Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
24.0
Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἡµᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι.
24.1
Ἐπειδὴ πάντα ἅπερ ἐχρῆν ἐπέταξεν, ὠθεῖ πάλιν αὐτοὺς εἰς τὴν τῶν ἀγαθῶν ἐργασίαν ἀπὸ τοῦ κατεπείγοντος. Ἐπὶ θύραις γὰρ, φησὶν, ὁ τῆς κρίσεως ἕστηκε καιρός· καθάπερ καὶ Κορινθίοις ἔγραφεν, ὅτι Ὁ καιρὸς συνεσταλµένος τὸ λοιπόν ἐστι· καὶ Ἑβραίοις δὲ πάλιν, Ἔτι µικρὸν ὅσον ὅσον, ὁ ἐρχόµενος ἥξει, καὶ οὐ χρονιεῖ. Ἀλλ' ἐκεῖ µὲν τοὺς πονουµένους ἀνιστὰς, καὶ τοὺς ἱδρῶτας τῶν ἐπαλλήλων πειρασµῶν παραµυθούµενος ταῦτα ἔλεγεν, ἐνταῦθα δὲ τοὺςκαθεύδοντας διεγείρων· καὶ γὰρ πρὸς ἀµφότερα χρήσιµος ἡµῖν οὗτος ὁ λόγος. Τί δέ ἐστιν, ὅ φησιν, Ὥρα ἡµᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι; Τουτέστιν, ἐγγὺς ἡ ἀνάστασις, ἐγγὺς ἡ κρίσις ἡ φοβερὰ, ἐγγὺς ἡ ἡµέρα ἡ ὡς κλίβανος καιοµένη· καὶ δεῖ λοιπὸν ἡµᾶς ἀπαλλαγῆναι τῆς ῥᾳθυµίας. Νῦν γὰρ ἐγγύτερον ἡµῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαµεν. Ὁρᾷς πῶς ἐφίστησιν αὐτοῖς ἤδη τὴν ἀνάστασιν; Τοῦ χρόνου γὰρ προϊόντος, φησὶν, ὁ µὲν τοῦ παρόντος βίου δαπανᾶται καιρὸς, ὁ δὲ τοῦ µέλ λοντος αἰῶνος ἐγγύτερος γίνεται. Ἂν µὲν οὖν ᾖς παρεσκευασµένος, καὶ πάντα πεποιηκὼς ὅσα ἐπέταξε, σωτηρίας γίνεται ἡ ἡµέρα· ἂν δὲ τοὐναντίον, οὐκέτι. Ἀλλ' οὐκ ἀπὸ τῶν λυπηρῶν, ἀλλ' ἀπὸ τῶν χρηστῶν προτρέπει τέως, καὶ ταύτῃ τῆς τῶν παρόντων αὐτοὺς ἀπολύων συµπαθείας. Εἶτα, ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐν µὲν ἀρχῇ καὶ προοιµίοις σπουδαιοτέρους εἶναι, ἅτε ἀκµάζοντος αὐτοῖς τοῦ πόθου, τοῦ χρόνου δὲπροελθόντος καταµαρανθῆναι τὴν πᾶσαν σπουδὴν, φησὶν ὅτι τοὐναντίον µὲν οὖν δεῖ ποιεῖν, οὐχὶ ἐκλύεσθαι προϊόντος τοῦ χρόνου, ἀλλὰ µᾶλλον ἀκµάζειν. Ὅσῳ γὰρ ἂν ὁ βασιλεὺς ἐγγίζῃ, τοσούτῳ µᾶλλον δεῖ παρασκευάσασθαι· ὅσῳ µᾶλλον ἐγγὺς τὸ βραβεῖον, τοσούτῳ µᾶλλον διεγείρεσθαι χρὴ πρὸς τοὺς ἀγῶνας· ἐπεὶ καὶ οἱ δροµεῖς τοῦτο ποιοῦσιν· ὅταν πρὸς τῷ τέλει τοῦ δρόµου γίνωνται καὶ τῇ τοῦ βραβείου λήψει, τότε διανίστανται µειζόνως.∆ ιὰ τοῦτο ἔλεγε, Νῦν ἐγγύτερον ἡµῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαµεν. Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡµέρα ἤγγικεν. Οὐκοῦν εἰ αὕτη µὲν τελευτᾷ, ἐκείνη δὲ πλησιάζει· τὰ ἐκείνης πράττωµεν λοιπὸν, µὴ τὰ ταύτης. Καὶ γὰρ καὶ ἐν τοῖς βιωτικοῖς τοῦτο γίνεται· καὶ ὅταν ἴδωµεν πρὸς ὄρθρον τὴν νύκτα ἐπειγοµένην, καὶ χελιδόνος ᾀδούσης ἀκούσωµεν, τὸν πλησίον ἕκαστος διεγείροµεν, καίτοιγε ἔτι τῆς νυκτὸς οὔσης· ἀλλ' ἐπειδὴ λοιπὸν ἄπεισιν, ἐπειγόµεθα λοιπὸν λέγοντες ἀλλήλοις, ὅτι Ἡµέρα γέγονε, καὶ τὰ τῆς ἡµέρας ἅπαντα πράττοµεν, ἐνδυόµενοι καὶὀνείρων ἀπαλλαττόµενοι καὶ ὕπνον διακρουόµενοι, ἵνα παρεσκευασµένους ἡ ἡµέρα εὕρῃ, καὶ µὴ ἀνισχούσης ἀκτῖνος τότε ἀρξώµεθα ἀνίστασθαι καὶ διατείνεσθαι. Ὅπερ οὖν ἐκεῖ ποιοῦµεν, τοῦτο καὶ ἐνταῦθα πράξωµεν· ἀποδυσώµεθα τὰς φαντασίας, ἀπαλλαγῶµεν τῶν ὀνειράτων τοῦ παρόντος βίου, ἀποθώµεθα τὸν βαθὺν ὕπνον, καὶ ἐνδυσώµεθα ἀντὶ ἱµατίων τὴν ἀρετήν· ταῦτα γὰρ ἅπαντα δηλῶν ἔλεγεν, Ἀποθώµεθα γοῦν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώµεθα τὰ ὅπλα τοῦ φωτός. Καὶ γὰρ πρὸς παράταξιν καὶ µάχην ἡ ἡµέρα ἡµᾶς καλεῖ. Ἀλλὰ µὴ δείσῃς παράταξιν καὶ ὅπλα ἀκούσας. Ἐπὶ µὲν γὰρ τῆς αἰσθητῆς παντευχίας βαρὺ καὶ ἀπευκτὸν τὸ ὁπλίζεσθαι, ἐνταῦθα δὲ ποθεινὸν καὶ εὐχῆς ἄξιον· φωτὸς γάρ ἐστι τὰ ὅπλα· διὸ καὶ τῆς ἀκτῖνος λαµπρότερόν σε ἀποφαίνει πολλὴν ἀφιέντα τὴν ἀστραπὴν, καὶ ἐν ἀσφαλείᾳ σε καθίστησιν· ὅπλα γάρ ἐστι· καὶ καταλάµπεσθαι ποιεῖ· φωτὸς γάρ ἐστιν ὅπλα. Τί οὖν; οὐκ ἀνάγκη πολεµεῖν; Ἀνάγκη µὲν πολεµεῖν, οὐ µὴν ταλαιπωρεῖσθαι καὶ πονεῖν· οὐδὲ γὰρ πόλεµος τοῦτό ἐστιν, ἀλλὰ χορεία καὶ πανήγυρις. Τοιαύτη τῶν ὅπλων τούτων ἡ φύσις, τοιαύτη ἡ τοῦ στρατηγοῦ δύναµις. Καὶ καθάπερ νυµφίος καλλωπιζόµενος ἀπὸ τῆς παστάδος πρόεισιν, οὕτω καὶ ὁ τούτοις φραττόµενος τοῖς ὅπλοις· καὶ γὰρ στρατιώτης ὁµοῦ καὶ νυµφίος ἐστίν. Εἰπὼν δὲ, ὅτι Ἡ ἡµέρα ἤγγικεν, οὐδὲ ἐγγὺς εἶναι αὐτὴν ἀφίησιν, ἀλλ' ἤδη αὐτὴν ἐφίστησι· φησὶ γὰρ, Ὡς ἐν ἡµέρᾳ εὐσχηµόνως περιπατήσωµεν. Ἤδη γὰρ πάρεστιν ἡ ἡµέρα. Καὶ ἀφ' ὧν µάλιστα οἱ πολλοὶ προτρέπονται, ἀπὸ τούτων καὶ αὐτοὺς ἐφέλκεται, τῆς εὐσχηµοσύνης· πολὺς γὰρ αὐτοῖς τῆς παρὰ τῶν πολλῶν δόξης ὁ λόγος. Καὶ οὐκ εἶπε, Περιπατεῖτε, ἀλλὰ, Περιπατήσωµεν, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὴν παραίνεσιν, καὶ κούφην τὴν ἐπίπληξιν. Μὴ κώµοις καὶ µέθαις· οὐ τὸ πίνειν κωλύων, ἀλλὰ τὸ ἀµέτρως· οὐ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ µετὰ παροινίας· ὥσπερ οὖν καὶ τὸ ἑξῆς µετὰ τοῦ αὐτοῦ µέτρου τίθησι λέγων· Μὴ κοίταις καὶ ἀσελγείαις. Οὐδὲ γὰρ ἐνταῦθα τὸ µίγνυσθαι γυναιξὶν ἀναιρεῖ, ἀλλὰ τὸ πορνεύειν. Μὴ ἔριδι καὶ ζήλῳ. Τὰ γὰρ καίρια τῶν παθῶν σβέννυσι τὴν ἐπιθυµίαν καὶ τὸν θυµόν.∆ ιόπερ οὐκ αὐτὰ µόνον, ἀλλὰ καὶ τὰς πηγὰς αὐτῶν ἀναιρεῖ.
