Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 30 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
30.0
Νυνὶ δὲ πορεύοµαι εἰς Ἱερουσαλὴµ, διακονῶν τοῖς ἁγίοις. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήµ. Εὐ δόκησαν γὰρ, καὶ ὀφειλέται αὐτῶν εἰσιν.
30.1
Ἐπειδὴ εἶπεν, ὅτι Τόπον οὐκ ἔτι ἔχω ἐν τοῖς κλίµασι τούτοις, καὶ ἐπιποθίαν ἔχω ἐκ πολλῶν ἐτῶν ἐλθεῖν πρὸς ὑµᾶς, ἔµελλε δὲ ἔτι βραδύνειν· ἵνα µὴ νοµίζηται διαχλευάζειν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν, δι' ἣν ἀναβάλλεται τέως, καί φησιν, ὅτι Πορεύοµαι εἰς Ἱεροσόλυµα. Καὶ δοκεῖ µὲν τὴν πρόφασιν λέγειν τῆς µελλήσεως, διὰ δὲ τούτων καὶ ἕτερόν τι κατασκευάζει, τὸ προτρέψαι ἐκείνους εἰς ἐλεηµοσύνην, καὶσπουδαιοτέρους ποιῆσαι· ἐπεὶ εἰ µὴ τοῦτο ἐσπούδαζε κατορθῶσαι, ἤρκει εἰπεῖν, ὅτι Πορεύοµαι εἰς Ἱερουσαλήµ· νυνὶ δὲ καὶ τὴν αἰτίαν προστίθησι τῆς ἀποδηµίας· Πορεύοµαι γὰρ, φησὶ, διακονῶν τοῖς ἁγίοις. Καὶ ἐνδιατρίβει τῷ λόγῳ, καὶ λογισµοὺς κινεῖ λέγων, ὅτι Ὀφειλέται εἰσὶ, καὶ ὅτι, Εἰ τοῖς πνευµατικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐντοῖς σαρκικοῖς λειτουργῆσαι· ἵνα µάθωσιν ἐκεῖνοι τούτους ζηλοῦν.∆ ιὸ καὶ µάλιστα αὐτοῦ τὴν σοφίαν θαυµάσαι χρὴ, ὅτι τοῦτον τῆς συµβουλῆς τὸν τρόπον ἐπενόησεν· οὕτω γὰρ µᾶλλον ἠνείχοντο ἢ ἐν τάξει παραινέσεως εἰπεῖν. Καὶ γὰρ ἔδοξαν ἂν ὑβρίζεσθαι, εἰ εἰς προτροπὴν αὐτῶν Κορινθίους παρῆγεν εἰς µέσον καὶ Μακεδόνας.∆ ιὰ δὴ τοῦτο ἐκεῖ ἐκείνους µὲν οὕτω προτρέπει, λέγων· Γνωρίζω δὲ ὑµῖν τὴν χάριν τοῦ Θεοῦ τὴν δεδοµένην ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· καὶ Μακεδόνας δὲ διὰ τούτων πάλιν· Ὁ γὰρ ἐξ ὑµῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Καὶ διὰ Γαλατῶν δὲ ὁµοίως τοῦτο ποιεῖ, ὡς ὅταν λέγῃ· Ὥσπερ διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑµεῖς ποιήσατε· ἐπὶ δὲ Ῥωµαίων οὐχ οὕτως, ἀλλ' ὑπεσταλµένως µᾶλλον. Ποιεῖ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ κηρύγµατος, ὡς ὅταν λέγῃ· Ἢ ἀφ' ὑµῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; ἢ εἰς ὑµᾶς µόνους κατήντησεν; οὐδὲν γὰρ οὕτως, ὡς ζῆλος, ἰσχυρόν.∆ ιὸ πολλαχοῦ αὐτὸ τίθησι· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι, Καθὼς ἐν πάσαις ταῖς Ἐκκλησίαις διατάσσοµαι· καὶ πάλιν, Καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Καὶ Κολοσσαεῦσι δὲ ἔλεγεν, ὅτι Ἐστὶ καρποφορούµενον καὶ αὐξανόµενον τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν παντὶ κόσµῳ. