Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 26 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
26.0
Οἶδα καὶ πέπεισµαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ, εἰ µὴ τῷ λογιζοµένῳ τι κοι νὸν εἶναι, ἐκείνῳ κοινόν.
26.1
Πρότερον ἐπιτιµήσας τῷ κρίνοντι τὸν ἀδελφὸν, καὶ ταύτῃ τῆς ἐπιπλήξεως αὐτὸν ἀποστήσας, τότε λοιπὸν καὶ περὶ τοῦ δόγµατος ἀποφαίνεται, καὶµετὰ ἡσυχίας παιδεύει τὸν ἀσθενέστερον, πολλὴν καὶ ἐνταῦθα τὴν πραότητα ἐπιδεικνύµενος. Οὐ γὰρ λέγει, ὅτι∆ ίκην δώσει, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλὰ τὸν φόβον µόνον ἐκλύει τοῦ πράγµατος, ὥστε αὐτὸν εὐκολώτερον πεισθῆναι τοῖςπαρ' αὐτοῦ λεγοµένοις, καί φησιν· Οἶδα καὶ πέπεισµαι. Εἶτα, ἵνα µὴ λέγῃ τις τῶν οὐ πιστῶν, Καὶ τί πρὸς ἡµᾶς, εἰ σὺ πέπεισαι; οὐδὲ γὰρ ἀξιόπιστος εἶ ἀντικαταστῆναι νόµῳ τοσούτῳ καὶ χρησµοῖς ἄνωθεν κατενεχθεῖσιν· ἐπάγει, Ἐν Κυρίῳ· τουτέστιν, Ἐκεῖθεν µαθὼν, καὶ παρ' αὐτοῦ πληροφορηθείς. Οὐκ ἄρα ἀνθρωπίνης διανοίας ἡ ψῆφος. Τί τοίνυν πέπεισαι καὶ οἶδας; εἰπέ. Ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ. Τῇ φύσει, φησὶν, οὐδὲν ἀκάθαρτον, ἀλλ' ἀπὸ τῆς προαιρέσεως γίνεται τοῦ µετιόντος· ἐκείνῳ γοῦν γίνεται µόνῳ, καὶ οὐχὶ πᾶσι· Τῷ γὰρ λογιζοµένῳ, φησὶ, κοινὸν, ἐκείνῳ κοινόν. Τί οὖν οὐ διορθοῦσαι τὸν ἀδελφὸν, ἵνα µὴ νοµίζῃ ἀκάθαρτον; τί δὲ οὐκ ἀπάγεις τῆς τοιαύτης συνηθείας καὶ ὑπολήψεως µετ' ἐξουσίας ἁπάσης, ἵνα µὴ ποιῇ αὐτὸ κοινόν; Φοβοῦµαι, φησὶ, µὴ λυπήσω αὐτόν· διὸ ἐπήγαγεν· Εἰ δὲ διὰ βρῶµα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Εἶδες πῶς τέως αὐτὸν ᾠκειώσατο, δείξας ὅτι τοσοῦτον αὐτοῦ ποιεῖται τὸν λόγον, ὡς ὑπὲρ τοῦ µὴ λυπῆσαι αὐτὸν, µηδὲ ἐπιτάξαι τέως τολµᾷν τὰσφόδρα ἀναγκαῖα, ἀλλὰ τῇ συγχωρήσει µᾶλλον αὐτὸν ἐφέλκεσθαι, καὶ τῇ ἀγάπῃ; Οὐδὲ γὰρ µετὰ τοῦ λῦσαι τὸν φόβον, ἕλκει καὶ βιάζεται, ἀλλ' ἀφίησιν αὐτὸν ἑαυτοῦ κύριον. Οὐ γάρ ἐστιν ἴσον βρώµατος ἀπαγαγεῖν, καὶ λύπῃ περιβαλεῖν. Ὁρᾷς πόσην σπουδὴν ποιεῖται τῆς ἀγάπης; Οἶδε γὰρ, ὅτι πάντα αὕτη κατορθῶσαι δύναται.∆ ιὸ καὶ µεῖζον ἐνταῦθά τι παρ' αὐτῶν ἀπαιτεῖ· Οὐ γὰρ µόνον, φησὶν, αὐτοὺς οὐ χρὴ πρὸς ἀνάγκην ὑµᾶς ἀγαγεῖν, ἀλλ' εἰ δεῖ καὶ συγκαταβαίνειν, µηδὲ τοῦτο ὀκνεῖν.