Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
25.0
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαµβάνεσθε, µὴ εἰς διακρίσεις διαλογισµῶν. Ὃς µὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
25.1
Οἶδα, ὅτι πολλοῖς ἄπορον τὸ εἰρηµένον.∆ ιὸ πρότερον ἀναγκαῖον εἰπεῖν τοῦ χωρίου τούτου παντὸς τὴν ὑπόθεσιν, καὶ τί βουλόµενος διορθῶσαι, ταῦτα γράφει. Τί τοίνυν βούλεται διορθοῦν; Ἦσαν πολλοὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, οἳ τῇ τοῦ νόµου κατεχόµενοι συνειδήσει καὶ µετὰ τὴν πίστιν τῶν βρωµάτων ἐφύλαττον ἔτι τὴνπαρατήρησιν, οὔπω θαῤῥοῦντες τέλεον ἀποστῆναι τοῦ νόµου. Εἶτα, ὥστε µὴ γενέσθαι εὐφώρατοι, τῶν χοιρείων ἀπεχόµενοι µόνον, πάντων ἑξῆς ἀπείχοντο τῶν κρεῶν, καὶ λάχανα ἤσθιον µόνον, ἵνα νηστεία µᾶλλονεἶναι δοκῇ τὸ γινόµενον, ἀλλὰ µὴ νόµου παρατήρησις. Ἕτεροι πάλιν ἦσαν τελειότεροι, οὐδὲ ἓν τοιοῦτον παρατηροῦντες, οἳ τούτοις τοῖς παρατηροῦσι φορτικοὶ καὶ ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες, ἐγκαλοῦντες, εἰς ἀθυµίαν ἐµβάλλοντες.∆ εδοικὼς τοίνυν ὁ µακάριος Παῦλος µὴ µικρὸν κατορθῶσαι βουλόµενοι, τὸ πᾶν ἀνατρέψωσι, καὶ θέλοντες εἰς τὴν τῶν βρωµάτων αὐτοὺςἀδιαφορίαν ἀγαγεῖν, καὶ τῆς πίστεως αὐτοὺς ἐκπεσεῖν παρασκευάσωσι, καὶ πρὸ τοῦ καιροῦ τοῦ. 40] προσήκοντος τὸ πᾶν ἐπανορθῶσαι σπεύδοντες, περὶ τὰκαίρια ζηµίαν ἐργάσωνται, ἀπὸ τῆς εἰς Χριστὸν ὁµολογίας αὐτοὺς παρασαλεύοντες τῷ συνεχῶς ἐπιτιµᾷν, καὶ ἐν ἑκατέροις µείνωσιν ἀδιόρθωτοι· ὅρα πόσῃ κέχρηται συνέσει, καὶ πῶς ἑκατέρων ἐπιµελεῖται τῶν µερῶν µετὰ τῆς συνήθους αὐτῷ σοφίας. Οὔτε γὰρ ὅτι Κακῶς ποιεῖτε, τολµᾷ τοῖς ἐπιτιµῶσιν εἰπεῖν, ἵνα µὴ ἐκείνους βεβαιώσῃ ἐν τῇ παρατηρήσει, οὔτε πάλιν, ὅτι Καλῶς, ἵνα µὴσφοδροτέρους κατηγόρους ἐργάζηται, ἀλλὰ συµµεµετρηµένην ποιεῖται τὴν ἐπιτίµησιν· καὶ δοκεῖ µὲν τοῖς ἰσχυροτέροις ἐπιτιµᾷν, τὸ δὲ πᾶν εἰς ἐκείνους κενοῖ ἐν τῷ πρὸς τούτους λόγῳ. Αὕτη γὰρ µάλιστα ἡ διόρθωσις ἀνεπαχθεστέρα, ὅταν πρὸς ἄλλον τις τρέψας τὸν λόγον, ἕτερον πλήττῃ. Οὔτε γὰρ εἰς θυµὸν ἀφίησιν ἐξενεχθῆναι τὸν ἐπιτιµώµενον, καὶ λανθανόντως τὸ τῆς διορθώσεως ἐνίησι φάρµακον. Ὅρα τοίνυν πῶς αὐτὸ ποιεῖ συνετῶς, καὶ πῶς εὐκαίρως. Εἰπὼν γὰρ, Τῆς σαρκὸς πρόνοιαν µὴ ποιεῖσθε εἰς ἐπιθυµίας, τότε εἰς τὸν περὶ τούτων ἐκβαίνει λόγον, ἵνα µὴ δόξῃ ὑπὲρ ἐκείνων λέγειν τῶν ἐπιτιµώντωνκαὶ κελευόντων ἐσθίειν ἅπαντα. Τὸ γὰρ ἠσθενηκὸς µέρος ἀεὶ πλείονος δεῖται τῆς προνοίας.∆ ιὸ καὶ πρὸς τὸν ἰσχυρὸν εὐθέως ἀποτείνεται, λέγων οὕτω· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει. Εἶδες πληγὴν εὐθέως µίαν ἐκείνῳ δοθεῖσαν; Εἰπὼν γὰρ Τὸν ἀσθενοῦντα, ἔδειξεν αὐτὸν ἄῤῥωστον. Εἶτα δευτέραν προστίθησι λέγων, Προσλαµβάνεσθε.∆ είκνυσι γὰρ πάλιν πολλῆς δεόµενον ἐπιµελείας, ὅπερ σηµεῖον ἐσχάτης ἀῤῥωστίας ἐστί. Μὴ εἰς διακρίσεις λογισµῶν. Ἰδοὺ καὶ τρίτην ἐπέθηκε πληγήν. Ἐντεῦθεν γὰρ δηλοῖ τοιοῦτον αὐτοῦ τὸ ἁµάρτηµα ὂν, ὡς καὶ τοὺς τὰ αὐτὰ αὐτῷ οὐ πληµµελοῦντας, κοινωνοῦντας δὲ ὅµως αὐτῷ τῆς φιλίας, καὶ ἀντεχοµένους αὐτοῦ τῆς θεραπείας διακρίνεσθαι. Εἶδες πῶς δοκεῖ µὲν τούτοις διαλέγεσθαι, ἐκείνοις δὲ ἐπιτιµᾷ λανθανόντως καὶ ἀνεπαχθῶς; Εἶτα τιθεὶς ἀµφοτέρους παράλληλα, τὸν µὲν µετ' ἐγκωµίων, τὸν δὲ µετ' ἐγκληµάτων τίθησιν· ἐπάγει γὰρ λέγων· Ὃς µὲν πιστεύει φαγεῖν πάντα, ἀνακηρύττων αὐτὸν ἀπὸ τῆς πίστεως· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει, καὶ τοῦτον πάλιν κακίζων ἀπὸ τῆς ἀσθενείας. Εἶτα, ἐπειδὴ καιρίαν ἔδωκε τὴν πληγὴν, παραµυθεῖται πάλιν αὐτὸν, οὕτω λέγων· Ὁ ἐσθίων τὸν µὴ ἐσθίοντα µὴ ἐξουθενείτω. Οὐκ εἶπεν, Ἐάτω, οὐκ εἶπε, Μὴ ἐγκαλείτω, οὐκ εἶπε, Μὴ διορθούσθω, ἀλλὰ, Μὴ ὀνειδιζέτω, µὴ διαπτυέτω, δεικνὺς ὅτι πρᾶγµα πολλοῦ γέλωτος ἄξιον ἐποίουν. Ἐπὶ δὲ τούτου οὐχ οὕτως, ἀλλὰ πῶς; Ὁ µὴ ἐσθίων τὸν ἐσθίοντα µὴ κρινέτω. Ὥσπερ γὰρ οἱ τελειότεροι τούτους ἐξευτέλιζον ὡς ὀλιγοπίστους καὶ ὑπούλους καὶ νόθους· καὶ ἰουδαΐζοντας ἔτι, οὕτως ἐκεῖνοι τούτους ἔκρινον ὡς παρανοµοῦντας ἢ ὅλως λαιµαργίᾳ προσέχοντας· ὧν πολλοὺς καὶ ἐξ ἐθνῶν εἰκὸς εἶναι.∆ ιὸ καὶ ἐπήγαγεν· Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. Ἐπ' ἐκείνῳ δὲ οὐκ εἶπε τοῦτο· καίτοι τὸ µὲν ἐξουθενεῖσθαι τοῦ ἐσθίοντος ἦν ὡς λαιµάργου, τὸ δὲ κρίνεσθαι τοῦ µὴ ἐσθίοντος ὡς ὀλιγοπίστου. Ἀλλ' ἀντήλλαξεν αὐτὰ, δεικνὺς ὅτι οὐ µόνον τοῦ ἐξουθενεῖσθαι οὐκ ἔστιν ἄξιος, ἀλλὰ καὶ ἐξουθενεῖν δύναται. Ἀλλὰ καὶ ἐγὼ κατακρίνω, φησίν; Οὐδαµῶς· διὰ γὰρ τοῦτο ἐπήγαγεν, ὅτι Ὁ Θεὸς αὐτὸν προσελάβετο. Τί τοίνυν περὶ νόµου αὐτῷ διαλέγῃ ὡς παραβαίνοντι; Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο· τουτέστι, τὴν ἄφατον αὐτοῦ περὶ αὐτὸν ἐπεδείξατο χάριν, καὶ πάντων ἀπήλλαξεν ἐγκληµάτων. Εἶτα πάλιν πρὸς τὸν ἰσχυρὸν, Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Ὅθεν δῆλον, ὅτι καὶ ἐκεῖνοι ἔκρινον, οὐ µόνον ἐξουθένουν. Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει.
