Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
28.0
Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτοµῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶ σαι τὰς ἐπαγγελίας τῶν πατέρων.
28.1
Πάλιν περὶ τῆς τοῦ Χριστοῦ κηδεµονίας διαλέγεται, ἔτι τοῦ αὐτοῦ κεφαλαίου ἐχόµενος, καὶ δεικνὺς ὅσα ἐποίησεν ὑπὲρ ἡµῶν, καὶ πῶς οὐχ ἑαυτῷ ἤρεσε. Καὶ µετὰ τούτου κἀκεῖνο κατασκευάζει, ὅτι µειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφειλέται τῷ Θεῷ. Εἰ δὲ µειζόνων εἰσὶ, δίκαιοι ἂν εἶεν φέρειν τοὺς ἐξ Ἰουδαίων ἀσθενεῖς. Ἐπειδὴ γὰρ σφόδρα ἐκείνων καθήψατο, ἵνα µὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει πάλιν αὐτῶν τὴν ἀπόνοιαν, ἐκείνοις µὲν ἐξ ἐπαγγελίας πατέρωνδεικνὺς διδόµενα τὰ ἀγαθὰ, τοῖς δὲ ἐξ ἐθνῶν, ἐξ ἐλέου καὶ φιλανθρωπίας µόνης· διὸ καὶ ἔλεγε, Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν Θεόν. Ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόµενον, αὐτῶν πάλιν ἄκουσον τῶν ῥηµάτων, ἵνα µάθῃς τί ἐστι τὸ Ὑπὲρ ἀληθείας Θεοῦ γεγενῆσθαι τὸν Χριστὸνδιάκονον περιτοµῆς, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων. Τί ποτ' οὖν ἐστι τὸ εἰρηµένον; Ἐπαγγελία πρὸς τὸν Ἀβραὰµ ἦν γεγενηµένη λέγουσα· Σοὶ δώσω τὴν γῆν καὶ τῷ σπέρµατί σου, καὶ, Ἐν τῷ σπέρµατί σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη. Ἀλλ' ἐγένοντο κολάσεως ὑπεύθυνοι µετὰ ταῦτα οἱ τοῦ σπέρµατος Ἀβραὰµ ἅπαντες. Ὁ γὰρ νόµος ὀργὴν αὐτοῖς κατειργάζετο παραβαινόµενος, καὶ τῆς ἐπαγγελίας ἀπεστέρει λοιπὸν ἐκείνης τῆς τῶν πατέρων. Παραγενόµενος τοίνυν ὁ Υἱὸς συνέπραξε τῷ Πατρὶ, εἰς τὸ τὰς ἐπαγγελίας ἐκείνας ἀληθεῦσαι, καὶ εἰς τέλος ἐξελθεῖν. Πάντα γὰρ τὸν νόµον πληρώσας ἐν ᾧ καὶ περιτοµὴν, καὶ ταύτῃ καὶ διὰ τοῦ σταυροῦ τῆς κατάρας ἀπαλλάξας τῆς ἐπὶ τῇ παραβάσει, οὐκ ἀφῆκε διαπεσεῖντὴν ἐπαγγελίαν. Ὅταν οὖν λέγῃ,∆ ιάκονον περιτοµῆς, τοῦτο λέγει, ὅτι ἐλθὼν, καὶ πάντα τὸν νόµον πληρώσας, καὶ περιτµηθεὶς, καὶ γενόµενος σπέρµα τοῦ Ἀβραὰµ, ἔλυσετὴν κατάραν, ἔπαυσε τοῦ Θεοῦ τὴν ὀργὴν, ἐπιτηδείους λοιπὸν ἐποίησε τοὺς µέλλοντας δέχεσθαι τὴν ἐπαγγελίαν, ἅπαξ ἀπαλλαγέντας τοῦ προσκεκρουκέναι. Ἵν' οὖν µὴ λέγωσιν οὗτοι οἱ ἐγκαλούµενοι, Πῶς οὖν ὁ Χριστὸς περιετέµνετο, καὶ πάντα τὸν νόµον ἐφύλαττεν; εἰς τοὐναντίον αὐτὸ περιτρέπει. Οὐ γὰρ ἵνα µείνῃ ὁ νόµος, τοῦτο ἐποίησε, φησὶν, ἀλλ' ἵνα αὐτὸν λύσῃ, καὶ σὲ ἀπαλλάξῃ τῆς ἐπικειµένης κατάρας, καὶ ἐλευθερώσῃ καθόλου τῆς ἀρχῆςτῆς ἐκείνου. Ἐπειδὴ γὰρ σὺ παρέβης τὸν νόµον, διὰ τοῦτο ἐκεῖνος ἐπλήρωσεν, οὐχ ἵνα σὺ πληρώσῃς, ἀλλ' ἵνα σοι τὰς ἐπαγγελίας βεβαιώσῃ τὰς πρὸς τοὺςπατέρας, ἃς ὁ νόµος διαπεσεῖν ἐποίει, δεικνύς σε προσκεκρουκότα καὶ τῆς κληρονοµίας ὄντα ἀνάξιον· ὥστε καὶ σὺ κατὰ χάριν ἐσώθης· καὶ γὰρ ἀποβεβληµένος ἦς. Μὴ τοίνυν στασίαζε, µηδὲ φιλονείκει ἀντεχόµενος ἀκαίρως τοῦ νόµου, ὃς καὶ τῆς ἐπαγγελίας ἐξέβαλεν ἂν, εἰ µὴ τοσαῦτα ἔπαθεν ὑπὲρ σοῦ ὁ Χριστός. Ἔπαθε δὲ ταῦτα, οὐκ ἐπειδὴ σὺ ἄξιος ἦς σωτηρίας, ἀλλ' ὥστε ἀληθεῦσαι τὸν Θεόν. Εἶτα, ἵνα µὴ τοῦτο φυσήσῃ τὸν ἐξ ἐθνῶν, φησί· Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οἱ µὲν Ἰουδαῖοι κἂν ἐπαγγελίας εἶχον, εἰ καὶ ἀνάξιοι ἦσαν· σὺ δὲ οὐδὲ τοῦτο, ἀλλ' ἀπὸ φιλανθρωπίας ἐσώθης µόνης. Εἰ καὶ τὰ µάλιστα οὐδὲ ἐκείνοις τι πλέον ἐγένετο ἀπὸ τῆς ἐπαγγελίας, εἰ µὴ παρεγένετο ὁ Χριστός· ἀλλ' ὅµως ἵνα αὐτοὺς κεράσῃ, καὶ συγχωρήσῃ κατεξανίστασθαι τῶν ἀσθενῶν, µέµνηται τῶν ἐπαγγελιῶν· περὶ δὲ τούτων φησὶν, ὅτι ἐλέει ἐσώθησαν µόνῳ· διὸ καὶ δίκαιοι ἂν εἶεν µάλιστα δοξάζειν τὸν Θεόν.∆ όξα δὲ Θεῷ, τὸ συνῆφθαι, τὸ ἡνῶσθαι, τὸ ὁµοθυµαδὸν εὐφηµεῖν, τὸ βαστάζειν τὸν ἀσθενέστερον, τὸ µὴ περιορᾷν ἀποῤῥηγνύµενον τὸ µέλος. Εἶτα καὶ µαρτυρίας ἐπάγει, ἐν αἷς δείκνυσιν, ὅτι δεῖ συνῆφθαι τοὺς ἐξ Ἰουδαίων τοῖς ἐξ ἐθνῶν, οὕτω λέγων· Καθὼς γέγραπται·∆ ιὰ τοῦτο ἐξοµολογήσοµαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόµατί σου ψαλῶ· καὶ, Εὐφράνθητε, ἔθνη, µετὰ τοῦ λαοῦ αὐτοῦ· καὶ, Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν Κύριον, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί· καὶ, Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάµενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Ταῦτα δὲ πάντα παρήγαγε, δεικνὺς ὅτι δεῖ ἡνῶσθαι καὶ δοξάζειν τὸν Θεὸν, ὁµοῦ καὶ τὸν ἐξ Ἰουδαίων καταστέλλων, ἵνα µὴ ἐπαίρηται κατὰ τούτου, τῶν προφητῶν πάντων τούτους καλούντων, καὶ τὸν ἐξ ἐθνῶν πείθων µετριάζειν, τῷ δεῖξαι πλείονος ὑπεύθυνον ὄντα χάριτος.
28.2
Εἶτα πάλιν ἐπὶ εὐχὴν κατακλείει τὸν λόγον, λέγων· Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑµᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ἐν τῇ ἐλπίδι, ἐν δυνάµει Πνεύµατος ἁγίου. Τουτέστιν, ἀπαλλαγείητε τῆς πρὸς ἀλλήλους ἀθυµίας, καὶ µὴ καταβληθείητέ ποτε ὑπὸ τῶν πειρασµῶν· τοῦτο δὲ ἔσται ἐν τῷ περισσεύειν ὑµᾶς ἐν τῇ ἐλπίδι. Τὸ δὲ πάντων αἴτιον τῶν ἀγαθῶν τοῦτο. Τοῦτο δὲ ἀπὸ Πνεύµατος ἔσται ἁγίου· ἀλλ' οὐχ ἁπλῶς ἀπὸ Πνεύµατος, ἀλλ' ἐὰν καὶ τὰ παρ' ἡµῶν εἰσενέγκωµεν.∆ ιὰ τοῦτό φησιν, Ἐν τῷ πιστεύειν· οὕτω γὰρ δύνασθε πληρωθῆναι χαρᾶς, ἐὰν πιστεύητε, ἐὰν ἐλπίζητε. Ἀλλ' οὐκ εἶπεν, Ἐὰν ἐλπίζητε, ἀλλ', Ἐὰνπερισσεύητε ἐν τῇ ἐλπίδι, ὥστε µὴ µόνον παραµυθίαν εὑρεῖν τῶν δεινῶν, ἀλλὰ καὶ χαρὰν ἔχειν διὰ τὴνπεριουσίαν τῆς πίστεως καὶ τῆς ἐλπίδος. Οὕτω καὶ τὸ Πνεῦµα ἐπισπάσεσθε· οὕτω καὶ ἐκείνου παραγενοµένου, τὰ ἀγαθὰ διατηρήσετε πάντα. Καθάπερ γὰρ τὴν ζωὴν ἡµῶν ἡ τροφὴ διακρατεῖ, καὶ ταύτην ἡ ζωὴ οἰκονοµεῖ· οὕτως ἐὰν ἔχωµεν ἔργα ἀγαθὰ, τὸ Πνεῦµα ἕξοµεν· κἂν τὸ Πνεῦµα ἔχωµεν καὶ ἔργα ἕξοµεν ἀγαθά· ὡσπεροῦν καὶ τοὐναντίον, ἐὰν µὴ ἔργα ἔχωµεν, τὸ Πνεῦµα ἀφίπταται. Ἐὰν δὲ τοῦ Πνεύµατος ἐρηµωθῶµεν, καὶ περὶ τὰ ἔργα χωλεύσοµεν· ὅταν γὰρ τοῦτο ἀπέλθῃ, τὸ ἀκάθαρτον ἔρχεται· καὶ δῆλον ἀπὸ τοῦ Σαούλ. Τί γὰρ, εἰ µὴ πνίγει ἡµᾶς ὥσπερ ἐκεῖνον; Ἀλλ' ἑτέρως ἀπαγχονίζει διὰ πράξεων πονηρῶν.∆ εῖ τοίνυν ἡµῖν τῆς κιθάρας τοῦ∆ αυῒδ, ἵνα ἐπᾴδωµεν τῇ ψυχῇ τὰς θείας ἐπῳδὰς, καὶ τὰς ἐντεῦθεν καὶ τὰς ἀπὸ τῶν ἀγαθῶν πράξεων· ὡς ἂν θάτερον µόνον ποιῶµεν, καὶ τῆς ᾠδῆς ἀκούοντες, τῷ ταῦτα ἐπᾴδοντι πολεµῶµεν διὰ τῶν ἔργων, καθάπερ ἐκεῖνος τότε· καὶ εἰς κρῖµα ἡµῖν ἔσται τὸ φάρµακον, καὶ ἀγριωτέρα ἡ µανία γενήσεται. Πρὸ µὲν γὰρ τοῦ ἀκοῦσαι δέδοικεν ὁ πονηρὸς δαίµων, µήποτε ἀκούσαντες κατορθώσωµεν· ὅταν δὲ καὶ ἀκούσαντες οἱ αὐτοὶ µένωµεν, καὶ τοῦτο ἐξαιρεῖται τὸ δέος αὐτοῦ. Ψάλωµεν τοίνυν τὴν ἀπὸ τῶν πράξεων ᾠδὴν, ἵνα τὴν δαίµονος χαλεπωτέραν ἐκβάλωµεν ἁµαρτίαν.∆ αίµων µὲν γὰρ οὐ πάντως ἀποστερεῖ τῶν οὐρανῶν, ἀλλ' ἔστιν ὅπου καὶ συµπράττει τῷ νήφοντι· ἁµαρτία δὲ πάντως ἐκβάλλει.∆ αίµων γάρ ἐστιν ἑκούσιος αὕτη, καὶ µανία αὐθαίρετος· διόπερ οὐδὲ τοὺς ἐλεοῦντας ἔχει καὶ συγγινώσκοντας. Ἐπᾴδωµεν τοίνυν τῇ οὕτω διακειµένῃ ψυχῇ, καὶ ἀπὸ τῶν ἄλλων Γραφῶν, καὶ ἀπὸ τοῦ µακαρίου∆ αυΐδ· καὶ ψαλλέτω τὸ στόµα, καὶ παιδευέσθω ὁ νοῦς. Οὐκ ἔστιν οὐδὲ τοῦτο αὐτὸ µικρόν· ἂν γὰρ παιδεύσωµεν τὴν γλῶτταν ψάλλειν, αἰσχυνθήσεται ἡ ψυχὴ ταύτης ψαλλούσης τἀναντία βουλοµένη. Οὐ τοῦτο δὲ µόνον καρπωσόµεθα τὸ καλὸν, ἀλλ' ὅτι καὶ πολλὰ ἡµεῖς εἰσόµεθα τῶν ἡµῖν διαφερόντων· καὶ γὰρ καὶ περὶ τῶν παρόντων καὶ τῶν µελλόντων σοι διαλέγεται, καὶ περὶ τῶν ὁρωµένων, καὶ περὶ τῆς ἀοράτου κτίσεως. Κἂν περὶ οὐρανοῦ θέλῃς µαθεῖν, πότερον µένει τοιοῦτος ἢ µεταβάλλεται, σαφῶς ἀποκρινεῖταί σοι καὶ ἐρεῖ, ὅτι Οἱ οὐρανοὶ ὡς ἱµάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, ὁ Θεὸς, καὶ ἀλλαγήσονται. Καὶ περὶ τοῦ σχήµατος ἂν θέλῃς ἀκοῦσαι, ἀκούσῃ πάλιν· Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Κἂν περὶ τῶν νώτων αὐτοῦ βουληθῇ τις πλέον εἰδέναι, ἐρεῖ σοι πάλιν· Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ περὶ τοῦ πλάτους καὶ τοῦ ὕψους σοι διαλέγεται, δεικνὺς ταῦτα ἰσόµετρα ὄντα· Καθ' ὅσον γὰρ, φησὶν, ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσµῶν, ἐµάκρυνεν ἀφ' ἡµῶν τὰς ἀνοµίας ἡµῶν. Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουµένους αὐτόν. Κἂν τῆς γῆς τὰ θεµέλια περιεργάσῃ, οὐδὲ ταῦτά σε ἀποκρύψεται, ἀλλ' ἀκούσῃ ψάλλοντος αὐτοῦ καὶ λέγοντος, Ὅτι ἐπὶ θαλασσῶν ἐθεµελίωσεν αὐτήν. Κἂν περὶ τῶν σεισµῶν ἐπιθυµήσῃς µαθεῖν πόθεν γίνονται, ἀπαλλάξει σε πάσης ἀπορίας, οὕτω λέγων· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέµειν. Κἂν τῆς νυκτὸς ζητήσῃς τὴν χρείαν, καὶ ταύτην εἴσῃ παρ' αὐτοῦ µαθὼν, ὅτι Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυµοῦ. Καὶ τὰ ὄρη ποῦ χρήσιµα, ἀποκρίνεταί σοι· Ὄρη τὰ ὑψηλὰ τοῖς ἐλάφοις. Καὶ διὰ τί αἱ πέτραι, λέγει σοι· Πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις καὶ τοῖς λαγωοῖς.∆ ιὰ τί τὰ ἄκαρπα δένδρα, µάθε· Ἐκεῖ στρουθία ἐννοσσεύσουσι.∆ ιὰ τί ἐν ἐρήµοις πηγαί; Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, καὶ τὰ θηρία τοῦ ἀγροῦ.∆ ιὰ τί οἶνος; Οὐχ ἵνα πίνῃς µόνον, ἐπεὶ ἤρκει καὶ ἡ τοῦ ὕδατος φύσις, ἀλλ' ἵνα καὶ εὐφρανθῇς καὶ ἡσθῇς· Οἶνος γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦτο δὲ µαθὼν, εἴσῃ καὶ µέχρι ποῦ τῷ οἴνῳ κεχρῆσθαι δεῖ. Πόθεν τρέφεται τὰ πετεινὰ, καὶ τὰ ἄγρια θηρία; Ἀκούσῃ λέγοντος· Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον. Κἂν εἴπῃς,∆ ιὰ τί τὰ κτήνη; ἀποκρίνεταί σοι, ὅτι κα ὶ ταῦτα διὰ σέ· Ὁ ἐξανατέλλων γὰρ, φησὶ, χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τί