Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
29.0
Πέπεισµαι δὲ, ἀδελφοί µου, καὶ αὐτὸς ἐγὼ περὶ ὑµῶν, ὅτι καὶ αὐτοὶ µεστοί ἐστε ἀγαθωσύνης, πεπληρωµένοι πάσης γνώσεως, δυνάµενοι καὶἄλλους νουθετεῖν.
29.1
Εἶπεν, ὅτι Ἐφ' ὅσον εἰµὶ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν µου δοξάζω· εἶπεν, ὅτι Μήπως οὐδὲ σοῦ φείσηται· εἶπε, Μὴ γίνεσθε φρόνιµοι παρ' ἑαυτοῖς· καὶ πάλιν, Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ, Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; καὶ ἕτερα πολλῷ πλείονα τοιαῦτα. Ἐπεὶ οὖν πολλαχοῦ τὸν λόγον τραχύτερον ἐποίησε, θεραπεύει λοιπόν· καὶ ὅπερ ἀρχόµενος ἔλεγε, τοῦτο καὶ τελευτῶν. Ἀρχόµενος µὲν ἔλεγεν· Εὐχαριστῶ τῷ Θεῷ µου ὑπὲρ πάντων ὑµῶν, ὅτι ἡ πίστις ὑµῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσµῳ· ἐνταῦθα δὲ, Πέπεισµαι, φησὶν, ὅτι µεστοί ἐστε ἀγαθωσύνης, δυνάµενοι καὶ ἄλλους νουθετεῖν· ὅπερ πλέον ἐστὶν ἐκείνου. Καὶ οὐκ εἶπεν, Ἤκουσα, ἀλλὰ, Πέπεισµαι, καὶ οὐ δέοµαι παρ' ἑτέρου µαθεῖν, ἀλλ' Αὐτὸς ἐγὼ, τουτέστιν, ὁ ἐπιτιµῶν, ὁ ἐγκαλῶν. Καὶ Ὅτι µεστοί ἐστε ἀγαθωσύνης. Τοῦτο πρὸς τὴν ἔναγχος γενοµένην παραίνεσιν· ὡσανεὶ ἔλεγεν, ὅτι Οὐχ ὡς ὠµοῖς οὐδὲ µισαδέλφοις ταῦτα παρῄνεσα προσλαµβάνεσθαι, καὶ µὴ ἐᾷν µηδὲ καταλύειν τὸ ἔργον τοῦ Θεοῦ· οἶδα γὰρ, ὅτι µεστοί ἐστε ἀγαθωσύνης.∆ οκεῖ δέ µοι ἐνταῦθα καὶ ὁλόκληρον τὴν ἀρετὴν οὕτω καλεῖν. Καὶ οὐκ εἶπεν, Ἔχετε, ἀλλὰ, Μεστοί ἐστε ἀγαθωσύνης. Καὶ τὸ ἑξῆς µετὰ τῆς αὐτῆς ἐπιτάσεως· Πεπληρωµένοι πάσης γνώσεως. Τί γὰρ εἰ φιλόστοργοι µὲν ἦσαν, οὐκ ᾔδεσαν δὲ πῶς δεῖ τοῖς φιλουµένοις κεχρῆσθαι;∆ ιὰ τοῦτο προσέθηκε, Πάσης γνώσεως, δυνάµενοι καὶ ἄλλους νουθετεῖν· οὐχὶ µόνον µανθάνειν, ἀλλὰ καὶ διδάσκειν. Τολµηρότερον δὲ ἔγραψα ὑµῖν ἀπὸ µέρους. Ὅρα Παύλου ταπεινοφροσύνην, ὅρα σοφίαν, πῶς καὶ βαθεῖαν ἔδωκε τὴν τοµὴν ἐν τοῖς ἔµπροσθεν, καὶ ἐπειδὴ κατώρθωσεν ὅπερ ἐβούλετο, πολλῇκέχρη. 30] ται τῇ θεραπείᾳ πάλιν. Ἱκανὸν γὰρ καὶ χωρὶς τῶν εἰρηµένων, αὐτὸ τοῦτο τὸ ὁµολογῆσαι τετολµηκέναι, χαλάσαι αὐτῶν τὸν τόνον. Τοῦτο καὶ Ἑβραίοις ἐπιστέλλων ποιεῖ, λέγων οὕτω· Πεπείσµεθα δὲ περὶ ὑµῶν, ἀγαπητοὶ, τὰ κρείττονα καὶ ἐχόµενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦµεν. Καὶ Κορινθίοις πάλιν ὁµοίως, Ἐπαινῶ δὲ ὑµᾶς, ὅτι πάντα µου µέµνησθε, καὶ καθὼς παρέδωκα ὑµῖν τὰς παραδόσεις, οὕτω κατέχετε. Καὶ Γαλάταις δὲ ἐπιστέλλων ἔλεγε, Πέποιθα εἰς ὑµᾶς, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Καὶ πανταχοῦ δὲ τῶν ἐπιστολῶν τοῦτο εὕροι τις ἂν τὸ θεώρηµα δαψιλές· ἐνταῦθα δὲ καὶ µειζόνως. Καὶ γὰρ ἐν ἀξιώµατι ἦσαν πλείονι, καὶ ἔδει φλεγµαίνουσαν τὴν διάνοιαν αὐτῶν καταστέλλειν, µὴ τῷ στύφειν µόνον, ἀλλὰ καὶ τῷ χαλᾷν· καὶ γὰρ διαφόρως αὐτὸ ποιεῖ.∆ ιὸ καὶ ἐνταῦθά φησι, Τολµηρότερον ὑµῖν ἔγραψα. Καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ προσέθηκεν, Ἀπὸ µέρους, τουτέστιν ἠρέµα. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ τί φησιν; Ὡς ἐπαναµιµνήσκων ὑµᾶς. Καὶ οὐκ εἶπε,∆ ιδάσκων, οὐδὲ, Ἀναµιµνήσκων, ἀλλ', Ἐπαναµιµνήσκων, τουτέστι, µικρόν τι ἀναµιµνήσκων. Ὁρᾷς τὸ τέλος τῷ προοιµίῳ συµβαῖνον; Ὥσπερ γὰρ ἐκεῖ ἔλεγεν, ὅτι Ἡ πίστις ὑµῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσµῳ, οὕτω καὶ ἐν τῷ τέλει τῆς Ἐπιστολῆς· Ἡ γὰρ ἡµῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Καὶ ὥσπερ ἀρχόµενος ἔλεγεν· Ἐπιποθῶ γὰρ ὑµᾶς ἰδεῖν, ἵνα τι µεταδῶ χάρισµα ὑµῖν πνευµατικὸν εἰς τὸ στηριχθῆναι ὑµᾶς· τοῦτο δέ ἐστι, συµπαρακληθῆναι· οὕτω καὶ ἐνταῦθα, Ὡς ἐπαναµιµνήσκων, ἔλεγε. Καὶ ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ διδασκαλικοῦ, καὶ ἐκεῖ καὶ ἐνταῦθα ὡς ἀδελφοῖς διαλέγεται, καὶ φίλοις καὶ ὁµοτίµοις· ὃ δὴ µάλιστά ἐστι διδασκάλου, διαποικίλλειν τὸν λόγον πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν. Ὅρα γοῦν πῶς εἰπὼν, ὅτι Τολµηρότερον ἔγραψα, καὶ ὅτι Ἀπὸ µέρους, καὶ ὅτι Ὡς ἐπαναµιµνήσκων, οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ ταπεινότερον ἔτιποιῶν τὸν λόγον, ἐπήγαγε·∆ ιὰ τὴν χάριν τὴν δοθεῖσάν µοι ὑπὸ τοῦ Θεοῦ· ὁ καὶ ἀρχόµενος ἔλεγεν, Ὀφειλέτης εἰµί. Ὡσανεὶ ἔλεγεν, Οὐκ ἐµαυτῷ ἥρπασα τὴν τιµὴν, οὐδὲ ἐπεπήδησα τούτῳ πρῶτος, ἀλλ' ὁ Θεὸς τοῦτο ἐπέταξε, καὶ τοῦτο κατὰ χάριν, οὐχ ὡς ἄξιον εἰςτοῦτο ἀφορίσας. Μὴ τοίνυν τραχύνεσθε· οὐ γὰρ ἐγὼ κατεξανίσταµαι· ὁ Θεός ἐστιν ὁ ἐπιτάττων. Καὶ ὥσπερ ἐκεῖ φησιν, Ὧ λατρεύω ἐν τῷ εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, οὕτω καὶ ἐνταῦθα εἰπὼν,∆ ιὰ τὴν χάριν τὴν δοθεῖσάν µοι ὑπὸ τοῦ Θεοῦ, ἐπήγαγεν Εἰςτὸ εἶναί µε λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ. Μετὰ γὰρ τὴν πολλὴν τῶν εἰρηµένων ἀπόδειξιν, ἐπὶ τὸ σεµνότερον ἄγει τὸν λόγον, οὐχ ἁπλῶς λατρείαν λέγων, καθάπερ ἐν ἀρχῇ, ἀλλὰ λειτουργίανκαὶ ἱερουργίαν· Αὕτη γάρ µοι ἱερωσύνη τὸ κηρύττειν καὶ καταγγέλλειν· ταύτην προσφέρω τὴν θυσίαν. Ἱερεῖ δὲ οὐδεὶς ἂν ἐγκαλέσειε τὸ θῦµα σπουδάζοντι ἄµωµον προσενεγκεῖν. Ταῦτα δὲ ἔλεγεν, ἅµα καὶ τούτων πτερῶν τὰ φρονήµατα, καὶ δεικνὺς θυσίαν ὄντας, καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογούµενος, ὅτι τοῦτο ἐπιτέτακται. Καὶ γὰρ µάχαιρά µου τὸ εὐαγγέλιον, φησὶν, ὁ τοῦ κηρύγµατος λόγος. Καὶ ἡ αἰτία, οὐχ ἵνα ἐγὼ δοξασθῶ, οὐχ ἵνα λαµπρὸς φανῶ, ἀλλ' Ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασµένη ἐν Πνεύµατι ἁγίῳ. Τουτέστιν, αἱ ψυχαὶ τῶν διδασκοµένων ἵνα δεχθῶσιν. Οὐ γὰρ ἐµὲ τοσοῦτον τιµῶν ὁ Θεὸς εἰς τοῦτο ἤγαγεν, ὅσον ὑµῶν κηδόµενος.
