Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 2 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
2.0
Πρῶτον µὲν εὐχαριστῶ τῷ Θεῷ µου διὰ Ἰησοῦ Χρι στοῦ ὑπὲρ πάντων ὑµῶν, ὅτι ἡ πίστις ὑµῶν κατ αγγέλλεται ἐν ὅλῳ τῷ κόσµῳ.
2.1
Πρέπον τῇ µακαρίᾳ ψυχῇ τὸ προοίµιον, καὶ ἱκανὸν ἅπαντας παιδεῦσαι καὶ ἔργων καὶ λόγων ἀγαθῶν ἀπάρχεσθαι τῷ Θεῷ, καὶ µὴ µόνον ὑπὲρ τῶνοἰκείων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων εὐχαριστεῖν κατορθωµάτων, ὃ καὶ φθόνου καὶ βασκανίας καθαρὰν ποιεῖ τὴν ψυχὴν, καὶ τὸν Θεὸν ἐπισπᾶται µειζόνως πρὸςτὴν τῶν εὐχαριστούντων εὔνοιαν.∆ ιὸ καὶ ἀλλαχοῦ φησιν· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡµᾶς ἐν πάσῃ εὐλογίᾳ πνευµατικῇ. Εὐχαριστεῖν δὲ δεῖ οὐχὶ πλουτοῦντας µόνον, ἀλλὰ καὶ πενοµένους, οὐχ ὑγιαίνοντας, ἀλλὰ καὶ νοσοῦντας, οὐκ εὐηµεροῦντας, ἀλλὰ καὶτἀναντία ὑποµένοντας· τὸ µὲν γὰρ ἐξ οὐρίας τῶν πραγµάτων φεροµένων εὐχαριστεῖν, θαυµαστὸν οὐδέν· ὅταν δὲ πολὺ τὸ κλυδώνιον ᾖ, καὶ τὸ σκάφος περιτρέπηται καὶ κινδυνεύῃ, τότε ἐστὶν ἡ πολλὴ τῆς ὑποµονῆς καὶ τῆς εὐγνωµοσύνης ἐπίδειξις.∆ ιὰ δὴ τοῦτο καὶ ὁ Ἰὼβ ἐντεῦθεν ἐστεφανοῦτο, καὶ τὸ ἀναίσχυντον τοῦ διαβόλου στόµα ἐνέφραττε, καὶ ἐδείκνυ σαφῶς, ὅτι οὐδὲ ἡνίκα εὐηµερῶν ἦν, διὰτὰ χρήµατα εὐχάριστος ἦν, ἀλλὰ διὰ τὴν πολλὴν περὶ τὸν Θεὸν ἀγάπην. Ὅρα δὲ καὶ ἐπὶ τίσιν εὐχαριστεῖ· οὐκ ἐπὶ τοῖς γηΐνοις καὶ ἀπολλυµένοις, οἷον ἐπὶ ἀρχῇ καὶ δυναστείᾳ καὶ δόξῃ( ταῦτα γὰρ οὐδενὸς ἄξια λόγου), ἀλλ' ἐπὶ τοῖς ὄντως ἀγαθοῖς, τῇ πίστει καὶτῇ παῤῥησίᾳ· καὶ µεθ' ὅσης εὐχαριστεῖ διαθέσεως· οὐ γὰρ εἶπε, Τῷ Θεῷ, ἀλλὰ, Τῷ Θεῷ µου· ὃ καὶ οἱ προφῆται ποιοῦσι· τὸ κοινὸν ἰδιοποιούµενοι. Καὶ τί θαυµαστὸν, εἰ οἱ προφῆται; Αὐτὸς γὰρ αὐτὸ συνεχῶς ὁ Θεὸς φαίνεται ποιῶν ἐπὶ τῶν δούλων, Θεὸν Ἀβραὰµ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἰδιαζόντωςλέγων ἑαυτόν. Ὅτι ἡ πίστις ὑµῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσµῳ. Τί οὖν; πᾶσα ἡ γῆ τὴν πίστιν ἤκουσε τῶν Ῥωµαίων; Πᾶσα ἐξ ἐκείνου· καὶ οὐδὲν ἀπεικός· οὐ γὰρ ἄσηµος ἡ πόλις ἦν, ἀλλ' ὥσπερ ἐπί τινος κορυφῆς κειµένη, διὰ πάντα κατάδηλος ἦν. Σὺ δέ µοι σκόπει τοῦ κηρύγµατος τὴν δύναµιν, πῶς ἐν χρόνῳ βραχεῖ διὰ τελωνῶν καὶ ἁλιέων αὐτῆς τῆς τῶν πόλεων ἐπελάβετο κορυφῆς, καὶ ἄνδρεςΣύροι Ῥωµαίων ἐγένοντο διδάσκαλοι καὶ καθηγηταί.∆ ύο τοίνυν αὐτοῖς µαρτυρεῖ κατορθώµατα· καὶ ὅτι ἐπίστευον, καὶ ὅτι µετὰ παῤῥησίας ἐπίστευον, καὶ τοσαύτης ὡς πᾶσαν τὴν γῆν καταλαβεῖν τὴν ὑπὲρ αὐτῶν φήµην. Ἡ πίστις γὰρ ὑµῶν, φησὶ, καταγγέλλεται ἐν ὅλῳ τῷ κόσµῳ· ἡ πίστις, οὐχ αἱ λογοµαχίαι οὐδὲ αἱ συζητήσεις οὐδὲ οἱ συλλογισµοί· καίτοι πολλὰ ἦν ἐκεῖ τὰ κωλύµατα τῆς διδασκαλίας. Καὶ γὰρ ἄρτι τῆς οἰκουµένης δεξάµενοι τὴν ἀρχὴν µέγα ἐφρόνουν, καὶ πλούτῳ καὶ τρυφῇ συνέζων, καὶ τὸ κήρυγµα ἁλιεῖς ἐκόµιζον, Ἰουδαῖοι καὶ ἐξἸουδαίων, ἔθνους µεµισηµένου καὶ παρὰ πᾶσι βδελυκτοῦ, καὶ τὸν ἐσταυρωµένον προσκυνεῖν ἐκελεύοντο, τὸν ἐν Ἰουδαίᾳ τραφέντα· καὶ µετὰ τοῦ δόγµατος καὶ βίον αὐστηρὸν κατήγγελλον οἱ διδάσκαλοι ἀνθρώποις τρυφᾷν µεµελετηκόσι, καὶ πρὸς τὰ παρόντα ἐπτοηµένοις. Καὶ οἱ καταγγέλλοντες ἦσαν πένητες καὶ ἰδιῶται, ἀγεννεῖς καὶ ἐξ ἀγεννῶν. Ἀλλ' οὐδὲν τούτων τοῦ λόγου τὸν δρόµον ἐκώλυσε· τοσαύτη τοῦ σταυρωθέντος ἡ δύναµις ἦν, ὡς πανταχοῦ περιάγειν τὸν λόγον. Καταγγέλλεται γὰρ, φησὶν, ἐν ὅλῳ τῷ κόσµῳ. Καὶ οὐκ εἶπε,∆ ηλοῦται, ἀλλὰ, Καταγγέλλεται, ὡς πάντων ἐν στόµασιν αὐτοὺς ἐχόντων. Θεσσαλονικεῦσι µὲν οὖν τοῦτο µαρτυρῶν, καὶ ἕτερον προστίθησιν· εἰπὼν γὰρ, Ἀφ' ὑµῶν ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, ἐπήγαγεν, Ὥστε µὴ χρείαν ἔχειν ἡµᾶς λαλεῖν τι. Οἱ γὰρ µαθηταὶ ἐν τάξει διδασκάλων κατέστησαν, διὰ τῆς παῤῥησίας αὐτῶν πάντας παιδεύοντες, καὶ πρὸς ἑαυτοὺς ἐφελκόµενοι. Οὐ γὰρ ἵστατό που τὸ κήρυγµα, ἀλλὰ πυρὸς σφοδρότερον πᾶσαν ἐπῄει τὴν οἰκουµένην. Ἐνταῦθα δὲ τοσοῦτον µόνον, ὅτι Καταγγέλλεται. Καλῶς εἶπεν, ὅτι Καταγγέλλεται, δεικνὺς ὅτι οὐδὲν ἔδει προσθεῖναι τοῖς εἰρηµένοις οὐδὲ ἀφελεῖν· ἀγγέλου γὰρ τοῦτο ἔργον ἐστὶ, τὸ µόνα τὰ λεγόµενα διακοµίζειν.∆ ιὰ τοῦτο καὶ ὁ ἱερεὺς ἄγγελος καλεῖται, ὅτι οὐ τὰ ἑαυτοῦ, ἀλλὰ τὰ τοῦ πέµποντος ἀναγγέλλει. Καίτοι γε Πέτρος ἐκήρυξεν ἐκεῖ, ἀλλὰ καὶ τὰ ἐκείνου ἑαυτοῦ ἡγεῖται· οὕτως, ὅπερ ἔφθην εἰπὼν, µεθ' ὑπερβολῆς ἁπάσης βασκανίας ἦν καθαρός. Μάρτυς γάρ µού ἐστιν ὁ Θεὸς, ᾧ λατρεύω ἐν τῷ πνεύµατί µου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ.
