Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
31.0
Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν µου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.
31.1
Πολλοὺς καὶ τῶν σφόδρα δοκούντων εἶναι σπουδαίων τοῦτο τῆς ἐπιστολῆς τὸ µέρος παρατρέχειν ἡγοῦµαι, ὡς περιττὸν καὶ οὐδὲν µέγα ἔχον· καὶ τοῦτο αὐτὸ καὶ ἐν τῇ γενεαλογίᾳ τῇ ἐν τῷ Εὐαγγελίῳ κειµένῃ πάσχειν αὐτοὺς νοµίζω· ἐπειδὴ γὰρ ὀνοµάτων ἐστὶ κατάλογος, οὐδὲν µέγα οἴονται ἐντεῦθεν κερδαίνειν. Καὶ οἱ µὲν τῶν χρυσοχόων παῖδες καὶ τὰ µικρὰ ψήγµατα περιεργάζονται, οὗτοι δὲ καὶ µάζας χρυσίου τοσαύτας παρατρέχουσιν. Ἵν' οὖν µὴ τοῦτο πάσχωσιν, ἱκανὰ µὲν καὶ τὰ εἰρηµένα ταύτης ἀπαγαγεῖν τῆς ῥᾳθυµίας αὐτούς. Ὅτι γὰρ οὐ µικρὸν καὶ ἐντεῦθεν κέρδος, ἐδείξαµεν καὶ ἐκ τῶν ἔµπροσθεν εἰρηµένων, τὴν ψυχὴν ὑµῶν ἀναστήσαντες διὰ τῶν προσρήσεων τούτων· πειρασώµεθα δὲ καὶ σήµερον τὸ αὐτὸ πάλιν τοῦτο µεταλλεῦσαι τὸ χωρίον. Ἔστι γὰρ καὶ ἀπὸ ὀνοµάτων ψιλῶν µέγαν εὑρεῖν θησαυρόν. Ἐὰν γοῦν µάθῃς διὰ τί Ἀβραὰµ ἐκλήθη, διὰ τί Σάῤῥα, διὰ τί Ἰσραὴλ, διὰ τί Σαµουὴλ, πολλῶν πραγµάτων καὶ ἐντεῦθεν ἱστορίας εὑρήσεις. Καὶ ἀπὸ καιρῶν δὲ καὶ ἀπὸ τόπων τὸ αὐτὸ τοῦτο δυνήσῃ συναγαγεῖν. Ὁ µὲν γὰρ σπουδαῖος καὶ ἐντεῦθεν πλουτεῖ, ὁ δὲ ἀναπεπτωκὼς οὐδὲ ἀπὸ τῶν σφόδρα καταδήλων κερδαίνει. Καὶ γὰρ τοῦ Ἀδὰµ τὸ ὄνοµα οὐ µικρὸν ἡµᾶς παιδεύει φιλοσοφίας, καὶ τὸ τοῦ παιδὸς ἐκείνου, καὶ τῆς γυναικὸς αὐτῆς, καὶ τῶν ἄλλων τὰ πλείω. Πολλῶν γάρ ἐστι πραγµάτων ὑποµνήµατα τὰ ὀνόµατα· καὶ Θεοῦ εὐεργεσίαν καὶ γυναικῶν δείκνυσιν εὐχαριστίαν· συλλαµβάνουσαι γὰρ ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς, τὰ παιδία ὠνόµαζον αὗται. Ἀλλὰ τί νῦν περὶ ὀνοµάτων φιλοσοφοῦµεν, νοηµάτων τοσούτων ἀµελουµένων, καὶ πολλῶν οὐδὲ τὰ ὀνόµατα αὐτὰ τῶν βιβλίων εἰδότων; Πλὴν ἀλλ' οὐδ' οὕτως ἀναχωρητέον ἡµῖν τῆς περὶ τὰ τοιαῦτα σπουδῆς. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριον ἐπὶ τοὺς τραπεζίτας.∆ ιόπερ κἂν µηδεὶς ὁ ὑποδεχόµενος ᾖ, τὸ αὑτῶν ποιῶµεν, καὶ δεικνύωµεν οὐδὲν περιττὸν οὐδὲ εἰκῆ προφερόµενον ταῖς Γραφαῖς. Εἰ γὰρ µηδὲν εἶχε ταῦτα κέρδος, οὐδ' ἂν προσετέθη τῇ Ἐπιστολῇ, οὐδ' ἂν Παῦλος ἔγραψεν ἅπερ ἔγραψεν. Ἀλλὰ γὰρ οὕτω τινές εἰσι βάναυσοι καὶ χαῦνοι καὶ τῶν οὐρανῶν ἀνάξιοι, ὡς µὴ µόνον ὀνόµατα, ἀλλὰ καὶ ὁλόκληρα βιβλία περιττὰ εἶναι