Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
27.0
Τῷ δὲ δυναµένῳ ὑµᾶς στηρίξαι κατὰ τὸ εὐαγγέ λιόν µου καὶ τὸ κήρυγµα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν µυστηρίου χρόνοις αἰωνίοις σεσιγηµένου, φανερωθέντος δὲ νῦν διὰ Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνω ρισθέντος· µόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χρι στοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀµήν.
27.1
Ἔθος ἀεὶ τῷ Παύλῳ εἰς εὐχὰς καὶ δοξολογίας κατακλείειν τὴν παραίνεσιν· οἶδε γὰρ οὐ µικρὰν τὸ πρᾶγµα ἔχον ῥοπήν. Τοῦτο δὲ ἀπὸ φιλοστοργίας καὶ εὐλαβείας ποιεῖν εἴωθε. Καὶ γὰρ φιλόπαιδος καὶ φιλοθέου διδασκάλου τὸ µὴ µόνον λόγῳ παιδεύειν, ἀλλὰ καὶ δι' εὐχῶν τὴν παρὰ τοῦ Θεοῦ συµµαχίαν τοῖς διδασκοµένοις εἰσάγειν· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Ἡ δὲ ἀκολουθία αὕτη ἐστί· Τῷ δὲ δυναµένῳ ὑµᾶς στηρίξαι δόξα εἰς τοὺς αἰῶνας. Ἀµήν. Πάλιν γὰρ ἐκείνων ἔχεται τῶν ἀσθενῶν, καὶ πρὸς αὐτοὺς τρέπει τὸν λόγον. Ὅτε µὲν γὰρ ἐπετίµα, κοινὴν ἐποιεῖτο τὴν ἐπιτίµησιν· νυνὶ δὲ εὐχόµενος, ὑπὲρ τούτων τίθησι τὴν ἱκετηρίαν. Εἰπὼν δὲ, Στηρίξαι, ἐπάγει καὶ κατὰ ποῖον τρόπον· Κατὰ τὸ εὐαγγέλιόν µου. Τοῦτο δὲ δηλοῦντος ἦν, ὅτι οὔπω ἦσαν βεβαιωθέντες, ἀλλ' ἑστήκεσαν µὲν, ἐσαλεύοντο δέ. Εἶτα ποιῶν τὸν λόγον ἀξιόπιστον, ἐπήγαγε, Καὶ τὸ κήρυγµα Ἰησοῦ Χριστοῦ· τουτέστιν ὃ αὐτὸς ἐκήρυξεν. Εἰ δὲ αὐτὸς ἐκήρυξεν, οὐχ ἡµέτερα τὰ δόγµατα, ἀλλ' ἐκείνου οἱ νόµοι. Φιλοσοφῶν δὲ λοιπὸν καὶ περὶ τοῦ κηρύγµατος, δείκνυσιν ὅτι πολλῆς εὐεργεσίας τοῦτο τὸ δῶρον, καὶ πολλῆς τῆς τιµῆς. Καὶ πρῶτον µὲν ἀπὸ τοῦ καταγγείλαντος τοῦτο κατασκευάζει, ἔπειτα καὶ ἀπ' αὐτῶν τῶν καταγγελθέντων· εὐαγγέλια γὰρ ἦν. Πρὸς τούτοις, ἀπὸ τοῦ µηδενὶ γνωρίσαι πρὸ ἡµῶν. Τοῦτο γοῦν ᾐνίξατο εἰπὼν, Κατὰ ἀποκάλυψιν µυστηρίου· ὅπερ µεγίστης φιλίας σηµεῖόν ἐστι, τὸ µυστη ρίων ποιεῖν κοινωνοὺς, καὶ µηδένα πρὸ ἡµῶν. Χρόνοις αἰωνίοις σεσιγηµένου, φανερωθέντος δὲ νῦν. Πάλαι µὲν γὰρ προώριστο, ἐφάνη δὲ νῦν. Πῶς ἐφάνη;∆ ιὰ Γραφῶν προφητικῶν. Ἐνταῦθα πάλιν ἐκλύει τὸν φόβον τοῦ ἀσθενοῦς. Τί γὰρ δέδοικας; µὴ ἀποστῇς τοῦ νόµου; Τοῦτο βούλεται ὁ νόµος, τοῦτο ἄνωθεν προὔλεγεν. Εἰ δὲ καὶ ἐξετάζεις διὰ τί νῦν ἐφανερώθη, οὐκ ἀσφαλὲς πρᾶγµα ποιεῖς, µυστήρια Θεοῦ περιεργαζόµενος, καὶ εὐθύνας ἀπαιτῶν· οὐδὲ γὰρ πολυπραγµονεῖν τὰ τοιαῦτα δεῖ, ἀλλ' ἀγαπᾷν καὶ στέργειν.∆ ιὸ καὶ αὐτὸς ἐπιστοµίζων τὴν τοιαύτην γνώµην ἐπήγαγε, Κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως. Ὑπακοῆς γὰρ ἡ πίστις δεῖται, οὐ πολυπραγµοσύνης· καὶ ὅταν Θεὸς ἐπιτάττῃ, πείθεσθαι, οὐ περιεργάζεσθαι χρή. Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς παραθαῤῥύνει λέγων· Εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. Οὐ γὰρ σὺ µόνος, ἀλλ' ἡ οἰκουµένη πᾶσα οὕτω πιστεύει, οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν λαβοῦσα διδάσκαλον.∆ ιὸ καὶ ἐπήγαγε,∆ ιὰ Ἰησοῦ Χριστοῦ. Οὐκ ἐγνωρίσθη δὲ µόνον, ἀλλὰ καὶ ἐβεβαιώθη· ἀµφότερα δὲ αὐτοῦ ἔργα.∆ ιὸ καὶ οὕτως ἀναγνωστέον, Τῷ δὲ δυναµένῳ ὑµᾶς στηρίξαι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ γὰρ, ὅπερ εἶπον, ἀµφότερα αὐτῷ ἀνατίθησι· µᾶλλον δὲ οὐκ ἀµφότερα µόνον, ἀλλὰ καὶ τὴν δόξαν τὴν εἰς τὸν Πατέρα.∆ ιὸ καὶ ἔλεγεν· Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀµήν.∆ οξάζει δὲ πάλιν τὸ ἀκατάληπτον τῶν µυστηρίων τούτων ἐκπληττόµενος. Οὐδὲ γὰρ νῦν ὅτε ἐφάνη, λογισµοῖς αὐτὰ καταλαβεῖν δυνατὸν, ἀλλὰ διὰ πίστεως εἰδέναι χρὴ, ἄλλως δὲ οὐκ ἔνι. Καλῶς εἶπε, Μόνῳ σοφῷ Θεῷ. Ὅταν γὰρ ἐννοήσῃς πῶς τὰ ἔθνη εἰσήγαγε καὶ ἀνεκέρασε τοῖς πάλαι κατωρθωκόσι, πῶς ἀπεγνωσµένους ἔσωσε, πῶς τῆς γῆς ἀναξίους ὄντας εἰςοὐρανοὺς ἀνήγαγε, καὶ τῆς παρούσης ζωῆς ἐκπεπτωκότας εἰς τὴν ἀθάνατον ἐκείνην καὶ ἀπόῤῥητον εἰσήγαγε, καὶ ὑπὸ δαιµόνων πατουµένους ἀγγέλοιςἐφαµίλλους ἐποίησε, καὶ παράδεισον ἠνέῳξε, καὶ τὰ παλαιὰ ἅπαντα κακὰ ἔλυσε, καὶ ταῦτα ἐν χρόνῳ βραχεῖ, καὶ δι' ὁδοῦ ῥᾳδίας καὶ συντοµωτάτης· τότε γνώσῃ τὴν σοφίαν, ὅταν ἴδῃς, ὃ µήτε ἄγγελοι µήτε ἀρχάγγελοι ᾔδεσαν, τοῦτο ἐξαίφνης τοὺς ἐξ ἐθνῶν µεµαθηκότας διὰ τοῦ Ἰησοῦ.∆ έον οὖν θαυµάζειν αὐτοῦ τὴν σοφίαν, καὶ δοξάζειν αὐτόν· σὺ δὲ περὶ µικρὰ στρέφῃ, τῇ σκιᾷ προσεδρεύων ἔτι· ὅπερ οὐ σφόδρα ἐστὶ δοξάζοντος. Ὁ γὰρ µὴ θαῤῥῶν αὐτῷ, µηδὲ τῇ πίστει πεποιθὼς, οὐ µαρτυρεῖ τῷ µεγέθει τῶν γενοµένων. Ἀλλ' αὐτὸς τὴν ὑπὲρ ἐκείνων δόξαν ἀνήνεγκε, κἀκείνους εἰς τὸν αὐτὸν ζῆλον ἐνάγων. Ὅταν δὲ ἀκούσῃς αὐτοῦ λέγοντος, Μόνῳ σοφῷ Θεῷ, µὴ πρὸς ἀθέτησιν τοῦ Υἱοῦ νόµιζε τοῦτο λέγεσθαι. Εἰ γὰρ ἅπαντα ταῦτα, ἀφ' ὧν ἡ σοφία αὐτοῦ δείκνυται, διὰ Χριστοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ οὐδὲ ἓν γέγονεν, εὔδηλον ὅτι καὶ τὰ τῆς σοφίας ἴσα. Τίνος οὖν ἕνεκεν Μόνῳ εἴρηκε; Πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως ἁπάσης. Ἀποδοὺς τοίνυν τὴν δοξολογίαν, πάλιν ἀπὸ τῆς εὐχῆς ἐπὶ παραίνεσιν χωρεῖ, πρὸς τοὺς ἰσχυροτέρους τρέπων τὸν λόγον, καὶ λέγων οὕτως· Ὀφείλοµεν δὲ ἡµεῖς οἱ δυνατοί. Ὀφείλοµεν, οὐ χαριζόµεθα. Τί ὀφείλοµεν; Τὰ ἀσθενήµατα τῶν ἀδυνάτων βαστάζειν.
27.2
Εἶδες πῶς ἐπῆρεν αὐτοὺς τοῖς ἐγκωµίοις, οὐχὶ τῷ δυνατοὺς µόνον εἰπεῖν, ἀλλὰ καὶ τῷ µεθ' ἑαυτοῦ τάξαι ἐκείνους; Οὐ ταύτῃ δὲ µόνον, ἀλλὰ καὶ τῷ χρησίµῳ πάλιν αὐτοὺς ἐπισπᾶται, καὶ ἀνεπαχθῶς· σὺ µὲν γὰρ δυνατὸς εἶ, φησὶ, καὶ καταβαίνων οὐδὲν βλάπτῃ· ἐκείνῳ δὲ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος, ἂν µὴ διαβαστάζηται. Καὶ οὐκ εἶπε, Τοὺς ἀσθενεῖς, ἀλλὰ, Τὰ ἀσθενήµατα τῶν ἀδυνάτων, εἰς ἔλεον αὐτῶν ἐπισπώµενος καὶ ἐπικαλῶν· ὡς καὶ ἀλλαχοῦ φησιν, Ὑµεῖς οἱ πνευµατικοὶ καταρτίζετε τὸν τοιοῦτον.∆ υνατὸς γέγονας; Ἀπόδος τῷ Θεῷ τὴν ἀµοιβὴν τῷ ποιήσαντί σε τοιοῦτον· ἀποδώσεις δὲ, τὴν ἀσθένειαν τοῦ ἀῤῥώστου διορθούµενος. Καὶ γὰρ καὶ ἡµεῖς ἀσθενεῖς ἦµεν, ἀλλ' ὑπὸ τῆς χάριτος ἐγενόµεθα δυνατοί. Τοῦτο δὲ οὐκ ἐνταῦθα δεῖ µόνον ποιεῖν, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλως ἀσθενούντων· οἷον ἂν ἀκρόχολός τις ᾖ, ἂν ὑβριστὴς, ἂν ἄλλο τι ἔχων τοιοῦτον ἐλάττωµα, διαβάσταζε. Πῶς δὲ τοῦτο γένοιτ' ἂν, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γὰρ, Ὀφείλοµεν βαστάζειν, ἐπήγαγε, Καὶ µὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος ὑµῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν, πρὸς οἰκοδοµήν. Ὃ δὲ λέγει, τοῦτό ἐστι·∆ υνατὸς εἶ; Λαµβανέτω σου πεῖραν τῆς δυνάµεως ὁ ἀσθενής· ἐκεῖνος µανθανέτω σου τὴν ἰσχὺν, ἐκείνῳ ἄρεσον. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἄρεσον, ἀλλ', Εἰς τὸ ἀγαθόν· καὶ οὐδὲ ἁπλῶς εἰς τὸ ἀγαθὸν, ἵνα µὴ λέγῃ ὁ τέλειος, Ἰδοὺ γὰρ εἰς τὸ ἀγαθὸν ἕλκω, ἀλλὰ προσέθηκε, Πρὸς οἰκοδοµήν. Ὥστε κἂν πλουτῇς, κἂν ἐν δυναστείᾳ ᾖς, µὴ σαυτῷ, ἀλλὰ τῷ πένητι καὶ τῷ δεοµένῳ ἄρεσκε· οὕτω γὰρ καὶ δόξης ἀπολαύσῃ τῆς ἀληθοῦς, καὶ ὠφέλειαν ἐργάσῃ πολλήν. Ἡ µὲν γὰρ τῶν βιωτικῶν δόξα εὐθέως ἀφίπταται· ἡ δὲ τῶν πνευµατικῶν µένει, ἂν πρὸς οἰκοδοµὴν τοῦτο ποιῇς.∆ ιὸ παρὰ πάντων τοῦτο ἀπαιτεῖ· οὐ γὰρ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' Ἕκαστος ὑµῶν. Εἶτα ἐπειδὴ µέγα ἐπέταξε, καὶ τῆς οἰκείας ἐκέλευσε καθυφεῖναι τελειότητος εἰς τὸ διορθῶσαι τὴν ἑτέρου ἀσθένειαν, πάλιν τὸν Χριστὸν εἰσάγει µέσον λέγων· Καὶ γὰρ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ὅπερ καὶ ἀεὶ ποιεῖ. Καὶ γὰρ ὅτε περὶ ἐλεηµοσύνης ἔλεγεν, αὐτὸν παρήγαγε, λέγων· Γινώσκετε τὴν χάριν τοῦ Κυρίου, ὅτι δι' ἡµᾶς ἐπτώχευσε πλούσιος ὤν· καὶ ὅτε εἰς ἀγάπην προὔτρεπεν, ἐκεῖθεν προὔτρεψεν, εἰπών· Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡµᾶς· καὶ ὅτε περὶ τοῦ φέρειν αἰσχύνην καὶ κινδύνους