∆ ιὸ καὶ ἐπάγει λέγων· Μὴ τῷ βρώµατί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Ἢ οὐδὲ τοσούτου ἄξιον εἶναι ἡγῇ τὸν ἀδελφὸν, ὡς µηδὲ ἀποχῇ βρωµάτων ὠνήσασθαι αὐτοῦ τὴν σωτηρίαν; Καὶ ὁ µὲν Χριστὸς οὐδὲ δοῦλος γενέσθαι οὐδὲ ἀποθανεῖν παρῃτήσατο δι' αὐτόν· σὺ δὲ οὐδὲ βρωµάτων καταφρονεῖς, ἵνα αὐτὸν διασώσῃς; καίτοι γε οὐ πάντας ἔµελλε κερδανεῖν ὁ Χριστὸς, ἀλλ' ὅµως ὑπὲρ ἁπάντων ἀπέθανε, τὸ αὑτοῦ πληρῶν. Σὺ δὲ οἶδας, ὅτι διὰ βρῶµα ἀνατρέπεις αὐτὸν ἐν τοῖς µείζοσι, καὶ ἔτι φιλονεικεῖς, καὶ τὸν οὕτω περισπούδαστον τῷ Χριστῷ, οὕτως εὐκαταφρόνητονεἶναι νοµίζεις, καὶ ὃν ἐκεῖνος ἐφίλησεν, ἀτιµάζεις; Κἀκεῖνος οὐχ ὑπὲρ ἀσθενοῦντος µόνον, ἀλλὰ καὶ ὑπὲρ ἐχθροῦ ἀπέθανε· σὺ δὲ οὐδ' ὑπὲρ ἀσθενοῦντος ἀπέχῃ βρωµάτων; καὶ ὁ µὲν Χριστὸς καὶ τὸ µέγιστον ἐπεδείξατο, σὺ δὲ οὐδὲ τὸ ἔλαττον; καίτοι ὁ µὲν∆ εσπότης, σὺ δὲ ἀδελφός. Ταῦτα δὲ καὶ ἐκεῖνον ἱκανὰ ἐπιστύψαι τὰ ῥήµατα· δείκνυσι γὰρ αὐτὸν µικρόψυχον ὄντα, καὶ µεγάλων ἀπολελαυκότα παρὰ τοῦ Θεοῦ, καὶ οὐδὲ µικρὰ ἀντιδιδόντα. Μὴ βλασφηµείσθω οὖν ὑµῶν τὸ ἀγαθόν· οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις. Τὸ ἀγαθὸν ἐνταῦθα ἢ τὴν πίστιν φησὶν, ἢ τὴν µέλλουσαν ἐλπίδα τῶν ἐπάθλων, ἢ τὴν ἀπηρτισµένην εὐσέβειαν. Οὐ γὰρ µόνον, φησὶ, τὸν ἀδελφὸν οὐκ ὠφελεῖς, ἀλλὰ καὶ αὐτὸ τὸ δόγµα, καὶ τὴν χάριν τοῦ Θεοῦ, καὶ τὴν δωρεὰν βλασφηµεῖσθαι ποιεῖς. Ὅταν γὰρ µάχῃ, ὅταν φιλονεικῇς, ὅταν λυπῇς, ὅταν σχίζῃς τὴν Ἐκκλησίαν, καὶ λοιδορῇς τὸν ἀδελφὸν, καὶ ἀπεχθῶς ἔχῃς πρὸς αὐτὸν, βλασφηµοῦσινοἱ ἔξωθεν· ὥστε οὐ µόνον οὐδὲν ἐντεῦθεν κατορθοῦται, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Τὸ γὰρ ἀγαθὸν ὑµῶν ἡ ἀγάπη, ἡ φιλαδελφία, τὸ ἡνῶσθαι, τὸ συνδεδέσθαι, τὸ µετ' εἰρήνης, τὸ µετ' ἐπιεικείας ζῇν. Εἶτα πάλιν ἐκλύων αὐτοῦ τὸν φόβον καὶ τὴν ἐκείνου φιλονεικίαν, φησίν· Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις. Μὴ γὰρ ἀπὸ τούτων εὐδοκιµῆσαι ἔχοµεν; Ὅπερ καὶ ἀλλαχοῦ φησιν· Οὔτε, ἐὰν φάγωµεν, περισσεύοµεν· οὔτε, ἐὰν µὴ φάγωµεν, ὑστεροῦµεν. Καὶ οὐδὲ κατασκευῆς δεῖται, ἀλλ' ἀρκεῖται τῇ ἀποφάσει. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ γὰρ, ἐὰν φάγῃς, τοῦτό σε εἰς βασιλείαν εἰσάγει;∆ ιὸ καὶ διασύρων αὐτοὺς, ὡς µέγα ἐπὶ τούτῳ φρονοῦντας, οὐχὶ βρῶσιν εἶπε µόνον, ἀλλὰ καὶ πόσιν. Τίνα οὖν ἐστι τὰ εἰσάγοντα;∆ ικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ, ὁ ἐνάρετος βίος, ἡ πρὸς τὸν ἀδελφὸν εἰρήνη, ᾗ ἐναντιοῦται αὕτη ἡ φιλονεικία· ἡ ἐκ τῆς ὁµονοίας χαρὰ, ἢν ἀναιρεῖ αὕτη ἡ ἐπίπληξις. Ταῦτα δὲ οὐ θατέρῳ µόνον, ἀλλὰ ἑκατέροις ἔλεγε· καὶ γὰρ πρὸς ἑκατέρους εἰρῆσθαι καιρὸν εἶχεν.