29.2
Καὶ πῶς ἂν γένοιτο εὐπρόσδεκτος; Ἐν Πνεύµατι ἁγίῳ· οὐ γὰρ πίστεως δεῖ µόνης, ἀλλὰ καὶ πολιτείας πνευµατικῆς, ἵνα κατέχωµεν τὸ Πνεῦµα τὸ δοθὲν ἅπαξ. Οὐ γὰρ ξύλα καὶ πῦρ, οὐδὲ βωµὸς καὶ µάχαιρα, ἀλλὰ Πνεῦµα πάντα παρ' ἡµῖν.∆ ιὰ τοῦτο πάντα ποιῶ, ἵνα µὴ σβεσθῇ ἐκεῖνο τὸ πῦρ· τοῦτο γὰρ καὶ ἐπιτέταγµαι. Τί οὖν τοῖς µὴ δεοµένοις λέγεις;∆ ι' αὐτὸ δὴ τοῦτο οὐ διδάσκω, ἀλλ' ἀναµιµνήσκω, φησί· καθάπερ ὁ ἱερεὺς παρέστηκε τὸ πῦρ ἀνακαίων, οὕτω καὶ ἐγὼ τὴν προθυµίαν ὑµῶν διεγείρων. Καὶ ὅρα· οὐκ εἶπεν, Ἵνα γένηται ἡ προσφορὰ ὑµῶν, ἀλλὰ, Τῶν ἐθνῶν. Ὅταν δὲ εἴπῃ, Τῶν ἐθνῶν, τὴν οἰκουµένην λέγει, γῆν καὶ θάλασσαν ἅπασαν, καταστέλλων ἐκείνων τὰ φρονήµατα, ὥστε µὴ ἀπαξιῶσαι καὶ διδάσκαλονἔχειν τὸν πρὸς τὰ πέρατα τῆς οἰκουµένης τεινόµενον· ὃ καὶ ἀρχόµενος ἔλεγε, Καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰµί. Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν. Ἐπειδὴ γὰρ σφόδρα ἑαυτὸν ἐταπείνωσε, πάλιν ἐπαίρει τὸν λόγον, καὶ τοῦτο ὑπὲρ ἐκείνων ποιῶν, ὥστε µὴ δόξαι εὐκαταφρόνητος εἶναι. Καὶ ἐν τῷ ἐπαίρειν δὲ αὐτὸν, τοῦ οἰκείου µέµνηται ἤθους, οὕτω λέγων· Ἔχω οὖν καύχησιν. Καυχῶµαι, φησὶν, οὐκ ἐν ἐµαυτῷ, οὐδὲ ἐν τῇ ἡµετέρᾳ σπουδῇ, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι. Οὐ γὰρ τολµήσω τι λαλῆσαι, ὧν οὐ κατειργάσατο ὁ Χριστὸς δι' ἐµοῦ εἰς ὑπακοὴν τῶν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάµει σηµείων καὶ τεράτων, ἐνδυνάµει Πνεύµατος Θεοῦ. Οὐδὲ γὰρ ἂν ἔχοι τις εἰπεῖν, φησὶν, ὅτι κόµπος µου τὰ ῥήµατα· τῆς γὰρ ἱερουργίας µου ταύτης τὰ σύµβολα, καὶ τῆς χειροτονίας ἔχω πολλὰ δεῖξαι τὰ τεκµήρια, οὐ ποδήρη καὶ κώδωνας, καθάπερ οἱ παλαιοὶ, οὐδὲ µίτραν καὶ κίδαριν, ἀλλὰ πολλῷ φρικωδέστερα τούτων σηµεῖα καὶ θαύµατα. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἐνεχειρίσθην µὲν, οὐκ ἐποίησα δὲ τὸ ἐπιταχθέν· µᾶλλον δὲ οὐδὲ ἐγὼ ἐποίησα, ἀλλὰ ὁ Χριστός· διὸ καὶ ἐν αὐτῷ καυχῶµαι, οὐχ ὑπὲρ τῶν τυχόντων πραγµάτων, ἀλλ' ὑπὲρ τῶν πνευµατικῶν. Τοῦτο γάρ ἐστι, Τὰ πρὸς τὸν Θεόν. Ὅτι γὰρ ἤνυσα ἐφ' ὃ ἐπέµφθην, καὶ οὐ κόµπος τὰ ῥήµατα, δηλοῖ τὰ θαύµατα καὶ ἡ τῶν ἐθνῶν ὑπακοή. Οὐ γὰρ τολµήσω τι λαλῆσαι ὧν οὐ κατειργάσατο ὁ Χριστὸς δι' ἐµοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάµει σηµείων καὶ τεράτων, ἐνδυνάµει