25.2
Ἰδοὺ πάλιν ἄλλη πληγή. Καὶ δοκεῖ µὲν ἡ ἀγανάκτησις εἶναι πρὸς τὸν ἰσχυρὸν, καθάπτεται δὲ ἐκείνου. Ὅταν εἴπῃ, Σταθήσεται δὲ, δείκνυσιν ἔτι σαλευόµενον, καὶ πολλῆς δεόµενον τῆς προσοχῆς, καὶ τοσαύτης τῆς ἐπιµελείας, ὡς καὶ τὸν Θεὸν καλεῖν εἰςταῦτα ἰατρόν·∆ υνατὸς γὰρ, φησὶν, ὁ Θεὸς στῆσαι αὐτόν. Ὅπερ ἐπὶ τῶν σφόδρα ἀπεγνωσµένων λέγοµεν. Εἶτα, ἵνα µὴ ἀπογνῷ, καὶ ἀσθενοῦντα αὐτὸν οἰκέτην καλεῖ, λέγων· Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Καὶ ἐνταῦθα δὲ πάλιν λανθανόντως αὐτοῦ καθάπτεται. Οὐ γὰρ ἐπειδὴ ἄξια τοῦ µὴ κρίνεσθαι ποιεῖ, διὰ τοῦτο κελεύω µὴ κρῖναι, ἀλλ' ἐπειδὴ ἀλλότριός ἐστιν οἰκέτης, τουτέστιν, οὐ σὸς, ἀλλὰ τοῦ Θεοῦ. Εἶτα παραµυθούµενος αὐτὸν πάλιν, οὐκ εἶπεν, ὅτι Πίπτει, ἀλλὰ τί; Στήκει ἢ πίπτει. Ἄν τε δὲ τοῦτο, ἄν τε ἐκεῖνο ἦ, τῷ∆ εσπότῃ διαφέρει ταῦτα ἀµφότερα· καὶ γὰρ ἡ ζηµία ἐκεῖ τείνει, πεσόντος, ὥσπερ οὖν καὶ ὁ πλοῦ τος, ἑστῶτος. Ταῦτα δὲ, εἰ µὴ τὸν σκοπὸν πάλιν κατίδωµεν τοῦ Παύλου, βουλοµένου µὴ πρὸ καιροῦ τοῦ προσήκοντος ἐπιτιµᾶσθαι αὐτοὺς, σφόδρα ἀνάξια τῆςΧριστιανοῖς πρεπούσης κηδεµονίας ἐστίν. Ἀλλ' ὅπερ ἀεὶ λέγω, τὴν γνώµην ἐξετάζειν δεῖ, µεθ' ἧς λέγεται, καὶ τὴν ὑπόθεσιν, περὶ ἧς λέγεται, καὶ τί σπουδάζων κατορθῶσαι λέγει. Οὐχ ὡς ἔτυχε δὲ ἐνέτρεψε, τοῦτο εἰπών. Εἰ γὰρ ὁ Θεὸς, φησὶν, ὁ τὴν ζηµίαν ὑποµένων, οὐδὲν ποιεῖ τέως, πῶς οὐκ ἂν εἴης ἄκαιρος σὺ καὶ πέρα τοῦ µέτρου περίεργος, ἄγχων αὐτὸν καὶ ἐνοχλῶν; Ὃς µὲν κρίνει ἡµέραν παρ' ἡµέραν, ὃς δὲ κρίνει πᾶσαν ἡµέραν. Ἐνταῦθα δέ µοι δοκεῖ ἠρέµα καὶ περὶ νηστείας αἰνίττεσθαι. Καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς τοὺς µὴ νηστεύοντας κρίνειν διηνεκῶς· ἢ καὶ ἐν ταῖς παρατηρήσεσιν εἰκὸς εἶναί τινας τοὺς ῥητὰς ἡµέρας ἀπεχοµένους, καὶ ῥητὰς ἐχοµένους· διὸ καὶ ἔλεγεν, Ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Οὕτω γὰρ καὶ τῶν παρατηρούντων τὸν φόβον ἐξέλυεν, ἀδιάφορον τὸ πρᾶγµα εἶναι λέγων, καὶ τῶν ἐπιτιθεµένων αὐτοῖς σφοδρῶς τὴν φιλονεικίανἀνῄρει, δεικνὺς ὅτι καὶ οὐ σφόδρα περισπούδαστον περὶ τούτων ἐνοχλεῖν συνεχῶς. Οὐ σφόδρα δὲ περισπούδαστον, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν καιρὸν, καὶ διὰ τὸ νεήλυδας εἶναι ἐν τῇ πίστει. Ἐπεὶ Κολοσσαεῦσι γράφων, µετὰ πολλῆς ἀπαγορεύει τοῦτο τῆς σπουδῆς, λέγων· Βλέπετε, µή τις ὑµᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσµου, καὶοὐ κατὰ Χριστόν· καὶ πάλιν, Μὴ οὖν τις ὑµᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει· καὶ, Μηδεὶς ὑµᾶς καταβραβευέτω. Καὶ Γαλάταις δὲ ἐπιστέλλων, µετὰ πολλῆς ἀκριβείας ἀπαιτεῖ παρ' αὐτῶν τὴν ἐν τοῖς τοιούτοις φιλοσοφίαν καὶ τελειότητα. Ἐνταῦθα δὲ οὐ κέχρηται τούτῳ τῷ τόνῳ, διὰ τὸ νεόφυτον εἶναι παρ' αὐτοῖς τὴν πίστιν. Μὴ τοίνυν εἰς πάντα ἕλκωµεν τὸ, Ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Ὅταν γὰρ περὶ δογµάτων ὁ λόγος ᾖ, ἄκουσον τί φησιν· Εἴ τις ὑµῖν εὐαγγελίζεται παρ' ὃ παρελάβετε, κἂν ἄγγελος ᾖ, ἀνάθεµα ἔστω· καὶ πάλιν, Φοβοῦµαι δὲ, µή πως ὡς ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήµατα ὑµῶν. Καὶ Φιλιππησίοις δὲ ἐπιστέλλων ἔλεγε· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατοµήν. Παρὰ δὲ Ῥωµαίοις ἐπειδὴ οὐκ ἦν τέως καιρὸς τὰ τοιαῦτα διορθοῦν, Ἕκαστος, φησὶν, ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Καὶ γὰρ περὶ νηστείας ὁ λόγος ἦν, καὶ τὴν ἐκείνων τοίνυν ἀλαζονείαν καθαιρῶν, καὶ τούτων ἐκλύων τὸν φόβον, ταῦτα ἔλεγεν. Ὁ φρονῶν τὴν ἡµέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ µὴ φρονῶν τὴν ἡµέραν, Κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ µὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. Ἔτι τῶν αὐτῶν ἔχεται. Ὃ δὲ λέγει, τοιοῦτόνἐστιν· Οὐ περὶ τὰ καίρια τὸ πρᾶγµά ἐστι· τὸ γὰρ ζητούµενον, εἰ διὰ τὸν Θεὸν καὶ οὗτος κἀκεῖνος ἐργάζεται, εἰ ἀµφότεροι εἰς εὐχαριστίαν τελευτῶσι. Καὶ γὰρ καὶ ἐκεῖνος καὶ οὗτος εὐχαριστοῦσι τῷ Θεῷ. Εἰ τοίνυν ἀµφότεροι εὐχαριστοῦσιν, οὐ πολὺ τὸ µέσον. Σὺ δέ µοι σκόπει πῶς καὶ ἐνταῦθα πλήττει λανθανόντως τὸν ἰουδαΐζοντα. Εἰ γὰρ τὸ ζητούµενον τοῦτό ἐστι τὸ εὐχαριστεῖν, εὔδηλον ὅτι ὁ ἐσθίων οὗτός ἐστιν ὁ εὐχαριστῶν, οὐχ ὁ µὴ ἐσθίων. Πῶς γὰρ, ἔτι τοῦ νόµου ἐχόµενος; Ὅπερ οὖν καὶ πρὸς Γαλάτας ἔλεγεν· Οἵτινες ἐν νόµῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Ἀλλ' ἐνταῦθα αἰνίττεται µὲν αὐτὸ, οὐκ ἀνακαλύπτει δὲ αὐτὸ οὕτως· οὔπω γὰρ ἦν καιρός· ἀλλὰ τέως διαβαστάζει, καὶ διὰ τῶν ἑξῆς αὐτὸ παρανοίγει µᾶλλον. Εἰπὼν γάρ· Οὐδεὶς γὰρ ἡµῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει· ἐάν τε γὰρ ζῶµεν, τῷ Κυρίῳ ζῶµεν· ἐάν τε ἀποθνήσκωµεν, τῷ Κυρίῳ ἀποθνήσκοµεν· σαφέστερον καὶ διὰ τούτων αὐτὸ παρεδήλωσεν. Ὁ γὰρ τῷ νόµῳ ζῶν, πῶς δύναται τῷ Χριστῷ ζῇν; Οὐ τοῦτο δὲ µόνον διὰ τούτων κατασκευάζει, ἀλλὰ καὶ τὸν ἐπειγόµενον εἰς τὴν ἐκείνων διόρθωσιν κατέχει, καὶ πείθει µακροθυµεῖν, δεικνὺς ὅτι ἀµήχανοντὸν Θεὸν καταφρονῆσαι αὐτῶν, ἀλλὰ τῷ προσήκοντι καιρῷ διορθώσεται.
25.3
Τί οὖν ἐστιν, Οὐδεὶς ἡµῶν ἑαυτῷ ζῇ; Οὐκ ἐσµὲν ἐλεύθεροι,∆ εσπότην ἔχοµεν τὸν καὶ ζῇν ἡµᾶς βουλόµενον, καὶ ἀποθανεῖν οὐ θέλοντα, καὶ ᾧ ταῦτα ἀµφότερα µᾶλλον ἡµῶν διαφέρει.∆ ιὰ γὰρ τούτων δείκνυσιν, ὅτι πλέον ἡµῶν αὐτὸς ἡµῶν κήδεται καὶ µᾶλλον ἡµῶν, καὶ πλοῦτον τὴν ἡµετέραν ζωὴν ἡγεῖται, καὶ ζηµίαν τὸν θάνατον. Οὐ γὰρ ἑαυτοῖς ἀποθνήσκοµεν µόνον, ἀλλὰ καὶ τῷ∆ εσπότῃ, ἂν ἄρα ἀποθάνωµεν. Θάνατον δὲ ἐνταῦθα τὸν ἐκ τῆς πίστεως λέγει. Ἱκανὸν µὲν οὖν καὶ τοῦτο πεῖσαι, ὅτι φροντίζει ἡµῶν, ὅτι αὐτῷ ζῶµεν, καὶ αὐτῷ ἀποθνήσκοµεν. Πλὴν οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ἕτερον ἐπάγει, εἰπών· Ἐάν τε οὖν ζῶµεν, ἐάν τε ἀποθνήσκωµεν, τοῦ Κυρίου ἐσµέν. Καὶ ἀπ' ἐκείνου τοῦ θανάτου ἐπὶ τὸν φυσικὸν µεταβὰς, ἵνα µὴ δόξῃ τραχύνειν τὸν λόγον, ἕτερον σηµεῖον ποιεῖται τῆς αὐτοῦ προνοίας µέγιστον. Ποῖον δὴ τοῦτο; Εἰς τοῦτο γὰρ, φησὶ, Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ὥστε καὶ τοῦτό σε πειθέτω, ὅτι ἀεὶ φροντίζει τῆς σωτηρίας ἡµῶν καὶ διορθώσεως. Εἰ γὰρ µὴ τοσαύτην ἡµῶν ἐποιεῖτο πρόνοιαν, τίς χρεία τῆς οἰκονοµίας ἦν; Ὁ τοίνυν τοσαύτην σπουδὴν θέµενος ὑπὲρ τοῦ, αὐτοῦ γενέσθαι ἡµᾶς, ὡς καὶ δούλου µορφὴν λαβεῖν καὶ ἀποθανεῖν, οὗτος µετὰ τὸ γενέσθαι καταφρονήσει; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· οὐδ' ἂν ἕλοιτο τοσαύτην προέσθαι