26.2
Εἶτα, ἐπειδὴ εἶπεν εἰρήνην καὶ χαράν( ἔστι δὲ εἰρήνη καὶ χαρὰ καὶ ἐπὶ πονηρῶν πραγµάτων), ἐπήγαγεν, Ἐν Πνεύµατι ἁγίῳ. Ὡς ὅ γε ἀπολλὺς τὸν ἀδελ φὸν καὶ εἰρήνην ἀνέτρεψε καὶ τὴν χαρὰν, καὶ ἠδίκησε πλέον ἢ ὁ τὰ χρήµατα ἁρπάζων· καὶ τὸ δὴ χεῖρον, ὅτι ἄλλος ἔσωσε, καὶ σὺ ἀδικεῖς καὶ ἀπολλύεις. Ὅταν οὖν ταῦτα µὲν µὴ εἰσάγῃ, ἡ βρῶσις καὶ ἡ δοκοῦσα τελειότης, τὰ δὲ ἀνατρέποντα αὐτὰ εἰσάγει, πῶς οὐ χρὴ καταφρονεῖν τῶν µικρῶν ὥστε τὰµεγάλα πῆξαι; Εἶτα, ἐπειδὴ καὶ ἀπὸ κενοδοξίας ἠρέµα τοῦτο ἐγίνετο τὸ ἐπιτιµᾷν, ἐπάγει λέγων· Ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ, εὐάρεστος τῷ Θεῷ καὶ δόκιµος τοῖς ἀνθρώποις. Οὐ γὰρ οὕτω σε θαυµάσονται τῆς τελειότητος, ὡς τῆς εἰρήνης καὶ τῆς ὁµονοίας ἅπαντες. Τούτου µὲν γὰρ τοῦ καλοῦ πάντες ἀπολαύσονται, ἐκείνου δὲ οὐδὲ εἷς. Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωµεν, καὶ τὰ τῆς οἰκοδοµῆς τῆς εἰς ἀλλήλους. Τοῦτο πρὸς ἐκεῖνον, ἵνα εἰρηνεύῃ· τοῦτο πρὸς τοῦτον, ἵνα µὴ καταλύῃ τὸν ἀδελφόν. Ἀλλ' ὅµως κοινὰ πάλιν ἀµφότερα ταῦτα πεποίηκεν εἰπὼν, Τῆς εἰς ἀλλήλους, καὶ δείξας ὅτι χωρὶς εἰρήνης οὐκ εὔκολον οἰκοδοµεῖν. Μὴ ἕνεκεν βρώµατος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ· τὴν σωτηρίαν τοῦ ἀδελφοῦ οὕτω καλῶν, καὶ ἐπιτείνων τὸν φόβον, καὶ δεικνὺς ὅτι τοὐναντίον οὗ σπουδάζει ποιεῖ. Οὐ γὰρ µόνον οὐκ οἰκοδοµεῖς, φησὶν, ὃ νοµίζεις, ἀλλὰ καὶ καταλύεις, καὶ οἰκοδοµὴν οὐκ ἀνθρωπίνην, ἀλλὰ Θεοῦ, καὶ οὐδὲ µεγάλου τινὸς ἕνεκεν, ἀλλὰ πράγµατος εὐτελοῦς· Ἕνεκεν γὰρ βρώµατος, φησίν. Εἶτα ἵνα µὴ αἱ τοσαῦται συγχωρήσεις βεβαιώσωσι τὸν ἀσθενέστερον ἐν τῇ πονηρᾷ ὑπολήψει, δογµατίζει πάλιν οὕτω λέγων· Πάντα µὲν καθαρά· ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόµµατος ἐσθίοντι· τῷ µετὰ συνειδότος πονηροῦ. Ὥστε κἂν ἀναγκάσῃς καὶ φάγῃ, τὸ ὄφελος οὐδέν· οὐ γὰρ τὸ φαγεῖν ποιεῖ ἀκάθαρτον, ἀλλ' ἡ γνώµη, µεθ' ἧς ἐσθίει. Ἂν τοίνυν ἐκείνην µὴ διορθώσῃ, πάντα εἰκῆ πεποίηκας, καὶ µᾶλλον ἔβλαψας· οὐ γάρ ἐστιν ἴσον νοµίζειν ἀκάθαρτόν τι, καὶ νοµίζοντα ἀκάθαρτον εἶναι, ἀπογεύεσθαι.∆ ύο τοίνυν ἐνταῦθα ἁµαρτάνεις. καὶ τὴν πρόληψιν ἐπιτείνων τῇ φιλονεικίᾳ, καὶ ἀκαθάρτου ποιῶν ἀπογεύεσθαι· ὥστε ἕως ἂν µὴ πείσῃς, µὴ ἀναγκάσῃς. Καλὸν τὸ µὴ φαγεῖν κρέα, µηδὲ πιεῖν οἶνον, µηδὲ ἐν ᾧ ὁ ἀδελφός σου σκανδαλίζεται ἢ προσκόπτει ἢ ἀσθενεῖ. Πάλιν τὸ πλέον ἀπαιτεῖ, ὥστε µὴ µόνον µὴ ἀναγκάζειν, ἀλλὰ καὶ συγκαταβαίνειν αὐτῷ. Καὶ γὰρ καὶ αὐτὸς αὐτὸ πολλαχοῦ ἐποίησεν· ὡς ὅτε περιέτεµεν, ὡς ὅτε ἐξυρᾶτο, ὡς ὅτε ἔθυε τὴν Ἰουδαϊκὴν θυσίαν