24.2
Οὐδὲν γὰρ οὕτω καὶ ἐπιθυµίαν ἀνάπτει καὶ ὀργὴν ἐκκαίει, ὡς µέθη καὶ παροινία.∆ ιὰ τοῦτο πρότερον εἰπὼν, Μὴ κώµοις καὶ µέθαις, τότε ἐπήγαγε· Μὴ κοίταις καὶ ἀσελγείαις, µὴ ἔριδι καὶ ζήλῳ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ' ἀποδύσας ἡµᾶς τῶν πονηρῶν ἱµατίων, ἄκουσον πῶς καλλωπίζει λοιπὸν λέγων· Ἀλλ' ἐνδύσασθε τὸν Κύριον ἡµῶν Ἰησοῦν Χριστόν. Οὐκέτι εἶπεν ἔργα, ἀλλὰ µειζόνως αὐτοὺς ἀνέστησεν. Ὅτε µὲν γὰρ περὶ τῆς κακίας ἔφησεν, ἔργα ἔλεγεν· ὅτε δὲ περὶ τῆς ἀρετῆς, οὐκέτι ἔργα, ἀλλ' ὅπλα, δεικνὺς ὅτι ἐν πάσῃ ἀσφαλείᾳ καθίστησιν ἡ ἀρετὴ τὸν ἔχοντα αὐτὴν, καὶ ἐν πάσῃ λαµπρότητι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ' ἐπὶ τὸ µεῖζον ἄγων τὸν λόγον, ὃ πολλῷ φρικωδέστερον ἦν, αὐτὸν τὸν∆ εσπότην δίδωσιν ἡµῖν ἱµάτιον, αὐτὸν τὸν βασιλέα. Ὁ γὰρ τοῦτον περιβεβληµένος, ἅπασαν ἔχει καθόλου τὴν ἀρετήν. Ὅταν δὲ εἴπῃ, Ἐνδύσασθε, πάντοθεν ἡµᾶς αὐτὸν περιβαλέσθαι κελεύει· ὥσπερ ἀλλαχοῦ φησιν, Εἰ δὲ Χριστὸς ἐν ὑµῖν· καὶ πάλιν, Εἰς τὸν ἔσω ἡµῶν ἄνθρωπον κατοικῆσαι τὸν Χριστόν. Καὶ γὰρ οἰκίαν αὐτῷ βούλεται εἶναι τὴν ψυχὴν τὴν ἡµετέραν, καὶ ὡς ἱµάτιον ἡµῖν αὐτὸν περικεῖσθαι, ἵνα πάντα αὐτὸς ἡµῖν ᾖ ἔσωθεν καὶ ἔξωθεν. Καὶ γὰρ πλήρωµα ἡµῶν αὐτός( καὶ γὰρ Πλήρωµα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουµένου)· καὶ ὁδὸς καὶ ἀνὴρ καὶ νυµφίος( Ἡρµοσάµην γὰρ ὑµᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν)· καὶ ῥίζα καὶ ποτὸν καὶ τροφὴ καὶ ζωή( Ζῶ γὰρ, φησὶν, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐµοὶ Χριστός)· καὶ ἀπόστολος καὶ ἀρχιερεὺς καὶ διδάσκαλος καὶ πατὴρ καὶ ἀδελφὸς καὶ συγκληρονόµος, καὶ τάφου κοινωνὸς καὶ σταυροῦ( Συνετάφηµεν γὰρ αὐτῷ, φησὶ, καὶ σύµφυτοι γεγόναµεν τῷ ὁµοιώµατι τοῦ θανάτου αὐτοῦ)· καὶ ἱκέτης( Ὑπὲρ γὰρ Χριστοῦ πρεσβεύοµεν)· καὶ πρὸς τὸν Πατέρα συνήγορος( καὶ γὰρ Ἐντυγχάνει, φησὶν, ὑπὲρ ἡµῶν)· καὶ οἶκος καὶ ἔνοικος( Ὁ γὰρ ἐν ἐµοὶ µένων, κἀγὼ ἐν αὐτῷ), καὶ φίλος( Ὑµεῖς γὰρ φίλοι µού ἐστε)· καὶ θεµέλιος καὶ λίθος ἀκρογωνιαῖος· καὶ ἡµεῖς αὐτοῦ καὶ µέλη καὶ γεώργιον καὶ οἰκοδοµὴ καὶ κλήµατα καὶ συνεργοί. Τί γὰρ οὐ βούλεται ἡµῶν εἶναι, παντὶ τρόπῳ συγκολλῶν καὶ συνάπτων ἡµᾶς; ὅπερ τοῦ σφόδρα φιλοῦντός ἐστι. Πείθου τοίνυν, καὶ ἀναστὰς ἐξ ὕπνων ἔνδυσαι αὐτὸν, καὶ ἐνδυσάµενος εὐήνιον αὐτῷ πάρεχε τὴν σάρκα· τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Τῆς σαρκὸς πρόνοιαν µὴ ποιεῖσθε εἰς ἐπιθυµίας. Ὥσπερ γὰρ οὐ τὸ πίνειν ἐκώλυσεν, ἀλλὰ τὸ µεθύειν, οὐδὲ τὸ γαµεῖν, ἀλλὰ τὸ ἀσελγεῖν· οὕτως οὐδὲ τὸ προνοεῖν τῆς σαρκὸς, ἀλλὰ τὸ εἰς ἐπιθυµίας, οἷον τὸ τὴν χρείαν ὑπερβαίνειν· ἐπεὶ, ὅτι γε προνοεῖν αὐτῆς κελεύει, ἄκουσον τί φησι Τιµοθέῳ· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόµαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Οὕτω δὴ καὶ ἐνταῦθα προνόει µὲν, ἀλλὰ πρὸς ὑγείαν, µὴ πρὸς ἀσέλγειαν. Οὐδὲ γὰρ ἂν εἴη τοῦτο πρόνοια λοιπὸν, ὅταν τὴν φλόγα ἀνάπτῃς, ὅταν χαλεπὴν τὴν κάµινον ποιῇς. Ἵνα δὲ καὶ σαφέστερον µάθητε, τί ποτέ ἐστι τὸ προνοεῖν αὐτῆς εἰς ἐπιθυµίαν, καὶ φύγητε τὴν τοιαύτην πρόνοιαν, τοὺς µεθύοντας, τοὺς γαστριζοµένους, τοὺς ἐν ἱµατίοις καλλωπιζοµένους, τοὺς θρυπτοµένους, τοὺς τὸν ὑγρὸν καὶ διαῤῥέοντα ζῶντας βίον ἐννοήσατε, καὶ εἴσεσθε τὸ εἰρηµένον. Ἐκεῖνοι γὰρ πάντα ποιοῦσιν, οὐχ ἵνα ὑγιαίνωσιν, ἀλλ' ἵνα σκιρτῶσιν, ἵνα τὴν ἐπιθυµίαν ἀνάπτωσιν. Ἀλλ' ὁ τὸν Χριστὸν ἐνδεδυµένος σὺ, πάντα ἐκεῖνα περικόψας, ἓν ζήτει µόνον, ὅπως ὑγιαίνουσαν ἔχῃς τὴν σάρκα· καὶ µέχρι τοσούτου προνόει ταύτης, περαιτέρω δὲ µηκέτι, ἀλλὰ πᾶσαν τὴν σπουδὴν εἰς τὴν τῶν πνευµατικῶν ἀνάλισκε ἐπιµέλειαν. Οὕτω γὰρ καὶ ἀναστῆναι ἐκ τοῦ ὕπνου τούτου δυνήσῃ, µὴ βαρούµενος ταῖς ποικίλαις ταύταις ἐπιθυµίαις. Καὶ γὰρ ὕπνος ὁ παρὼν βίος, καὶ ὀνειράτων οὐδὲν τὰ ἐν αὐτῷ διενήνοχε. Καὶ καθάπερ οἱ καθεύδοντες καὶ παραφθέγγονται, καὶ ὁρῶσι πολλάκις οὐδὲν ὑγιὲς, οὕτω καὶ ἡµεῖς· µᾶλλον δὲ καὶ πολλῷ χεῖρον. Ὁ µὲν γὰρ αἰσχρά τινα πράξας ἢ εἰπὼν ὄναρ, ἀπαλλαγεὶς τοῦ ὕπνου, καὶ τῆς αἰσχύνης ἀπήλλακται, καὶ δίκην οὐ δίδωσιν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἡ αἰσχύνη καὶ ἡ τιµωρία ἀθά νατος. Πάλιν, οἱ πλουτοῦντες ὄναρ, ἡµέρας γενοµένης ἐλέγχονται εἰκῆ πλουτήσαντες· ἐνταῦθα δὲ καὶ πρὸ τῆς ἡµέρας ὁ ἔλεγχος ἔπεισι πολλάκις, καὶ πρὶν ἀπελθεῖν ἐκεῖ, τὰ ὀνείρατα ταῦτα ἀπέπτη. Ἀποτιναξώµεθα τοίνυν τὸν πονηρὸν τοῦτον ὕπνον. Ἂν γὰρ καθεύδοντας ἡµᾶς ἡ ἡµέρα καταλάβῃ, θάνατος διαδέξεται ἀθάνατος· καὶ πρὸ τῆς ἡµέρας δὲ ἐκείνης πᾶσιν εὐεπιχείρητοι τοῖς ἐχθροῖς τοῖς ἐντεῦθεν ἐσόµεθα, καὶ ἀνθρώποις καὶ δαίµοσι· κἂν ἀνελεῖν βουληθῶσιν, ὁ κωλύσων οὐδείς. Εἰ µὲν γὰρ πολλοὶ οἱ ἐγρηγορότες ἦσαν, οὐκ ἦν τοσοῦτος ὁ κίνδυνος· ἐπειδὴ δὲ εἷς που καὶ δεύτερος λύχνον ἅψας, καθάπερ ἐν βαθυτάτῃ νυκτὶ τῶν ἄλλων καθευδόντων, ἐγρήγορε, διὰ τοῦτο πολλῆς ἡµῖν δεῖ τῆςἀγρυπνίας, πολλῆς τῆς ἀσφαλείας, ὥστε µὴ τὰ ἀνήκεστα παθεῖν.