πραγµατείαν· Εἰς τοῦτο γὰρ, φησὶ, καὶ ἀπέθανεν· ὡς ἂν εἴποι τις, Ὁ δεῖνα οὐκ ἂν ἀνάσχοιτο καταφρονῆσαι τοῦ δούλου· τοῦ γὰρ οἰκείου κήδεται βαλαντίου. Καὶ γὰρ οὐχ οὕτως ἡµεῖς χρηµάτων ἐρῶµεν, ὡς αὐτὸς τῆς σωτηρίας τῆς ἡµετέρας. Οὐκοῦν οὐ χρήµατα, ἀλλὰ τὸ αἷµα τὸ ἑαυτοῦ ὑπὲρ ἡµῶν κατέβαλε· καὶ διὰ τοῦτο οὐκ ἂν ἀνάσχοιτο προέσθαι τούτους, ὑπὲρ ὧν τοσαύτην τιµὴν κατέθηκεν. Ὅρα δὲ καὶ τὴν δύναµιν αὐτοῦ, πῶς δείκνυσιν ἄφατον οὖσαν. Εἰς τοῦτο γὰρ, φησὶν, ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ· καὶ ἀνωτέρω, Ἐάν τε γὰρ ζῶµεν, ἐάν τε ἀποθνήσκωµεν, αὐτοῦ ἐσµεν. Εἶδες δεσποτείαν ἐπιτεταµένην; εἶδες ἰσχὺν ἄµαχον; εἶδες πρόνοιαν ἠκριβωµένην; Μὴ γάρ µοι τοὺς ζῶντας εἴπῃς, φησί· καὶ τῶν ἀπελθόντων προνοεῖται. Εἰ δὲ τῶν ἀπελθόντων, εὔδηλον ὅτι καὶ τῶν ζώντων· οὐδὲν γὰρ ὑπὲρ τῆς δεσποτείας ταύτης παρέλιπε, πλείονα ἀνθρώπων καὶ δικαιώµατα ἑαυτῷ κατασκευάζων, καὶ χωρὶς τῶν ἄλλων ἁπάντων εἰς τὸπρονοεῖν ἡµῶν Ἄνθρωπος µὲν γὰρ ἀργύριον καταβάλλει, καὶ διὰ τοῦτο σφόδρα ἀντέχεται τοῦ ἰδίου δούλου· αὐτὸς δὲ θάνατον κατέβαλε, καὶ οὐκ ἂν τὸν τοσαύτης τιµῆς ἀγορασθέντα, καὶ οὗ τὴν δεσποτείαν µετὰ τοσαύτης ἐκτήσατο σπουδῆς καὶ πραγµατείας, τούτου τὴν σωτηρίαν ἐν οὐδενὶ λογιεῖται. Ταῦτα δὲ λέγει, ἐντρέπων τὸν ἰουδαΐζοντα, καὶ πείθων ἀναµνησθῆναι τοῦ µεγέθους τῆς εὐεργεσίας, καὶ ὅτι νεκρὸς ὢν ἔζησε, καὶ ὅτι οὐδὲν ἐκέρδανε παρὰτοῦ νόµου, καὶ ὅτι ἐσχάτης ἀγνωµοσύνης ἂν εἴη, τὸν τοσαῦτα ἐπιδειξάµενον ὑπὲρ αὐτοῦ καταλιπόντα, ἐπὶ τὸν νόµον παλινδροµεῖν. Ἱκανῶς τοίνυν αὐτοῦ καθαψάµενος, πάλιν ἀνίησι λέγων· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Καὶ δοκεῖ µὲν ὡς ἰσάζοντα αὐτὰ τιθέναι, πολλὴν δὲ ἐκ τῶν εἰρηµένων δείκνυσι τὴν διαφορὰν οὖσαν. Καὶ πρῶτον µὲν τῇ προσηγορίᾳ τοῦ ἀδελφοῦ καταλύει τὴν φιλονεικίαν, ἔπειτα δὲ καὶ τῷ τῆς ἡµέρας ἐκείνης ἀναµνῆσαι τῆς φοβερᾶς· εἰπὼν γὰρ, Τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; ἐπήγαγε, Πάντες γὰρ παραστησόµεθα τῷ βήµατι τοῦ Χριστοῦ. Καὶ δοκεῖ µὲν πάλιν ἐπιτιµᾷν τῷ τελειοτέρῳ ταῦτα λέγων, κατασείει δὲ τοῦ ἰουδαΐζοντος τὴν διάνοιαν, οὐκ ἀπὸ τῆς εὐεργεσίας τῆς γενοµένηςἐντρέπων αὐτὸν µόνον, ἀλλὰ καὶ ἀπὸ τῆς µελλούσης κολάσεως φοβῶν· Πάντες γὰρ, φησὶ, παραστησόµεθα τῷ βήµατι τοῦ Χριστοῦ. Γέγραπται γάρ· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐµοὶ κάµψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξοµολογήσεται τῷ Θεῷ. Ἄρα οὖν ἕκαστος ἡµῶν περὶ ἑαυτοῦ λόγον ἀποδώσει τῷ Θεῷ. Εἶδες πῶς πάλιν κατασείει αὐτοῦ τὴν διάνοιαν δοκῶν ἐπιπλήττειν θατέρῳ; Τοιοῦτον γάρ τι αἰνίττεται, οἷον ἂν εἰ ἔλεγε, Τί σοι µέλει; µὴ γὰρ σὺ µέλλεις ὑπὲρ αὐτοῦ κολάζεσθαι; Ἀλλ' οὕτω µὲν οὐκ εἶπε· τοῦτο δὲ ᾐνίξατο, πραότερον αὐτὸ θεὶς, καὶ εἰπὼν, Πάντες γὰρ παραστησόµεθα τῷ βήµατι τοῦ Χριστοῦ. Ἄρα οὖν ἕκαστος ἡµῶν ὑπὲρ ἑαυτοῦ λόγον ἀποδώσει τῷ Θεῷ. Καὶ τὸν προφήτην εἰσήγαγε τὴν ἁπάντων αὐτῷ µαρτυροῦντα ὑποταγὴν, καὶ ὑποταγὴν ἐπιτεταµένην καὶ τῶν ἐν τῇ Παλαιᾷ ἀνθρώπων, καὶ πάντων ἁπλῶς. Οὐ γὰρ ἁπλῶς εἶπε, Προσκυνήσει ἕκαστος, ἀλλὰ καὶ Ἐξοµολογήσεται, τουτέστιν, εὐθύνας δώσει τῶν πεπραγµένων.
25.4
Ἔσο τοίνυν ἐναγώνιος, τὸν κοινὸν∆ εσπότην ὁρῶν ἐπὶ τοῦ βήµατος καθήµενον, καὶ µὴ σχίζε καὶ µέριζε τὴν Ἐκκλησίαν, τῆς χάριτος ἀποῤῥηγνύµενος, καὶτῷ νόµῳ προστρέχων· καὶ γὰρ καὶ ὁ νόµος αὐτοῦ. Καὶ τί λέγω, ὁ νόµος; Καὶ οἱ ἐν τῷ νόµῳ, καὶ οἱ πρὸ τοῦ νόµου. Καὶ οὐχ ὁ νόµος σε ἀπαιτήσει εὐθύνας, ἀλλ' ὁ Χριστὸς καὶ σὲ καὶ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν. Εἶδες πῶς ἐξέλυσε τοῦ νόµου τὸν φόβον; Εἶτα, ἵνα µὴ δόξῃ ὡς ἐπίτηδες φοβῶν αὐτὸν λέγειν ταῦτα, ἀλλ' ὡς ἐκ τῆς προκειµένης ἀκολουθίας ἐπὶ τοῦτο ἐληλυθέναι, πάλιν ἔχεται τῆς αὐτῆςὑποθέσεως, λέγων· Μηκέτι οὖν ἀλλήλους κρίνωµεν, ἀλλὰ τοῦτο κρίνατε µᾶλλον, τὸ µὴ τιθέναι πρόσκοµµα τῷ ἀδελφῷ ἢ σκάνδαλον. Ταῦτα δὲ οὐκ ἐκείνου µᾶλλόν ἐστιν ἢ τούτου· διὸ ἀµφοτέροις ἁρµόζειν δύναται, καὶ τῷ τελείῳ σκανδαλιζοµένῳ ἐπὶ τῇ τῶν βρωµάτων παρατηρήσει, καὶ τῷ ἀτελεῖ προσκόπτοντι ἐπὶ τῇ σφοδρᾷ ἐπιπλήξει. Σὺ δέ µοι σκόπει πόσην δώσοµεν τιµωρίαν οἱ σκανδαλίζοντες ἁπλῶς. Εἰ γὰρ, ἔνθα παράνοµον ἦν τὸ γινόµενον, διὰ τὸ ἀκαίρως ἐπιτιµᾷν, ἐκώλυσε τοῦτο γίνεσθαι, ὥστε µὴ σκανδαλισθῆναι καὶ προσκόψαι τὸν ἀδελφόν· ὅταν µηδὲ διορθοῦντές τι σκανδαλίζωµεν, τίνος ἐσόµεθα ἄξιοι; Εἰ γὰρ τὸ µὴ σῶσαι, ἔγκληµα( καὶ δείκνυσιν ὁ τὸ τάλαντον κατορύξας)· τὸ καὶ σκανδαλίσαι, τί οὐκ ἂν ἐργάσηται; Τί οὖν, εἰ οἴκοθεν σκανδαλίζεται, φησὶν, ἀσθενὴς ὤν;∆ ι' αὐτὸ µὲν οὖν τοῦτο ἂν εἴης δίκαιος πάντα ὑποµένειν. Εἰ γὰρ ἰσχυρὸς ἦν, οὐδὲ ἐδεῖτο τοσαύτης ἐπιµελείας αὐτός· νυνὶ δὲ ἐπειδὴ ἀσθενέστερός ἐστι, διὰ τοῦτο καὶ πολλῆς χρῄζει τῆς σπουδῆς. Παρέχωµεν τοίνυν αὐτῷ ταύτην, καὶ πανταχόθεν αὐτὸν διαβαστάζωµεν. Οὐδὲ γὰρ οἰκείων κακῶν ὑφέξοµεν λόγον µόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν ἑτέρους σκανδαλίζοµεν. Εἰ δὲ ἐκεῖναι καὶ καθ' ἑαυτὰς χαλεπαὶ αἱ εὐθῦναι, ὅταν καὶ αὗται προστεθῶσι, πότε σωθησόµεθα; Μὴ γὰρ δὴ νοµίσωµεν, εἰ κοινωνοὺς εὕροιµεν τῶν ἁµαρτηµάτων, ἀπολογίαν ἕξειν· τοῦτο γὰρ ἡµῖν καὶ προσθήκη γίνεται τιµωρίας· ἐπεὶ καὶ ὁ ὄφις µᾶλλον ἐκολάσθη τῆς γυναικὸς, ὥσπερ οὖν καὶ ἡ γυνὴ τοῦ ἀνδρὸς, καὶ τοῦ Ἀχαὰβ δὲ τὸν ἀµπελῶνα ἁρπάσαντος ἡ Ἰεζάβελχαλεπωτέραν ἔδωκε δίκην· αὕτη γὰρ ἡ τὸ πρᾶγµα ὑφάνασα ἅπαν ἦν, καὶ σκανδαλίσασα τὸν βασιλέα. Καὶ σὺ τοίνυν ὅταν ἑτέροις ἀπωλείας αἴτιος γένῃ, χαλεπώτερα πείσῃ τῶν ὑποσκελισθέντων διὰ σοῦ. Οὐδὲ γὰρ οὕτω τὸ ἁµαρτεῖν, ὡς τὸ καὶ ἑτέρους εἰς τοῦτο ἐναγαγεῖν ἀπόλλυσι· διό φησιν, Οὐ µόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσιν. Ὥστε ὅταν ἴδωµέν τινας ἁµαρτάνοντας, µὴ µόνον µὴ ὠθῶµεν, ἀλλὰ καὶ ἀνέλκωµεν ἐκ τοῦ βαράθρου τῆς πονηρίας, ἵνα µὴ τῆς ἑτέρων ἀπωλείας αὐτοὶτὴν δίκην ὑπόσχωµεν, καὶ µνηµονεύωµεν διηνεκῶς τοῦ βήµατος τοῦ φοβεροῦ, τοῦ ποταµοῦ τοῦ πυρὸς, τῶν δεσµῶν τῶν ἀλύτων, τοῦ σκότους τοῦ ἀφεγγοῦς, τοῦ βρυγµοῦ τῶν ὀδόντων, τοῦ σκώληκος τοῦ ἰοβόλου. Ἀλλὰ φιλάνθρωπός ἐστιν ὁ Θεὸς, φησίν. Οὐκοῦν ῥήµατα ταῦτά ἐστι, καὶ οὔτε ὁ πλούσιος ἐκεῖνος κολάζεται ὁ τὸν Λάζαρον ὑπεριδών; οὐχ αἱ µωραὶ παρθένοι τοῦ νυµφῶνος ἐκβάλλονται; οὐχ οἱ µὴ θρέψαντες αὐτὸν εἰς τὸ πῦρ ἀπέρχονται τὸ ἡτοιµασµένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ; οὐχ ὁ τὰ ῥυπαρὰ ἐνδεδυµένος ἱµάτια, χεῖρας καὶ πόδας δεθεὶς ἀπολεῖται; οὐχ ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσας παραδίδοται τοῖς βασανισταῖς; οὐ τὸ περὶ τῶν µοιχῶν εἰρηµένον ἀληθὲς, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται; ἀλλ' ἀπειλαὶ ταῦτα µόνον; Ναὶ, φησί. Καὶ πόθεν, εἰπέ µοι, πρᾶγµα τοσοῦτον τολµᾷς ἀποφήνασθαι, καὶ ταῦτα οἴκοθεν φέρων τὴν ψῆφον; Ἐγὼ γὰρ καὶ ἀφ' ὧν εἴρηκεν ὁ Χριστὸς καὶ ἀφ' ὧν πεποίηκε, τοὐναντίον ἀποδεῖξαι δυνήσοµαι. Εἰ γὰρ ἀπὸ τῶν µελλόντων κολάσεων οὐ πιστεύεις, κἂν ἀπὸ τῶν ἤδη γεγενηµένων πίστευε· οὐ γὰρ δὴ τὰ γεγενηµένα καὶ εἰς ἔργον ἐξελθόντα ἀπειλαὶ καὶ ῥήµατα. Τίς οὖν τὴν οἰκουµένην ἐπέκλυσεν ἅπασαν ἐπὶ τοῦ Νῶε, καὶ τὸ χαλεπὸν ἐκεῖνο ναυάγιον εἰργάσατο, καὶ τὴν τοῦ γένους ἡµῶν πανωλεθρίαν παντός; τίς µετὰ ταῦτα τοὺς κεραυνοὺς ἐκείνους καὶ τοὺς πρηστῆρας ἀφῆκεν ἐπὶ τὴν Σοδόµων γῆν; τίς τὴν Αἴγυπτον ἅπασαν κατεπόντισε; τίς τὰς ἑξακοσίας χιλιάδας ἐπὶ τῆς ἐρήµου κατανάλωσε; τίς τὴν συναγωγὴν Ἀβειρὼν κατέφλεξε; τίς τοῖς περὶ Κορὲ καὶ∆ αθὰν ἀνοῖξαι τῇ γῇ τὸ στόµα καὶ καταπιεῖν ἐκέλευσε; τίς τὰς ἑβδοµήκοντα χιλιάδας ἐν µιᾷ καιροῦ ῥοπῇ κατήνεγκεν ἐπὶ τοῦ∆ αυΐδ; Εἴπω καὶ τοὺς κατ' ἰδίαν κολασθέντας; τὸν διηνεκεῖ παραδοθέντα τιµωρίᾳ Κάϊν; τὸν καταλευσθέντα µετὰ τοῦ γένους παντὸς Χαρµήν; τὸν ὑπὲρ συλλογῆς ξύλων τὸ αὐτὸ τοῦτο παθόντα ἐν σαββάτῳ; τοὺς τεσσαράκοντα παῖδας καὶ δύο ἐπὶ Ἐλισσαίου, τοὺς ὑπὸ τῶν θηρίων ἐκείνων δαπανηθέντας, καὶ µηδὲ ἀπὸ τῆς ἡλικίας τυχόντας συγγνώµης;
25.5
Εἰ δὲ καὶ µετὰ τὴν χάριν τὰ αὐτὰ ταῦτα ἰδεῖν ἐθέλεις, ἐννόησον πόσα ἔπαθον οἱ Ἰουδαῖοι, πῶς τὰ ἴδια τέκνα κατέφαγον αἱ γυναῖκες, αἱ µὲν ὀπτῶσαι, αἱδὲ ἄλλως δαπανῶσαι· πῶς λιµῷ παραδοθέντες ἀνηκέστῳ καὶ πολέµοις ποικίλοις καὶ χαλεποῖς, πάσας τὰς ἔµπροσθεν τραγῳδίας ἀπέκρυψαν τῇ τῶν οἰκείων ὑπερβολῇ συµφορῶν. Ὅτι γὰρ ὁ Χριστὸς αὐτοὺς ταῦτα εἰργάσατο, ἄκουσον αὐτοῦ τοῦτο προλέγοντος καὶ διὰ παραβολῶν, καὶ σαφῶς καὶ διαῤῥήδην· διὰ παραβολῶν, ὡς ὅταν λέγῃ· Τοὺς δὲ µὴ βουληθέντας µε βασιλεῦσαι ἀγάγετε ὧδε καὶ κατασφάξατε· καὶ διὰ τοῦ ἀµπελῶνος, καὶ διὰ τοῦ γάµου· σαφῶς δὲ καὶ διαῤῥήδην, ὡς ὅταν ἀπειλῇ, ὅτι Πεσοῦνται ἐν στόµατι µαχαίρας, καὶ αἰχµαλωτισθήσονται εἰς τὰ ἔθνη, καὶ ἔσται συνοχὴ ἐπὶ γῆς ἐθνῶν, ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου· καὶ, Ἔσται θλῖψις τοιαύτη, οἵα οὐδέποτε γέγονεν ἀπ' ἀρχῆς, οὐδὲ µὴ ἔσται. Καὶ ὁ Ἀνανίας δὲ καὶ ἡ Σάπφειρα ὑπὲρ κλοπῆς ὀλίγων ἀργυρίων ὅσην ἔδωκαν δίκην, ἅπαντες ἴστε· τὰς δὲ καθηµερινὰς συµφορὰς οὐχ ὁρᾷς; ἢ οὐδὲ ταῦτα γεγένηται; Οὐχ ὁρᾷς καὶ νῦν τοὺς λιµῷ τηκοµένους; τοὺς ἐλέφαντι καὶ λώβῃ σώµατος κατεχοµένους; τοὺς πενίᾳ διηνεκεῖ συζῶντας; τοὺς µυρία ἀνήκεστα πάσχοντας; Πῶς οὖν ἂν ἔχοι λόγον τοὺς µὲν κολάζεσθαι, τοὺς δὲ µὴ κολάζεσθαι; Εἰ γὰρ µὴ ἄδικος ὁ Θεὸς, ὥσπερ οὖν οὐδὲ ἄδικος, πάντως καὶ σὺ δώσεις δίκην ἁµαρτάνων· εἰ δὲ, ἐπειδὴ φιλάνθρωπός ἐστιν, οὐ κολάζει, οὐδὲ τούτους ἔδει κολασθῆναι. Νυνὶ δὲ διὰ ταῦτα ἡµῶν τὰ ῥήµατα πολλοὺς καὶ ἐνταῦθα κολάζει ὁ Θεὸς, ἵν' ὅταν τοῖς ῥήµασι µὴ πιστεύσητε τῆς ἀπειλῆς, κἂν τοῖς πράγµασι πιστεύσητετῆς τιµωρίας· καὶ ἐπειδὴ τὰ παλαιὰ οὐχ οὕτως ἡµᾶς φοβεῖ, τοῖς ἐφ' ἑκάστης γενεᾶς συµβαίνουσι τοὺς κατὰ καιρὸν διορθοῦται ῥᾳθυµοῦντας. Καὶ τίνος ἕνεκεν οὐ πάντας ἐνταῦθα κολάζει, φησίν; Ἵνα δῷ τοῖς ἄλλοις προθεσµίαν µετανοίας. Τίνος οὖν ἕνεκεν οὐ πάντας ἐκεῖ τιµωρεῖται; Ἵνα µὴ πολλοὶ διαπιστήσωσιν αὐτοῦ τῇ προνοίᾳ. Πόσοι λῃσταὶ οἱ µὲν ἑάλωσαν, οἱ δὲ ἀπῆλθον µὴ δόντες δίκην; ποῦ τοίνυν ἡ φιλανθρωπία τοῦ Θεοῦ καὶ ἡ δικαιοκρισία; ἐµὸν γὰρ λοιπόν ἐστιν ἐρέσθαι σε. Εἰ µὲν γὰρ µηδεὶς ὅλως ἐτιµωρεῖτο, εἶχες ἐπὶ τοῦτο καταφυγεῖν· ὅταν δὲ οἱ µὲν δῶσι δίκην, οἱ δὲ µὴ δῶσι, καὶ ταῦτα χεῖρον ἁµαρτόντες, πῶς ἂν ἔχοι λόγον τῶν αὐτῶν πληµµεληµάτων µὴ τὰς αὐτὰς εἶναι δίκας; πῶς δὲ οὐκ ἂν δόξειαν ἀδικεῖσθαι οἱ κολασθέντες; Τίνος οὖν ἕνεκεν οὐ πάντες ἐνταῦθα κολάζονται; Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ σοι περὶ τούτων ἀπολογουµένου. Ἐπειδὴ γάρ τινες πύργου κατενεχθέντος ἀπέθανον, ἔλεγε τοῖς ὑπὲρ τούτων διαποροῦσι·∆ οκεῖτε, ὅτι οὗτοι ἁµαρτωλοὶ παρὰ πάντας ἦσαν; Οὐχὶ, λέγω ὑµῖν· ἀλλ' ἐὰν µὴ µετανοήσητε, καὶ ὑµεῖς πάντες ὡσαύτως ἀπ ολεῖσθε· παραινῶν ἡµῖν µὴ θαῤῥεῖν, ὅταν, ἑτέρων δόντων δίκην, ἡµεῖς πολλὰ πληµµελήσαντες µὴ δῶµεν. Ἂν γὰρ µὴ µεταβαλώµεθα, δώσοµεν πάντως. Καὶ πῶς, φησὶν, ἀθάνατα κολαζόµεθα, ἐνταῦθα βραχὺν χρόνον ἁµαρτόντες; πῶς ἐνταῦθα ἄνθρωπος ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἕνα φόνον πεποιηκὼς, διηνεκῶς τῇ τῶν µετάλλων καταδικάζεται τιµωρίᾳ; Ἀλλ' ὁ Θεὸς οὐ ποιεῖ ταῦτα, φησί. Πῶς οὖν τριάκοντα καὶ ὀκτὼ ἔτη ἐν τοσαύτῃ κολάσει τὸν παράλυτον κατεῖχεν; Ὅτι γὰρ δι' ἁµαρτήµατα αὐτὸν ἐκόλαζεν, ἄκουσον τί φησιν· Ἴδε, ὑγιὴς γέγονας· µηκέτι ἁµάρτανε, ἵνα µὴ χεῖρόν τί σοι γένηται. Ἀλλ' ὅµως ἔλαβε λύσιν, φησίν. Ἀλλ' οὐ τὰ ἐκεῖ τοιαῦτα· ὅτι γὰρ ἐκεῖνα λύσιν οὐχ ἕξει ποτὲ, ἄκουσον αὐτοῦ λέγοντος· Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται· καὶ, Πορεύσονται οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν αἰώνιον. Εἰ τοίνυν ἡ ζωὴ αἰώνιος, καὶ ἡ κόλασις αἰώνιος. Οὐχ ὁρᾷς πόσα ἠπείλησεν Ἰουδαίοις; ἆρα οὖν ἐξέβη τὰ ἀπειληθέντα, ἢ λόγος ἦν τὰ εἰρηµένα· Οὐ µὴ µείνῃ λίθος ἐπὶ λίθῳ; ἆρα οὖν ἔµεινε; Τί δὲ, ὅτε εἶπεν, Ἔσται θλῖψις οἵα οὐ γέγονεν; ἆρα οὐκ ἐγένετο; Ἀνάγνωθι τὴν ἱστορίαν τοῦ Ἰωσήπου, καὶ οὐδὲ ἀναπνεῦσαι δυνήσῃ, µόνον ἀκούων ἅπερ ἔπαθον ἐπὶ τῶν πραγµάτων ἐκεῖνοι. Ταῦτα λέγω, οὐχ ἵνα λυπήσω, ἀλλ' ἵνα ἀσφαλίσωµαι, καὶ µὴ ψυχαγωγήσας ὑµᾶς περιττὰ παρασκευάσω χαλεπώτερα ὑποµεῖναι.∆ ιὰ τί γὰρ, εἰπέ µοι, οὐκ ἀξιοῖς κολάζεσθαι ἁµαρτάνων; οὐχὶ προεῖπέ σοι ἅπαντα; οὐχὶ ἠπείλησεν; οὐχὶ ἐφόβησεν; οὐχὶ µυρία εἰργάσατο ὑπὲρ τῆς σωτηρίας τῆς σῆς; οὐχὶ λουτρὸν παλιγγενεσίας ἐδωρήσατο, καὶ τὰ πρότερα ἀφῆκε πάντα; οὐχὶ µετὰ τὴν ἄφεσιν ταύτην καὶ τὸ λουτρὸν, καὶ τὴν ἐκ τῆς µετανοίας πάλιν βοήθειαν ἁµαρτάνοντί σοι δέδωκεν; οὐχὶ εὔκολον ἐποίησέ σοι τὴν ὁδὸν καὶ µετὰ ταῦτα τῆς τῶν ἁµαρτηµάτων ἀφέσεως;
25.6
Ἄκουε γοῦν οἷα ἐπέταξεν· Ἂν ἀφῇς τῷ πλησίον, ἀφίηµί σοι κἀγὼ, φησί. Ποίαν τοῦτο δυσκολίαν ἔχει; Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶµεν, φησὶ, καὶ ἐὰν ὦσιν αἱ ἁµαρτίαι ὑµῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ποῖον τοῦτο ἔχει µόχθον; Λέγε σὺ τὰς ἁµαρτίας σου, ἵνα δικαιωθῇς. Τίνα τοῦτο δυσκολίαν ἔχει; Τὰς ἁµαρτίας σου ἐν ἐλεηµοσύναις λύτρωσαι. Ποῖος τοῦτο ἱδρώς; Εἶπεν ὁ τελώνης, Ἱλάσθητί µοι τῷ ἁµαρτωλῷ, καὶ κατῆλθε δεδικαιωµένος. Ποῖος πόνος µιµήσασθαι τὸν τελώνην; Ἀλλ' οὐ βούλει πεισθῆναι οὐδὲ µετὰ τοσαῦτα, ὅτι κόλασίς ἐστι καὶ τιµωρία; Οὐκοῦν οὐδὲ τὸν διάβολον εἴποις ἂν κολάζεσθαι. Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ ἡτοιµασµένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἰ γὰρ µὴ ἔστι γέεννα, οὐδὲ ἐκεῖνος κολάζεται· εἰ δὲ ἐκεῖνος κολάζεται, δῆλον ὅτι καὶ ἡµεῖς οἱ τὰ τούτου ἔργα ἐπιτελοῦντες κολασθησόµεθα· καὶ γὰρ καὶ ἡµεῖς παρηκούσαµεν, εἰ καὶ µὴ ἐπὶ τοῖς αὐτοῖς. Πῶς δὲ οὐ δέδοικας καὶ τολµηρὰ φθεγγόµενος; Ὅταν γὰρ λέγῃς, ὅτι Φιλάνθρωπός ἐστι Θεὸς, καὶ οὐ κολάζει· ἐὰν κολάσῃ, εὑρεθήσεται κατὰ σὲ οὐκέτι φιλάνθρωπος ὤν. Ὁρᾷς εἰς οἷα ῥήµατα ὑµᾶς ὁ διάβολος ἄγει; Τί δέ; Οἱ τὰ ὄρη κατειληφότες µοναχοὶ, καὶ µυρίαν ἄσκησιν ἐπιδειξάµενοι, ἀστεφάνωτοι ἀπελεύσονται; Εἰ γὰρ οἱ πονηροὶ οὐ κολάζονται, οὐδὲ ἔστιν οὐδενὸς ἀντίδοσις, ἐρεῖ τις ἕτερος ἴσως, ὅτι οὐδὲ οἱ ἀγαθοὶ στεφανοῦνται. Οὐχὶ, φησί· τοῦτο γὰρ Θεῷ πρέπον, βασιλείαν εἶναι µόνον, καὶ µὴ γέενναν. Οὐκοῦν ὁ πόρνος καὶ ὁ µοιχὸς καὶ ὁ µυρία κακὰ ἐργασάµενος, τῶν αὐτῶν ἀπολαύσεται τῷ σωφροσύνην καὶ ἁγιωσύνην ἐπιδειξαµένῳ· καὶ Παῦλος µετὰ Νέρωνος στήσεται, µᾶλλον δὲ καὶ ὁ διάβολος µετὰ Παύλου. Εἰ γὰρ µὴ ἔστι γέεννα, ἀνάστασις δὲ πάντων ἐστὶ, καὶ οἱ πονηροὶ τῶν αὐτῶν ἀγαθῶν τεύξονται τοῖς δικαίοις. Καὶ τίς ἂν τοῦτο εἴποι καὶ τῶν σφόδρα