ἐκείνην. Καὶ οὐ λέγει αὐτῷ, ὅτι Ποίησον, ἀλλ' ἐν τάξει γνώµης αὐτὸ τίθησιν, ἵνα µὴ ἐκεῖνον πάλιν ῥᾳθυµότερον ποιήσῃ τὸν ἀσθενέστερον. Καὶ τί φησι; Καλὸν τὸ µὴ φαγεῖν κρέα. Καὶ τί λέγω κρέα; Κἂν οἶνος ᾖ, κἂν ἄλλο ὁτιοῦν τοιοῦτον σκανδαλίζον, ἀπέχου· οὐδὲν γὰρ ἴσον τῆς σωτηρίας τοῦ ἀδελφοῦ. Καὶ τοῦτο δηλοῖ ὁ Χριστὸς, καὶ ἐξ οὐρανῶν παραγενόµενος, καὶ πάντα παθὼν δι' ἡµᾶς, ἅπερ ἔπαθε. Σκόπει δέ µοι πῶς καὶ ἐκείνου καθικνεῖται, λέγων· Προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. Μὴ γάρ µοι λέγε, φησὶν, ὅτι ἀλόγως, ἀλλ' ὅτι δύνασαι κατορθῶσαι. Καὶ γὰρ ἀρκοῦν ἔχει δικαίωµα εἰς τὸ βοηθεῖσθαι τὴν ἀσθένειαν ἐκεῖνος, καὶ σοὶ βλάβη οὐδεµία· οὐδὲ γὰρ ὑπόκρισις τὸ πρᾶγµά ἐστιν, ἀλλ' οἰκοδοµὴ καὶ οἰκονοµία. Ἂν µὲν γὰρ ἀναγκάσῃς, καὶ καταλύεται καὶ σοῦ καταγνώσεται, καὶ µᾶλλον οἰκοδοµηθήσεται εἰς τὸ µὴ ἐσθίειν· ἐὰν δὲ συγκαταβῇς, τέως σε ἀγαπήσει, καὶ οὐχ ἕξει σε ἐν ὑποψίᾳ διδάσκοντα, καὶ λήψῃ λοιπὸν ἐξουσίαν ἀνεπαισθήτως σπείρειν ἐν αὐτῷ τὰὀρθὰ δόγµατα. Ἂν δὲ καθάπαξ σε µισήσῃ, καὶ τὴν εἴσοδον ἀπέφραξας τῷ λόγῳ. Μὴ τοίνυν ἀνάγκαζε ἐκεῖνον, ἀλλὰ καὶ αὐτὸς ἀπέχου δι' ἐκεῖνον, οὐχ ὡς ἀκαθάρτου ἀπεχόµενος, ἀλλ' ἐπειδὴ σκανδαλίζεται ἐκεῖνος, καὶ µᾶλλόνσε ἀγαπήσει. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσεν εἰπὼν, Καλὸν τὸ µὴ φαγεῖν κρέα· οὐκ ἐπειδὴ ἀκάθαρτον, ἀλλ' ἐπειδὴ σκανδαλίζεται καὶ ἀσθενεῖ ὁ ἀδελφός. Σὺ πίστιν ἔχεις; Κατὰ σαυτὸν ἔχε. Ἐνταῦθά µοι δοκεῖ ἠρέµα καὶ εἰς κενοδοξίαν αἰνίττεσθαι τὸν τελειότερον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Θέλεις µοι δεῖξαι, ὅτι τέλειος εἶ καὶ ἀπηρτισµένος; Μὴ ἐµοὶ δείκνυε, ἀλλ' ἀρκείτω σοι τὸ συνειδός.
26.3
Πίστιν δὲ ἐνταῦθα οὐ τὴν περὶ δογµάτων, ἀλλὰ τὴν περὶ τῆς προκειµένης ὑποθέσεως λέγει. Περὶ γὰρ ἐκείνης φησί· Στόµατι δὲ ὁµολογεῖται εἰς σωτηρίαν· καὶ, Ὃς δ' ἂν ἀρνήσηταί µε ἔµπροσθεν τῶν ἀνθρώπων, ἀρνήσοµαι αὐτὸν κἀγώ. Ἐκείνη µὲν γὰρ µὴ ὁµολογουµένη καταστρέφει, αὕτη δὲ ὁµολογουµένη ἀκαίρως. Μακάριος ὁ µὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιµάζει. Πάλιν τὸν ἀσθενέστερον πλήττει, καὶ δείκνυσι τούτῳ ἀρκοῦντα στέφανον τὸν τοῦ συνειδότος. Κἂν γὰρ ἄνθρωπος µὴ ἴδῃ, ἀρκεῖς σὺ σαυτῷ εἰς τὸ γενέσθαι µακάριος. Ἐπειδὴ γὰρ εἶπε, Καθ' ἑαυτὸν ἐχέτω, ἵνα µὴ νοµίσῃ µικρὸν τὸ δικαστήριον τοῦτο, λέγει τῆς οἰκουµένης σοι τοῦτο βέλτιον. Κἂν πάντες σου κατηγορῶσι, σὺ δὲ σαυτὸν µὴ κατακρίνῃς, µηδὲ τὸ συνειδὸς ἐπιλάβηται, µακάριος εἶ. Οὐχ ἁπλῶς δὲ περὶ πάντων λέγων τοῦτο τέθεικεν. Εἰσὶ γὰρ πολλοὶ µὴ κατακρίνοντες ἑαυτοὺς, καὶ σφόδρα πληµµελοῦντες· οἳ πάντων εἰσὶν ἀθλιώτεροι· ἀλλὰ τέως τῆς προκειµένης ὑποθέσεως ἔχεται. Ὁ δὲ διακρινόµενος, ἐὰν φάγῃ, κατακέκριται. Πάλιν παρακαλῶν αὐτὸν φείσασθαι τοῦ ἀσθενεστέρου, τοῦτό φησι. Τί γὰρ ὄφελος, ἐὰν φάγῃ διακρινόµενος, καὶ κατακρινεῖ ἑαυτόν; Ἐγὼ γὰρ ἐκεῖνον ἀποδέχοµαι τὸν καὶ ἐσθίοντα καὶ µὴ µετ' ἀµφιβολίας. Ὅρα πῶς αὐτὸν ἐνάγει οὐκ εἰς τὸ φαγεῖν µόνον, ἀλλὰ καὶ εἰς τὸ καθαρῷ συνειδότι φαγεῖν. Εἶτά φησι καὶ τὴν αἰτίαν, δι' ἢν κατακέκριται, ἐπάγων καὶ λέγων· Ὅτι οὐκ ἐκ πίστεως· οὐκ ἐπειδὴ ἀκάθαρτον, ἀλλ' ὅτι οὐκ ἐκ πίστεως· οὐ γὰρ ἐπίστευσεν, ὅτι καθαρόν ἐστιν, ἀλλ' ὡς ἀκαθάρτου ἥψατο.∆ ιὰ δὲ τούτων δείκνυσιν αὐτοῖς καὶ τὴν βλάβην ὅσην ἐργάζονται, ἀναγκάζοντες καὶ µὴ πείθοντες ἅπτεσθαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων εἶναι, ἵνα κἂν διὰ τοῦτο ἀπόσχωνται τοῦ ἐπιπλήττειν. Πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁµαρτία. Ὅταν γὰρ µὴ θαῤῥῇ, φησὶ, µηδὲ πιστεύῃ ὅτι καθαρὸν, πῶς οὐχ ἥµαρτε; Ταῦτα δὲ πάντα περὶ τῆς προκειµένης ὑποθέσεως εἴρηται τῷ Παύλῳ, οὐ περὶ πάντων. Καὶ σκόπει πόσην ποιεῖται τοῦ µὴ σκανδαλίζειν πρόνοιαν· καὶ γὰρ ἀνωτέρω ἔλεγεν· Εἰ δὲ διὰ βρῶµα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Εἰ δὲ λυπεῖν οὐ δεῖ, πολλῷ µᾶλλον σκανδαλίζειν οὐ δεῖ. Καὶ πάλιν, Μὴ ἕνεκεν βρώµατος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Εἰ γὰρ ἐκκλησίαν κατασκάψαι χαλεπὸν καὶ ἀνόσιον, πολλῷ µᾶλλον ναὸν πνευµατικόν· καὶ γὰρ καὶ ἄνθρωπος ἐκκλησίας σεµνότερον. Οὐ γὰρ διὰ τοὺς τοίχους ὁ Χριστὸς ἀπέθανεν, ἀλλὰ διὰ τοὺς ναοὺς τούτους. Πάντοθεν τοίνυν τὰ καθ' ἑαυτοὺς περισκοπῶµεν, καὶ µηδὲ µικρὰν µηδενὶ παρέχωµεν λαβήν. Καὶ γὰρ στάδιον ὁ παρὼν βίος, καὶ µυρίους πάντοθεν ὀφθαλµοὺς ἔχειν δεῖ, µηδὲ νοµίζειν ἀρκεῖν εἰς ἀπολογίαν τὴν ἄγνοιαν. Ἔστι γὰρ, ἔστι καὶ ἀγνοίας δοῦναι δίκην, ὅταν ἡ ἄγνοια ἀσύγγνωστος ᾖ· ἐπεὶ καὶ Ἰουδαῖοι ἠγνόησαν, ἀλλ' οὐ συγγνώµης ἄξια ἠγνόησαν· καὶ Ἕλληνες ἠγνόησαν, ἀλλ' ἀπολογίαν οὐκ ἔχουσιν, Ὅταν µὲν γὰρ ταῦτα ἀγνοῇς ἃ µὴ δυνατὸν εἰδέναι, οὐδὲν ἔγκληµα ὑποστήσῃ· ὅταν δὲ τὰ ῥᾴδια καὶ δυνατὰ γνωσθῆναι, τὴν ἐσχάτην δώσεις δίκην. Ἄλλως δὲ, ἂν µὴ σφόδρα ὦµεν ἀναπεπτωκότες, ἀλλὰ τὰ παρ' ἑαυτῶν συνεισενέγκωµεν ἅπαντα, καὶ ἐν τοῖς ἀγνοουµένοις χεῖρα ἡµῖν ὁ Θεὸς ὀρέξει· ὃ καὶ Φιλιππησίοις ἔλεγε Παῦλος· Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑµῖν ἀποκαλύψει. Ὅταν δὲ µηδὲ ὧν ἐσµεν κύριοι, βουλώµεθα ἀνύειν, οὐδὲ ἐκείνης ἀπολαύσοµεν τῆς συµµαχίας· ὃ καὶ ἐπὶ Ἰουδαίων γέγονε.