συνεβούλευεν, ἐπ' αὐτὸν κατέφυγε, λέγων· Ὃς ἀντὶ τῆς προκειµένης αὐτῷ χαρᾶς ὑπέµεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Οὕτω καὶ ἐνταῦθα δείκνυσι καὶ αὐτὸν τοῦτο ποιήσαντα, καὶ τὸν προφήτην ἄνωθεν προαναφωνήσαντα· διὸ καὶ ἐπήγαγε, Καθὼς γέγραπται, Οἱ ὀνειδισµοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐµέ. Τί δέ ἐστιν, Οὐχ ἑαυτῷ ἤρεσεν; Ἐξῆν αὐτῷ µὴ ὀνειδισθῆναι, ἐξῆν µὴ παθεῖν ἅπερ ἔπαθεν, εἴ γε ἤθελε τὸ ἑαυτοῦ σκοπεῖν· ἀλλ' ὅµως οὐκ ἠθέλησεν, ἀλλὰ τὸ ἡµέτερον σκοπήσας, τὸ ἑαυτοῦ παρεῖδε. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἑαυτὸν ἐκένωσεν; Ὅτι οὐ τοῦτο ἐβούλετο δεῖξαι µόνον, ὅτι ἄνθρωπος γέγονεν, ἀλλ' ὅτι καὶ ὑβρίσθη, καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δόξαν, ἀσθενὴς εἶναι νοµισθείς. Εἰ γὰρ Υἱὸς εἶ, φησὶ, τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ· καὶ, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.∆ ιὸ πράγµατος ἐµνηµόνευσε χρησιµεύοντος αὐτῷ εἰς τὴν παροῦσαν ὑπόθεσιν, καὶ δείκνυσι πολλῷ πλέον οὗ ἐπηγγείλατο. Οὐ γὰρ τὸν Χριστὸν δείκνυσιν ὀνειδισθέντα µόνον, ἀλλὰ καὶ τὸν Πατέρα· Οἱ ὀνειδισµοὶ γὰρ τῶν ὀνειδιζόντων σε ἐπέπεσον, φησὶν, ἐπ' ἐµέ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδὲν συνέβη καινὸν, οὐδὲν ξένον. Οἱ γὰρ ἐπὶ τῆς Παλαιᾶς ὀνειδίζειν αὐτῷ µελετήσαντες, οὗτοι καὶ κατὰ τοῦ Παιδὸς ἐµάνησαν. Ταῦτα δὲ ἐγράφη, ἵνα µιµώµεθα. Ἐνταῦθα αὐτοὺς καὶ εἰς πειρασµῶν ὑποµονὴν ἀλείφει λοιπόν· Ὅσα γὰρ προεγράφη, φησὶν, εἰς διδασκαλίαν ἡµῶν προεγράφη· ἵνα διὰ τῆς ὑποµονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωµεν, τουτέστιν, ἵνα µὴ ἐκπέσωµεν. Ποικίλοι γὰρ οἱ ἀγῶνες ἔσωθεν, ἔξωθεν, ἵνα νευρούµενοι καὶ παρακαλούµενοι παρὰ τῶν Γραφῶν, ὑποµονὴν ἐπιδειξώµεθα, ἵνα ἐν ὑποµονῇ ζῶντες, µένωµεν ἐπὶ τῆς ἐλπίδος. Ταῦτα γὰρ ἀλλήλων ἐστὶ κατασκευαστικὰ, ἡ ὑποµονὴ τῆς ἐλπίδος, ἡ ἐλπὶς τῆς ὑποµονῆς· ἅπερ ἀµφότερα ἀπὸ τῶν Γραφῶν γίνεται. Εἶτα πάλιν εἰς εὐχὴν περιτρέπει τὸν λόγον, λέγων· Ὁ δὲ Θεὸς τῆς ὑποµονῆς καὶ τῆς παρακλήσεως δῴη ὑµῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν. Ἐπειδὴ γὰρ εἶπε τὰ παρ' ἑαυτοῦ, καὶ τὰ ὑποδείγµατα ἐπήγαγε τοῦ Χριστοῦ, καὶ τὴν ἀπὸ τῶν Γραφῶν προσέθηκε µαρτυρίαν, δεικνὺς ὅτι µετὰ τῶν Γραφῶνκαὶ αὐτὸς πάλιν δίδωσι τὴν ὑποµονήν.∆ ιὰ τοῦτο ἔλεγεν, Ὁ δὲ Θεὸς τῆς ὑποµονῆς καὶ τῆς παρακλήσεως δῴη ὑµῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν. Τοῦτο γάρ ἐστιν ἀγάπης, ὃ περὶ ἑαυτοῦ τις φρονεῖ, τοῦτο καὶ περὶ τοῦ ἄλλου.
