ἀναισχυντῶν. Ἀλλ' οὐδὲ οὕτως ὁ Θεὸς ἀφίσταται, ἀλλὰ καὶ πάλιν ἐραστοῦ φθέγγεται ῥήµατα ὑβρισµένου καὶ καταφρονουµένου, καί φησι· Φωνὴ αἵµατος τοῦ ἀδελφοῦ σου βοᾷ πρός µε. Καὶ πάλιν τῆς γῆς καθάπτεται µετὰ τοῦ πεφονευκότος, εἰς αὐτὴν τὸν θυµὸν ἀφιεὶς, καὶ λέγων· Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε τὸ στόµα αὐτῆς δέξασθαι τὸ αἷµα τοῦ ἀδελφοῦ σου, καὶ τοὺς ἀνακαλοῦντας µιµούµενος· ὃ καὶ ὁ∆ αυῒδ ἐποίει, τοῦ Σαοὺλ πεσόντος. Καὶ γὰρ καὶ ἐκεῖνος τοῖς δεξαµένοις τὴν σφαγὴν ὄρεσιν ἐπηρᾶτο λέγων· Ὄρη τὰ Γελβουὲ, µὴ πέσοι ἐφ' ὑµᾶς δρόσος µηδὲ ὑετὸς, ὅτι ἐκεῖ ἐξήρθη σκέπη δυνατῶν. Οὕτω καὶ ὁ Θεὸς ὥσπερ τινὰ µονῳδίαν ᾄδων φησί· Φωνὴ τοῦ αἵµατος τοῦ ἀδελφοῦ σου βοᾷ πρός µε, καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἢ ἔχανε τὸ στόµα αὐτῆς δέξασθαι τὸ αἷµα τοῦ ἀδελφοῦ σουἐκ τῆς χειρός σου. Ταῦτα δὲ ἔλεγε καταστέλλων αὐτοῦ τὸν θυµὸν ζέοντα, καὶ πείθων κἂν ἀπελθόντα φιλῆσαι. Ἔσβεσας αὐτοῦ τὴν ζωὴν, φησὶ, τί τὴν ἔχθραν λοιπὸν οὐ κατασβεννύεις; Ἀλλὰ τί ποιεῖ; Κἀκεῖνον φιλεῖ καὶ τοῦτον· ἀµφοτέρους γὰρ αὐτὸς ἔπλασε· τί οὖν; ἀτιµώρητον ἀφῇ τὸν πεφονευκότα; Ἀλλὰ χείρων ἂν ἐγένετο. Ἀλλὰ κολάσει; Ἀλλὰ πατρός ἐστι φιλοστοργότερος. Ὅρα τοίνυν πῶς καὶ κολάζει, καὶ τὴν ἀγάπην ἐνδείκνυται καὶ ἐν αὐτῷ τούτῳ· µᾶλλον δὲ οὐδὲ κολάζει, ἀλλὰ διορθοῦται µόνον. Οὐδὲ γὰρ ἀπέκτεινεν αὐτὸν, ἀλλ' ἐπέδησε τῷ τρόµῳ, ἵνα ἀποδύσηται τὸ ἔγκληµα, ἵνα κἂν οὕτως ἐπανέλθοι πρὸς τὴν ἐκείνου φιλοστοργίαν, ἵνα κἂνπρὸς ἀπελθόντα σπείσηται· οὐδὲ γὰρ ἐβούλετο ἐχθρὸν αὐτὸν ἀπελθεῖν ἐντεῦθεν τῷ τετελευτηκότι. Τοιοῦτοι οἱ φιλοῦντες, ὅταν εὐεργετοῦντες µὴ φιλῶνται, προάγονται σφοδροὶ γίνεσθαι καὶ ἀπειλεῖν, οὐκ ἐθέλοντες µὲν, ἀπὸ δὲ τοῦ φιλεῖν εἰς τοῦτοἀγόµενοι, ἵνα κἂν οὕτως ἐφελκύσωνται τοὺς καταφρονοῦντας αὐτῶν. Καίτοι γε ἀνάγκης ἡ τοιαύτη φιλία, ἀλλ' ὅµως αὐτοὺς καὶ τούτῳ παραµυθεῖται διὰ τὸ σφόδρα φιλεῖν· ὥστε καὶ ἡ κόλασις ἀπὸ φιλίας. Οἱ γὰρ µὴ ἀλγοῦντες ἐπὶ τῷ µισεῖσθαι, οὐδὲ κολάσαι αἱροῦνται. Ὅρα τοίνυν καὶ Παῦλον ταῦτα λέγοντα Κορινθίοις· Τίς γάρ ἐστι, φησὶν, ὁ εὐφραίνων µε, εἰ µὴ ὁ λυπούµενος ἐξ ἐµοῦ; Ὥστε ὅταν σφόδρα ἐπιτείνῃ τὴν κόλασιν, τότε δείκνυσι τὸν ἔρωτα. Οὕτω καὶ ἡ Αἰγυπτία ἐκ τοῦ σφόδρα φιλεῖν σφοδρῶς ἐκόλασε τὸν Ἰωσήφ· ἀλλ' ἐκείνη µὲν ἐπὶ κακῷ· καὶ γὰρ ἀκόλαστος ἦν ὁ ἔρως· ὁ Θεὸς δὲ ἐπὶ ἀγαθῷ· καὶ γὰρ ἀξία ἦν τοῦ φιλοῦντος ἡ ἀγάπη.