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ ἐπὶ τῆς ἐλεηµοσύνης. Καὶ σκόπει πῶς µεγαλοπρεπῶς ταῖς λέξεσι κέχρηται· οὐ γὰρ εἶπε, Πορεύοµαι ἐλεηµοσύνην ἀποφέρων, ἀλλὰ,∆ ιακονῶν. Εἰ δὲ Παῦλος διακονεῖ, ἐννόησον ἡλίκον τὸ γενόµενον, ὅταν ὁ τῆς οἰκουµένης διδάσκαλος καταδέχηται ἀποκοµίζειν, καὶ µέλλων εἰς Ῥώµην ἀποδηµεῖν, καὶ οὕτως αὐτοὺς ἐπιποθῶν, τοῦτο ἐκείνου προτιµᾷ. Ηὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα, τουτέστιν, ἐδοκίµασαν, ἐπεθύµησαν, κοινωνίαν τινά. Πάλιν οὐκ εἶπεν Ἐλεηµοσύνην, ἀλλὰ Κοινωνίαν. Τὸ δὲ, Τινὰ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἵνα µὴ δόξῃ τούτους ὀνειδίζειν. Καὶ οὐκ εἶπεν ἁπλῶς, Εἰς τοὺς πτωχοὺς, ἀλλ' Εἰς τοὺς πτωχοὺς τῶν ἁγίων· διπλῆν ποιῶν τὴν σύστασιν, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς καὶ τὴν ἀπὸ τῆς πενίας. Καὶ οὐδὲ τούτῳ µόνον ἠρκέσθη, ἀλλ' ἐπήγαγεν, ὅτι Ὀφειλέται εἰσίν. Εἶτα δείκνυσι πῶς ὀφειλέται. Εἰ γὰρ τοῖς πνευµατικοῖς ἐκοινώνησαν αὐτῶν, φησὶ, τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. Ὃ δὲ λέγει, τοῦτό ἐστι·∆ ι' αὐτοὺς ἦλθεν ὁ Χριστὸς, αὐτοῖς ἦν ἅπαντα ἐπηγγελµένα τοῖς ἐξ Ἰουδαίων, ἐξ αὐτῶν ὁ Χριστός· διὸ καὶ ἔλεγεν, Ἐκ τῶν Ἰουδαίων ἐστὶν ἡ σωτηρία· ἐκεῖθεν οἱ ἀπόστολοι, ἐκεῖθεν οἱ προφῆται, ἐκεῖθεν τὰ ἀγαθὰ πάντα. Τούτων οὖν ἁπάντων ἐκοινώνησεν ἡ οἰκουµένη. Εἰ τοίνυν ἐν τοῖς µείζοσιν ἐκοινωνήσατε, φησὶ, καὶ τῶν δείπνων τῶν ἐκείνοις παρεσκευασµένων ὑµεῖς εἰσελθόντες ἀπηλαύσατε τῶν προκειµένων κατὰτὴν τοῦ εὐαγγελίου παραβολήν· ὀφείλετε καὶ τῶν σαρκικῶν κοινωνῆσαι καὶ µεταδοῦναι αὐτοῖς. Καὶ οὐκ εἶπε, Κοινωνῆσαι, ἀλλὰ Λειτουργῆσαι· ἐν τάξει διακόνων αὐτοὺς καθιστὰς, καὶ τῶν βασιλεῦσι τελούντων φόρους. Καὶ οὐκ εἶπεν, Ἐν τοῖς σαρκικοῖς ὑµῶν, ὥσπερ, Ἐν τοῖς πνευµατικοῖς αὐτῶν· τὰ µὲν γὰρ πνευµατικὰ ἐκείνων, τὰ δὲ σαρκικὰ οὐ τούτων µόνον, ἀλλὰ κοινὰ πάντων· τὰ γὰρ χρήµατα πάντων ἐκέλευσεν εἶναι, οὐχὶ τῶν κεκτηµένων µόνον. Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάµενος αὐτοῖς τὸν καρπὸν τοῦτον· τουτέστιν, ὡς εἰς βασιλικὰ ταµιεῖα ἐναποθέµενος, ὡς ἐν ἀσύλῳ καὶ ἀσφαλεῖ χωρίῳ· καὶ οὐκ εἶπεν, Ἐλεηµοσύνην, ἀλλὰ πάλιν, Τὸν καρπόν· δεικνὺς κερδαίνοντας τοὺς παρέχοντας. Ἀπελεύσοµαι δι' ὑµῶν εἰς Σπανίαν. Πάλιν µέµνηται τῆς Σπανίας, δεικνὺς τὸ ἄοκνον καὶ τὸ περὶ ἐκείνους θερµόν. Οἶδα δὲ, ὅτι ἐρχόµενος πρὸς ὑµᾶς, ἐν πληρώµατι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσοµαι. Τί ἐστιν, Ἐν πληρώµατι εὐλογίας; Ἤτοι περὶ χρηµάτων φησὶν, ἢ περὶ πάντων ἁπλῶς τῶν κατορθωµάτων. Εὐλογίαν γὰρ, ὡς τὰ πολλὰ, τὴν ἐλεηµοσύνην εἴωθε λέγειν· ὡς ὅταν λέγῃ, Ὡς εὐλογίαν, µὴ ὡς πλεονεξίαν· καὶ ἔθος δὲ παλαιὸν οὕτως ἦν καλεῖσθαι τὸ πρᾶγµα. Ἐπειδὴ δὲ ἐνταῦθα προσέθηκε, Τοῦ Εὐαγγελίου, διὰ τοῦτό φαµεν οὐ περὶ χρηµάτων µόνον εἰρηκέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων· ὡσανεὶ εἶπεν, Οἶδα δὲ, ὅτι ἐρχόµενος ὄψοµαι ὑµᾶς ἐν ἅπασιν εὐδοκιµοῦντας, καὶ κοµῶντας τοῖς ἀγαθοῖς, καὶ µυρίων ἐπαίνων ἀξίους τῶν κατὰ τὸ εὐαγγέλιον. Καὶ τοῦτο δὲ εἶδος συµβουλῆς θαυµαστὸν, τὸ προκαταλαµβάνειν αὐτοὺς τοῖς ἐγκωµίοις. Ὅταν γὰρ παραιτῆται ἐν τάξει παραινέσεως τοῦτο ποιεῖν, ἐπὶ τοῦτον ἔρχεται τῆς διορθώσεως τὸν τρόπον. Παρακαλῶ δὲ ὑµᾶς διὰ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύµατος.