Πνεύµατος Θεοῦ. Ὅρα πῶς βιάζεται τὸ πᾶν δεῖξαι τοῦ Θεοῦ, καὶ οὐδὲν ἑαυτοῦ. Εἴτε γὰρ φθέγγοµαί τι, εἴτε ποιῶ, εἴτε θαυµατουργῶ, πάντα αὐτὸς, πάντα τὸ Πνεῦµα τὸ ἅγιον. Ταῦτα δὲ λέγει, δεικνὺς καὶ τοῦ Πνεύµατος τὸ ἀξίωµα. Εἶδες πῶς ταῦτα τῶν παλαιῶν θαυµαστότερα καὶ φρικωδέστερα, ἡ θυσία, ἡ προσφορὰ, τὰ σύµβολα; Ὅταν γὰρ εἴπῃ, Ἐν λόγῳ καὶ ἔργῳ, ἐν δυνάµει σηµείων καὶ τεράτων, τοῦτο λέγει, τὴν διδασκαλίαν, τὴν περὶ βασιλείας φιλοσοφίαν, τὴν τῶν ἔργων, καὶτῆς πολιτείας ἐπίδειξιν, τοὺς νεκροὺς τοὺς ἐγειροµένους, τοὺς δαίµονας τοὺς ἐλαυνοµένους, τοὺς θεραπευοµένους τυφλοὺς, τοὺς πηδῶντας χωλοὺς, τὰἄλλα τεράστια, ἅπερ ἅπαντα εἰργάζετο τὸ Πνεῦµα τὸ ἅγιον ἐν ἡµῖν. Εἶτα ἡ τούτων ἀπόδειξις, ἐπειδὴ ταῦτα τέως ἀπόφασις ἦν, τῶν µαθητῶν τὸ πλῆθος.∆ ιὸ καὶ ἐπήγαγεν· Ὥστε µε ἀπὸ Ἱερουσαλὴµ καὶ κύκλῳ µέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. Ἀρίθµει τοίνυν καὶ πόλεις καὶ χώρας, καὶ ἔθνη καὶ δήµους, µὴ τοὺς ὑπὸ Ῥωµαίοις µόνους, ἀλλὰ καὶ τοὺς ὑπὸ βαρβάροις. Μὴ γάρ µοι τὴν διὰ τῆς Φοινίκης καὶ Συρίας καὶ τῆς Κιλίκων καὶ Καππαδοκῶν ἔλθῃς ὁδὸν, ἀλλὰ καὶ τὰ ὄπισθεν ἅπαντα λογίζου, τὴν Σαρακηνῶν καὶΠερσῶν καὶ Ἀρµενίων καὶ τὴν τῶν ἄλλων βαρβάρων.∆ ιὰ γὰρ τοῦτο εἶπε, Καὶ κύκλῳ, ἵνα µὴ τὴν κατευθὺ λεωφόρον ἔλθῃς µόνον, ἀλλὰ καὶ πᾶσαν καὶ τὴν κατὰ τὸν νότον Ἀσίαν περιδράµῃς τῇ διανοίᾳ. Καὶ ὥσπερ νιφάδας θαυµάτων ἑνὶ λόγῳ παρέδραµεν, εἰπὼν, Ἐν δυνάµει σηµείων καὶ τεράτων· οὕτω καὶ πόλεις ἀπείρους, καὶ ἔθνη καὶ δήµους καὶ χώρας ἐνὶ τούτῳ πάλιν συνεῖλε ῥήµατι. Τῷ κύκλῳ. Πόῤῥω γὰρ ἦν τύφου παντός· καὶ ταῦτα δὲ διὰ τούτους ἐφθέγγετο, ὥστε µὴ µέγα φρονεῖν ἐφ' ἑαυτοῖς. Καὶ ἀρχόµενος µὲν, φησὶν, Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑµῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν· ἐνταῦθα δὲ ἀνάγκην ἱερωσύνης τίθησιν. Ἐπειδὴ γὰρ τραχύτερον ἐφθέγξατο, καὶ σαφέστερον αὐτοῦ δείκνυσι τὴν ἐξουσίαν.∆ ιὰ τοῦτο ἐκεῖ µὲν ἁπλῶς φησι, Καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν· ἐνταῦθα δὲ καὶ τὸν τόπον λέγει πάντα, ὥστε πάντοθεν αὐτῶν ὑποτέµνεσθαι τὸ φρόνηµα. Καὶ οὐχ ἁπλῶς εἶπε, Κηρῦξαι τὸ εὐαγγέλιον, ἀλλὰ Πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. Οὕτω δὲ φιλοτιµούµενον εὐαγγελίζεσθαι, ὅπου οὐκ ὠνοµάσθη ὁ Χριστός.