24.3
Οὐχὶ δοκεῖ λαµπρὰ ἡ ἡµέρα εἶναι νῦν; οὐχὶ πάντες ἐγρηγορέναι νοµίζοµεν καὶ νήφειν; Ἀλλ' ὅµως( καὶ τάχα γελάσεσθε τὸ εἰρηµένον, ἐγὼ µέντοι αὐτὸ ἐρῶ) τοῖς ἐν βαθείᾳ νυκτὶ καθεύδουσί τε καὶ ῥέγχουσιν ἐοίκαµεν ἅπαντες. Καὶ εἴ γε οὐσίαν ἀσώµατον ἦν ἰδεῖν, ἔδειξα ἂν ὑµῖν πῶς οἱ µὲν πλείους ῥέγχουσιν, ὁ δὲ διάβολος διορύττει τοίχους, καὶ κατασφάττει κειµένους, καὶὑφαιρεῖται τὰ ἔνδον, καθάπερ ἐν σκότῳ βαθεῖ µετὰ ἀδείας ἅπαντα πράττων. Μᾶλλον δὲ, εἰ καὶ ὀφθαλµοῖς τοῦτο ἰδεῖν ἀδύνατον, ὑπογράψωµεν αὐτὸ τῷ λόγῳ, καὶ ἐννοήσωµεν πόσοι ὑπὸ ἐπιθυµιῶν εἰσι πονηρῶν βεβαρηµένοι, πόσοιτῷ χαλεπῷ τῆς ἀσελγείας κάρῳ κατεχόµενοι, καὶ τὸ φῶς τοῦ πνεύµατος κατασβεννύντες.∆ ιά τοι τοῦτο ἕτερα ἀνθ' ἑτέρων βλέπουσιν, ἕτερα ἀνθ' ἑτέρων ἀκούουσι, καὶ οὐδενὶ τῶν ἐνταῦθα λεγοµένων προσέχουσιν. Εἰ δὲ ἐγὼ ψεύδοµαι ταῦτα λέγων, καὶ ἐγρηγορὼς ἕστηκας, εἰπέ µοι, τί γέγονεν ἐνταῦθα σήµερον, εἰ µὴ ὡς ὀνειράτων ἤκουσας; Καὶ οἶδα µὲν, ὅτι ἐροῦσί τινες· οὐδὲ γὰρ κατὰ πάντων ταῦτα λέγω· ἀλλὰ σὺ ὁ τοῖς εἰρηµένοις ἔνοχος ὢν, ὁ µάτην ἐνταῦθα εἰσελθὼν, εἰπὲ, τίς προφήτης, ποῖος ἀπόστολος σήµερον διελέχθη ἡµῖν, καὶ περὶ τίνων. Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν· καὶ γὰρ πολλὰ ὡς ἐν ὀνείρῳ διελέχθης ἐνταῦθα, τῶν ἀληθινῶν οὐκ ἀκούσας πραγµάτων. Ταῦτα δέ µοι καὶ πρὸς γυναῖκας εἰρήσθω· καὶ γὰρ ἐν ἐκείναις πολὺς ὁ ὕπνος· καὶ εἴθε ὕπνος. Ὁ µὲν γὰρ καθεύδων οὔτε πονηρόν τι φθέγγεται, οὔτε χρηστόν· ὁ δὲ οὕτως ἐγρηγορὼς ὡς ὑµεῖς, πολλὰ καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς ἐκβάλλει ῥήµατα, τόκους ἀριθµῶν, λογισµοὺς δανεισµάτων συντιθεὶς, καπηλείας ἀναισχύντου µεµνηµένος, τὰς ἀκάνθας πυκνὰς καταφυτεύων ἐν τῇ ἑαυτοῦ ψυχῇ, καὶ τὸν σπόρον οὐκ ἀφεὶς οὐδὲ µικρὸν προκύψαι ποτέ. Ἀλλὰ διανάστηθι, καὶ τὰς ἀκάνθας ταύτας προῤῥίζους ἀνάσπασον, καὶ τὴν µέθην ἀποτίναξαι· καὶ γὰρ ἐντεῦθεν ὁ ὕπνος. Μέθην δὲ οὐκ οἴνου λέγω µόνον, ἀλλὰ καὶ τῶν βιωτικῶν φροντίδων, καὶ µετὰ τούτων καὶ τὴν ἀπὸ τοῦ οἴνου. Ταῦτα δὲ οὐχὶ πλουσίοις µόνον, ἀλλὰ καὶ πένησι παραινῶ, καὶ µάλιστα τοῖς τὰ φιλικὰ συγκροτοῦσι συµπόσια. Οὐ γάρ ἐστι τοῦτο τρυφὴ οὐδὲ ἄνεσις, ἀλλὰ κόλασις καὶ τιµωρία· τρυφὴ γὰρ οὐκ αἰσχρὰ εἰπεῖν, ἀλλὰ σεµνὰ φθέγξασθαι, ἐµπλησθῆναι, οὐ διαῤῥαγῆναι. Εἰ δὲ ἡδονὴν αὐτὸ νοµίζεις, δεῖξόν µοι ἐν ἑσπέρᾳ τὴν ἡδονήν· ἀλλ' οὐκ ἂν ἔχοις. Καὶ οὔπω λέγω τὰς ἐντεῦθεν βλάβας, ἀλλὰ τέως περὶ τῆς ἡδονῆς σοι διαλέγοµαι τῆς εὐθέως µαραινοµένης· ὁµοῦ τε γὰρ διελύθη τὸ συµπόσιον, καὶ ἀπέπτη τὰ τῆς εὐφροσύνης. Ὅταν δὲ καὶ τὸν ἔµετον εἴπω, καὶ τὰς καρηβαρίας, καὶ τὰ µυρία νοσήµατα, καὶ τὴν τῆς ψυχῆς αἰχµαλωσίαν, τί πρὸς ταῦτα ἐρεῖς; Μὴ γὰρ, ἐπειδὴ πένητές ἐσµεν, καὶ ἀσχηµονεῖν ὀφείλοµεν; Ταῦτα δὲ λέγω, οὐ κωλύων συνιέναι οὐδὲ κοινῇ συνδειπνεῖν, ἀλλὰ κωλύων ἀσχηµονεῖν, καὶ βουλόµενος τὴν τρυφὴν εἶναι τρυφὴν, ἀλλὰ µὴ κόλασινµηδὲ τιµωρίαν καὶ µέθην καὶ κῶµον. Μαθέτωσαν Ἕλληνες, ὅτι µάλιστα Χριστιανοὶ τρυφᾷν ἴσασι, καὶ τρυφᾷν µετὰ κόσµου. Ἀγαλλιᾶσθε γὰρ, φησὶ, τῷ Κυρίῳ ἐν τρόµῳ. Πῶς δὲ ἔστιν ἀγαλλιᾶσθαι; Ὕµνους λέγοντας, εὐχὰς ποιουµένους, ψαλµοὺς ἐπεισάγοντας ἀντὶ τῶν ἀνελευθέρων ἐκείνων ᾀσµάτων. Οὕτω καὶ ὁ Χριστὸς τῇ τραπέζῃ παρέσται, καὶ εὐλογίας ἐµπλήσει τὴν εὐωχίαν ἅπασαν, ὅταν εὔχῃ, ὅταν ᾄδῃς πνευµατικὰ, ὅταν πένητας ἐπὶ τῶνπροκειµένων τὴν κοινωνίαν καλῇς, ὅταν εὐταξίαν πολλὴν καὶ σωφροσύνην ἐπιστήσῃς τῷ συµποσίῳ· οὕτω καὶ ἐκκλησίαν ἐργάσῃ τὸν τόπον, ἀντὶ τῶν ἀκαίρων κραυγῶν καὶ εὐφηµιῶν τὸν τῶν ἁπάντων∆ εσπότην ὑµνῶν. Καὶ µή µοι λέγε, ὅτι ἕτερος ἐκράτησε νόµος, ἀλλὰ διορθοῦ τὰ κακῶς ἔχοντα. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ γὰρ ἀπὸ τῶν τοιούτων τραπεζῶν ὑµῖν αἱ πονηραὶ ἐπιθυµίαι, ἐντεῦθεν αἱ ἀσέλγειαι, ἐντεῦθεν αἱ γυναῖκες µὲν ἐν καταφρονήσει, αἱ δὲ πόρναι ἐν τιµῇπαρ' ὑµῖν· ἐντεῦθεν αἱ τῶν οἰκιῶν ἀνατροπαὶ, καὶ τὰ µυρία κακὰ, καὶ ἄνω καὶ κάτω πάντα γέγονε, καὶ τὴν πηγὴν ἀφέντες τὴν καθαρὰν, ἐπὶ τοῦ βορβόρου τὸνὀχετὸν τρέχετε. Ὅτι γὰρ βόρβορος τὸ τῆς πόρνης σῶµα, οὐδένα ἕτερον ἐρωτῶ, ἀλλ' αὐτόν σε τὸν ἐγκαλινδούµενον τῷ βορβόρῳ, εἰ µὴ σαυτὸν ἐρυθριᾷς, εἰ µὴ ἀκάθαρτονεἶναι νοµίζεις µετὰ τὴν ἁµαρτίαν.∆ ιὸ, παρακαλῶ, φεύγετε τὴν πορνείαν καὶ τὴν ταύτης µητέρα τὴν µέθην· Τί σπείρεις ὅπου θερίσαι οὐκ ἔνι, µᾶλλον δὲ, κἂν θερίσῃς, πολλήν σοι φέρει τὴν αἰσχύνην ὁ καρπός; Κἂν γὰρ τεχθῇ παιδίον, καὶ σὲ ᾔσχυνε, καὶ αὐτὸ ἠδίκηται διὰ σὲ νόθον καὶ δυσγενὲς γενόµενον. Κἂν µυρία αὐτῷ καταλίπῃς χρήµατα, ἄτιµος ἐν οἰκίᾳ, ἄτιµος ἐν πόλει, ἄτιµος ἐν δικαστηρίῳ, καὶ ὁ ἐκ πόρνης καὶ ὁ ἐκ δούλης· ἄτιµος δὲ καὶ σὺ πάλιν, καὶ ζῶν καὶ τετελευτηκώς· κἂν γὰρ ἀπέλθῃς, µένει τὰ ὑποµνήµατα τῆς ἀσχηµοσύνης. Τί τοίνυν ἅπαντα καταισχύνεις;