ἐξεστηκότων ἀνθρώπων; µᾶλλον δὲ τίς ἂν τοῦτο εἴποι δαιµόνων; Καὶ γὰρ καὶ ἐκεῖνοι γέενναν ὁµολογοῦσιν εἶναι· διὸ καὶ ἐβόων λέγοντες, Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡµᾶς; Πῶς οὖν οὐ δέδοικας καὶ φρίττεις, καὶ τῶν δαιµόνων ὁµολογούντων, αὐτὸς ἀρνούµενος; πῶς δὲ οὐ συνορᾷς τὸν διδάσκαλον τῶν πονηρῶν τούτων δογµάτων; Ὁ γὰρ τὸν ἐξ ἀρχῆς ἀπατήσας ἄνθρωπον, καὶ προτάσει µειζόνων ἐλπίδων καὶ τῶν ἐν χερσὶν ἐκβαλὼν ἀγαθῶν, οὗτός ἐστιν ὁ καὶ νῦν ταῦταὑποβάλλων λέγειν τε καὶ νοεῖν· καὶ διὰ τοῦτο πείθει τινὰς ὑποπτεύειν µὴ εἶναι γέενναν, ἵνα ἐµβάλῃ εἰς γέενναν· ὥσπερ οὖν ὁ Θεὸς ἀπεναντίας ἀπειλεῖ γέενναν, καὶ ἡτοίµασε γέενναν, ἵνα µαθὼν οὕτω βιώσῃς ὡς µὴ ἐµπεσεῖν εἰς γέενναν. Καίτοι εἰ γεέννης οὔσης ὁ διάβολός σε ταῦτα ἀναπείθει, πῶς ἂν µὴ οὖσαν ὡµολόγησαν οἱ δαίµονες, οἷς περισπούδαστόν ἐστι µηδὲν τοιοῦτονὑποπτεύειν ἡµᾶς, ἵνα τῇ ἀδείᾳ γενόµενοι ῥᾳθυµότεροι, µετ' αὐτῶν εἰς τὸ πῦρ ἐκεῖνο ἐµπέσωµεν; Πῶς οὖν, φησὶ, τότε ὡµολόγουν; Τὴν ἀνάγκην οὐ φέροντες τὴν ἐπικειµένην αὐτοῖς. Ἅπερ οὖν ἐννοοῦντες ἅπαντα, παυέσθωσαν καὶ ἑαυτοὺς καὶ ἑτέρους ἀπατῶντες οἱ ταῦτα λέγοντες· ἐπεὶ καὶ τῶν ῥηµάτων τούτων δώσουσι δίκην, τὰ φοβερὰ διασύροντες ἐκεῖνα, καὶ πολλοὺς τῶν ὄντως σπουδάζειν βουλοµένων ἐκλύοντες, καὶ οὐδὲτοὺς βαρβάρους Νινευίτας µιµούµενοι. Ἐκεῖνοι µὲν γὰρ καίτοι πάντων ὄντες ἄπειροι, ἀκούσαντες ὅτι ἡ πόλις καταστραφήσεται, οὐ µόνον οὐκ ἠπίστησαν, ἀλλὰ καὶ ἐστέναξαν καὶσάκκον περιεβάλοντο καὶ συνεχύθησαν, καὶ οὐ πρότερον ἀπέστησαν πάντα ποιοῦντες, ἕως ἂν ἔλυσαν τὴν ὀργήν· σὺ δὲ ὁ τοσαύτην λαβὼν πεῖραν πραγµάτων, διὰ ῥηµάτων ἐξουθενεῖς τὰ εἰρηµένα; Οὐκοῦν ἔσται τὰ ἐναντία. Ὥσπερ γὰρ ἐκεῖνοι φοβηθέντες τὰ ῥήµατα, οὐχ ὑπέµειναν τὴν ἀπὸ τῶν πραγµάτων τιµωρίαν· οὕτω καὶ σὺ τῆς ἀπὸ τῶν ῥηµάτων καταφρονῶν ἀπειλῆς, τὴν ἀπὸ πραγµάτων ὑποστήσῃ κόλασιν. Καὶ εἰ νῦν µῦθός σοι δοκεῖ εἶναι τὰ ῥήµατα, ἀλλ' οὐχ ὅταν σε τὰ πράγµατα πείθῃ τότε. Οὐχ ὁρᾷς καὶ ἐνταῦθα τί πεποίηκε; πῶς δύο λῃστὰς λαβὼν οὐ τῶν αὐτῶν ἠξίωσεν, ἀλλὰ τὸν µὲν εἰς βασιλείαν εἰσήγαγε, τὸν δὲ εἰς γέενναν ἀπέπεµψε; Καὶ τί λέγω λῃστὴν καὶ ἀνδροφόνον; Οὐδὲ γὰρ τοῦ ἀποστόλου ἐφείσατο, ἐπειδὴ προδότης ἐγένετο, ἀλλὰ καὶ ἐπὶ βρόχον ὁρῶν ὁρµῶντα αὐτὸν, καὶ ἀγχόµενον καὶ µέσον ῥηγνύµενον( καὶγὰρ Ἐλάκησε µέσος, καὶ τὰ σπλάγχνα αὐτοῦ ἐξεχύθη πάντα)· ἀλλ' ὅµως ἅπαντα ταῦτα προειδὼς, εἴασε πάντα αὐτὸν ταῦτα παθεῖν, ἀπὸ τῶν παρόντων σε καὶ περὶ τῶν ἐκεῖ πιστούµενος πάντων. Μὴ τοίνυν φενακίζετε ἑαυτοὺς τῷ διαβόλῳ πειθόµενοι· ἐκείνου γὰρ ταῦτα τὰ νοήµατα. Εἰ γὰρ καὶ δικασταὶ καὶ δεσπόται καὶ διδάσκαλοι καὶ βάρβαροι τοὺς µὲν ἀγαθοὺς τιµῶσι, τοὺς δὲ πονηροὺς κολάζουσι· πῶς ἂν ἔχοι λόγον παρὰ τῷ Θεῷ τἀναντία γίνεσθαι, καὶ τῶν αὐτῶν ἀξιοῦσθαι τόν τε ἀγαθὸν καὶ τὸν οὐ τοιοῦτον; Πότε δὲ καὶ ἀπαλλαγὴ ἔσται τῆς κακίας; Οἵ τε γὰρ νῦν προσδοκῶντες κόλασιν, καὶ µεταξὺ τοσούτων ὄντες φόβων τῶν ἀπὸ τῶν δικαστῶν, τῶν ἀπὸ τῶν νόµων, καὶ οὐκ ἀφιστάµενοιτῆς πονηρίας· ὅταν ἀπελθόντες ἐκεῖ καὶ τὸν φόβον τοῦτον ἀπόθωνται, καὶ µὴ µόνον εἰς γέενναν οὐκ ἐµπέσωσιν, ἀλλὰ καὶ βασιλείας ἐπιτύχωσι, πότεπονηρευόµενοι στήσονται; Τοῦτο οὖν φιλανθρωπίας, εἰπέ µοι, τὸ τὴν πονηρίαν ἐπιτρίβειν, τὸ τῇ κακίᾳ ἆθλον τιθέναι, τὸ τῶν αὐτῶν ἀξιοῦν τὸν σώφρονα καὶ τὸν ἀκόλαστον, τὸνπιστὸν καὶ τὸν ἀσεβῆ, τὸν Παῦλον καὶ τὸν διάβολον; Ἀλλὰ µέχρι τίνος καὶ ἡµεῖς ληροῦµεν;∆ ιὸ παρακαλῶ, τῆς µανίας ἀπαλλαγέντες ταύτης, καὶ ὑµῶν αὐτῶν γενόµενοι, πείσατε τὴν ψυχὴν δεδοικέναι καὶ τρέµειν, ἵνα καὶ τῆς µελλούσηςἀπαλλαγῇ γεέννης, καὶ σωφρόνως τὸν ἐνταῦθα ζήσασα βίον, καὶ τῶν µελλόντων ἀγαθῶν ἐπιτύχῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.