∆ ιὰ τοῦτο οὐδὲ παραιτεῖται εἰς παχύτερα κατιέναι ῥήµατα, καὶ φθέγγεσθαι παθῶν ὀνόµατα ἀνθρωπίνων, καὶ ζηλωτὴν ἑαυτὸν καλεῖν· Θεὸς γάρ εἰµι ζηλωτὴς, φησίν· ἵνα µάθῃς τῆς ἀγάπης τὴν ἐπίτασιν. Φιλήσωµεν τοίνυν αὐτὸν, ὡς βούλεται· µέγα γὰρ τὸ πρᾶγµα ἡγεῖται. Κἂν ἀποστραφῶµεν, µένει παρακαλῶν, κἂν µὴ θέλωµεν ἐπιστραφῆναι, κολάζει διὰ τὸ φιλεῖν, οὐχ ἵνα τιµωρίαν ἀπαιτήσῃ. Ὅρα γοῦν τί φησιν ἐν τῷ Ἰεζεκιὴλ πρὸς τὴν φιληθεῖσαν καὶ καταφρονήσασαν αὐτοῦ πόλιν· Ἄξω ἐπὶ σὲ τοὺς ἐραστάς σου, καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ λιθοβολήσουσί σε καὶ κατασφάξουσι, καὶ ἐξαιρεθήσεται ὁ ζῆλός µου ἐκ σοῦ, καὶ ἀναπαύσοµαι, καὶ οὐ µὴ µεριµνήσω ἔτι. Τί τούτου πλέον ἂν εἶπε σφοδρὸς ἐραστὴς ὑπὸ τῆς ἐρωµένης καταφρονούµενος, καὶ µετὰ ταῦτα πάλιν περικαιόµενος αὐτῆς; Πάντα γὰρ ὁ Θεὸς πράττει, ἵνα φιληθῇ παρ' ἡµῶν· διὰ τοῦτο οὐδὲ τοῦ Υἱοῦ ἐφείσατο. Ἀλλ' ἡµεῖς ἀπηνεῖς, καὶ ὠµοί. Ἀλλὰ γενώµεθά ποτε ἥµεροι, καὶ φιλήσωµεν τὸν Θεὸν, ὡς φιλεῖν δεῖ, ἵνα µετὰ ἡδονῆς τῆς ἀρετῆς ἀπολαύσωµεν. Εἰ γὰρ γυναῖκά τις ἐρωµένην ἔχων, οὐδενὸς αἰσθάνεται τῶν καθ' ἑκάστην ἡµέραν λυπηρῶν· ὁ τὸν θεῖον τοῦτον καὶ καθαρὸν ἐρῶν ἔρωτα, ἐννόησον ὅσης ἀπολαύσεται ἡδονῆς. Τοῦτο γὰρ, τοῦτο καὶ οὐρανῶν βασιλεία, τοῦτο ἀπόλαυσις ἀγαθῶν, τοῦτο ἡδονὴ, τοῦτο εὐφροσύνη, τοῦτο χαρὰ, τοῦτο µακαριότης· µᾶλλον δὲ ὅσα ἂν εἴπω, οὐδὲν οὐδέπω δυνήσοµαι παραστῆσαι πρὸς ἀξίαν, ἀλλ' ἡ πεῖρα µόνη τοῦτο διδάσκειν οἶδε τὸ καλόν.∆ ιὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγε, Κατατρύφησον τοῦ Κυρίου, καὶ, Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Πειθώµεθα τοίνυν, καὶ ἐντρυφῶµεν αὐτοῦ τῇ ἀγάπῃ. Οὕτω γὰρ ἐντεῦθεν ἤδη τὴν βασιλείαν ὀψόµεθα, καὶ ἀγγελικὸν ζησόµεθα βίον, καὶ ἐν γῇ διατρίβοντες, τῶν τὸν οὐρανὸν οἰκούντων οὐδὲν ἔλαττον ἕξοµεν, καὶ µετὰ τὴν ἐντεῦθεν ἀποδηµίαν, πάντων λαµπρότεροι τῷ βήµατι τοῦ Χριστοῦ παραστησόµεθα, καὶ τῆς ἀποῤῥήτου δόξης ἀπολαύσοµεν· ἧς γένοιτο πάντας ἡµᾶς µετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note