τῆς σελήνης σοι χρεία; Ἄκουσον αὐτοῦ λέγοντος· Ἐποίησε σελήνην εἰς καιρούς. Καὶ ὅτι ἐποίησε γενητὰ πάντα τὰ ὁρώµενα καὶ τὰ µὴ ὁρώµενα, καὶ τοῦτο σαφῶς ἐδίδαξεν εἰπών· Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Καὶ ὅτι θανάτου λύσις ἔσται, καὶ τοῦτό σε διδάσκει λέγων· Ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν µου ἐκ χειρὸς ᾅδου, ὅταν λαµβάνῃ µε. Πόθεν τὸ σῶµα ἡµῖν γέγονε; καὶ τοῦτο λέγει· Ἐµνήσθη ὅτι χοῦς ἐσµεν. Ποῦ πάλιν ἀπέρχεται; Ἐπιστρέψει εἰς τὸν χοῦν αὐτοῦ.∆ ιὰ τί ταῦτα πάντα;∆ ιὰ σέ.∆ όξῃ γὰρ καὶ τιµῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Εἰ ἔχοµέν τι κοινὸν πρὸς τοὺς ἀγγέλους οἱ ἄνθρωποι; Καὶ τοῦτο λέγει ψάλλων οὕτως· Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. Περὶ τῆς ἀγάπης τοῦ Θεοῦ· Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουµένους αὐτόν. Περὶ τῶν µετὰ ταῦτα διαδεξοµένων ἡµᾶς, καὶ τῆς ἀταράχου λήξεως ἐκείνης· Ἐπίστρεψον, φησὶ, ψυχή µου, εἰς τὴν ἀνάπαυσίν σου.∆ ιὰ τί οὕτω µέγας ὁ οὐρανός; Καὶ τοῦτο ἐρεῖ, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.∆ ιὰ τί νὺξ καὶ ἡµέρα ἐγένετο; Οὐχ ἵνα φαίνωσι καὶ ἀναπαύωσι µόνον, ἀλλ' ἵνα καὶ παιδεύωσιν· Οὐ γάρ εἰσι λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Πῶς ἡ θάλασσα περίκειται τῇ γῇ; Ἄβυσσος ὡς ἱµάτιον τὸ περιβόλαιον αὐτῆς· οὕτω γὰρ τὸ Ἑβραϊκὸν ἔχει.
28.3
Ἀπὸ δὲ τῶν εἰρηµένων ἀρχὴν λαβόντες καὶ τὰ ἄλλα πάντα εἴσεσθε, τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς µελλούσης ζωῆς, τὰ περὶἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ περὶ τῶν ἠθικῶν λόγων, τὰ περὶ τῶν δογµάτων ἅπαντα, καὶ µυρίων ἀγαθῶν ἐµπεπλησµένον τὸ βιβλίον εὑρήσετε. Κἂν εἰς πειρασµοὺς ἐµπέσῃς, πολλὴν ἐντεῦθεν λήψῃ παραµυθίαν· κἂν εἰς ἁµαρτήµατα, µυρία φάρµακα κείµενα ἐνταῦθα εὑρήσεις· ἂν εἰς πενίαν, ἂν εἰς θλῖψιν, πολλοὺς τοὺς λιµένας ὄψει· κἂν δίκαιος ᾖς, πολλὴν ἀσφάλειαν ἐκεῖθεν καρπώσῃ· κἂν ἁµαρτωλὸς ᾖς, πολλὴν τὴν παραµυθίαν. Ἄν τε γὰρ δίκαιος ᾖς, καὶ πάσχῃς δεινὰ, ἀκούσῃ λέγοντος, ὅτι Ἕνεκεν σοῦ θανατούµεθα ὅλην τὴν ἡµέραν, ἐλογίσθηµεν ὡς πρόβατα σφαγῆς. Ταῦτα πάντα ἦλθεν ἐφ' ἡµᾶς, καὶ οὐκ ἐπελαθόµεθά σου. Κἂν ἐπάρῃ σε τὰ κατορθώµατα, ἀκούσῃ λέγοντος· Μὴ εἰσέλθῃς εἰς κρίσιν µετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· καὶ εὐθέως ταπεινωθήσῃ. Κἂν ἁµαρτωλὸς ᾖς, καὶ ἀπεγνωκὼς