∆ ιὰ γὰρ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, φησὶν, ὅτι βλέποντες οὐ βλέπουσι. Πῶς βλέποντες οὐκ ἔβλεπον; Ἑώρων δαίµονας ἐλαυνοµένους, καὶ ἔλεγον,∆ αιµόνιον ἔχει· ἑώρων νεκροὺς ἐγειροµένους, καὶ οὐ προσεκύνουν, ἀλλ' ἀνελεῖν αὐτὸν ἐπεχείρουν. Ἀλλ' οὐχ ὁ Κορνήλιος τοιοῦτος.∆ ιά τοι τοῦτο, ἐπειδὴ πάντα τὰ παρ' ἑαυτοῦ µετὰ σπουδῆς ἔπραττε, καὶ τὸ λεῖπον αὐτῷ προσέθηκεν ὁ Θεός. Μὴ τοίνυν λέγε, Πῶς τὸν δεῖνα ἄπλαστον ὄντα καὶ χρηστὸν περιεῖδεν ὁ Θεὸς, Ἕλληνα ὄντα; Πρῶτον µὲν γὰρ, εἴ τις ἄπλαστος, οὐκ ἀνθρώποις δυνατὸν εἰδέναι, ἀλλὰ τῷ πλάσαντι κατὰ µόνας τὰς καρδίας· ἔπειτα κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐκ ἐφρόντισε πολλάκις οὐδὲ ἐσπούδασε. Καὶ πῶς, φησὶν, ἠδύνατο, σφόδρα ἄπλαστος ὤν; Οὐκοῦν τὸν ἁπλοῦν τοῦτον καὶ ἀφελῆ σκόπει µοι, καὶ καταµάνθανε ἐπὶ τῶν βιωτικῶν, καὶ ὄψει πολλὴν ἀκρίβειαν ἐπιδεικνύµενον, ἣν εἴ γε ἐβούλετο καὶἐπὶ τῶν πνευµατικῶν ἐπιδείκνυσθαι, οὐκ ἂν παρώφθη· καὶ γὰρ ἡλίου φανότερα τὰ τῆς ἀληθείας. Καὶ ὅπουπερ ἂν ἀφίκηταί τις, ῥᾳδίως ἐπιλήψεται τῆς ἑαυτοῦ σωτηρίας, εἴ γε βουληθείη προσέχειν καὶ µὴ πάρεργον τοῦτο ἡγεῖσθαι. Μὴ γὰρ ἐν Παλαιστίνῃ τὰ πράγµατα συνεκλείσθη; µὴ γὰρ ἐν γωνίᾳ µικρᾷ τῆς οἰκουµένης; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, ὅτι Πάντες εἰδήσουσί µε ἀπὸ µικροῦ ἕως µεγάλου; οὐχ ὁρᾷς τὰ πράγµατα ἀληθεύοντα; Πῶς οὖν ἂν ἔχοιεν οὗτοι συγγνώµην, ὁρῶντες τὸ δόγµα τῆς ἀληθείας ἐκτεταµένον, καὶ µὴ περιεργαζόµενοι µηδὲ φροντίζοντες µαθεῖν;
26.4
Καὶ ταῦτα παρὰ ἀγροίκου καὶ βαρβάρου, φησὶν, ἀπαιτεῖς; Οὐ παρὰ ἀγροίκου καὶ βαρβάρου µόνον, ἀλλὰ καὶ εἴ τις τῶν νῦν ὄντων βαρβαρικώτερος. Τίνος γὰρ ἕνεκεν, εἰπέ µοι, ἐπὶ µὲν τῶν βιωτικῶν καὶ ἀντειπεῖν οἶδεν ἀδικούµενος, καὶ ἀντιστῆναι βιαζόµενος, καὶ πάντα ποιεῖ καὶ πραγµατεύεται, ὥστεµηδὲ µικρὸν ἐπηρεασθῆναί ποτε· ἐπὶ δὲ τῶν πνευµατικῶν οὐ κέχρηται τῇ αὐτῇ ταύτῃ συνέσει; καὶ ὅταν µὲν λίθον προσκυνῇ καὶ θεὸν ἡγεῖται, καὶ ἑορτὰς ἐπιτελῇ, καὶ χρήµατα δαπανᾷ, καὶ πολὺν ἐπιδείκνυται φόβον, καὶ οὐδαµοῦ ῥᾴθυµος ἀπὸτῆς ἀφελείας γίνεται· ὅταν δὲ τὸν ὄντως ὄντα Θεὸν ἐπιζητῆσαι δέῃ, τότε µοι ἀφελείας καὶ ἁπλότητος µέµνησαι; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· ῥᾳθυµίας γὰρ µόνης τὰ ἐγκλήµατα. Τίνας γὰρ ἁπλουστέρους καὶ ἀγροικοτέρους εἶναι νοµίζεις, τοὺς ἐπὶ τοῦ Ἀβραὰµ ἢ τοὺς νῦν; Εὔδηλον ὅτι ἐκείνους. Πότε δὲ εὐκολώτερον εἶναι τὴν εὐσέβειαν εὑρεῖν, νῦν ἢ τότε; Εὔδηλον ὅτι νῦν. Νῦν µὲν γὰρ παρὰ πᾶσι καὶ τοῦ Θεοῦ τὸ ὄνοµα