27.3
Εἶτα πάλιν δεικνὺς, ὅτι οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἐπήγαγε, Κατὰ Χριστὸν Ἰησοῦν· ὃ πανταχοῦ ποιεῖ, ἐπειδή ἐστι καὶ ἑτέρα ἀγάπη. Καὶ τί τὸ κέρδος τῆς συµφωνίας; Ἵνα ὁµοθυµαδὸν, φησὶν, ἐν ἑνὶ στόµατι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Οὐκ εἶπεν ἁπλῶς, Ἐν ἑνὶ στόµατι, ἀλλὰ καὶ µιᾷ ψυχῇ τοῦτο ποιεῖν ἐκέλευσεν. Εἶδες πῶς τὸ σῶµα ἥνωσεν ἅπαν, καὶ πῶς τὸν λόγον κατέκλεισε πάλιν εἰς δοξολογίαν; Ὅθεν καὶ ἐνάγει µάλιστα εἰς ὁµόνοιαν καὶ συµφωνίαν. Εἶτα πάλιν ἐντεῦθεν τῆς αὐτῆς παραινέσεως ἔχεται λέγων·∆ ιὸ προσλαµβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑµᾶς εἰς δόξαν Θεοῦ. Πάλιν τὸ παράδειγµα ἄνωθεν, καὶ τὸ κέρδος ἄφατον· µάλιστα γὰρ τὸν Θεὸν τοῦτο δοξάζει τὸ συµπεφράχθαι. Ὥστε κἂν ἀλγῶν ὑπὲρ αὑτοῦ διαστασιάζῃς πρὸς τὸν ἀδελφὸν, ἐννοήσας ὅτι καταλύσας τὴν ὀργὴν τὸν∆ εσπότην σου δοξάζεις, κἂν µὴ διὰ τὸν ἀδελφὸν, δι' αὐτὸ γοῦν τοῦτο καταλλάγηθι· µᾶλλον δὲ διὰ τοῦτο πρῶτον. Καὶ γὰρ ὁ Χριστὸς τοῦτο ἄνω καὶ κάτω στρέφει, καὶ τῷ Πατρὶ διαλεγόµενος ἔλεγεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι σύ µε ἀπέστειλας, ἐὰν ὦσιν ἕν. Πειθώµεθα τοίνυν, καὶ συνάπτωµεν ἑαυτοὺς ἀλλήλοις. Ἐνταῦθα γὰρ οὐκέτι τοὺς ἀσθενεῖς, ἀλλὰ πάντας διεγείρει. Κἂν βούληταί τις ἀποῤῥαγῆναί σου, µὴ καὶ σὺ ἀποῤῥαγῇς, µηδὲ τὸ ψυχρὸν ἐκεῖνο φθέγξῃ ῥῆµα, Ἐὰν φιλῇ µε, φιλῶ· ἐὰν µὴ φιλῇ µε ὁ δεξιὸς ὀφθαλµὸς, ἐξορύξω αὐτόν· σατανικὰ γὰρ τὰ ῥήµατα ταῦτα, καὶ τελωνῶν ἄξια, καὶ τῆς Ἑλλήνων µικροψυχίας. Σὺ δὲ ὁ πρὸς µείζονα κληθεὶς πολιτείαν, καὶ εἰς τοὺς οὐρανοὺς ἐγγραφεὶς, µειζόνων ὑπεύθυνος εἶ νόµων. Μὴ δὴ λέγε ταῦτα, ἀλλ' ὅταν σε µὴ βούληται φιλεῖν, τότε πλείονα ἐπιδείκνυσο τὴν ἀγάπην, ἵνα αὐτὸν ἐπισπάσῃ· καὶ γὰρ µέλος ἐστί· τὸ δὲ µέλος ὅταν ὑπό τινος ἀνάγκης ἀποσχίζηται τοῦ λοιποῦ σώµατος, πάντα ποιοῦµεν ὥστε ἑνῶσαι πάλιν αὐτὸ, καὶ πλείονα πρόνοιαν ἐπιδεικνύµεθα τότε. Καὶ γὰρ πλείων ὁ µισθὸς, ὅταν µὴ βουλόµενον φιλεῖν ἐφελκύσῃ. Εἰ γὰρ ἐπὶ ἀρίστου κελεύει καλεῖν τοὺς µὴ δυναµένους ἡµῖν ἀντιδοῦναι, ἵνα αὐξηθῇ τὰ τῆς ἀντιδόσεως· πολλῷ µᾶλλον ἐπὶ φιλίας τοῦτο δεῖ ποιεῖν. Ὁ µὲν γὰρ φιλούµενος καὶ φιλῶν ἀπέδωκέ σοι τὴν ἀµοιβήν· ὁ δὲ φιλούµενος καὶ µὴ φιλῶν, ἀνθ' ἑαυτοῦ τὸν Θεόν σοι χρεώστην κατέστησε· καὶ χωρὶς τούτων, ὅταν µὲν φιλῇ σε, οὐ πολλῆς δεῖται τῆς σπουδῆς· ὅταν δὲ µὴ φιλῇ, τότε σου χρείαν ἔχει τῆς ἀντιλήψεως. Μὴ τοίνυν τὴν αἰτίαν τῆς σπουδῆς αἰτίαν ποιοῦ ῥᾳθυµίας, µηδὲ λέγε, ὅτι Ἐπειδὴ νοσεῖ, διὰ τοῦτο αὐτοῦ ἀµελῶ· καὶ γὰρ νόσος ἐστὶν ἡ κατάψυξις τῆς ἀγάπης· ἀλλὰ σὺ θέρµανον τὸ καταψυχθέν. Τί οὖν ἐὰν µὴ θερµαίνηται, φησί; Μένε τὰ σαυτοῦ ποιῶν. Τί οὖν, ἂν µειζόνως διαστρέφηται; Πάλιν µείζονά σοι τὴν ἀντίδοσιν προξενεῖ, καὶ τοσοῦτον µᾶλλον δείκνυσι τοῦ Χριστοῦ µιµητήν. Εἰ γὰρ τὸ ἀγαπᾷν ἀλλήλους, γνώρισµα µαθητῶν· Ἐν τούτῳ γὰρ γνώσονται πάντες, φησὶν, ὅτι ἐµοὶ µαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· τὸ τὸν µισοῦντα φιλεῖν, ἐννόησον ἡλίκον. Καὶ γὰρ ὁ∆ εσπότης σου µισοῦντας ἐφίλει καὶ παρεκάλει· καὶ ὅσῳ ἀσθενεῖς ἦσαν, τοσούτῳ µᾶλλον αὐτῶν ἐπεµελεῖτο, καὶ ἐβόα λέγων, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Καὶ τραπέζης ἠξίου τῆς αὑτοῦ τελώνας καὶ ἁµαρτωλούς· καὶ ὅσην αὐτὸν ἠτίµασεν ἀτιµίαν ὁ τῶν Ἰουδαίων δῆµος, τοσαύτην περὶ αὐτοὺς ἐπεδείξατο τιµὴν καὶ κηδεµονίαν, µᾶλλον δὲ καὶ πολλῷ πλείονα. Τοῦτον καὶ σὺ ζήλωσον. Οὐδὲ γὰρ µικρόν ἐστι τὸ κατορθούµενον, ἀλλ' οὗ χωρὶς οὐδὲ ὁ µαρτυρῶν σφόδρα δύναται ἀρέσαι Θεῷ, καθὼς ὁ Παῦλός φησι. Μὴ τοίνυν λέγε, ὅτι Μισοῦµαι, καὶ διὰ τοῦτο οὐ φιλῶ· διὰ γὰρ τοῦτο µάλιστα φιλεῖν ὀφείλεις. Ἄλλως δὲ οὐδ' ἔνι φιλοῦντα µισεῖσθαι ταχέως, ἀλλὰ κἂν θηρίον ᾖ τις, τοὺς φιλοῦντας φιλεῖ· τοῦτο γὰρ καὶ οἱ ἐθνικοὶ, φησὶ, καὶ οἱ τελῶναι ποιοῦσιν. Εἰ δὲ τοὺς φιλοῦντας ἕκαστος φιλεῖ, τοὺς µετὰ τοῦ µισεῖσθαι φιλοῦντας τίς οὐκ ἂν ἀγαπήσειε; Τοῦτο τοίνυν ἐπίδειξαι, καὶ µὴ παύσῃ λέγων