30.2
Πάλιν ἐνταῦθα τὸν Χριστὸν καὶ τὸ Πνεῦµα προβάλλεται, καὶ οὐδαµῶς µέµνηται τοῦ Πατρός. Ταῦτα δὲ εἶπον, ἵν' ὅταν ἴδῃς αὐτὸν Πατρὸς καὶ Υἱοῦ µεµνηµένον, ἢ Πατρὸς µόνου, µήτε Υἱὸν µήτε Πνεῦµα ἀθετῇς. Καὶ οὐκ εἶπε, Πνεύµατος, ἀλλ' Ἀγάπης Πνεύµατος. Καθάπερ γὰρ ὁ Χριστὸς ἠγάπησε τὸν κόσµον καὶ ὁ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦµα. Τί δέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ µοι; Συναγωνίσασθαί µοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐµοῦ πρὸς τὸν Θεὸν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ. Μέγας ἄρα ἀγὼν αὐτῷ προὔκειτο· διὸ καὶ τὰς εὐχὰς αὐτῶν καλεῖ. Καὶ οὐκ εἶπεν, Ἵνα συµπλακῶ, ἀλλ' Ἵνα ῥυσθῶ· ὡς ὁ Χριστὸς ἐκέλευσεν, Εὔχεσθε µὴ εἰσελθεῖν εἰς πειρασµόν. Ταῦτα δὲ λέγων, ἐδείκνυ πονηρούς τινας λύκους ἐπιθησοµένους αὐτῷ, καὶ θηρία µᾶλλον ἢ ἄνδρας. Ἀπὸ δὲ τούτου καὶ ἕτερον παρεσκεύαζε, τὸ δεῖξαι ὅτι δικαίως ἀνεδέξατο τὸ διακονῆσαι τοῖς ἁγίοις, εἴ γε τοσοῦτοι οἱ ἀπειθοῦντες, ὡς καὶ αὐτῶνεὔχεσθαι ῥυσθῆναι. Οἱ γὰρ µεταξὺ τοσούτων ὄντες πολεµίων, καὶ λιµῷ ἀπόλλυσθαι ἔµελλον· διὸ ἀναγκαίως ἑτέρωθεν αὐτοῖς ἐκοµίζετο. Καὶ ἵνα ἡ διακονία µου ἐν Ἱερουσαλὴµ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις· τουτέστιν, ἵνα δεκτή µου γένηται ἡ θυσία, ἵνα µετὰ προθυµίας ὑποδέξωνται τὰ διδόµενα. Ὁρᾷς πῶς πάλιν ἐπῆρε τὸ ἀξίωµα τῶν λαµβανόντων, εἴ γε εὐχῶν δεῖται παρὰ δήµου τοσούτου, εἰς τὸ δεχθῆναι τὰ πεµπόµενα; Ἀπὸ δὲ τούτου δείκνυσι καὶ ἕτερόν τι, ὅτι οὐκ ἀρκεῖ τὸ δοῦναι ἐλεηµοσύνην εἰς τὸ δεχθῆναι. Ὅταν γὰρ µετὰ ἀνάγκης τις παρέχῃ, ὅταν ἐξ ἀδικίας, ὅταν πρὸς κενοδοξίαν, οἴχεται ὁ καρπός. Ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑµᾶς διὰ θελήµατος Θεοῦ. Ὥσπερ ἀρχόµενος ἔλεγεν, Εἴ πως ἤδη ποτὲ εὐοδωθήσοµαι ἐν τῷ θελήµατι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑµᾶς· οὕτω καὶ ἐνταῦθα ἐπὶ τὸ αὐτὸ καταφεύγει θέληµα, καί φησιν, ὅτι∆ ιὰ τοῦτο ἐπείγοµαι, καὶ ῥυσθῆναι ἐκεῖθεν εὔχοµαι, ἵνα ταχέως ὑµᾶς ἴδω, καὶ ἴδωµεθ' ἡδονῆς, µηδεµίαν ἐκεῖθεν ἐπισυρόµενος ἀθυµίαν. Καὶ συναναπαύσωµαι ὑµῖν. Ὅρα πῶς πάλιν τὸ ἄτυφον δείκνυσιν. Οὐ γὰρ εἶπε, Ἵνα διδάξω ὑµᾶς καὶ κατηχήσω, ἀλλ', Ἵνα συναναπαύσωµαι ὑµῖν. Καίτοι αὐτὸς ἦν ὁ ἀγωνιζόµενος, καὶ πυκτεύων· πῶς οὖν φησι, Συναναπαύσωµαι; Χαριζόµενος αὐτοῖς κἀν τούτῳ, καὶ προθυµοτέρους ποιῶν τῷ κοινωνοὺς ποιεῖν τῶν