29.3
Ἰδοὺ πάλιν ἑτέρα ὑπερβολὴ, ὅτι οὐ µόνον τοσούτους εὐηγγελίσατο καὶ ἔπεισεν, ἀλλ' ὅτι οὐδὲ πρὸς µεµαθηκότας ἀπῆλθε. Τοσοῦτον ἀπεῖχε τοῦ ἐπιῤῥίπτειν ἑαυτὸν ἀλλοτρίοις µαθηταῖς, καὶ δόξης ἕνεκεν τοῦτο ποιεῖν, ὅτι καὶ ἐσπούδαζε, τοὺς µὴ ἀκη κοότας διδάσκειν. Οὐδὲ γὰρ εἶπεν, Ὅπου οὐκ ἐπείσθησαν, ἀλλ', Ὅπου οὐδὲ ὠνοµάσθη ὁ Χριστός· ὃ πλέον ἐστί. Καὶ τίνος ἕνεκεν τοιαῦτα ἐφιλοτιµεῖτο; Ἵνα µὴ ἐπ' ἀλλότριον θεµέλιον οἰκοδοµήσω, φησί. Ταῦτα δὲ λέγει, δεικνὺς ἑαυτὸν ἀλλότριον ὄντα κενοδοξίας, καὶ παιδεύων αὐτοὺς, ὅτι οὐκ ἀπὸ τοῦ δόξης ἐρᾷν καὶ τῆς παρ' αὐτῶν τιµῆς ἐπὶ τὸ γράψαιἦλθεν, ἀλλ' ὡς διακονίαν πληρῶν, ὡς ἱερουργίαν ἀπαρτίζων, ὡς τῆς σωτηρίας αὐτῶν ἐρῶν. Ἀλλότριον δὲ τὸ τῶν ἀποστόλων φησὶν, οὐ κατὰ τὴν τοῦ προσώπου ποιότητα, οὐδὲ κατὰ τὴν τοῦ κηρύγµατος φύσιν, ἀλλὰ κατὰ τὸν τοῦ µισθοῦ λόγον· ἐπεὶ τὰ κηρύγµατα οὐκ ἀλλότρια ἦν, ἀλλ' ὅσον εἰς µισθὸν ἀλλότρια. Ὁ γὰρ τῶν ἑτέροις πεπονηµένων µισθὸς, τούτου ἀλλότριος ἦν. Εἶτα δείκνυσι καὶ προφητείαν πληρουµένην, λέγων· Καθὼς γέγραπται, Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσιν. Ὁρᾷς ἐπιτρέχοντα ὅπου πλείων ὁ πόνος, ὅπου µείζων ὁ ἱδρώς;∆ ιὸ καὶ ἐνεκοπτόµην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑµᾶς. Σκόπει πάλιν πῶς τῷ προοιµίῳ ὁµοίως τὸ τέλος ὑφαίνει. Καὶ γὰρ καὶ ἀρχόµενος τῆς ἐπιστολῆς ἔλεγεν, ὅτι Πολλάκις προεθέµην ἐλθεῖν πρὸς ὑµᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο· ἐνταῦθα δὲ καὶ τὴν αἰτίαν τίθησι, δι' ἣν ἐκωλύθη, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Ὥσπερ γὰρ ἐκεῖ φησι, Πολλάκις προεθέµην ἐλθεῖν πρὸς ὑµᾶς, οὕτω καὶ ἐνταῦθα, Ἐνεκοπτόµην τὰ πολλὰ ἐλθεῖν πρὸς ὑµᾶς. Ὅπερ µάλιστα τὴν ἐπιθυµίαν αὐτοῦ δείκνυσι, τὸ πολλάκις ἐπιχειρεῖν. Νυνὶ δὲ µηκέτι τόπον ἔχων ἐν τοῖς κλίµασι τούτοις. Ὁρᾷς πῶς ἔδειξεν, ὅτι οὐ τῆς παρ' αὐτῶν ἐφιέµενος δόξης ἔγραφέ τε καὶ παρεγίνετο; Ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑµᾶς ἀπὸ πολλῶν ἐτῶν. Ὡς ἂν πορεύωµαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόµενος θεάσασθαι ὑµᾶς, καὶ ὑφ' ὑµῶν προπεµφθῆναι ἐκεῖ, ἐὰν ὑµῶν πρῶτον ἀπὸ µέρους ἐµπλησθῶ. Ἵνα γὰρ µὴ δόξῃ ἐξευτελίζειν αὐτοὺς τῷ λέγειν, ὅτι Ἐπειδὴ οὐδὲν ἔχω ποιῆσαι, διὰ τοῦτο ἔρχοµαι πρὸς ὑµᾶς, πάλιν τὸν τῆς ἀγάπης κινεῖ λόγονεἰπὼν, Ἐπιποθίαν ἔχων τοῦ ἐλθεῖν πρὸς ὑµᾶς ἀπὸ πολλῶν ἐτῶν. Οὐ γὰρ διὰ τοῦτο ἐπεθύµησα ἐλθεῖν, ἐπειδὴ σχολὴν ἄγω, ἀλλ' ἵνα τὴν ἐπιθυµίαν, ἣν πάλαι ὤδινον, ταύτην ἀποτέκω. Εἶτα, ἵνα µὴ τοῦτο πάλιν αὐτοὺς φυσήσῃ, σκόπει πῶς αὐτοὺς καταστέλλει, εἰπὼν, Ὡς ἐὰν πορεύωµαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόµενοςθεάσασθαι ὑµᾶς.∆ ιὰ γὰρ τοῦτο τέθεικε τοῦτο, ἵνα µὴ µέγα φρονῶσιν· ὁµοῦ γὰρ καὶ τὴν ἀγάπην δεῖξαι βούλεται, καὶ κωλῦσαι θρύπτεσθαι ἐκείνους.∆ ιὸ συνεχῶς αὐτὸ τίθησι, καὶ ἐφεξῆς ἐναλλάττων τὰ ἑκατέρων τούτων κατασκευαστικά.∆ ιά τοι τοῦτο πάλιν, ἵνα µὴ λέγωσιν, Ὁδοῦ πάρεργον ἡµᾶς ποιεῖ, ἐπήγαγε, Καὶ ὑφ' ὑµῶν προπεµφθῆναι· τουτέστιν, Ἵνα ὑµεῖς µοι µάρτυρες ἦτε, ὅτι οὐ καταφρονῶν ὑµῶν, ἀλλ' ἑλκόµενος ὑπὸ τῆς χρείας παρατρέχω. Ἐπειδὴ δὲ καὶ τοῦτο ἔτι λυπεῖ, λιπαρώτερον αὐτὸ θεραπεύει, λέγων, Ἐὰν ὑµῶν πρῶτον ἀπὸ µέρους ἐµπλησθῶ. Τῷ µὲν γὰρ εἰπεῖν,∆ ιαπορευόµενος, δείκνυσιν οὐκ ἐφιέµενος αὐτῶν τῆς δόξης· τῷ δὲ εἰπεῖν, Ἐµπλησθῶ, δείκνυσιν ἐρῶν αὐτῶν τῆς ἀγάπης, καὶ οὐχ ἁπλῶς ἐρῶν, ἀλλὰ καὶ σφοδρῶς· διὸ οὐδὲ εἶπεν, Ἐµπλησθῶ, ἀλλ', Ἀπὸ µέρους. Οὐδεὶς µὲν γὰρ χρόνος ἐµπλῆσαι δύναται, οὐδὲ ἐµποιῆσαί µοι κόρον τῆς συνουσίας ὑµῶν. Εἶδες πῶς τὴν ἀγάπην δείκνυσιν, ὅταν καὶ ἐπειγόµενος µὴ πρότερον ἀνίστηται, ἕως ἂν ἐµπλησθῇ; Καὶ τοῦτο δὲ τῆς πολλῆς αὐτοῦ φιλοστοργίας σηµεῖον τὸ τοῖς ῥήµασιν οὕτω θερµῶς κεχρῆσθαι. Οὐδὲ γὰρ εἶπε, θεάσοµαι, ἀλλ' Ἐµπλησθῶ, τὰ τῶν γονέων µιµούµενος ῥήµατα. Καὶ ἀρχόµενος µὲν ἔλεγεν, Ἵνα τινὰ καρπὸν σχῶ· ἐνταῦθα δὲ, Ἵνα ἐµπλησθῶ· ἅπερ ἀµφότερα ἐφελκοµένου ἦν. Τὸ µὲν γὰρ ἐγκώµιον αὐτῶν ἦν µέγιστον, εἴ γε καρπὸν αὐτῷ παρέχειν ἔµελλον ἐκ τῆς ὑπακοῆς· τὸ δὲ, τῆς αὐτοῦ φιλίας δεῖγµα γνήσιον. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων οὕτως ἔλεγεν· Ἵνα ὑµεῖς µε προπέµψητε οὗ ἐὰν πορεύωµαι· διὰ πάντων τὴν πρὸς τοὺς µαθητὰς ἀγάπην ἐνδεικνύµενος, ἧς ἴσον οὐδέν.∆ ιὸ καὶ ἀρχόµενος ἀεὶ τῶν ἐπιστολῶν ἐντεῦθεν προοιµιάζεται, καὶ τελευτῶν εἰς τοῦτο καταλύει πάλιν.