2.2
Ἀποστολικῶν σπλάγχνων τὰ ῥήµατα, πατρικῆς κηδεµονίας ἡ ἀπόφασις. Τί δέ ἐστιν ὅ φησι, καὶ τίνος ἕνεκεν τὸν Θεὸν µάρτυρα καλεῖ; Περὶ διαθέσεως ὁ λόγος ἦν αὐτῷ. Ἐπεὶ οὖν οὐδέπω ἦν αὐτοὺς ἑωρακὼς, διά τοι τοῦτο ἀνθρώπων µὲν οὐδένα, τὸν δὲ ἐµβατεύοντα ταῖς καρδίαις, τοῦτον ἐκάλεσε µάρτυρα. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι Ἀγαπῶ ὑµᾶς, καὶ σηµεῖον ἐποιεῖτο τὸ διηνεκῶς εὔχεσθαι, καὶ τὸ βούλεσθαι ἐλθεῖν πρὸς αὐτοὺς, καὶ οὐδὲ τοῦτο δῆλον ἦν, ἐπὶτὴν ἀξιόπιστον καταφεύγει µαρτυρίαν. Ἆρα δυνήσεταί τις ἡµῶν καυχήσασθαι, ὅτι µέµνηται ἐπὶ τῆς οἰκίας εὐχόµενος τοῦ τῆς Ἐκκλησίας πληρώµατος; Οὐκ οἶµαι. Ἀλλ' ὁ Παῦλος οὐχ ὑπὲρ πόλεως µιᾶς, ἀλλ' ὑπὲρ τῆς οἰκουµένης ἁπάσης προσῄει τῷ Θεῷ, καὶ τοῦτο οὐχ ἅπαξ οὐδὲ δεύτερον οὐδὲ τρίτον, ἀλλὰ διηνεκῶς. Εἰ δὲ τὸ διηνεκῶς ἐν µνήµῃ τινὰ περιφέρειν, οὐκ ἂν γένοιτο, εἰ µὴ ἀπὸ ἀγάπης πολλῆς· τὸ ἐν εὐχαῖς ἔχειν καὶ ἀδιαλείπτως ἔχειν, ἐννόησον πόσης ἐστὶ διαθέσεως καὶ φιλίας. Ὅταν δὲ εἴπῃ, Ὧ λατρεύω ἐν τῷ πνεύµατί µου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὁµοῦ µὲν τὴν τοῦ Θεοῦ χάριν, ὁµοῦ δὲ τὴν αὐτοῦταπεινοφροσύνην ἐνδείκνυται ἡµῖν· τὴν µὲν τοῦ Θεοῦ χάριν, ὅτι τοσοῦτον αὐτῷ πρᾶγµα ἐπέτρεψε, τὴν δὲ αὑτοῦ ταπεινοφροσύνην, ὅτι οὐχὶ τῇ ἑαυτοῦ σπουδῇ, ἀλλὰ τῇ τοῦ Πνεύµατος βοηθείᾳτὸ πᾶν λογίζεται. Ἡ δὲ τοῦ Εὐαγγελίου προσθήκη τὸ εἶδος δηλοῖ τῆς διακονίας. Καὶ γὰρ πολλοὶ τῆς διακονίας οἱ τρόποι καὶ διάφοροι, καὶ τῆς λατρείας δὲ ὡσαύτως. Καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων πάντες µέν εἰσιν ὑφ' ἑνὶ τεταγµένοι τῷ βασιλεύοντι, διακονοῦνται δὲ οὐ πάντες τὰ αὐτὰ, ἀλλὰ τῷ µέν ἐστιν ἡ διακονία ἐντῷ στρατοπέδων ἄρχειν, τῷ δὲ ἐν τῷ πόλεις οἰκονοµεῖν, ἑτέρῳ πάλιν ἐν τῷ φυλάττειν τὰ ἐν τοῖς ταµιείοις χρήµατα· οὕτω καὶ ἐπὶ τῶν πνευµατικῶν, ὁ µὲν λατρεύει τῷ Θεῷ καὶ δουλεύει ἐν τῷ πιστεύειν καὶ τὸν βίον τὸν ἑαυτοῦ καλῶς οἰκονοµεῖν, ὁ δὲ ἐν τῷ ξένωνθεραπείαν ἀναδέχεσθαι, ὁ δὲ ἐν τῷ τὴν προστασίαν τῶν δεοµένων µεταχειρίζεσθαι· καθάπερ καὶ ἐπὶ τῶν ἀποστόλων αὐτῶν οἱ περὶ τὸν Στέφανον ἐν τῇ τῶν χηρῶν προστασίᾳ ἐδούλευον τῷ Θεῷ, ἄλλος ἐν τῇ τοῦ λόγου διδασκαλίᾳ, ὧν καὶὁ Παῦλος ἦν, ἐν τῷ τὸ κήρυγµα εὐαγγελίζεσθαι λατρεύων· καὶ οὗτος ἦν ὁ τῆς δουλείας αὐτοῦ τρόπος· τοῦτο γὰρ ἦν ἐπιτεταγµένος.∆ ιὰ τοῦτο οὐ µάρτυρα καλεῖ τὸν Θεὸν µόνον, ἀλλὰ καὶ ὅπερ ἐνεπιστεύθη λέγει, δεικνὺς ὅτι οὐκ ἂν τηλικαῦτα ἐγχειρισθεὶς, τὸν ἐµπιστεύσαντα µάρτυραἐπὶ ψευδέσιν ἐκάλει. Μετὰ δὲ τούτου κἀκεῖνο δεῖξαι βούλεται, τὴν ἀγάπην τὴν ὑπὲρ αὐτῶν, καὶ τὴν φροντίδα ἀναγκαίαν οὖσαν. Ἵνα γὰρ µὴ λέγωσι, Σὺ τίς ὢν καὶ πόθεν, πόλιν οὕτω µεγάλην καὶ βασιλικωτάτην µεριµνᾷν φής; δείκνυσιν ἀναγκαίαν οὖσαν αὐτῷ τὴν τοιαύτην φροντίδα, εἴ γε αὐτῷ τῆς δουλείας οὗτος ὁ τρόπος ἐπιτέτακται, τὸ καταγγέλλειν τὸ Εὐαγγέλιον. Ὁ γὰρ τοῦτο ἐγκεχειρισµένος ἀνάγκην ἔχει τοὺς µέλλοντας ὑποδέχεσθαι τὸν λόγον διαπαντὸς ἔχειν ἐπὶ τῆς διανοίας.∆ ηλοῖ δὲ καὶ ἕτερον πρὸς τούτοις εἰπὼν, Ἐν τῷ πνεύµατί µου· ὅτι πολὺ καὶ τῆς Ἑλληνικῆς καὶ τῆς Ἰουδαϊκῆς λατρείας ἀνωτέρα αὕτη. Ἡ µὲν γὰρ Ἑλληνικὴ, καὶ πεπλανηµένη καὶ σαρκική· ἡ δὲ Ἰουδαϊκὴ, ἀληθὴς µὲν, σαρκικὴ δὲ καὶ αὐτή· ἡ δὲ τῆς Ἐκκλησίας, τῆς µὲν Ἑλληνικῆς ἐναντία, τῆς δὲ Ἰουδαϊκῆς ὑψηλοτέρα πολλῷ τῷ µέτρῳ. Οὐ γὰρ διὰ προβάτων καὶ µόσχων καὶ καπνοῦ καὶ κνίσσης ὁ τῆς ἡµετέρας λατρείας τρόπος, ἀλλὰ διὰ ψυχῆς πνευµατικῆς· ὅπερ καὶ ὁ Χριστὸς δηλῶν ἔλεγε· Πνεῦµα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύµατι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ. Ἀνωτέρω εἰπὼν τὸ Εὐαγγέλιον τοῦ Πατρὸς εἶναι, ἐνταῦθα τοῦ Υἱοῦ αὐτό φησιν· οὕτως ἀδιάφορον καὶ Πατρὸς καὶ Υἱοῦ λέγειν. Καὶ γὰρ ἔµαθε παρὰ τῆς µακαρίας ἐκείνης φωνῆς, ὅτι τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Υἱοῦ τοῦ Πατρός· Πάντα γὰρ, φησὶ, τὰ ἐµὰ σά ἐστι, καὶ τὰ σὰ ἐµά. Ὡς ἀδιαλείπτως µνείαν ὑµῶν ποιοῦµαι ἐπὶ τῶν προσευχῶν µου. Τοῦτο γνησίας ἀγάπης. Καὶ δοκεῖ µὲν ἕν τι λέγειν, τέσσαρα δὲ τίθησιν ἐνταῦθα, καὶ ὅτι µέµνηται, καὶ ὅτι ἀδιαλείπτως, καὶ ὅτι ἐν εὐχαῖς, καὶ ὅτι ὑπὲρ µεγάλων πραγµάτων.∆ εόµενος, εἴ πως ᾔδη ποτὲ εὐοδωθήσοµαι ἐν τῷ θελήµατι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑµᾶς. Ἐπιποθῶ γὰρ ἰδεῖν ὑµᾶς. Ὁρᾷς καὶ ὠδίνοντα αὐτοὺς ἰδεῖν, καὶ οὐκ ἀνεχόµενον παρὰ τὸ τῷ Θεῷ δοκοῦν ἰδεῖν, ἀλλὰ κεκερασµένον φόβῳ Θεοῦ τὸν πόθον ἔχοντα; Ἐφίλει µὲν γὰρ αὐτοὺς, καὶ ἠπείγετο πρὸς αὐτούς· οὐ µὴν, ἐπειδὴ ἐφίλει, παρὰ τὸ τῷ Θεῷ δοκοῦν ἐβούλετο ἰδεῖν. Αὕτη ἡ γνησία ἀγάπη, οὐχ ὡς ἡµεῖς οἱ ἀµφοτέρωθεν τῶν νόµων τῆς ἀγάπης ἐκπίπτοντες. Ἢ γὰρ οὐδένα φιλοῦµεν, ἢ ἐπειδὰν φιλήσωµέν ποτε, παρὰ τὸ τῷ Θεῷ δοκοῦν φιλοῦµεν, ἀµφότερα παρὰ τὸν θεῖον ποιοῦντες νόµον. Εἰ δὲ φορτικὰ ταῦτα λεγόµενα, φορτικώτερα γιγνόµενα,