βεβόηται, καὶ προφῆται ἀνεκήρυξαν, καὶ τὰ πράγµατα ἐξέβη, καὶ τὰ Ἑλλήνων ἐλήλεγκται· τότε δὲ ἔτι ἀδιδάκτως εἶχον οἱ πλείους, καὶ ἡ ἁµαρτία ἐκράτει, καὶ οὔτε νόµος ἦν παιδεύων, οὐ προφήτης, οὐ θαύµατα, οὐ διδασκαλία, οὐ τὸ πλῆθοςτῶν γινωσκόντων, οὐκ ἄλλο τοιοῦτον οὐδὲν, ἀλλ' ὡς ἐν σκότῳ βαθεῖ καὶ ἀσελήνῳ καὶ χειµερίῳ νυκτὶ τὰ πράγµατα διέκειντο ἅπαντα. Ἀλλ' ὅµως ὁ θαυµαστὸς ἐκεῖνος καὶ γενναῖος ἀνὴρ, καὶ τοσούτων ὄντων κωλυµάτων, καὶ τὸν Θεὸν ἐπέγνω, καὶ τὴν ἀρετὴν ἤσκησε, καὶ πολλοὺς εἰς τὸνἴσον ἤγαγε ζῆλον, καὶ ταῦτα οὐδὲ τῆς ἔξωθεν σοφίας ἔµπειρος ὤν· πῶς γὰρ, ὅπου γε οὐδὲ γράµµατα ἦν εὑρεθέντα πώποτε; Ἀλλ' ὅµως ἐπειδὴ τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, καὶ ὁ Θεὸς τὰ ἑαυτοῦ λοιπὸν συνεισήνεγκεν. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι παρὰ πατέρων ἐδέξατο τὴν εὐσέβειαν ὁ Ἀβραάµ· καὶ γὰρ εἰδωλολάτρης ἦν ἐκεῖνος· ἀλλ' ὅµως καὶ προγόνων γενόµενος τοιούτων, καὶ βάρβαρος ὢν καὶ ἐν µέσῳ βαρβάρων τραφεὶς, καὶ διδάσκαλον οὐδένα σχὼν εὐσεβείας, καὶ τὸνΘεὸν ἐπέγνω, καὶ τῶν ἐκγόνων τῶν ἑαυτοῦ πάντων τῶν καὶ νόµου καὶ προφητῶν ἀπολελαυκότων τοσοῦτον ηὐδοκίµησε µᾶλλον, ὅσον οὐδὲ ἔστιν εἰπεῖν. Τί δήποτε; Ὅτι ἐν µὲν τοῖς βιωτικοῖς οὐ σφόδρα ἦν µεµεριµνηµένος, ἐν δὲ τοῖς πνευµατικοῖς ὅλον ἑαυτὸν συνέτεινε. Τί δὲ ὁ Μελχισεδέκ; οὐχὶ καὶ αὐτὸς κατ' ἐκείνους τοὺς χρόνους ἐγένετο, καὶ τοσοῦτον ἔλαµψεν, ὡς καὶ ἱερεὺς τοῦ Θεοῦ χρηµατίσαι; Καὶ γὰρ ἀµήχανον, καὶ σφόδρα ἀµήχανον, τὸν νήφοντα περιοφθῆναί ποτε. Μηδὲ ταῦτα ὑµᾶς θορυβείτω· ἀλλ' εἰδότες, ὅτι πανταχοῦ τῆς γνώµης ἐστι τὸ κῦρος, τὰ ἡµέτερα αὐτῶν περισκοπῶµεν, ὅπως γενοίµεθα βελτίους. Μὴ τὸν Θεὸν ἀπαιτῶµεν εὐθύνας, µηδὲ ἐξετάζωµεν, διὰ τί τὸν δεῖνα εἴασε, καὶ τὸν δεῖνα ἐκάλεσε. Καὶ γὰρ ταυτὸν ποιοῦµεν, οἷον ἂν εἴ τις οἰκέτης προσκεκρουκὼς περιεργάζοιτο τὴν οἰκονοµίαν τοῦ δεσπότου. Ἄθλιε καὶ ταλαίπωρε, δέον φροντίζειν ὑπὲρ τῶν σῶν εὐθυνῶν, καὶ πῶς καταλλάξεις τὸν δεσπότην, εὐθύνας ἀπαιτεῖς ὧν σὺ µέλλεις παρέξειν εὐθύνας; ἐκεῖνα παρατρέχεις, ὧν µέλλεις δοῦναι δίκην; Τί οὖν πρὸς τὸν Ἕλληνα εἴπω, φησί; Ταῦτα τὰ εἰρηµένα. Καὶ σκόπει µὴ τί εἴπῃς πρὸς τὸν Ἕλληνα µόνον, ἀλλὰ καὶ πῶς αὐτὸν διορθώσῃ. Ὅταν σου τὸν βίον ἐξετάζων σκανδαλίζηται ἐκεῖθεν, ἐνταῦθα φρόντισον τί εἴπῃς. Ὑπὲρ µὲν γὰρ ἐκείνου, κἂν σκανδαλίζηται, σὺ λόγον οὐ δώσεις· ἀπὸ δὲ τοῦ βίου τοῦ σοῦ ἐὰν βλαβῇ, κίνδυνον ὑποστήσῃ τὸν ἔσχατον. Ὅταν ἴδῃ σε περὶ βασιλείας φιλοσοφοῦντα, καὶ πρὸς τὰ παρόντα ἐπτοηµένον, καὶ περὶ γεέννης δεδοικότα, καὶ τὰ ἐνταῦθα τρέµοντα δεινὰ, τότε φρόντισον. Ὅταν ταῦτα ὁρῶν ἐγκαλῇ, καὶ λέγῃ· Εἰ βασιλείας ἐρᾷς, τί τῶν παρόντων οὐχ ὑπερορᾷς; εἰ δικαστήριον προσδοκᾷς φοβερὸν, τί τῶν ἐνταῦθα δεινῶν οὐ καταφρονεῖς; εἰ ἀθανασίαν ἐλπίζεις, τί τοῦ θανάτου οὐ καταγελᾷς; ὅταν ταῦτα λέγῃ, µερίµνησον τί ἀπολογήσῃ. Ὅταν ἴδῃ σε τρέµοντα ζηµίαν χρηµάτων τὸν τοὺς οὐρανοὺς προσδοκῶντα, καὶ περιχαρῆ γενόµενον ὑπὲρ ἑνὸς ὀβολοῦ, καὶ τὴν ψυχὴν πάλιν προέµενονὑπὲρ ἀργυρίου ὀλίγου, τότε φρόντισον· ταῦτα γάρ ἐστι, ταῦτα τὰ τὸν Ἕλληνα σκανδαλίζοντα. Ὥστε εἰ φροντίζεις σεαυτοῦ τῆς σωτηρίας, ὑπὲρ τούτων ἀπολογοῦ, µὴ διὰ ῥηµάτων, ἀλλὰ διὰ πραγµάτων.∆ ι' ἐκεῖνο µὲν γὰρ τὸ ζήτηµα οὐδείς ποτε ἐβλασφήµησε τὸν Θεὸν, διὰ δὲ τὸν πονηρὸν βίον µυρίαι πανταχοῦ βλασφηµίαι. Τοῦτο τοίνυν διόρθου· ἐπεὶ πάλιν ἐρεῖ σοι ὁ Ἕλλην· Πόθεν µάθω, ὅτι δυνατὰ ἐπέταξεν ὁ Θεός; ἰδοὺ γὰρ σὺ Χριστιανὸς ὢν ἐκ προγόνων καὶ ἐντρεφόµενος τῇ καλῇ ταύτῃ θρησκείᾳ, οὐδὲν τοιοῦτον ποιεῖς. Τί οὖν ἐρεῖς; Πάντως ἐρεῖς, ὅτι∆ είξω σοι ἑτέρους ποιοῦντας, µοναχοὺς ἐν ἐρηµίαις καθηµένους. Εἶτα οὐκ αἰσχύνῃ Χριστιανὸς µὲν εἶναι ὁµολογῶν, πρὸς δὲ ἑτέρους πέµπων, ὡς οὐ δυνάµενος δεῖξαι, ὅτι τὰ Χριστιανῶν ἐπιδείκνυσαι; Καὶ γὰρ καὶ ἐκεῖνος εὐθέως ἐρεῖ· Οὐκοῦν ποία µοι ἀνάγκη βαδίζειν ἐπὶ τὰ ὄρη, καὶ τὰς ἐρηµίας διώκειν; Εἰ γὰρ µὴ δυνατὸν ἐν µέσαις στρεφόµενον πόλεσι φιλοσοφεῖν, πολλὴ τῆς πολιτείας ταύτης ἡ κατηγορία γένοιτ' ἂν, εἰ µέλλοιµεν τὰς πόλεις ἐκλιπόντες, ἐπὶ τὰς ἐρήµους τρέχειν. Ἀλλὰ δεῖξόν µοι ἄνθρωπον γυναῖκα ἔχοντα καὶ παιδία καὶ οἰκίαν, καὶ φιλοσοφοῦντα. Τί οὖν πρὸς ταῦτα ἐροῦµεν; οὐκ ἀνάγκη κάτω κύπτειν καὶ αἰσχύνεσθαι; Οὐδὲ γὰρ ὁ Χριστὸς οὕτως ἐκέλευσεν· ἀλλὰπῶς; Λαµψάτω τὸ φῶς ὑµῶν ἔµπροσθεν τῶν ἀνθρώπων, οὐχὶ τῶν ὀρῶν οὐδὲ τῆς ἐρηµίας καὶ τῆς ἀβάτου. Καὶ ταῦτα λέγω, οὐ κακίζων τοὺς κατειληφότας τὰ ὄρη, ἀλλὰ θρηνῶν τοὺς κατοικοῦντας τὰς πόλεις, ὅτι τὴν ἀρετὴν ἐντεῦθεν ἐξήλασαν.∆ ιὸ, παρακαλῶ, τὴν φιλοσοφίαν τὴν ἐκεῖθεν καὶ ἐνταῦθα εἰσαγάγωµεν, ἵνα αἱ πόλεις γένωνται πόλεις· ταῦτα τὸν Ἕλληνα ὀρθῶσαι δύναται, ταῦτα ἀπαλλάξαι µυρίων σκανδάλων. Ὥστε, εἰ βούλει κἀκεῖνον ἐλευθερῶσαι σκανδάλου, καὶ αὐτὸς µυρίων ἀπολαῦσαι µισθῶν, τὸν βίον διόρθου τὸν σαυτοῦ, καὶ πάντοθεν ἀπολάµπεινποίει, Ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα ὑµῶν, καὶ δοξάζωσι τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Οὕτω γὰρ καὶ ἡµεῖς τῆς ἀποῤῥήτου ἐκείνης καὶ µεγάλης ἀπολαυσόµεθα δόξης· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note