στεφάνων καὶ δεικνύναι καὶ αὐτοὺς ἀγωνιζοµένους καὶ πονοῦντας. Εἶτα, ὅπερ ἀεὶ ποιεῖν εἴωθε, τὴν εὐχὴν µετὰ τὴν παραίνεσιν προστίθησι λέγων· Ὁ δὲ Θεὸς τῆς εἰρήνης µετὰ πάντων ὑµῶν. Ἀµήν. Συνίστηµι δὲ ὑµῖν Φοίβην τὴν ἀδελφὴν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς. Ὅρα διὰ πόσων αὐτὴν σεµνύνει· καὶ γὰρ πρὸ τῶν ἄλλων αὐτῆς ἐµνήσθη πάντων, καὶ ἀδελφὴν ἐκάλεσεν· οὐ µικρὸν δὲ Παύλου κληθῆναι ἀδελφήν. Καὶ τὸ ἀξίωµα προσέθηκε, διάκονον εἰπών· Ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων. Τουτέστι, διὰ τὸν Κύριον, ἵνα τιµῆς ἀπολαύσῃ παρ' ὑµῖν. Ὁ γὰρ διὰ τὸν Κύριον δεχόµενος, κἂν µὴ µέγαν τινὰ δέξηται, µετὰ σπουδῆς δέχεται· ὅταν δὲ καὶ ἁγία ᾖ, ἐννόησον ἡλίκης αὐτὴν ἀπολαῦσαι δίκαιον θεραπείας.∆ ιὰ τοῦτο προσέθηκε, Ἀξίως τῶν ἁγίων, ὡς δεῖ τοὺς τοιούτους ὑποδέχεσθαι.∆ ιπλῆν γὰρ ἔχει ἀφορµὴν τοῦ θεραπευθῆναι παρ' ὑµῶν, καὶ τὸ διὰ τὸν Κύριον δεχθῆναι, καὶ τὸ αὐτὴν ἁγίαν εἶναι. Καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑµῶν πράγµατι χρῄζῃ. Εἶδες τὸ ἀνεπαχθές; Οὐδὲ γὰρ εἶπεν, Ἵνα ἀπαλλάξητε, ἀλλ', Ἵνα τὰ παρ' ὑµῶν εἰσενέγκητε, καὶ χεῖρα ὀρέξητε, καὶ ἐν ᾧ ἂν ὑµῶν χρῄζῃ· οὐκ ἐν οἷς ἂν ᾖ πάντως, ἀλλ' ἐν οἷς ἂν ὑµῶν δέηται· δεήσεται δὲ ἐν ἐκείνοις, ἐν οἷς ἂν ὑµεῖς ἦτε κύριοι. Εἶτα πάλιν ὁ ἔπαινος ἄφατος· Καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐµοῦ. Εἶδες τὴν σύνεσιν; Πρῶτον µὲν τὰ ἐγκώµια, εἶτα µέσην τὴν παράκλησιν, εἶτα πάλιν τὰ ἐγκώµια τέθεικεν, ἑκατέρωθεν περιστέλλων τὴν χρείαν τοῖς ἐπαίνοις τῆςγυναικὸς τῆς µακαρίας ἐκείνης. Πῶς γὰρ οὐ µακαρία ἡ τοσαύτης ἀπολαύσασα παρὰ Παύλου µαρτυρίας, ἡ καὶ αὐτῷ βοηθῆσαι δυνηθεῖσα τῷ τὴν οἰκουµένην διορθώσαντι; Τοῦτο γὰρ ὁ κολοφὼν αὐτῆς τῶν ἀγαθῶν· διὸ καὶ ὕστερον αὐτὸ τέθεικε λέγων, Καὶ αὐτοῦ ἐµοῦ. Τί δέ ἐστι, Καὶ αὐτοῦ ἐµοῦ; Τοῦ κήρυκος τῆς οἰκουµένης, τοῦ τοσαῦτα παθόντος, τοῦ µυρίοις ἀρκοῦντος. Μιµησώµεθα τοίνυν καὶ ἄνδρες καὶ γυναῖκες τὴν ἁγίαν ἐκείνην, καὶ τὴν µετ' αὐτὴν δὲ σὺν τῷ ἀνδρί. Τίνες δὲ οὗτοί εἰσιν; Ἀσπάσασθε, φησὶ, Πρίσκιλλαν καὶ Ἀκύλαν, τοὺς συλλειτουργούς µου ἐν Χριστῷ Ἰησοῦ. Τούτων τῇ ἀρετῇ καὶ ὁ Λουκᾶς µαρτυρεῖ· τοῦτο µὲν, ὅταν λέγῃ, ὅτι Ἔµεινε πρὸς αὐτοὺς ὁ Παῦλος· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην· τοῦτο δὲ, ὅταν δεικνύῃ τὴν γυναῖκα τὸν Ἀπολλὼ προσλαµβανοµένην καὶ κατηχήσασαν τὴν ὁδὸν τοῦ Κυρίου.