29.4
Καθάπερ γὰρ πατὴρ φιλόπαις µονογενὲς παιδίον καὶ γνήσιον, ἐφίλει τοὺς πιστοὺς ἅπαντας· διὸ καὶ ἔλεγε, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦµαι; Καὶ γὰρ πρὸ τῶν ἄλλων ἁπάντων τοῦτο χρὴ τὸν διδάσκαλον ἔχειν.∆ ιὸ καὶ Πέτρῳ ἔλεγεν ὁ Χριστὸς, Εἰ φιλεῖς µε, ποίµαινε τὰ πρόβατά µου. Ὁ γὰρ τὸν Χριστὸν φιλῶν, καὶ τὴν ποίµνην αὐτοῦ φιλεῖ. Καὶ τὸν Μωϋσέα δὲ τότε ἐπέστησε τῷ δήµῳ τῶν Ἰουδαίων, ὅτε τὴν πρὸς αὐτοὺς εὔνοιαν ἐπεδείξατο· καὶ ὁ∆ αυῒδ δὲ οὕτως ἐπὶ τὴν βασιλείαν ἦλθε, πρότερον φιλόστοργος περὶ αὐτοὺς φανείς. Οὕτω γοῦν ἔτι νέος ὢν ἤλγησε ὑπὲρ τοῦ λαοῦ, ὡς καὶ τὴν αὐτοῦ ψυχὴν ἐπιδοῦναι, ἡνίκα τὸν βάρβαρον καθεῖλεν ἐκεῖνον. Εἰ δὲ λέγει· Τί ἔσται τῷ ἀνελόντι τὸν ἀλλόφυλον τοῦτον; οὐ µισθὸν ἀπαιτῶν ἔλεγεν, ἀλλὰ πιστευθῆναι βουλόµενος, καὶ ἐγχειρισθῆναι τὴν πρὸς αὐτὸν µάχην. Ὅτε γοῦν εἰσῆλθε πρὸς τὸν βασιλέα µετὰ τὴν νίκην, οὐδὲν ὑπὲρ τούτων διελέχθη. Καὶ ὁ Σαµουὴλ δὲ σφόδρα φιλόστοργος ἦν· διὸ καὶ ἔλεγεν, Ἐµοὶ δὲ µὴ γένοιτο διαµαρτεῖν τοῦ διαλιπεῖν προσευχόµενον ὑπὲρ ὑµῶν τῷ Κυρίῳ. Οὕτω καὶ Παῦλος, µᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον, ἁπάντων περιεκαίετο τῶν ἀρχοµένων.∆ ιὸ καὶ τοὺς µαθητὰς οὕτω πρὸς αὐτὸν διέθηκεν, ὡς εἰπεῖν, ὅτι Εἰ δυνατὸν, τοὺς ὀφθαλµοὺς ὑµῶν ἐξορύξαντες ἂν ἐδώκατέ µοι.∆ ιὰ τοῦτο καὶ τοῖς Ἰουδαίων διδασκάλοις τοῦτο πρὸ τῶν ἄλλων ὁ Θεὸς ἐγκαλεῖ λέγων· Ὦ οἱ ποιµένες Ἰσραὴλ, µὴ βόσκουσιν οἱ ποιµένες ἑαυτούς; οὐχὶ τὰ πρόβατα βόσκουσιν; Ἐκεῖνοι δὲ τοὐναντίον ἐποίουν. Τὸ γάλα γὰρ, φησὶ, κατεσθίετε, καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ ἐσφάζετε, καὶ τὰ πρόβατα οὐκ ἐβόσκετε. Καὶ ὁ Χριστὸς δὲ ποιµένος ἀρίστου κανόνα ἐκφέρων ἔλεγεν· Ὁ ποιµὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Τοῦτο ὁ∆ αυῒδ ἐποίησε πολλαχοῦ τε ἀλλαχοῦ, καὶ ἡνίκα ἄνωθεν κατὰ τοῦ δήµου παντὸς ἡ φοβερὰ ἐκείνη ὀργὴ κατεφέρετο. Πάντων γὰρ σφαττοµένων ἔλεγεν, Ἐγὼ ὁ ποιµὴν ἥµαρτον, ἐγὼ ὁ ποιµὴν ἐκακοποίησα· καὶ οὗτοι, τὸ ποίµνιον, τί ἐποίησαν;∆ ιὰ τοῦτο καὶ ἐν τῇ αἱρέσει τῶν τιµωριῶν ἐκείνων οὐ λιµὸν εἵλετο, οὐ δίωξιν ἐχθρῶν, ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ πεµπόµενον θάνατον, δι' οὗ προσεδόκατοὺς µὲν ἄλλους ἐν ἀσφαλείᾳ καταστήσειν, αὐτὸν δὲ πρὸ τῶν ἄλλων ἁπάντων κατενεχθήσεσθαι. Ἐπειδὴ δὲ τοῦτο οὐκ ἐγένετο, θρηνεῖ καὶ λέγει· Ἐν ἐµοὶ ἡ χείρ σου· εἰ δὲ οὐκ ἀρκεῖ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός µου. Ἐγὼ γὰρ, φησὶν, ὁ ποιµὴν ἥµαρτον. Ὡσανεὶ ἔλεγεν, ὅτι Εἰ καὶ οὗτοι ἥµαρτον, ἐγὼ ὑπεύθυνος ἤµην τῇ τιµωρίᾳ ὁ µὴ διορθούµενος· ὅταν δὲ καὶ ἐµὸν τὸ ἁµάρτηµα ᾖ, ἐγὼ δίκαιος ἂν εἴην δοῦναι τὴν τιµωρίαν. Καὶ γὰρ αὐξῆσαι τὸ ἔγκληµα θέλων, τὸ τοῦ ποιµένος ἔθηκεν ὄνοµα. Οὕτω γοῦν τὴν ὀργὴν ἔστησεν, οὕτω τὴν ἀπόφασιν ἀνεκαλέσατο· τοσοῦτόν ἐστιν ἐξοµολόγησις·∆ ίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· τοσοῦτον κηδεµονία καὶ συµπάθεια ποιµένος ἀρίστου. Καὶ γὰρ ἐσπαράττετο αὐτοῦ τὰ σπλάγχνα πιπτόντων ἐκείνων, καθάπερ παίδων γνησίων ἀναιρουµένων· διὸ καὶ ἐπ' αὐτὸν τὴν ὀργὴν ἐλθεῖν ἠξίου. Καὶ ἐν ἀρχῇ δὲ τῆς σφαγῆς τοῦτο ἐποίησεν ἂν, εἰ µὴ καὶ βαδίζουσαν αὐτὴν ὁδῷ καὶ πρὸς αὐτὸν ἥξειν ἤλπιζεν. Ὅτε γοῦν εἶδε τοῦτο µὲν µὴ γινόµενον, ἐκείνους δὲ ἐπινεµοµένην τὴν συµφορὰν, οὐκέτι ἤνεγκεν, ἀλλ' ἀνήφθη µᾶλλον, ἢ ἐπὶ τοῦ Ἀµνὼν τοῦ πρωτοτόκου. Τότε γὰρ θάνατον οὐκ ᾔτησε, νῦν δὲ ἀξιοῖ πρὸ τῶν ἄλλων πεσεῖν. Τοιοῦτον εἶναι χρὴ τὸν ἄρχοντα, καὶ µᾶλλον ταῖς ἑτέρων, ἢ ταῖς οἰκείαις ἀλγεῖν συµφοραῖς. Τοιοῦτον γοῦν τι καὶ ἐπὶ τοῦ παιδὸς ἔπαθεν, ἵνα µάθῃς, ὅτι οὐδὲν πλέον τῶν ἀρχοµένων τὸν παῖδα ἐφίλει. Καίτοι γε ἀκόλαστος ἦν ὁ νεανίσκος καὶ πατραλοίας, ἀλλ' ὅµως ἔλεγε· Τίς δώσει µοι θάνατον ἀντὶ σοῦ; Τί λέγεις, ὦ µακάριε, καὶ πάντων ἀνθρώπων πραότατε; ἀνελεῖν σε ἐσπούδαζεν ὁ παῖς, καὶ µυρίοις σε περιέβαλε κακοῖς· καὶ ὅτε ἐκ µέσου γέγονε, καὶ τὸ τρόπαιον ἔστη, τότε εὔχῃ σφαγῆναι; Ναὶ, φησίν. Οὐ γὰρ ἐµοὶ νενίκηκε τὸ στρατόπεδον, ἀλλ' ἔτι πολεµοῦµαι σφοδρότερον ἢ πρότερον, καὶ τὰ σπλάγχνα µοι διακόπτεται νῦν µειζόνως. Οὗτοι µὲν οὖν τῶν ἐγκεχειρισµένων ἐφρόντιζον.
29.5
Ὁ δὲ µακάριος Ἀβραὰµ καὶ τῶν οὐκ ἐµπεπιστευµένων αὐτῷ πολλὴν ἐποιεῖτο τὴν πρόνοιαν, καὶ τοσαύτην, ὡς καὶ κινδύνοις ἑαυτὸν περιβαλεῖν χαλεποῖς. Ὅτι γὰρ οὐχ ὑπὲρ ἀδελφιδοῦ µόνου ἔπραττεν ἅπερ ἔπραττεν, ἀλλὰ καὶ ὑπὲρ τῶν Σοδοµιτῶν, οὐ πρότερον ἀπέστη τοὺς Πέρσας ἐλαύνων ἐκείνους, ἕως πάντας αὐτοὺς ἠλευθέρωσε. Καίτοι γε ἐξῆν λαβόντι τοῦτον ἀναχωρεῖν, ἀλλ' οὐκ ἠθέλησε· καὶ γὰρ πάντων ὁµοίως ἐκήδετο. Καὶ τοῦτο καὶ διὰ τῶν µετὰ ταῦτα δῆλον ἐποίησεν. Ὅτε γοῦν οὐ βαρβάρων στρατόπεδον ἔµελλεν αὐτοὺς πολιορκεῖν, ἀλλὰ ἡ θεήλατος ὀργὴ τὰς πόλεις αὐτῶν ἐκ βάθρων ἀνασπᾷν, καὶ οὐκέτι ὅπλων ἦνὁ καιρὸς, οὐδὲ µάχης καὶ παρατάξεως, ἀλλ' ἱκετηρίας, τοσαύτην ἐποιήσατο ὑπὲρ αὐτῶν σπουδὴν, ὅσην ἂν εἰ αὐτὸς ἀπόλλυσθαι ἔµελλε.∆ ιὰ δὴ τοῦτο, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις προσέρχεται τῷ Θεῷ, καὶ ἐπὶ τὴν φύσιν καταφεύγει λέγων· Ἐγὼ δέ εἰµι γῆ καὶ σποδός. Καὶ ἐπειδὴ οἴκοθεν εἶδεν αὐτοὺς προδεδοµένους, δι' ἑτέρους αὐτοὺς ἀξιοῖ σώζεσθαι.∆ ιὰ τοῦτο καὶ ὁ Θεὸς ἔλεγεν· Οὐ µὴ κρύψω ἀπὸ τοῦ παιδός µου Ἀβραὰµ ἃ µέλλω ποιεῖν; ἵνα ἡµεῖς µάθωµεν πῶς ἐστι φιλάνθρωπος ὁ δίκαιος. Καὶ οὐδ' ἂν ἀπέστη παρακαλῶν, εἰ µὴ ὁ Θεὸς ἀπέστη πρῶτος. Καὶ δοκεῖ µὲν ὑπὲρ τῶν δικαίων δεῖσθαι, τὸ δὲ πᾶν ὑπὲρ ἐκείνων ἐποίει. Καὶ γὰρ σφόδρα εἰσὶν αἱ τῶν ἁγίων ψυχαὶ ἥµεροι καὶ φιλάνθρωποι, καὶ περὶ τοὺς οἰκείους καὶ περὶ τοὺς ἀλλοτρίους, καὶ µέχρι τῶν ἀλόγων αὐτῶνταύτην ἐκτείνουσι τὴν ἡµερότητα.