2.3
Καὶ πῶς παρὰ τὸ τῷ Θεῷ δοκοῦν φιλοῦµεν, φησίν; Ὅταν τὸν µὲν Χριστὸν λιµῷ τηκόµενον περιορῶµεν, παισὶ δὲ καὶ φίλοις καὶ συγγενέσιν ὑπὲρ τὴν χρείαν παρέχωµεν. Μᾶλλον δὲ τί χρὴ περαιτέρω τὸν λόγον προάγειν; Ἐὰν γὰρ τὸ ἑαυτοῦ συνειδὸς ἕκαστος ἐξετάσῃ, ἐπὶ πολλῶν τοῦτο εὑρήσει γινόµενον πραγµάτων. Ἀλλ' οὐχ ὁ µακάριος ἐκεῖνος τοιοῦτος ἦν, ἀλλ' ᾔδει καὶ φιλεῖν, καὶ φιλεῖν ὡς χρὴ, καὶ ὡς προσῆκον ἦν, καὶ πάντας νικῶν τῷ φιλεῖν, οὐχ ὑπερέβαινετῆς ἀγάπης τὰ µέτρα. Ὅρα γοῦν ἀµφότερα µεθ' ὑπερβολῆς ἐν αὐτῷ βρύοντα, καὶ τὸν τοῦ Θεοῦ φόβον, καὶ τὸν τῶν Ῥωµαίων πόθον. Τὸ µὲν γὰρ διηνεκῶς εὔχεσθαι, καὶ µὴ τυγχάνοντα µὴ ἀφίστασθαι, ἀγάπης σφοδρᾶς ἦν· τὸ δὲ ἀγαπῶντα µένειν τῷ τοῦ Θεοῦ νεύµατι εἴκοντα, εὐλαβείας ἐπιτεταµένης. Ἀλλαχοῦ µὲν οὖν τρὶς τὸν Κύριον παρακαλέσας οὐ µόνον οὐκ ἔλαβεν, ἀλλὰ καὶ τὸ ἐναντίον, µὴ λαβὼν, χάριν ἔγνω τοῦ παρακουσθῆναι πολλήν· οὕτω πρὸς τὸν Θεὸν ἐν ἅπασιν ἔβλεπεν. Ἐνταῦθα δὲ ἔλαβε µὲν, οὐχ ὅτε δὲ ᾔτησεν, ἀλλὰ βραδέως, καὶ οὐδὲν ἐντεῦθεν ἐδυσχέρανε. Ταῦτα δὲ λέγω, ἵνα µὴ ἀσχάλλωµεν µὴ ἀκουόµενοι, ἢ βραδέως ἀκουόµενοι. Οὐ γάρ ἐσµεν Παύλου βελτίους, ὃς ἐπ' ἀµφοτέροις χάριν ὁµολογεῖ· καὶ µάλα εἰκότως. Ἐπειδὴ γὰρ ἅπαξ ἑαυτὸν ἔδωκε τῇ πάντα κυβερνώσῃ χειρὶ, καὶ µετὰ τοσαύτης ὑποταγῆς ὑπέθηκε, µεθ' ὅσης ὁ πηλὸς τῷ κεραµεῖ, ᾗπερ ἦγεν ὁΘεὸς, ἠκολούθει. Εἰπὼν τοίνυν, ὅτι ηὔχετο ἰδεῖν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν τῆς ἐπιθυµίας. Τίς δέ ἐστιν αὕτη; Ἵνα τι µεταδῶ χάρισµα ὑµῖν πνευµατικὸν εἰς τὸ στηριχθῆναι ὑµᾶς. Οὐ γὰρ ἁπλῶς, ὥσπερ πολλοὶ νῦν περιττὰς καὶ ἀνονήτους ἀποδηµίας ποιοῦνται, οὕτω καὶ ἐκεῖνος, ἀλλ' ὑπὲρ ἀναγκαίων καὶ σφόδρα κατεπειγόντων· καὶ σαφῶς µὲν λέγειν τοῦτο οὐ βούλεται, αἰνιγµατωδῶς δέ. Οὐδὲ γὰρ εἶπεν, Ἵνα διδάξω ὑµᾶς, ἵνα κατηχήσω, ἵνα τὸ λεῖπον ἀναπληρώσω, ἀλλ' Ἵνα τι µεταδῶ, δεικνὺς ὅτι οὐ τὰ αὑτοῦ αὐτοῖς δίδωσιν, ἀλλ' ἅπερἔλαβε µετεδίδου. Καὶ ἐνταῦθα δὲ µετριάζει πάλιν εἰπών· Ἵνα τι. Μικρόν τι, φησὶ, καὶ ἐµοὶ σύµµετρον. Καὶ τί ποτέ ἐστι τὸ µικρὸν τοῦτο, οὗ µέλλεις νῦν µεταδιδόναι; Τοῦτο δέ ἐστι, φησὶν, Εἰς τὸ στηριχθῆναι ὑµᾶς. Ἄρα καὶ τοῦτο χάριτος, τὸ µὴ σαλεύεσθαι, ἀλλ' ἑστάναι βεβαίως. Χάριν δὲ ὅταν ἀκούσῃς, µὴ νοµίσῃς ἐκβεβλῆσθαι τὸν ἀπὸ τῆς προαιρέσεως µισθόν· χάριν γὰρ εἶπεν, οὐχὶ τὸν ἐκ προαιρέσεως ἀτιµάζων πόνον, ἀλλὰ τὸν ἐξ ἀπονοίας ἀποτεµνόµενος τῦφον. Μὴ τοίνυν ἐπειδὴ Παῦλος αὐτὸ χάρισµα ἐκάλεσεν, ἀναπέσῃς. Οἶδε γὰρ δι' εὐγνωµοσύνην πολλὴν καὶ τὰ κατορθώµατα χαρίσµατα καλεῖν, διὰ τὸ καὶ ἐν τούτοις πολλῆς ἡµᾶς δεῖσθαι τῆς ἄνωθεν ῥοπῆς. Εἰπὼν δὲ, Εἰς τὸ στηριχθῆναι ὑµᾶς, λανθανόντως ἔδειξε δεοµένους πολλῆς διορθώσεως. Ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· Ἐκ πολλοῦ τοῦ χρόνου ἐπεθύµουν καὶ ηὐχόµην ὑµᾶς ἰδεῖν, δι' ἕτερον µὲν οὐδὲν, ἵνα δὲ ὑµᾶς βεβαιώσω, στηρίξω τε καὶ πήξω καλῶς εἰς τὸν τοῦ Θεοῦφόβον, ὥστε µὴ σαλεύεσθαι διηνεκῶς. Ἀλλ' οὕτω µὲν οὐκ εἶπεν· ἔπληξε γὰρ ἄν· ἑτέρως δὲ ὑφειµένως τὸ αὐτὸ αἰνίττεται· ὅταν γὰρ εἴπῃ, Εἰς τὸ στηριχθῆναι ὑµᾶς, τοῦτο δηλοῖ. Εἶτα ἐπειδὴ καὶ τοῦτο σφόδρα φορτικὸν ἦν, ὅρα πῶς αὐτὸ παραµυθεῖται διὰ τῆς ἐπαγωγῆς. Ἵνα γὰρ µὴ λέγωσι· Τί γάρ; σαλευόµεθα, περιφερόµεθα, καὶ τῆς παρὰ σοῦ δεόµεθα γλώττης εἰς τὸ στῆναι βεβαίως; προλαβὼν ἀναιρεῖ τὴν τοιαύτην ἀντίῤῥησιν, οὕτω λέγων· Τοῦτο δέ ἐστι συµπαρακληθῆναι ἐν ὑµῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑµῶν τε καὶ ἐµοῦ. Ὡς ἂν εἰ ἔλεγε· Μὴ ὑποπτεύσητε, ὅτι κατηγορῶν ὑµῶν εἶπον· οὐ ταύτῃ τῇ γνώµῃ ἐφθεγξάµην τὸ ῥῆµα, ἀλλὰ τί ποτέ ἐστιν, ὅπερ ἠβουλήθην εἰπεῖν; Πολλὰς ὑπεµείνατε θλίψεις, ὑπὸ τῶν διωκόντων περιαντλούµενοι· ἐπεθύµησα τοίνυν ὑµᾶς ἰδεῖν, ἵνα παρακαλέσω, µᾶλλον δὲ οὐχ ἵνα παρακαλέσω µόνον, ἀλλ' ἵνα καὶ αὐτὸς παράκλησιν δέξωµαι.