30.3
Μεγάλα µὲν γὰρ κἀκεῖνα· πολλῷ δὲ µείζονα, ἅ φησι Παῦλος. Τί γάρ φησι; Πρῶτον συλλειτουργοὺς αὐτοὺς καλεῖ, τῶν ἀφάτων πόνων καὶ τῶν κινδύνων δεικνὺς αὐτοὺς κοινωνούς· ἔπειτα φησιν, Ὅτι ὑπὲρ τῆς ψυχῆς µου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Εἶδες µάρτυρας ἀπηρτισµένους; Καὶ γὰρ εἰκὸς ἐπὶ Νέρωνος µυρίους εἶναι τοὺς κινδύνους, ὅτε καὶ διετάξατο πάντας χωρίζεσθαι ἀπὸ τῆς Ῥώµης τοὺς Ἰουδαίους. Οἷς οὐκ ἐγὼ µόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν. Ἐνταῦθα τὴν φιλοξενίαν καὶ τὴν ἀπὸ τῶν χρηµάτων λειτουργίαν αἰνίττεται, θαυµάζων αὐτοὺς, ὅτι καὶ τὸ αἷµα αὐτῶν ἐξέχεαν, καὶ τὴν οὐσίανκοινὴν προὔθηκαν ἅπασαν. Εἶδες γυναῖκας γενναίας, οὐδὲν ἀπὸ τῆς φύσεως ἐµποδισθείσας εἰς τὸν τῆς ἀρετῆς δρόµον; Καὶ µάλα εἰκότως· Ἐν Χριστῷ γὰρ Ἰησοῦ οὐκ ἄρσεν, οὐ θῆλυ. Καὶ ὅπερ ἐπὶ τῆς προτέρας εἶπε, τοῦτο καὶ ἐπὶ ταύτης φησί· καὶ γὰρ καὶ περὶ ἐκείνης ἔλεγεν, Ἥτις προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐµοῦ· καὶ ἐπὶ ταύτης πάλιν, ὅτι Οὐκ ἐγὼ µόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν. Ἵνα γὰρ µὴ δόξῃ κολακεύων ταῦτα λέγειν, καὶ ἄλλους µάρτυρας ἄγει τῶν γυναικῶν πολλῷ πλείους. Καὶ τὴν κατ' οἶκον αὐτῶν Ἐκκλησίαν. Οὕτω γὰρ ἦσαν εὐδόκιµοι, ὡς καὶ τὴν οἰκίαν ἐκκλησίαν ποιῆσαι, διά τε τοῦ πάντας ποιῆσαι πιστοὺς, καὶ διὰ τοῦ τοῖς ξένοις αὐτὴν ἀνοῖξαι πᾶσιν. Οὐδὲ γὰρ ἁπλῶς εἴωθεν οἰκίας ἐκκλησίας καλεῖν, εἰ µὴ πολλὴ ἡ εὐλάβεια καὶ πολὺς ὁ τοῦ Θεοῦ φόβος ἐῤῥιζωµένος ἐν αὐτοῖς εἴη.∆ ιὰ τοῦτο καὶ Κορινθίοις ἔλεγεν, Ἀσπάσασθε Ἀκύλαν καὶ Πρίσκιλλαν, σὺν τῇ κατ' οἶκον αὐτῶν Ἐκκλησίᾳ· καὶ περὶ Ὀνησίµου δὲ γράφων φησὶ, Παῦλος Φιλήµονι καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ. Ἔνι γὰρ καὶ ἐν γάµῳ ὄντα θαυµαστὸν εἶναι καὶ γενναῖον. Ἰδοὺ οὖν καὶ οὗτοι ἐν γάµῳ ἦσαν, καὶ σφόδρα ἔλαµψαν, καίτοι γε οὐδὲ τὸ ἐπιτήδευµα αὐτῶν λαµπρὸν ἦν· σκηνοποιοὶ γὰρ ἦσαν· ἀλλ' ὅµως πάντα ἀπέκρυψεν ἡ ἀρετὴ, καὶ ὑπὲρ τὸν ἥλιον αὐτοὺς ἔδειξε· καὶ οὔτε ἡ τέχνη οὔτε ἡ συζυγία αὐτοὺς παρέβλαψεν, ἀλλὰ τὴν ἀγάπην, ἣν ὁ Χριστὸς ἀπῄτησε, ταύτην ἐπεδείξαντο. Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, φησὶν, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ. Καὶ ὃ γνώρισµά ἐστι µαθητοῦ, τοῦτο κατώρθωσαν· ἔλαβον γὰρ τὸν σταυρὸν, καὶ ἠκολούθησαν. Οἱ γὰρ ὑπὲρ τοῦ Παύλου τοῦτο ποιοῦντες, πολλῷ µᾶλλον ὑπὲρ τοῦ Χριστοῦ ταύτην ἐπεδείξαντο τὴν ἀνδρείαν. Ταῦτα καὶ πλούσιοι καὶ πένητες ἀκουέτωσαν. Εἰ γὰρ οἱ ἀπὸ τῶν χειρῶν ζῶντες καὶ ἐργαστηρίου προεστηκότες τοσαύτην ἐπεδείξαντο δαψίλειαν, ὡς Ἐκκλησίαις πολλαῖς γενέσθαι χρήσιµοι· τίνα