∆ ιὰ τοῦτο καὶ σοφός τις ἔλεγε,∆ ίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ· εἰ δὲ καὶ κτηνῶν, πόσῳ µᾶλλον ἀνθρώπων, Ἀλλ' ἐπειδὴ κτηνῶν ἐµνήσθην, λογισώµεθα καὶ τοὺς τῶν προβάτων ποιµένας τοὺς ἐν τῇ Καππαδοκῶν χώρᾳ, οἷα καὶ ἡλίκα πάσχουσιν ὑπὲρ τῆς τῶν ἀλόγων προστασίας. Πολλάκις γοῦν χιόνι καταχωσθέντες, τρεῖς ἐφεξῆς ἔµειναν ἡµέρας. Λέγονται δὲ καὶ οἱ ἐν τῇ Λιβύῃ οὐκ ἐλάττονα τούτων ὑποµένειν δεινὰ, µῆνας ὁλοκλήρους τὴν χαλεπὴν ἔρηµον ἐκείνην καὶ τῶν πικροτάτων γέµουσανθηρίων περιπολοῦντες. Εἰ δὲ περὶ ἄλογα τοσαύτη σπουδὴ, τίνα ἂν ἔχοιµεν ἀπολογίαν οἱ ψυχὰς λογικὰς ἐµπιστευθέντες, καὶ τὸν βαθὺν τοῦτον καθεύδοντες ὕπνον; ἀναπνεῖν γὰρ ὅλως ἐχρῆν; ἡσυχάζειν δὲ ὅλως, ἀλλ' οὐ πανταχοῦ περιτρέχειν, καὶ µυρίοις ἑαυτοὺς ἐκδιδόναι θανάτοις ὑπὲρ τῶν προβάτων τούτων; Ἢ οὐκ ἴστε τῆς ἀγέλης ταύτης τὸ ἀξίωµα; οὐχ ὑπὲρ ταύτης ὁ∆ εσπότης ὁ σὸς µυρία ἐπραγµατεύσατο, καὶ τὸ αἷµα ὕστερον ἐξέχεε τὸ ἑαυτοῦ; σὺ δὲ ἀνάπαυσιν ζητεῖς; καὶ τί χεῖρον γένοιτ' ἂν τῶν ποιµένων τούτων; Οὐκ ἐννοεῖς τοῦτο, ὅτι περιεστήκασι τὰ πρόβατα ταῦτα λύκοι τούτων πολλῷ πικρότεροι καὶ ἀγριώτεροι; οὐ λογίζῃ πρὸς σαυτὸν οἵας δεῖ ψυχῆς τῷ µέλλοντι ταύτην µεταχειρίζειν τὴν ἀρχήν; Ἀλλ' ἄνθρωποι µὲν δηµαγωγοὶ ὑπὲρ τῶν τυχόντων βουλευόµενοι πραγµάτων, τὰς νύκτας ταῖς ἡµέραις προστιθέασιν ἀγρυπνοῦντες· ἡµεῖς δὲ ὑπὲρ οὐρανοῦ τὸν ἀγῶνα ἔχοντες, καὶ ἐν ἡµέρᾳ καθεύδοµεν; καὶ τίς ἡµᾶς λοιπὸν ἐξαιρήσεται τῆς ἐπὶ τούτοις κολάσεως; Εἰ γὰρ τὸ σῶµα κατακόπτεσθαι ἔδει, εἰ γὰρ µυρίους ὑποστῆναι θανάτους, οὐχ ὡς ἐπὶ πανήγυριν τρέχειν ἐχρῆν; Ταῦτα δὲ µὴ µόνον ποιµένες, ἀλλὰ καὶ πρόβατα ἀκουέτω, ἵνα τοὺς ποιµένας προθυµοτέρους ποιῶσιν, ἵνα µᾶλλον αὐτῶν τὴν προαίρεσιν ἀλείφωσιν, ἕτερον µὲν οὐδὲν, πειθὼ δὲ καὶ ὑπακοὴν πᾶσαν παρέχοντες. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσε λέγων· Πείθεσθε τοῖς ἡγουµένοις ὑµῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑµῶν, ὡς λόγον ἀποδώσοντες. Ὅταν δὲ εἴπῃ, Ἀγρυπνοῦσι, µυρίους λέγει πόνους καὶ φροντίδας καὶ κινδύνους. Ὁ γὰρ καλὸς ποιµὴν καὶ τοιοῦτος, οἷον ὁ Χριστὸς βούλεται, µυρίοις ἁµιλλᾶται µάρτυσιν. Ὁ µὲν γὰρ ἅπαξ δι' αὐτὸν ἀπέθανεν, οὗτος δὲ µυριάκις διὰ τὴν ποίµνην, εἴ γε ποιµὴν εἴη τοιοῦτος, οἷον εἶναι χρή· ὁ γὰρ τοιοῦτος καθ' ἑκάστην ἡµέραν ἀποθνήσκειν δύναται.∆ ιὸ καὶ ὑµεῖς εἰδότες τὸν πόνον, συµπράττετε ταῖς εὐχαῖς, τῇ σπουδῇ, τῇ προθυµίᾳ, τῇ φιλίᾳ, ἵνα καὶ ἡµεῖς ὑµῶν, καὶ ἡµῶν ὑµεῖς καύχηµα γένησθε.∆ ιὰ τοῦτο γὰρ καὶ τῷ κορυφαίῳ τῶν ἀποστόλων, καὶ ὑπὲρ τοὺς ἄλλους φιλοῦντι αὐτὸν, τοῦτο ἐνεχείρισε, πρότερον ἐρωτήσας αὐτὸν, εἰ φιλοῖτο παρ' αὐτοῦ, ἵνα µάθῃς, ὅτι τοῦτο πρὸ τῶν ἄλλων τῆς ἀγάπης τῆς εἰς αὐτὸν τεκµήριον τίθεται· καὶ γὰρ νεανικῆς τοῦτο δεῖται ψυχῆς. Ταῦτα δέ µοι περὶ ἀρίστων εἴρηται ποιµένων, οὐ περὶ ἐµαυτοῦ καὶ τῶν καθ' ἡµᾶς, ἀλλ' εἴ τις τοιοῦτος, οἷος ὁ Παῦλος ἦν, οἷος ὁ Πέτρος, οἷος ὁ Μωϋσῆς. Τούτους οὖν µιµησώµεθα καὶ ἄρχοντες καὶ ἀρχόµενοι· ἔξεστι γὰρ καὶ ἀρχοµένῳ ἐν µέρει εἶναι ποιµένος, τῆς οἰκίας, τῶν φίλων, τῶν οἰκετῶν, τῆς γυναικὸς, τῶν παίδων· κἂν οὕτω τὰ καθ' αὑτοὺς οἰκονοµῶµεν, πάντων ἐπιτευξόµεθα τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.