2.4
Ὅρα σοφίαν διδασκάλου. Εἶπεν, Εἰς τὸ στηριχθῆναι ὑµᾶς· οἶδε βαρὺ καὶ φορτικὸν τὸ εἰρηµένον τοῖς µαθηταῖς ὂν, καὶ λέγει, Εἰς τὸ παρακληθῆναι ὑµᾶς. Ἀλλὰ καὶ τοῦτο βαρὺ πάλιν, οὐχ οὕτω µὲν ὡς τὸ πρότερον, βαρὺ δὲ ὅµως. Ὑποτέµνεται τοίνυν καὶ τούτου πάλιν τὸ φορτικὸν, λεαίνων πανταχόθεν τὸν λόγον, καὶ ποιῶν εὐπαράδεκτον. Οὐ γὰρ ἁπλῶς εἶπε, Παρακληθῆναι, ἀλλὰ, Συµπαρακληθῆναι, καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ ἑτέραν εἰσάγει πλείονα θεραπείαν, εἰπών·∆ ιὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑµῶν τε καὶ ἐµοῦ. Βαβαὶ, πόση ἡ ταπεινοφροσύνη! ἔδειξε καὶ ἑαυτὸν ἐκείνων δεόµενον, οὐκ ἐκείνους τούτου µόνον· καὶ τοὺς µαθητὰς ἐν τάξει διδασκάλων ἐκάθισεν, οὐδεµίαν ὑπεροχὴν ἀφεὶς µεῖναι παρ' αὐτῷ, ἀλλὰ πολλὴν τὴν ἰσοτιµίαν ἐπιδειξάµενος. Κοινὸν γάρ ἐστι τὸ κέρδος, φησὶ, καὶ ἐγὼ τῆς παρ' ὑµῶν δέοµαι παρακλήσεως, καὶ ὑµεῖς τῆς παρ' ἐµοῦ. Καὶ πῶς τοῦτο γίνεται;∆ ιὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑµῶν τε καὶ ἐµοῦ. Καθάπερ γὰρ ἐπὶ πυρὸς ἂν πολλάς τις συναγάγῃ λαµπάδας, λαµπρὰν ἀνάπτει τὴν φλόγα· οὕτω καὶ ἐπὶ τῶν πιστῶν γίνεσθαι πέφυκεν. Ὅταν µὲν γὰρ καθ' ἑαυτοὺς ὦµεν διεσπασµένοι, ἀθυµότεροί πώς ἐσµεν· ὅταν δὲ ἰδόντες ἀλλήλους τοῖς οἰκείοις περιπλακῶµεν µέλεσι, πολλὴν δεχόµεθα τὴν παράκλησιν. Μὴ γάρ µοι τὸν παρόντα καιρὸν ἐξετάσῃς, καθ' ὃν τῇ τοῦ Θεοῦ χάριτι κατὰ κώµην καὶ πόλιν, καὶ ἐν αὐτῇ τῇ ἐρήµῳ πολλὰ τῶν πιστευόντων τὰ τάγµατα, καὶ πᾶσα ἀσέβεια ἐξελήλαται, ἀλλ' ἐννόησον κατ' ἐκεῖνον τὸν καιρὸν, ὅσον ἦν ἀγαθὸν καὶ διδάσκαλον ἰδεῖν τοὺς µαθητὰς, καὶ ὑπὸ ἀδελφῶν ἀδελφοὺς ὀφθῆναιἐξ ἄλλης πόλεως ἐπελθόντας. Ἵνα δὲ καὶ σαφέστερον τὸ λεγόµενον ποιήσω, ἐπὶ ὑποδείγµατος τὸν λόγον ἀγάγωµεν. Εἰ γὰρ συµβαίη ποτὲ καὶ γένοιτο, ὃ µὴ γένοιτο, ἀπενεχθέντας εἰς τὴν Περσῶν γῆν ἢ Σκυθῶν ἢ βαρβάρων ἑτέρων διεσπάρθαι κατὰ δύο καὶ τρεῖς ἐνἐκείναις ταῖς πόλεσιν, εἶτα ἐξαίφνης τινὰ τῶν ἐντεῦθεν ἰδεῖν ἐπελθόντα, ἐννόησον ὅσην ἂν ἐκαρπωσάµεθα τὴν παραµυθίαν. Οὐχ ὁρᾶτε καὶ τοὺς ἐν τοῖς δεσµωτηρίοις ὄντας, εἴ τινα τῶν ἐπιτηδείων ἴδοιεν, ἀνισταµένους καὶ ἐπτερωµένους ὑπὸ τῆς ἡδονῆς; Εἰ δὲ αἰχµαλωσίᾳ καὶ δεσµωτηρίῳ παραβάλλω τοὺς τότε καιροὺς, µὴ θαυµάσῃς· πολὺ γὰρ χαλεπώτερα τούτων ἔπασχον ἐκεῖνοι, διεσπαρµένοι καὶ ἐλαυνόµενοι, καὶ λιµῷ καὶ πολέµοις συζῶντες, καὶ καθηµερινοὺς θανάτους τρέµοντες, καὶ ὑποπτεύοντες καὶ φίλους καὶ οἰκείους καὶ συγγενεῖς, καὶ καθάπερ ξένην τὴν οἰκουµένην οἰκοῦντες, µᾶλλον δὲ πολλῷ τῶν ἐν ἀλλοτρίᾳδιατριβόντων χαλεπώτερον.∆ ιά τοι τοῦτό φησιν( Εἰς τὸ στηριχθῆναι ὑµᾶς, καὶ συµπαρακληθῆναι διὰ τῆς ἐν ἀλλήλοις πίστεως. Τοῦτο δὲ ἔλεγεν, οὐχ ὡς αὐτὸς χρῄζων τῆς παρ' ἐκείνων συµµαχίας, ἄπαγε· πῶς γὰρ ὁ τῆς Ἐκκλησίας στῦλος, ὁ σιδήρου καὶ πέτρας στεῤῥότερος, ὁ πνευµατικὸς ἀδάµας καὶ µυρίαις ἀρκῶν πόλεσιν); ἀλλ' ἵνα µὴ καταφορικὸν ποιήσῃ τὸν λόγον µηδὲ σφοδρὰν τὴν ἐπιτίµησιν, καὶ αὐτὸς δεῖσθαι τῆς παρακλήσεως ἔλεγε τῆς ἐκείνων. Εἰ δέ τις ἐνταῦθα παράκλησιν καὶ εὐφροσύνην τὴν ἐπὶ τῆς πίστεως αὐτῶν ἐπίδοσιν λέγοι, καὶ ταύτης δεῖσθαι τὸν Παῦλον, οὐκ ἂν οὐδὲ οὕτως ἁµάρτοιτοῦ λόγου. Εἰ οὖν καὶ ἐπιθυµεῖς, φησὶ, καὶ εὔχῃ, καὶ µέλλεις παρακλήσεως ἀπολαύειν, καὶ παρακλήσεως µεταδιδόναι, τί τὸ κωλύον ἐλθεῖν; Ταύτην τοίνυν λύων τὴν ὑπόνοιαν, ἐπήγαγεν· Οὐ θέλω δὲ ὑµᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλάκις προεθυµήθην ἐλθεῖν πρὸς ὑµᾶς, καὶ ἐκωλύθην ἄχρι τῆς δεῦρο. Ὅρα µέτρα δουλικῆς ὑπακοῆς, καὶ πολλῆς εὐγνωµοσύνης ἀπόδειξιν. Ὅτι µὲν γὰρ ἐκωλύθη, λέγει· διὰ τί δὲ, οὐκέτι. Οὐ γὰρ ἐξετάζει τοῦ∆ εσπότου τὸ πρόσταγµα, ἀλλὰ πείθεται µόνον· καίτοι γε εἰκὸς ἦν διαπορῆσαι, τίνος ἕνεκεν πόλιν οὕτω λαµπρὰν καὶ µεγάλην, καὶ πρὸς ἣν ἅπασα ἔβλεπεν ἡ οἰκουµένη, ἐκώλυσεν ὁ Θεὸςἀπολαῦσαι διδασκάλου τοιούτου, καὶ ἐπὶ χρόνον τοσοῦτον. Ὁ µὲν γὰρ τῆς κρατούσης πόλεως περιγενόµενος, καὶ τοῖς ἀρχοµένοις ῥᾳδίως ἐπῄει· ὁ δὲ τὴν βασιλικωτέραν ἀφεὶς, τοῖς δὲ ὑπηκόοις ἐφεδρεύων, τὸ κεφάλαιον εἶχεν ἠµεληµένον. Ἀλλ' ὅµως οὐδὲν τούτων περιεργάζεται, ἀλλὰ παραχωρεῖ τῷ τῆς προνοίας ἀκαταλήπτῳ, τό τε ἐµµελὲς ἐπιδεικνύµενος τῆς ἑαυτοῦ ψυχῆς, καὶπαιδεύων πάντας ἡµᾶς µηδέποτε τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας τῶν γινοµένων, κἂν δοκῇ πολλοὺς θορυβεῖν τὰ πραττόµενα.∆ εσπότου µὲν γάρ ἐστι µόνον τὸ ἐπιτάττειν, δούλων δὲ τὸ πείθεσθαι.∆ ιὰ τοῦτο, ὅτι µὲν ἐκωλύθη, λέγει· τίνος δὲ ἕνεκεν, οὐκέτι· Οὐδὲ γὰρ ἐγὼ οἶδα, φησί. Μὴ τοίνυν ἐρώτα µε Θεοῦ βουλὴν ἢ γνώµην. Οὐδὲ γὰρ ἐρεῖ τὸ πλάσµα τῷ πλάσαντι· Τί µε ἐποίησας οὕτω; Τίνος γὰρ ἕνεκεν, εἰπέ µοι, καὶ ζητεῖς µαθεῖν; οὐκ οἶσθα, ὅτι µέλει πάντων αὐτῷ, ὅτι σοφός ἐστιν, ὅτι οὐδὲν ἁπλῶς ἐργάζεται καὶ εἰκῆ; ὅτι τῶν γεγεννηκότων σε µᾶλλον φιλεῖ, καὶ πατρὸς ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνει φιλοστοργίαν, καὶ µητρὸς κηδεµονίαν; Μηδὲν οὖν πλέον ζήτει, µηδὲ πρόβαινε περαιτέρω· καὶ γὰρ ἀρκεῖ σοι ταῦτα εἰς παραµυθίαν· ἐπεὶ καὶ τότε σοφῶς ᾠκονόµητο τὸ τῶν Ῥωµαίων. Εἰ δὲ τὸν τρόπον ἀγνοεῖς, µὴ δυσχέραινε· τοῦτο γὰρ πίστεως µάλιστα, τὸ καὶ ἀγνοοῦντα τὸν τρόπον τῆς οἰκονοµίας, δέχεσθαι τὸν περὶ προνοίας λόγον.
2.5
Κατορθώσας τοίνυν ὅπερ ἐσπούδαζεν ὁ Παῦλος( τί δὲ τοῦτο ἦν; Τὸ δεῖξαι, ὅτι οὐ καταφρονῶν αὐτῶν οὐκ ἤρχετο, ἀλλὰ καὶ σφόδρα ἐπιθυµῶν ἐκωλύετο), καὶ τὸ ἔγκληµα ἀποδυσάµενος τῆς ῥᾳθυµίας, καὶ πείσας ὅτιαὐτῶν οὐχ ἧττον ἐκεῖνος ἰδεῖν αὐτοὺς ἐπεθύµει· πάλιν καὶ δι' ἑτέρων ἐνδείκνυται τὴν ἀγάπην. Οὐδὲ γὰρ, ἐπειδὴ ἐκωλύθην, φησὶν, ἀπέστην τοῦ ἐπιχειρεῖν, ἀλλ' ἀεὶ µὲν ἐπεχείρουν, ἀεὶ δὲ ἐκωλυόµην, οὐδέποτε δὲ ἀφιστάµην, τῷ µὲν θελήµατι τοῦΘεοῦ οὐκ ἀντιπίπτων, τὴν δὲ ἀγάπην τηρῶν.∆ ιὰ µὲν γὰρ τοῦ προτίθεσθαι καὶ µὴ ἀφίστασθαι τὸ φίλτρον ἐπεδείκνυτο· διὰ δὲ τοῦ κωλύεσθαι καὶ µὴ ἀντιτείνειν τὴν περὶ τὸν Θεὸν ἅπασαν ἀγάπην ἐδήλου. Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑµῖν. Καίτοι καὶ ἀνωτέρω τὴν αἰτίαν εἶπε τῆς ἐπιθυµίας, καὶ αὐτῷ πρέπουσαν ἔδειξεν, ἀλλ' ὅµως καὶ ἐνταῦθα αὐτὴν τίθησι, σφοδρῶς ἐκκαθαίρων αὐτῶντὴν ὑπόνοιαν. Ἐπειδὴ γὰρ περίβλεπτος ἦν ἡ πόλις, καὶ µόνη πανταχοῦ γῆς καὶ θαλάττης τοιαύτη, καὶ ἡ τῆς ἱστορίας αὐτῆς ἐπιθυµία µόνη πολλοῖς ἀποδηµίαςπρόφασις γέγονεν· ἵνα µὴ καὶ περὶ τοῦ Παύλου τοιοῦτόν τι νοµίσωσι, µηδὲ ὑποπτεύσωσιν, ὅτι ἁπλῶς τῇ οἰκειώσει αὐτῶν ἐγκαλλωπιζόµενος ἐπεθύµει τῆς ἐκεῖπαρουσίας, συνεχῶς τίθησι τὴν ὑπόθεσιν τῆς ἐπιθυµίας. Καὶ ἔµπροσθεν µέν φησιν· Ἵνα τι µεταδῶ χάρισµα ὑµῖν πνευµατικὸν, ἐπεθύµουν ἰδεῖν· ἐνταῦθα δὲ σαφέστερον· Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑµῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι. Τοὺς ἄρχοντας µετὰ τῶν ἀρχοµένων ἔστησε, καὶ µετὰ τὰ µυρία τρόπαια καὶ τὰς νίκας καὶ τὴν τῶν ὑπάτων περιφάνειαν, µετὰ τῶν βαρβάρων αὐτοὺς τίθησι· καὶ µάλα εἰκότως. Ὅπου γὰρ ἡ τῆς πίστεως εὐγένεια, οὐδεὶς βάρβαρος, οὐδεὶς Ἕλλην, οὐδεὶς ξένος, οὐδεὶς πολίτης, ἀλλ' εἰς µίαν ἅπαντες ἀξιώµατος ἀναβαίνουσιν ὑπεροχήν. Ὅρα δὲ αὐτὸν καὶ ἐνταῦθα µετριάζοντα. Οὐ γὰρεἶπεν, Ἵνα διδάξω καὶ κατηχήσω, ἀλλὰ τί; Ἵνα τινὰ καρπὸν σχῶ. Καὶ οὐδὲ ἁπλῶς καρπὸν, ἀλλ' Ἵνα τινὰ καρπόν· πάλιν συστέλλων τὰ καθ' ἑαυτὸν, ὥσπερ ἀνωτέρω εἶπεν· Ἵνα τι µεταδῶ. Εἶτα καὶ αὐτοὺς, ὥσπερ ἔφθην εἰπὼν, καταστέλλων, Καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι, φησίν. Οὐ γὰρ, ἐπειδὴ πλουτεῖτε καὶ τῶν ἄλλων ἔχετε πλέον, ἐλάττονα περὶ τοὺς λοιποὺς σπουδὴν ἐπιδείκνυµι· οὐ γὰρ τοὺς πλουτοῦντας ζητοῦµεν, ἀλλὰ τοὺς πιστούς. Ποῦ νῦν οἱ σοφοὶ τῶν Ἑλλήνων, οἱ τοὺς βαθεῖς πώγωνας ἕλκοντες, καὶ τὰς ἐξωµίδας ἀναβεβληµένοι, καὶ τὰ µεγάλα φυσῶντες; Τὴν Ἑλλάδα, τὴν βάρβαρον πᾶσαν ὁ σκηνοποιὸς ἐπέστρεψεν. Ὁ δὲ παρ' αὐτοῖς ἀγόµενος καὶ περιφερόµενος Πλάτων, τρίτον εἰς Σικελίαν ἐλθὼν µετὰ τοῦ κόµπου τῶν ῥηµάτων ἐκείνων, µετὰ τῆς ὑπολήψεως τῆςλαµπρᾶς, οὐδὲ ἑνὸς περιεγένετο τυράννου, ἀλλ' οὕτως ἀθλίως ἀπήλλαξεν, ὡς καὶ αὐτῆς ἐκπεσεῖν τῆς ἐλευθερίας. Ὁ δὲ σκηνοποιὸς οὗτος οὐ Σικελίαν µόνον οὐδὲ Ἰταλίαν, ἀλλὰ πᾶσαν ἐπέδραµε τὴν οἰκουµένην, καὶ οὐδὲ ἐν τῷ κηρύττειν τῆς τέχνης ἀπέστη, ἀλλὰ καὶτότε δέρµατα ἔῤῥαπτε, καὶ ἐργαστηρίου προειστήκει· καὶ οὐδὲ τοῦτο ἐσκανδάλισε τοὺς ἐξ ὑπάτων· καὶ µάλα εἰκότως. Οὐ γὰρ αἱ τέχναι καὶ τὰ ἐπιτηδεύµατα, ἀλλὰ τὸ ψεῦδος καὶ τὰ πεπλασµένα δόγµατα εὐκαταφρονήτους ποιεῖν εἴωθε τοὺς διδάσκοντας.