ἂν ἔχοιεν συγγνώµην οἱ πλουτοῦντες καὶ τοὺς πένητας παρορῶντες; Ἐκεῖνοι µὲν γὰρ οὐδὲ τοῦ αἵµατος ἐφείσαντο διὰ τὸ τῷ Θεῷ δοκοῦν, σὺ δὲ καὶ χρηµάτων ὀλίγων φείδῃ, πολλάκις ὑπεριδὼν τῆς σεαυτοῦ ψυχῆς; Ἀλλὰ περὶ µὲν τὸν διδάσκαλον τοιοῦτοι ἐκεῖνοι, περὶ δὲ τοὺς µαθητὰς οὐ τοιοῦτοι; Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· καὶ γὰρ αἱ Ἐκκλησίαι τῶν ἐθνῶν, φησὶν, αὐτοῖς εὐχαριστοῦσι. Καίτοι ἐξ Ἰουδαίων ἦσαν, ἀλλ' ὅµως οὕτως ἐπίστευσαν εἰλικρινῶς, ὡς καὶ ἐκείνοις µετὰ προθυµίας διακονεῖσθαι πάσης. Τοιαύτας εἶναι χρὴ τὰς γυναῖκας, Μὴ ἐν πλέγµασιν ἢ χρυσῷ ἢ ἱµατισµῷ πολυτελεῖ, ἀλλὰ τούτοις καλλωπιζοµένας τοῖς κατορθώµασι. Ποῖα γὰρ, εἰπέ µοι, βασίλισσα οὕτως ἔλαµψε, ποία οὕτως ᾄδεται ὡς αὕτη ἡ τοῦ σκηνοποιοῦ; Καὶ ἐν τοῖς ἁπάντων ἐστὶ στόµασιν, οὐ δέκα, οὐδὲ καὶ εἴκοσιν ἔτη, ἀλλὰ µέχρι τῆς τοῦ Χριστοῦ παρουσίας· καὶ πάντες αὐτὴν ἐπὶ τοιούτοις ἀνακηρύττουσιν, ἃ τοῦ διαδήµατος αὐτὴν µᾶλλον κοσµεῖ τοῦ βασιλικοῦ. Τί γὰρ µεῖζον, τί δὲ ἴσον τοῦ προστάτιν γενέσθαι Παύλου, τοῦ κινδύνοις ἰδίοις διασῶσαι τὸν τῆς οἰκουµένης διδάσκαλον; Σκόπει γοῦν καὶ ὅσαι µὲν βασιλίδες σεσίγηνται, ἡ δὲ τοῦ σκηνοποιοῦ πανταχοῦ περιφέρεται µετὰ τοῦ σκηνοποιοῦ, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ἐπιτρέχει καὶ ἡ δόξα τῆς γυναικὸς οἰκουµένην· καὶ Πέρσαι καὶ Σκύθαι καὶ Θρᾷκες, καὶ οἱ τὰς ἐσχατιὰς οἰκοῦντες, ᾄδουσι τῆς γυναικὸς τὴν φιλοσοφίαν καὶ µακαρίζουσι. Πόσον πλοῦτον, πόσα διαδήµατα καὶ ἁλουργίδας οὐκ ἂν ἡδέως ἔῤῥιψας ὑπὲρ τοῦ τοιαύτην µαρτυρίαν λαβεῖν; Οὐδὲ γὰρ ἔχοι τις ἂν εἰπεῖν, ὅτι ἐν κινδύνοις µὲν ἦσαν τοιοῦτοι, καὶ ἐν χρήµασι δαψιλεῖς, τοῦ κηρύγµατος δὲ ἠµέλουν· καὶ γὰρ συνεργοὺς αὐτοὺς καὶ συλλειτουργοὺς διὰ τοῦτο καλεῖ. Καὶ οὐκ αἰσχύνεται γυναῖκα συλλειτουργὸν καλῶν, τὸ σκεῦος τῆς ἐκλογῆς, ἀλλὰ καὶ ἐγκαλλωπίζεται τούτῳ· οὐ γὰρ τῇ φύσει προσέχει, ἀλλὰ τὴν προαίρεσιν στεφανοῖ. Τί τοῦ κόσµου τούτου ἴσον; ποῦ νῦν ὑµῖν ὁ πλοῦτος ὁ πανταχοῦ περιῤῥέων; ποῦ δὲ ὁ τῶν ὄψεων καλλωπισµός; ποῦ δὲ ἡ δόξα ἡ κενή; Κατάµαθε τῆς γυναικὸς τὸν κόσµον, τὸν οὐ σώµατι περικείµενον, ἀλλὰ ψυχὴν καλλωπίζοντα, τὸν οὐδέποτε ἀποτιθέµενον, τὸν οὐκ ἐν κιβωτίῳκείµενον, ἀλλὰ τοῖς οὐρανοῖς ἐναποκείµενον.
30.4