ἑαυτοῦ, ἀκούσῃ συνεχῶς ἐπᾴδοντος· Σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, µὴ σκληρύνητε τὰς καρδίας ὑµῶν, ὡς ἐν τῷ παραπικρασµῷ· καὶ ἀναστήσῃ ταχέως. Κἂν διάδηµα ἔχῃς ἐπὶ τῆς κεφαλῆς, καὶ µέγα φρονῇς, µαθήσῃ ὅτι Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναµιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· καὶ δυνήσῃ µετριάζειν. Ἐὰν πλούσιος ᾖς καὶ ἐπίδοξος, πάλιν ἀκούσῃ Ψάλλοντος· Οὐαὶ οἱ πεποιθότες ἐπὶ τῇ δυνάµει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώµενοι· καὶ, ὅτι Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡµέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· καὶ, Οὐ συγκαταβήσεται ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· καὶ οὐδὲν ἡγήσῃ µέγα εἶναι τῶν ἐπὶ τῆς γῆς. Τὸ γὰρ πάντων λαµπρότερον, ἡ δόξα καὶ ἡ δυναστεία, ὅταν οὕτως εὐτελὴς ᾖ, τί ἕτερον ἄξιον ἂν εἴη λόγου τῶν ἐπὶ τῆς γῆς; Ἀλλ' ἐν ἀθυµίᾳ κατέστης; Ἄκουσον αὐτοῦ λέγοντος, Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή µου, καὶ ἵνα τί συνταράσσεις µε; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξοµολογήσοµαι αὐτῷ. Ἀλλ' ὁρᾷς εὐδοκιµοῦντας παρ' ἀξίαν; Εἰπὲ, Μὴ παραζήλου ἐν πονηρευοµένοις, ὅτι ὡσεὶ χόρτος ξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. Ὁρᾷς καὶ δικαίους καὶ ἁµαρτωλοὺς κολαζοµένους; Ἄκουσον ὅτι οὐχ ἡ αὐτὴ αἰτία· Πολλαὶ γὰρ, φησὶν, αἱ µάστιγες τοῦ ἁµαρτωλοῦ. Ἐπὶ δὲ τῶν δικαίων οὐκ εἶπεν, Αἱ µάστιγες, ἀλλὰ, Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος· καὶ πάλιν, Θάνατος ἁµαρτωλῶν πονηρός· καὶ, Τίµιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ταῦτα λέγε συνεχῶς, ἐντεῦθεν παιδεύου· τούτων γὰρ ἕκαστον τῶν ῥηµάτων πέλαγος ἀχανὲς ἔχει νοηµάτων. Ἡµεῖς µὲν γὰρ ἁπλῶς αὐτὰ παρεδράµοµεν· εἰ δὲ βουληθείητε µετὰ ἀκριβείας διερευνήσασθαι τὰ εἰρηµένα, πολὺν ὄψεσθε τὸν πλοῦτον. Ἀλλὰ τέως καὶ ἐκ τῶν εἰρηµένων δυνατὸν καθαίρεσθαι τῶν ἐπικειµένων παθῶν. ὅταν γὰρ µήτε φθονεῖν ἐᾷ, µήτε λυπεῖσθαι καὶ ἀθυµεῖν ἀκαίρως, µήτε ἡγεῖσθαί τι πλοῦτον µήτε θλῖψιν µήτε πενίαν, µηδὲ αὐτὴν τὴν ζωὴν νοµίζειν τιεἶναι, πάντων σε ἀπαλλάττει τῶν παθῶν. Ὑπὲρ δὲ τούτων εὐχαριστήσωµεν τῷ Θεῷ, καὶ τὸν θησαυρὸν µεταχειριζώµεθα, Ἵνα διὰ τῆς ὑποµονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδαἔχωµεν, καὶ τῶν µελλόντων ἀπολαύσωµεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.