24.4
Τί σπείρεις ἔνθα ἡ ἄρουρα σπουδάζει διαφθεῖραι τὸν καρπόν; ἔνθα πολλὰ τὰ ἀτόκια; ἔνθα πρὸ τῆς γενέσεως φόνος; καὶ γὰρ καὶ τὴν πόρνην οὐκ ἀφίης µεῖναι πόρνην µόνον, ἀλλὰ καὶ ἀνδροφόνον ποιεῖς. Εἶδες ἀπὸ µέθης πορνείαν, ἀπὸ πορνείας µοιχείαν, ἀπὸ µοιχείας φόνον; µᾶλλον δὲ καὶ φόνου τι χεῖρον· οὐδὲ γὰρ ἔχω πῶς αὐτὸ καλέσω· οὐ γὰρ τεχθέντα ἀναιρεῖ, ἀλλὰ καὶ τεχθῆναι κωλύει. Τί τοίνυν; Καὶ τοῦ Θεοῦ τὴν δωρεὰν ὑβρίζεις, καὶ τοῖς αὐτοῦ µάχῃ νόµοις, καὶ ὅπερ ἐστὶ κατάρα, τοῦτο ὡς εὐλογίαν µεταδιώκεις, καὶ τὸ ταµιεῖον τῆς γενέσεωςταµιεῖον ποιεῖς σφαγῆς, καὶ τὴν πρὸς παιδοποιίαν δοθεῖσαν γυναῖκα πρὸς φόνον παρασκευάζεις; Ἵνα γὰρ ἀεὶ τοῖς ἐρασταῖς εὔχρηστος ᾖ καὶ ποθεινὴ καὶ πλέον ἀργύριον ἕλκῃ, οὐδὲ τοῦτο παραιτεῖται ποιῆσαι, µέγα ἐπὶ τὴν σὴν κεφαλὴν τὸ πῦρἐντεῦθεν σωρεύουσα· εἰ γὰρ καὶ ἐκείνης τὸ τόλµηµα, ἀλλὰ σὴ ἡ αἰτία γίνεται. Ἐντεῦθεν καὶ εἰδωλολατρεῖαι. Πολλαὶ γὰρ ὥστε ἐπιχαρεῖς γενέσθαι, καὶ ἐπῳδὰς καὶ σπονδὰς καὶ φίλτρα καὶ µυρία ἕτερα µηχανῶνται. Ἀλλ' ὅµως µετὰ τοσαύτην ἀσχηµοσύνην, µετὰ φόνους, µετὰ εἰδωλολατρείας, πολλοῖς ἀδιάφορον τὸ πρᾶγµα εἶναι δοκεῖ, πολλοῖς καὶ γυναῖκας ἔχουσιν· ἔνθα καὶ πλείων ὁ φορυτὸς τῶν κακῶν. Καὶ γὰρ φαρµακεῖαι λοιπὸν κινοῦνται, οὐκ ἐπὶ τὴν νηδὺν τὴν πορνευοµένην, ἀλλ' ἐπὶ τὴν ἠδικηµένην γυναῖκα, καὶ ἐπιβουλαὶ µυρίαι, καὶ δαιµόνωνκλήσεις, καὶ νεκυοµαντεῖαι, καὶ πόλεµοι καθηµερινοὶ, καὶ ἄσπονδοι µάχαι, καὶ σύντροφοι φιλονεικίαι.∆ ιὸ καὶ ὁ Παῦλος εἰπὼν, Μὴ κοίταις καὶ ἀσελγείαις, ἐπήγαγε, Μὴ ἔριδι καὶ ζήλῳ· εἰδὼς τοὺς ἐντεῦθεν πολέµους, τῶν οἰκιῶν τὰς ἀνατροπὰς, τῶν εὐγενῶν παίδων τὰς ἀδικίας, τὰ µυρία κακά. Ἵν' οὖν ταῦτα διαφύγωµεν ἅπαντα, τὸν Χριστὸν ἐνδυσώµεθα, καὶ µετ' αὐτοῦ διηνεκῶς ὦµεν· ἐπεὶ καὶ τοῦτό ἐστιν ἐνδύσασθαι, τὸ µηδέποτε αὐτοῦ ἀπολειφθῆναι, τὸ πάντοθεν αὐτὸν φαίνεσθαι ἐν ἡµῖν διὰ τῆς ἁγιωσύνης ἡµῶν, διὰ τῆς ἐπιεικείας. Οὕτω καὶ ἐπὶ φίλων λέγοµεν, Ὁ δεῖνα τὸν δεῖνα ἐνεδύσατο, τὴν πολλὴν ἀγάπην λέγοντες καὶ τὴν ἀδιάλειπτον συνουσίαν· ὁ γὰρ ἐνδυσάµενος, ἐκεῖνο φαίνεται, ὅπερ ἐνδέδυται. Φαινέσθω τοίνυν πάντοθεν ἐν ἡµῖν ὁ Χριστός. Καὶ πῶς φανεῖται; Ἂν τὰ ἐκείνου ποιῇς. Τί δὲ ἐκεῖνος ἐποίησεν; Ὁ Υἱὸς τοῦ ἀνθρώπου, φησὶν, οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Τοῦτο καὶ σὺ ζήλωσον. Τροφῆς ἀπολαῦσαι ἔδει, καὶ κριθίνοις ἄρτοις ἐκέχρητο· ἀποδηµῆσαι ἐχρῆν, καὶ οὐδαµοῦ ἵπποι καὶ ὑποζύγια, ἀλλὰ τοσαῦτα ἐβάδιζεν, ὥστε καὶ κοπιᾶσαι· καθευδῆσαι ἔδει, καὶ ἐπὶ προσ κεφαλαίου ἔκειτο ἐπὶ τῆς πρώρας· κατακλιθῆναι ἐχρῆν, καὶ ἐπὶ χόρτου καταπεσεῖν ἐκέλευσε. Καὶ τὰ ἱµάτια δὲ εὐτελῆ· καὶ πολλαχοῦ µόνος διέτριβεν, οὐδένα ἐπισυρόµενος. Καὶ τὰ ἐν τῷ σταυρῷ δὲ, καὶ τὰ ἐν ταῖς ὕβρεσι, καὶ πάντα ἁπλῶς καταµαθὼν, ζήλωσον· καὶ οὕτως ἐνεδύσω τὸν Χριστὸν, ἂν τῆς σαρκὸς πρόνοιαν µὴ ποιῇς εἰς ἐπιθυµίας· οὐδὲ γὰρ ἡδονὴν τὸ πρᾶγµα ἔχει. Καὶ γὰρ αἱ ἐπιθυµίαι αὗται τίκτουσι πάλιν ἑτέρας δριµυτέρας, καὶ οὐδέποτε λήψῃ κόρον, ἀλλὰ βάσανον ἐργάσῃ σαυτῷ µεγάλην. Ὥσπερ γὰρ ὁ διηνεκῶς ὢν ἐν τῷ διψῇν, κἂν µυρίας ἔχῃ παρακειµένας πηγὰς, οὐδὲν ἐντεῦθεν κερδαίνει, µὴ δυνάµενος τὸ νόσηµα σβέσαι· οὕτω καὶ ὁ διηνεκῶς ἐν ἐπιθυµίαις ζῶν. Ἂν δὲ τῆς χρείας ᾖς ἐντὸς, οὐδέποτε τοῦτον δέξῃ τὸν πυρετὸν, ἀλλὰ πάντα ἐκεῖνα οἰχήσεται, καὶ µέθαι καὶ ἀσέλγειαι. Τοσοῦτον τοίνυν ἔσθιε ὅσον λῦσαι λιµὸν, τοιαῦτα ἐνδύου οἷον σκέπεσθαι µόνον, µηδὲ καλλώπιζε ἱµατίοις τὴν σάρκα, ἵνα µὴ αὐτὴν ἀπολέσῃς· καὶ γὰρ καὶ µαλακωτέραν αὐτὴν ποιεῖς, καὶ τὴν εὐεξίαν αὐτῆς λυµαίνῃ, τῇ πολλῇ βλακείᾳ διαλύων αὐτήν. Ἵν' οὖν ἔχῃς αὐτὴν ὄχηµα καλὸν τῆς ψυχῆς, ἵνα ὁ κυβερνήτης ἀσφαλῶς ἐπὶ τῶν οἰάκων κάθηται, καὶ ὁ στρατιώτης εὐκόλως µεταχειρίζῃ τὰ ὅπλα, εὐάρµοστα πάντα ποίει. Οὐ γὰρ τὸ πολλὰ ἔχειν, ἀλλὰ τὸ ὀλίγων δεῖσθαι, ἀναλώτους ποιεῖ. Ἐκεῖνος µὲν γὰρ, κἂν µὴ ἀδικηθῇ, δέδοικεν· οὗτος δὲ, κἂν ἀδικηθῇ, τῶν οὐκ ἠδικηµένων ἄµεινον διακείσεται, καὶ ἐν πλείονι καὶ διὰ τοῦτο ἔσται εὐθυµίᾳ. Μὴ τοίνυν τοῦτο ζητῶµεν, ὅπως µηδεὶς ἐπηρεάσῃ, ἀλλ' ὅπως, κἂν ἐπηρεάζειν βούληται, µὴ δύνηται. Τοῦτο δὲ οὐδαµόθεν ἑτέρωθεν ἔσται, ἀλλ' ἢ ἐκ τοῦ τῆς χρείας ἔχεσθαι, καὶ µὴ πλειόνων ἐπιθυµεῖν. Οὕτω γὰρ καὶ ἐνταῦθα τρυφῆσαι δυνησόµεθα, καὶ τῶν µελλόντων ἐπιτευξόµεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.