∆ ιά τοι τοῦτο ἐκείνων µὲν καὶ Ἀθηναῖοι λοιπὸν καταγελῶσι· τούτῳ δὲ καὶ βάρβαροι προσέχουσι καὶ ἀνόητοι καὶ ἰδιῶται. Κοινὸν γὰρ τὸ κήρυγµα πρόκειται πᾶσιν· οὐκ ἀξιώµατος οἶδε διαφορὰν, οὐκ ἔθνους ὑπεροχὴν, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· πίστεως γὰρ δεῖται µόνης, οὐ συλλογισµῶν.∆ ιὸ δὴ µάλιστα αὐτὸ θαυµάζειν ἄξιον, οὐχ ὅτι χρήσιµον καὶ σωτήριον µόνον, ἀλλ' ὅτι καὶ εὔκολον καὶ ῥᾷστον, καὶ τοῖς πᾶσιν εὔληπτον· ὃ δὴ µάλιστα τῆς τοῦ Θεοῦ προνοίας ἔργον ἐστὶ, κοινὰ τὰ παρ' ἑαυτοῦ προτιθέντος ἅπασιν. Ὅπερ γὰρ ἐπὶ ἡλίου καὶ σελήνης καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἄλλων ἐποίησεν, οὐ τοῖς µὲν πλουτοῦσι καὶ σοφοῖς πλείονος µεταδιδοὺς τῆς ἀπὸτούτων χορηγίας, ἐλάττονος δὲ τοῖς πένησιν, ἀλλ' ἴσην ἅπασι τὴν ἀπόλαυσιν προτιθεὶς, τοῦτο καὶ ἐπὶ τοῦ κηρύγµατος εἰργάσατο, καὶ πολλῷ πλέον, ὅσῳκαὶ ἀναγκαιότερον τοῦτο ἐκείνων.∆ ιὸ καὶ Παῦλός φησι συνεχῶς· Πᾶσι τοῖς ἔθνεσιν. Εἶτα δεικνὺς αὐτοῖς, ὅτι οὐδὲν αὐτοῖς χαρίζεται, ἀλλ' ἐπίταγµα πληροῖ δεσποτικὸν, καὶ παραπέµπων αὐτοὺς ἐπὶ τὴν τοῦ Θεοῦ τῶν ὅλων εὐχαριστίαν, φησίν· Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰµί. Ὃ καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγε. Λέγει δὲ τοῦτο, τὸ πᾶν ἀνατιθεὶς τῷ Θεῷ. Οὕτω τὸ κατ' ἐµὲ πρόθυµον, καὶ ὑµῖν τοῖς ἐν Ῥώµῃ εὐαγγελίσασθαι.
2.6
Ὢ ψυχῆς γενναίας! πρᾶγµα τοσούτων κινδύνων µεστὸν ἀναδεξάµενος, ἀποδηµίαν διαπόντιον, πειρασµοὺς, ἐπιβουλὰς, ἐπαναστάσεις( καὶ γὰρ εἰκὸςπόλει τοσαύτῃ µέλλοντα διαλέγεσθαι, ὑπὸ ἀσεβείας τυραννουµένῃ, νιφάδας πειρασµῶν ὑποµένειν· οὕτω γοῦν καὶ τὸν βίον κατέλυσεν ἐν τῇ πόλει ταύτῃ, παρὰ τοῦ τότε τυραννοῦντος ἀποτµηθείς)· ἀλλ' ὅµως τοσαῦτα προσδοκῶν ὑποµένειν, οὐδενὶ τούτων ὀκνηρότερος ἐγίγνετο, ἀλλὰ κατηπείγετο καὶ ὤδινε καὶ πρόθυµος ἦν.∆ ιό φησιν· Οὕτω τὸ κατ' ἐµὲ πρόθυµον, καὶ ὑµῖν τοῖς ἐν Ῥώµῃ εὐαγγελίσασθαι. Οὐ γὰρ ἐπαισχύνοµαι τὸ Εὐαγγέλιον. Τί φὴς, ὦ Παῦλε;∆ έον εἰπεῖν, ὅτι Καὶ καυχῶµαι, καὶ σεµνύνοµαι, καὶ ἐναβρύνοµαι, τοῦτο µὲν οὐ λέγεις, τὸ δὲ ἔλαττον τούτου, ὅτι οὐκ ἐπαισχύνῃ· ὅπερ οὐκ ἐπὶ τῶν σφόδρα λαµπρῶν λέγειν εἰώθαµεν. Τί οὖν ἐστιν ὅ φησι; καὶ τίνος ἕνεκεν οὕτω φθέγγεται, καίτοι γε ἀγαλλόµενος ἐπ' αὐτῷ µᾶλλον ἢ ἐπὶ τῷ οὐρανῷ; Γαλάταις γοῦν ἐπιστέλλων ἔλεγεν· Ἐµοὶ δὲ µὴ γένοιτο καυχᾶσθαι, εἰ µὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Τίνος οὖν ἕνεκεν ἐνταῦθα οὐ λέγει, ὅτι Καὶ καυχῶµαι, ἀλλ' ὅτι Οὐκ ἐπαισχύνοµαι; Σφόδρα πρὸς τὰ τοῦ κόσµου πράγµατα ἦσαν ἐπτοηµένοι οἱ Ῥωµαῖοι διὰ τὸν πλοῦτον, διὰ τὴν ἀρχὴν, διὰ τὰς νίκας καὶ τοὺς αὐτῶν βασιλεῖς· ἰσοθέους γὰρ ἡγοῦντο τούτους. Οὕτω γοῦν αὐτοὺς καὶ ἐκάλουν.∆ ιὰ δὴ τοῦτο καὶ ναοῖς αὐτοὺς ἐθεράπευον καὶ βωµοῖς καὶ θυσίαις. Ἐπεὶ οὖν οὕτως ἦσαν πεφυσιωµένοι, ὁ δὲ Παῦλος ἔµελλε κηρύττειν τὸν Ἰησοῦν τὸν νοµιζόµενον τοῦ τέκτονος υἱὸν, τὸν ἐν Ἰουδαίᾳ τραφέντα καὶ ἐνοἰκίᾳ γυναικὸς εὐτελοῦς, οὐ δορυφόρους ἐσχηκότα, οὐ χρήµατα περιβαλ[ λ] όµενον, ἀλλὰ καὶ ὡς κατάδικον ἀποθανόντα µετὰ λῃστῶν, καὶ ἕτερα πολλὰἄδοξα ὑποµείναντα, καὶ εἰκὸς ἦν αὐτοὺς ἐγκαλύπτεσθαι, οὐδὲν τῶν ἀποῤῥήτων καὶ µεγάλων εἰδότας οὐδέπω· διὰ τοῦτό φησιν, Οὐκ ἐπαισχύνοµαι, ἐκείνους διδάσκων τέως µὴ ἐπαισχύνεσθαι· ᾔδει γὰρ ὅτι, ἂν τοῦτο κατορθώσωσι, ταχέως προϊόντες καὶ ἐπὶ τὸ καυχᾶσθαι ἥξουσι. Καὶ σὺ τοίνυν ἐὰν ἀκούσῃς τινὸς λέγοντος· Τὸν ἐσταυρωµένον προσκυνεῖς; µὴ ἐπαισχυνθῇς, µηδὲ κάτω βλέψῃς, ἀλλὰ καὶ ἐναβρύνου καὶ καλλωπίζου, καὶ ἐλευθέροις ὀφθαλµοῖς καὶ ὑψηλῷ προσώπῳ κατάδεξαι τὴν ὁµολογίαν. Κἂν εἴπῃ πάλιν· Τὸν ἐσταυρωµένον προσκυνεῖς; εἰπὲ πάλιν πρὸς αὐτόν· Ἀλλ' οὐ τὸν µοιχὸν οὐδὲ τὸν πατραλοίαν οὐδὲ τὸν παιδοκτόνον( τοιοῦτοι γὰρ οἱ παρ' αὐτοῖς θεοὶ πάντες), ἀλλὰ τὸν διὰ σταυροῦ δαίµονας ἐπιστοµίσαντα, καὶ τὰς µυρίας αὐτῶν ἀνελόντα µαγγανείας. Καὶ γὰρ ὁ σταυρὸς δι' ἡµᾶς τὸ τῆς ἀφάτου φιλανθρωπίας ἔργον, τὸ τῆς πολλῆς κηδεµονίας σύµβολον. Πρὸς δὲ τοῖς εἰρηµένοις, ἐπειδὴ καὶ λόγῳ µέγα κοµπάζοντες, καὶ τὴν ἔξωθεν περιβεβληµένοι σοφίαν ἐφυσῶντο, Ἐγὼ, φησὶν, ἐῤῥῶσθαι πολλὰ τούτοιςεἰπὼν τοῖς συλλογισµοῖς, σταυρὸν ἔρχοµαι κηρύττων, καὶ οὐ διὰ τοῦτο αἰσχύνοµαι.