Βλέπε αὐτῶν τὸν περὶ τὸ κήρυγµα πόνον, τὸν ἐν τῷ µαρτυρίῳ στέφανον, τὴν ἐν τοῖς χρήµασι φιλοτιµίαν, τὴν περὶ Παῦλον ἀγάπην, τὸ περὶ τὸνΧριστὸν φίλτρον· παράβαλε τούτοις τὰ σὰ, τὴν περὶ τὰ χρήµατα σπουδὴν, τὴν πρὸς τὰς πορνευοµένας ἅµιλλαν, τὴν πρὸς τὸν χόρτον φιλονεικίαν· καὶ τότε ὄψεις τίνες µὲν ἐκεῖνοι, τίς δὲ σύ. Μᾶλλον δὲ µὴ παράβαλε µόνον, ἀλλὰ καὶ ζήλου τὴν γυναῖκα, καὶ τὰ φορτία τῆς χλόης ἀποθεµένη( τοῦτο γὰρ ἡ τῶν ἱµατίων πολυτέλεια), λάµβανε τὸν ἐκτοῦ οὐρανοῦ κόσµον, καὶ µάνθανε πόθεν ἐγένοντο τοιοῦτοι οἱ περὶ Πρίσκιλλαν. Πόθεν οὖν ἐγένοντο;∆ ύο ἔτη τὸν Παῦλον ἐξενοδόχησαν· ἔτη δὲ δύο τί οὐκ ἂν αὐτῶν εἰργάσατο τὴν ψυχήν; Τί οὖν ἐγὼ πάθω, φησὶν, ὅτι Παῦλον οὐκ ἔχω; Ἐὰν θέλῃς, ἀκριβέστερον ἔχεις ἢ ἐκεῖνοι· οὐδὲ γὰρ ἐκείνους ἡ ὄψις ἡ Παύλου τοιούτους ἐποίησεν, ἀλλὰ τὰ ῥήµατα Παύλου. Ὥστε, εἰ βουληθείης, καὶ Παῦλον καὶ Πέτρον καὶ Ἰωάννην καὶ τῶν προφητῶν ἅπαντα τὸν χορὸν µετὰ τῶν ἀποστόλων ἕξεις ὁµιλοῦντά σοι διηνεκῶς. Λάβε γὰρ τῶν µακαρίων τούτων τὰς βίβλους, καὶ ἐντύγχανε διηνεκῶς ταῖς ἐκείνων γραφαῖς, καὶ δυνήσονταί σε ποιῆσαι κατὰ τὴν τοῦ σκηνοποιοῦ γυναῖκα. Καὶ τί λέγω Παῦλον; Ἂν γὰρ ἐθέλῃς, καὶ αὐτὸν ἕξεις τὸν Παύλου∆ εσπότην· διὰ γὰρ τῆς Παύλου γλώττης καὶ ἐκεῖνός σοι διαλέξεται. Καὶ ἑτέρως δὲ πάλιν δυνήσῃ δέξασθαι τοῦτον, ὅταν τοὺς ἁγίους δέξῃ, ὅταν τοὺς εἰς ἐκεῖνον πιστεύοντας θεραπεύσῃς· οὕτω καὶ ἀπελθόντων ἐκείνων, πολλὰ ὑποµνήµατα εὐλαβείας ἕξεις. Οἶδε γὰρ καὶ τράπεζα ἐφ' ἧς ὁ ἅγιος ἔφαγε, καὶ καθέδρα ἐφ' ἧς ἐκάθισε, καὶ κλίνη ἐφ' ἧς κατεκλίθη, κατανύξαι τὸν ὑποδεξάµενον, καὶ ἀπελθόντος ἐκείνου. Πῶς γοῦν οἴει τὴν Σωναµῖτιν ἐκείνην κατανύττεσθαι, εἰσελθοῦσαν εἰς τὸ ὑπερῷον ἔνθα κατέµενεν ὁ Ἐλισσαῖος, ὁρῶσαν τὴν τράπεζαν, τὴν κλίνην ἐφ' ἧςὁ ἅγιος ἐκεῖνος ἐκάθευδε; πόσην ἐντεῦθεν δέχεσθαι τὴν εὐλάβειαν; Οὐδὲ γὰρ ἂν, εἰ µὴ τοῦτο ἦν, ἔῤῥιψεν ἐκεῖ τὸ παιδίον νεκρὸν, εἰ µὴ πολλὴν ἐκεῖθεν ἐκαρποῦτο τὴν ὠφέλειαν. Εἰ γὰρ µετὰ τοσοῦτον χρόνον εἰσιόντες, ἔνθα ἔµεινε Παῦλος, ἔνθα ἐδέθη, ἔνθα συνεκάθισε καὶ διελέχθη, πτερούµεθα, καὶ πρὸς τὴν µνήµην τῆς ἡµέραςἀπὸ τῶν τόπων παραπεµπόµεθα· ἔτι νεωτέρων τῶν πραγµάτων ὄντων, τί πάσχειν εἰκὸς τοὺς µετ' εὐλαβείας ξενοδοχοῦντας; Ταῦτ' οὖν εἰδότες ὑποδεχώµεθα τοὺς ἁγίους, ἵνα λάµπῃ ἡ οἰκία, ἵνα ἀπαλλάττηται τῶν ἀκανθῶν, ἵνα λιµὴν γένηται τὸ δωµάτιον· καὶ ὑποδεχώµεθα, καὶ τοὺς πόδας νίπτωµεν. Οὐκ εἶ σὺ τῆς Σάῤῥας βελτίων οὐδὲ εὐγενεστέρα οὐδὲ εὐπορωτέρα, κἂν βασίλισσα ᾖς. Τριακοσίους γοῦν καὶ δεκακαιοκτὼ οἰκογενεῖς εἶχεν ἐκείνη, ὅτε καὶ τὸ δύο παῖδας ἔχειν πλοῦτος ἦν. Καὶ τί λέγω τριακοσίους καὶ δεκακαιοκτὼ οἰκέτας; Τὴν οἰκουµένην ἅπασαν ἐν τῷ σπέρµατι καὶ ταῖς ἐπαγγελίαις ἐκέκτητο, τὸν τοῦ Θεοῦ φίλον εἶχεν ἄνδρα, αὐτὸν τὸν Θεὸν προστάτην, ὃ πάσηςβασιλείας µεῖζον ἦν. Ἀλλ' ὅµως ἐν τοσαύτῃ οὖσα περιφανείᾳ καὶ δόξῃ, αὐτὴ ἔφυρε τὰ ἄλευρα, καὶ τὰ ἄλλα πάντα διηκονεῖτο, καὶ ἑστιωµένοις παρειστήκει πάλιν ἐντάξει θεραπαινίδος. Οὐκ εἶ σὺ τοῦ Ἀβραὰµ εὐγενέστερος, ὃς τὰ οἰκετῶν ἔπραττε, µετὰ τὰ τρόπαια ἐκεῖνα, µετὰ τὰς νίκας, µετὰ τὴν τιµὴν τοῦ βασιλέως Αἰγύπτου, µετὰ τὸτοὺς Περσῶν ἐλάσαι βασιλεῖς, καὶ τὰ λαµπρὰ στῆσαι τρόπαια. Μηδὲ τοῦτο ἴδῃς, ὅτι εὐτελεῖς τὸ φαινόµενον οἱ ἅγιοι οἱ πρὸς σὲ καταγόµενοι, καὶ πτωχοὶ καὶ ῥακοδυτοῦντες πολλάκις, ἀλλ' ἐκείνης µέµνησο τῆς φωνῆςτῆς λεγούσης· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐµοὶ ἐποιήσατε· καὶ, Μὴ καταφρονήσητε ἑνὸς τῶν µικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ἡµῶν τοῦ ἐν οὐρανοῖς· καὶ δέχου µετὰ προθυµίας αὐτοὺς, τὰ µυρία σοι κοµίζοντας ἀγαθὰ διὰ τῶν ἀσπασµῶν τῆς εἰρήνης. Καὶ µετὰ τῆς Σάῤῥας λογίζου καὶ τὴν Ῥεβέκκαν, ἣ καὶ ὑδρεύετο καὶ ἐπότιζε καὶ ἐκάλει τὸν ξένον ἔνδον, πάντα καταπατήσασα τῦφον· διά τοι τοῦτο καὶ µεγάλους τῆς φιλοξενίας ἐλάµβανε τοὺς µισθούς. Σὺ δὲ, εἰ βουληθείης, καὶ µείζους ἐκείνων λήψῃ. Οὐ γὰρ παιδίον µόνον δώσει σοι ὁ Θεὸς τὸν καρπὸν, ἀλλὰ καὶ τὸν οὐρανὸν καὶ τὰ ἐκεῖ ἀγαθὰ καὶ γεέννης ἀπαλλαγὴν καὶ ἁµαρτηµάτων συγχώρησιν· καὶ γὰρ µέγας, καὶ σφόδρα µέγας ὁ τῆς φιλοξενίας καρπός. Οὕτω καὶ ὁ Ἰοθὸρ, καὶ ταῦτα βάρβαρος ὢν, κηδεστὴν ἔλαβε τὸν τῇ θαλάττῃ µετὰ τοσαύτης ἐπιτάξαντα τῆς ἐξουσίας· καὶ γὰρ αἱ θυγατέρες αὐτῷ τὸ καλὸν τοῦτο θήραµα ἐσαγήνευσαν. Ταῦτ' οὖν ἐννοοῦσα, καὶ τὴν ἀνδρείαν τῶν γυναικῶν ἐκείνων λογιζοµένη καὶ τὴν φιλοσοφίαν, καταπάτησον τὸν παρόντα τῦφον, τὸν τῶνἱµατίων καλλωπισµὸν, τὴν τῶν χρυσίων πολυτέλειαν, τῶν µύρων τὴν ἀλοιφήν· καὶ τὸ κατακλᾶσθαι καὶ θρύπτεσθαι καὶ ῥυθµῷ βαδίζειν ἀφιεῖσα, πᾶσαν ταύτην τὴν ἐπιµέλειαν εἰς τὴν ψυχὴν εἰσάγαγε, καὶ τὸν τῶν οὐρανῶν πόθονἄναψον ἐπὶ τῆς διανοίας. Ἂν γὰρ οὗτός σε ὁ ἔρως ἕλῃ, ὄψει τὸν βόρβορον καὶ τὸν πηλὸν, καὶ καταγελάσῃ τῶν νῦν θαυµαζοµένων· οὐδὲ γὰρ ἔστι γυναῖκα πνευµατικοῖς κοσµουµένην κατορθώµασιν, ἐπιζητῆσαι τὸν γέλωτα τοῦτον. Ῥίψασα τοίνυν ταῦτα πάντα, ἃ καὶ ἀγοραίων γυναῖκες, ἃ καὶ ὀρχηστρίδες καὶ αὐλητρίδες µετὰ πολλῆς ἔχουσι τῆς φιλοτιµίας, περίθουφιλοσοφίαν, φιλοξενίαν, προστασίαν τῶν ἁγίων, κατάνυξιν, εὐχὰς συνεχεῖς. Ταῦτα χρυσῶν ἱµατίων βελτίω, ταῦτα λίθων σεµνότερα καὶ περιδεῤῥαίων, ταῦτα καὶ παρ' ἀνθρώποις εὐδόκιµον ποιεῖ, καὶ παρὰ τοῦ Θεοῦ µέγαν φέρει σοιτὸν µισθόν. Οὗτος τῆς Ἐκκλησίας ὁ κόσµος, ἐκεῖνος τῶν θεάτρων· οὗτος τῶν οὐρανῶν ἄξιος, ἐκεῖνος ἵππων καὶ ἡµιόνων· ἐκεῖνος καὶ νεκροῖς σώµασι περιτίθεται, οὗτος ἐν ψυχῇ µόνον ἀγαθῇ λάµπει, ἐν ᾖ Χριστὸς κατοικεῖ. Τοῦτον τοίνυν κτησώµεθα τὸν κόσµον, ἵνα αἰδώµεθα πανταχοῦ καὶ ἡµεῖς, καὶ εὐαρεστήσωµεν τῷ Χριστῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note