τοῦτο τὸ ῥῆµα, ὅτι ὅσῳ ἄν µε µισήσῃς, οὐ παύσοµαί σε φιλῶν, καὶ πᾶσαν φιλονεικίαν ἐχάλασας, καὶπᾶσαν ψυχὴν ἐµάλαξας. Ἢ γὰρ ἀπὸ φλεγµονῆς γίνεται τὸ νόσηµα τοῦτο, ἢ ἀπὸ ψυχρότητος· ἀλλ' ἀµφότερα ἡ τῆς ἀγάπης δύναµις διορθοῦν εἴωθε τῇ θερµότητι. Οὐχ ὁρᾷς τοὺς αἰσχρῶς ἐρῶντας ῥαπιζοµένους, ἐµπτυοµένους, ὀνειδιζοµένους. µυρία πάσχοντας δεινὰ ὑπὸ τῶν πορνευοµένων γυναικῶν ἐκείνων; Τί οὖν ἐξέλυσε τοῦτον τὸν ἔρωτα; τὰ τῶν ὕβρεων; Οὐδαµῶς, ἀλλὰ καὶ µᾶλλον ἀνῆψεν· καίτοι γε αἱ µὲν ταῦτα ποιοῦσαι µετὰ τοῦ πορνεύεσθαι καὶ ἀσήµου γένους εἰσὶ καὶ εὐτελοῦς, οἱ δὲ πάσχοντες πολλάκις λαµπροὺς ἔχουσι προγόνουςἀριθµεῖν, καὶ πολλὴν ἄλλην περιφάνειαν λέγειν· ἀλλ' ὅµως οὐδὲ τοῦτο αὐτοὺς ἐκλύει, οὐδὲ ἀφίστησι τῆς ἐρωµένης.
27.4
Εἶτα οὐκ αἰσχυνόµεθα, ὅσην ὁ τοῦ διαβόλου καὶ τῶν δαιµόνων ἔρως ἰσχὺν ἔχει, ταύτην οὐ δυνάµενοι περὶ τὴν κατὰ Θεὸν ἐπιδεῖξαι φιλίαν; οὐκ ἐννοεῖς, ὅτι τοῦτο µέγιστόν ἐστιν ὅπλον κατὰ τοῦ διαβόλου· οὐ συνορᾷς, ὅτι παρέστηκεν ὁ πονηρὸς δαίµων ἐκεῖνος, ἕλκων πρὸς ἑαυτὸν τὸν µισούµενον, καὶ βουλόµενος πλεονεκτῆσαι τὸ µέλος; σὺ δὲ παρατρέχεις, καὶ τὸ ἔπαθλον προδίδως τῆς µάχης; Καὶ γὰρ ἔπαθλον ὁ ἀδελφὸς ἐν τῷ µέσῳ κεῖται· κἂν περιγένῃ, σὺ τὸν στέφανον ἔλαβες· ἂν δὲ ῥᾳθυµήσῃς, ἀστεφάνωτος ἀνεχώρησας. Παῦσαι τοίνυν τὸ σατανικὸν ἐκεῖνο φθεγγόµενος ῥῆµα, ὅτι Ἐὰν ἀδελφός µου µισῇ µε, οὐδὲ ἰδεῖν αὐτὸν βούλοµαι. Οὐδὲν γὰρ αἰσχρότερον τοῦ ῥήµατος τούτου, καίτοι γε εὐγενοῦς αὐτὸ ψυχῆς δεῖγµα εἶναι τίθενται οἱ πολλοί· ἀλλ' οὐδὲν τούτων δυσγενέστερον οὐδὲ ἀνοητότερον οὐδὲ ὠµότερον.∆ ιὸ δὴ µάλιστα καὶ πενθῶ, ὅτι τὰ τῆς κακίας ἀρετῆς εἶναι νοµίζουσιν οἱ πολλοὶ, καὶ ὑπερορᾷν καὶ καταφρονεῖν, λαµπρὸν ἔδοξεν εἶναι καὶ σεµνόν· ὅπερ µεγίστη παγίς ἐστι τοῦ διαβόλου, τὸ καὶ ἀγαθὴν περιθεῖναι δόξαν τῇ πονηρίᾳ· διὸ καὶ δυσεξάλειπτος γίνεται. Καὶ γὰρ πολλῶν ἔγωγε ἤκουσα σεµνυνοµένων ἐπὶ τῷ µὴ προσίεσθαι τοὺς ἀποστρεφοµένους αὐτούς· καίτοι γε ὁ∆ εσπότης σου καὶ ἐγκαλλωπίζεται τούτῳ. Ποσάκις γοῦν αὐτὸν διέπτυσαν ἄνθρωποι; ποσάκις ἀπεστράφησαν; αὐτὸς δὲ οὐ παύεται ἐπιτρέχων. Μὴ τοίνυν λέγε, ὅτι Οὐ δύναµαι προσίεσθαι τοὺς µισοῦντας, ἀλλ' εἰπὲ, ὅτι Οὐ δύναµαι διαπτύσαι τοὺς διαπτύοντας. Τοῦτο τοῦ µαθητοῦ τοῦ Χριστοῦ τὸ ῥῆµα, ὡς τό γε ἕτερον τοῦ διαβόλου· τοῦτο λαµπροὺς ἐποίει καὶ ἐνδόξους, ὡς τό γε ἕτερον αἰσχροὺς καὶ καταγελάστους.∆ ιὰ τοῦτο θαυµάζοµεν Μωϋσέα, ὅτι καὶ τοῦ Θεοῦ λέγοντος, Ἔασόν µε, καὶ θυµωθεὶς ἐκτρίψω αὐτοὺς, οὐκ ἠδυνήθη διαπτύσαι τοὺς πολλάκιςαὐτὸν ἀποστραφέντας, ἀλλ' ἔλεγεν, Εἰ µὲν ἀφῇς αὐτοῖς τὴν ἁµαρτίαν, ἄφες· εἰ δὲ µὴ, κἀµὲ ἐξάλειψον. Θεοῦ γὰρ φίλος ἦν καὶ µιµητής. Μὴ δὴ σεµνυνώ µεθα ἐν οἷς ἐγκαλύπτεσθαι δεῖ, µηδὲ λέγωµεν τὰ τῶν ἀγοραίων τούτων καὶ σεσυρµένων ἀνθρώπων, Οἶδα καταπτύσαι µυρίων· ἀλλὰ κἂν ἕτερος τοῦτο λέγῃ, καταγελῶµεν καὶ ἐπιστοµίζωµεν, ὅτι καλλωπίζεται ἐφ' οἷς αἰσχύνεσθαι ἔδει. Τί λέγεις, εἰπέ µοι; καταπτύεις ἀνθρώπου πιστοῦ, οὗ ἀπίστου ὄντος οὐ κατέπτυσεν ὁ Χριστός; Τί λέγω, οὐ κατέπτυσεν; Οὕτω µὲν οὖν αὐτὸν ἐφίλησεν ἐχθρὸν ὄντα καὶ δυσειδῆ, ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ. Εἶτα αὐτὸς µὲν οὕτως ἐφίλησε καὶ τοιοῦτον ὄντα, σὺ δὲ νῦν, ὅτε ὡραῖος ἐγένετο καὶ θαυµαστὸς, διαπτύεις, εἰπέ µοι, µέλος ὄντα τοῦ Χριστοῦ, καὶσῶµα γενόµενον∆ εσποτικόν; οὐκ ἐννοεῖς, τί φθέγγῃ; οὐκ αἰσθάνῃ οἷα τολµᾷς; Κεφαλὴν ἔχει τὸν Χριστὸν, καὶ τράπεζαν καὶ ἱµάτιον καὶ ζωὴν καὶ φῶς καὶ νυµφίον, καὶ πάντα ἐστὶν ἐκεῖνος αὐτῷ, καὶ τολµᾷς εἰπεῖν, ὅτι∆ ιαπτύω τοῦτον; καὶ οὐ τοῦτον µόνον, ἀλλὰ καὶ µυρίους ἑτέρους µετ' αὐτοῦ; Ἐπίσχες, ἄνθρωπε, καὶ ἀνάπαυσαι τῆς µανίας· ἐπίγνωθι τὸν ἀδελφὸν, µάθε ὅτι ἀνοίας ταῦτα τὰ ῥήµατα καὶ παραπληξίας, καὶ λέγε τἀναντία, ὅτι Κἂν µυριάκις µε διαπτύῃ, ἐγὼ οὐκ ἀποστήσοµαι· οὕτω καὶ τὸν ἀδελφὸν κερδανεῖς, καὶ εἰς δόξαν τοῦ Θεοῦ βιώσῃ, καὶ τῶν µελλόντων µεθέξεις ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.