∆ ύναµις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν. Ἐπειδὴ γάρ ἐστι καὶ δύναµις Θεοῦ εἰς κόλασιν( καὶ γὰρ ὅτε τοὺς Αἰγυπτίους ἐκόλαζεν, ἔλεγεν· Αὕτη ἐστὶν ἡ δύναµίς µου ἡ µεγάλη), καὶ δύναµις εἰς ἀπώλειαν( Φοβήθητε γὰρ, φησὶ, τὸν δυνάµενον καὶ ψυχὴν καὶ σῶµα ἀπολέσαι ἐν γεέννῃ)· διὰ τοῦτό φησιν· Οὐ ταῦτα ἐλθὼν κοµίζω, οὐ τὰ περὶ κολάσεως καὶ τιµωρίας, ἀλλὰ τὰ περὶ σωτηρίας. Τί οὖν; οὐχὶ καὶ ταῦτα κατήγγελλε τὸ Εὐαγγέλιον, τὸν περὶ γεέννης λόγον, τὸν περὶ τοῦ σκότους τοῦ ἐξωτέρου καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου; Καὶ µὴν οὐδαµόθεν ἄλλοθεν, ἢ ἐκ τοῦ Εὐαγγελίου ταῦτα ἔγνωµεν· πῶς οὖν, φησὶ,∆ ύναµις Θεοῦ εἰς σωτηρίαν; Ἀλλ' ἄκουε καὶ τῶν ἑξῆς· Παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι. Οὐ γὰρ ἁπλῶς πᾶσιν, ἀλλὰ τοῖς δεχοµένοις. Κἂν γὰρ Ἕλλην ᾖς, κἂν πᾶσαν ἐπελθὼν κακίαν, κἂν Σκύθης, κἂν βάρβαρος, κἂν αὐτοθηρίον, κἂν πάσης ἀλογίας γέµων, καὶ µυρίαἁµαρτηµάτων ἐπιφερόµενος φορτία, ἅµα τὸν περὶ σταυροῦ λόγον κατεδέξω καὶ ἐβαπτίσθης, καὶ πάντα ἐκεῖνα ἐξήλειψας.∆ ιὰ τί δέ φησιν ἐνταῦθα, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι; τί βούλεται αὕτη ἡ διαφορά; Καίτοι πολλαχοῦ εἶπεν, ὅτι οὔτε περιτοµὴ τί ἐστιν, οὔτε ἀκροβυστία· πῶς οὖν ἐνταῦθα διαιρεῖ, προτιθεὶς τὸν Ἰουδαῖον τοῦ Ἕλληνος; Καὶ τί τοῦτο; οὐδὲ γὰρ, ἐπειδὴ πρῶτός ἐστι, καὶ πλέον λαµβάνει τῆς χάριτος· ἡ γὰρ αὐτὴ δωρεὰ καὶ τούτῳ κἀκείνῳ δίδοται· ἀλλὰ τάξεώς ἐστι τιµὴ µόνον τὸ πρῶτος. Καὶ γὰρ οὐκ ἐν τῷ µείζονα λαβεῖν δικαιοσύνην πλεονεκτεῖ, ἀλλ' ἐν τῷ πρῶτος αὐτὴν λαβεῖν τετίµηται µόνον· ἐπεὶ καὶ ἐπὶ τῶν φωτιζοµένων( ἴστε δὲ οἱ µύσται τὸ λεγόµενον) πάντες µὲν ἐπὶ τὸ βάπτισµα τρέχουσιν, οὐ πάντες δὲ ἐν τῇ αὐτῇ ὥρᾳ, ἀλλ' ὁ µὲν πρῶτος, ὁδὲ δεύτερος· οὐ µὴν ὁ πρῶτος τοῦ δευτέρου πλέον λαµβάνει, οὐδὲ ἐκεῖνος τοῦ µετ' αὐτὸν, ἀλλὰ τῶν αὐτῶν ἅπαντες ἀπολαύουσι. Τὸ τοίνυν, πρῶτος, ἐνταῦθα ῥήµατός ἐστι τιµὴ, οὐ χάριτος πλεονασµός. Εἶτα εἰπὼν, Εἰς σωτηρίαν, πάλιν αὔξει τὴν δωρεὰν, δεικνὺς οὐκ ἄχρι τοῦ παρόντος ἱσταµένην, ἀλλὰ περαιτέρω προϊοῦσαν· τοῦτο γὰρ ἐδήλωσεν εἰπών·∆ ικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Ὁ γοῦν γενόµενος δίκαιος, οὐ κατὰ τὸν παρόντα βίον µόνον, ἀλλὰ καὶ κατὰ τὸν µέλλοντα ζήσεται. Οὐ τοῦτο δὲ µόνον, ἀλλὰ καὶ ἕτερον αἰνίττεται µετὰ τούτου, τὸ λαµπρὸν καὶ περιφανὲς τῆς τοιαύτης ζωῆς. Ἐπειδὴ γὰρ ἔστι καὶ µετὰ αἰσχύνης σωθῆναι( ὥσπερ οὖν πολλοὶ τῶν ἀπὸ φιλανθρωπίας βασιλικῆς ἀπαλλαττοµένων κολάσεως σώζονται), ἵνα µὴὑποπτεύσῃ τοῦτό τις σωτηρίαν ἀκούσας, προσέθηκε, Καὶ δικαιοσύνην, καὶ δικαιοσύνην οὐ σὴν, ἀλλὰ Θεοῦ, καὶ τὸ δαψιλὲς αὐτῆς καὶ τὸ εὔκολον αἰνιττόµενος. Οὐ γὰρ ἐξ ἱδρώτων καὶ πόνων αὐτὴν κατορθοῖς, ἀλλ' ἀπὸ τῆς ἄνωθεν δωρεᾶς λαµβάνεις, ἓν µόνον εἰσφέρων οἴκοθεν, τὸ πιστεῦσαι. Εἶτα, ἐπειδὴ ἀπίθανος ὁ λόγος εἶναι ἐδόκει, εἰ ὁ µοιχὸς καὶ µαλακὸς, καὶ τυµβωρύχος καὶ γόης ἀθρόον οὐχὶ κολάσεως ἀπαλλάττεται µόνον, ἀλλὰ καὶδίκαιος γίνεται, καὶ δίκαιος τὴν ἀνωτάτω δικαιοσύνην, ἀπὸ τῆς Παλαιᾶς πιστοῦται τὸν λόγον. Καὶ πρῶτον µὲν βραχεῖ ῥήµατι πέλαγος ἱστοριῶν ἀχανὲς τῷ δυναµένῳ βλέπειν ἀναπετάννυσιν. Εἰπὼν γὰρ, Ἐκ πίστεως εἰς πίστιν, παρέπεµψε τὸν ἀκροατὴν ἐπὶ τὰς οἰκονοµίας τοῦ Θεοῦ τὰς ἐν τῇ Παλαιᾷ γενοµένας, ἃς Ἑβραίοις ἐπιστέλλων µετὰπολλῆς ἐξηγεῖται τῆς σοφίας, καὶ τοὺς δικαίους καὶ τοὺς ἁµαρτωλοὺς οὕτω δικαιωθέντας δείκνυσι καὶ τότε· διὸ καὶ τῆς Ῥαὰβ καὶ τοῦ Ἀβραὰµ ἐµνηµόνευσεν. Ἔπειτα δὲ ἐνταῦθα αἰνιξάµενος αὐτὸ µόνον( καὶ γὰρ ἐφ' ἕτερον ἔτρεχε θεώρηµα, καὶ κατεπεῖγον), ἀπὸ τῶν προφητῶν πάλιν πιστοῦται τὸν λόγον, τὸν Ἀµβακοὺµ εἰς µέσον παράγων βοῶντα καὶ λέγοντα, ὅτι οὐδὲ ἔνι ἄλλως ζῇν τὸν µέλλοντα ζήσεσθαι, ἀλλ' ἢ διὰ πίστεως. Ὁ γὰρ δίκαιος, φησὶν, ἐκ πίστεως ζήσεται, περὶ τῆς µελλούσης λέγων ζωῆς. Ἐπειδὴ γὰρ ἅπερ ὁ Θεὸς χαρίζεται, πάντα ὑπερβαίνει λογισµὸν, εἰκότως πίστεως ἡµῖν δεῖ. Ὁ δὲ κατοιόµενος καὶ καταφρονητὴς ἀνὴρ καὶ ἀλαζὼν οὐθὲν οὐ µὴ περανεῖ. Ἀκουέτωσαν οἱ αἱρετικοὶ τῆς πνευµατικῆς φωνῆς. Τοιαύτη γὰρ ἡ τῶν λογισµῶν φύσις· λαβυρίνθῳ τινὶ καὶ γρίφοις ἔοικεν, οὐδὲν οὐδαµοῦ τέλος ἔχουσα, οὐδὲ ἀφιεῖσα τὸν λογισµὸν ἑστάναι ἐπὶ τῆς πέτρας, καὶ τὴν ἀρχὴν ἐξ ἀλαζονείαςλαµβάνουσα. Αἰσχυνόµενοι γὰρ ἐπὶ τῷ παραδέχεσθαι πίστιν καὶ δοκεῖν ἀγνοεῖν τὰ οὐράνια. εἰς κονιορτὸν ἑαυτοὺς µυρίων λογισµῶν ἐµβάλλουσιν. Εἶτα, ἄθλιε καὶ ταλαίπωρε καὶ µυρίων ἄξιε δακρύων, ἂν µέν τίς σε ἔρηται, πῶς ὁ οὐρανὸς γέγονεν, καὶ πῶς ἡ γῆ· τί λέγω τὸν οὐρανὸν καὶ τὴν γῆν; πῶς αὐτὸς ἐτέχθης, πῶς ἐτράφης καὶ ηὐξήθης, οὐκ αἰσχύνῃ τὴν ἄγνοιαν; ἐὰν δὲ περὶ τοῦ Μονογενοῦς γίνηταί τις λόγος, δι' αἰσχύνην εἰς βάραθρον ἑαυτὸν ἐµβάλλεις ἀπωλείας, ἀνάξιον σεαυτῷ νοµίζων τὸ µὴ πάντα εἰδέναι; Καὶ µὴν ἀνάξιον ἡ φιλονεικία, καὶ τὸ πολυπραγµονεῖν ἀκαίρως. Καὶ τί λέγω περὶ δογµάτων; Αὐτῆς γὰρ τῆς κατὰ τὸν παρόντα βίον πονηρίας οὐδαµόθεν ἀπηλλάγηµεν ἄλλοθεν, ἀλλ' ἢ διὰ τῆς πίστεως. Οὕτω καὶ οἱ πρὸ τούτου ἔλαµψαν ἅπαντες, οὕτως ὁ Ἀβραὰµ, οὕτως ὁ Ἰσαὰκ, οὕτως ὁ Ἰακώβ· οὕτω καὶ ἡ πόρνη ἐσώθη, καὶ ἡ ἐν τῇ Παλαιᾷ, καὶ ἡ ἐν τῇ Καινῇ. Πίστει γὰρ, φησὶ, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαµένη τοὺς κατασκόπους. Οὐδὲ πρὸς ἑαυτὴν εἶπε· Καὶ πῶς δυνήσονται οὗτοι αἰχµάλωτοι καὶ φυγάδες ὄντες καὶ µετανάσται, καὶ νοµάδων βίον ζῶντες, ἡµῶν τῶν πόλιν ἐχόντων καὶ τείχη καὶπύργους περιγενέσθαι; ὡς εἰ πρὸς ἑαυτὴν ταῦτα εἶπε, καὶ ἑαυτὴν καὶ ἐκείνους ἂν προσαπώλεσεν· ὅπερ οὖν καὶ οἱ πρόγονοι τῶν τότε σωθέντων ἔπαθον. Ἐκεῖνοι γὰρ ἐπειδὴ ἄνδρας ἰδόντες µεγάλους καὶ εὐµήκεις, τὸν τρόπον τῆς νίκης ἐζήτουν, ἀπώλοντο χωρὶς πολέµου καὶ παρατάξεως ἅπαντες. Εἶδες πόσον τῆς ἀπιστίας τὸ βάραθρον, καὶ πόσον τῆς πίστεως τὸ τεῖχος; Ἡ µὲν γὰρ ἀπείρους κατήνεγκε χιλιάδας· αὕτη δὲ πόρνην γυναῖκα οὐ µόνον διέσωσεν, ἀλλὰ καὶ δήµου τοσούτου πρόστασιν ἐποίησε. Ταῦτ' οὖν εἰδότες, καὶ τὰ τούτων πλείονα, µηδέποτε τὸν Θεὸν εὐθύνας τῶν γινοµένων ἀπαιτῶµεν, ἀλλ' ὅπερ ἂν ἐπιτάξῃ, δεχώµεθα· καὶ µὴ περιεργαζώµεθα µηδὲ πολυπραγµονῶµεν, κἂν ἀνθρωπίνοις λογισµοῖς ἄτοπον εἶναι δοκῇ τὸ κελευόµενον. Τί γὰρ, εἰπέ µοι, τοῦ σφάξαι µονογενῆ παῖδα καὶ γνήσιον, αὐτὸν τὸν γεγεννηκότα, ἀτοπώτερον εἶναι δοκεῖ; Ἀλλ' ὅµως ὁ δίκαιος κελευσθεὶς, οὐ περιειργάσατο τοῦτο, ἀλλ' ἀπὸ τῆς ἀξίας τοῦ κελεύσαντος ἐδέξατο τὸ ἐπίταγµα µόνον, καὶ ὑπήκουσε. Καὶ ἕτερος δὲ προφήτην παρὰ τοῦ Θεοῦ κελευσθεὶς ῥαπίσαι, ἐπειδὴ τὸ δοκοῦν ἄτοπον εἶναι τοῦ πράγµατος περιειργάσατο, καὶ οὐχ ἁπλῶς ὑπήκουσε, δίκην ἔδωκε τὴν ἐσχάτην· ὁ δὲ πλήξας εὐδοκίµησε. Καὶ ὁ Σαοὺλ δὲ σώσας ἀνθρώπους παρὰ τὸ τῷ Θεῷ δοκοῦν, τῆς βασιλείας ἐξέπεσε, καὶ τὰ ἀνήκεστα ἔπαθε. Καὶ ἕτερα πλείονα τούτων ἄν τις εὕροι παραδείγµατα, δι' ὧν ἁπάντων παιδευόµεθα µηδέποτε τῶν ἐπιταγµάτων τοῦ Θεοῦ λόγον ἀπαιτεῖν, ἀλλ' εἴκεινκαὶ πείθεσθαι µόνον. Εἰ δὲ, ἅπερ ἂν ἐπιτάξῃ, περιεργάζεσθαι ἐπισφαλὲς, καὶ ἐσχάτη κόλασις κεῖται τοῖς πολυπραγµονοῦσι· οἱ τὰ πολλῷ τούτων ἀποῤῥητότερα καὶ φρικωδέστερα περιεργαζόµενοι, τουτέστι πῶς ἐγέννησε τὸν Υἱὸν, καὶ τίνι τρόπῳ, καὶ τίς ἡ οὐσία, τίναἕξουσιν ἀπολογίαν ποτέ; Ταῦτ' οὖν εἰδότες, τὴν πάντων τῶν ἀγαθῶν µητέρα πίστιν µετὰ πάσης ὑποδεχώµεθα τῆς εὐνοίας, ἵνα ὥσπερ ἐν γαληνῷ πλέοντες λιµένι τά τεὀρθὰ διατηρῶµεν δόγµατα, καὶ τὸν βίον ἡµῶν µετὰ ἀσφαλείας κατευθύνοντες, τῶν αἰωνίων ἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶνἸησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιµὴ καὶ προσκύνησις σὺν ἁγίῳ Πνεύµατι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note