νοµίζειν, ὡςτὸ Λευϊτικὸν, ὡς τὸν Ἰησοῦν, καὶ ἕτερα πλείονα. Οὕτω καὶ τὴν Παλαιὰν πολλοὶ τῶν ἀνοήτων ἐξέβαλον· καὶ ὁδῷ προβαίνοντες τῇ ἀπὸ πονηρᾶς ταύτης συνηθείας, πολλὰ καὶ τῆς Καινῆς περιέκοψαν. Ἀλλὰ τούτων µὲν ἅτε µεθυόντων καὶ τῇ σαρκὶ ζώντων οὐ πολὺς ἡµῖν ὁ λόγος· εἰ δέ τις φιλοσοφίας ἐραστὴς, καὶ πνευµατικῆς ἀκροάσεως φίλος, ἀκουέτω ὅτι οὐδὲ τὰ µικρὰ δοκοῦντα εἶναι ἐν τῇ Γραφῇ, εἰκῆ κεῖται καὶ µάτην, καὶ ὅτι καὶτὰ παλαιὰ πολὺ φέρει τὸ κέρδος. Ταῦτα γὰρ πάντα τύποι, καὶ πρὸς νουθεσίαν ἡµῶν ἐγράφη, φησί.∆ ιὸ καὶ Τιµοθέῳ ἔλεγε, Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, εἰς τὴν τῶν παλαιῶν αὐτὸν ἀνάγνωσιν ἐµβάλλων βιβλίων, ἄνθρωπον τοσοῦτονπνεῦµα ἔχοντα, ὡς καὶ δαιµόνια ἐλαύνειν καὶ νεκροὺς ἐγείρειν. Ἐχώµεθα τοίνυν τῶν προκειµένων. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν µου. Ἄξιον ἐντεῦθεν ἰδεῖν, πῶς ἑκάστῳ τοὺς ἐπαίνους ἀπονέµει διαφόρως. Οὐδὲ γὰρ µικρὸς οὗτος ὁ ἔπαινος, ἀλλὰ καὶ σφόδρα µέγας καὶ πολλῆς ἀρετῆς ἐνδεικτικὸς, τὸ Παῦλον ἔχειν ἀγαπητὸν, τὸν οὐκ εἰδότα χάριτι, ἀλλὰκρίσει φιλεῖν. Εἶτα καὶ ἄλλο ἐγκώµιον· Ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας. Ἢ γὰρ τοῦτό φησιν, ὅτι τῶν ἄλλων ἁπάντων προεπήδησε καὶ ἐπίστευσεν, ὅπερ οὐ µικρὸς ἔπαινος, ἢ ὅτι πάντων τῶν ἄλλων πλείονα ἐπιδείκνυταιτὴν εὐλάβειαν.∆ ιὰ τοῦτο εἰπὼν, Ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας, οὐκ ἐσίγησεν, ἵνα µὴ τὴν κοσµικὴν ὑποπτεύσῃς δόξαν, ἀλλὰ προσέθηκεν, Εἰς Χριστόν. Εἰ γὰρ ἐν τοῖς πολιτικοῖς πράγµασιν ὁ πρωτεύων µέγας εἶναι δοκεῖ καὶ λαµπρός· πολλῷ µᾶλλον ἐν τούτοις. Ἐπεὶ γὰρ εἰκὸς ἦν αὐτοὺς ταπεινοῦ γένους εἶναι, λέγει τὴν ἀληθῆ εὐγένειαν καὶ τὴν προεδρίαν, ἐντεῦθεν αὐτὸν κοσµῶν. Καὶ οὐχὶ Κορίνθου µόνον, ἀλλὰ καὶ ὁλοκλήρου ἔθνους φησὶν αὐτὸν ἀπαρχὴν εἶναι, ὡσανεὶ θύραν καὶ εἴσοδον τοῖς ἄλλοις γεγενηµένον. Οὐ µικρὸς δὲ τοῖς τοιούτοις ὁ µισθός· καὶ γὰρ καὶ τῶν ἑτέροις κατωρθωµένων πολλὴν καρπώσεται τὴν ἀµοιβὴν ὁ τοιοῦτος, ἅτε καὶ ἐκείνοις πολὺ διὰ τῆς ἀρχῆς συνεισενεγκών. Ἀσπάσασθε Μαριὰµ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑµᾶς. Τί τοῦτο; Πάλιν γυνὴ στεφανοῦται καὶ ἀνακηρύττεται, πάλιν ἡµεῖς αἰσχυνόµεθα οἱ ἄνδρες· µᾶλλον δὲ οὐκ αἰσχυνόµεθα µόνον, ἀλλὰ καὶ σεµνυνόµεθα. Σεµνυνόµεθα µὲν γὰρ, ὅτι τοιαῦται παρ' ἡµῖν γυναῖκες· αἰσχυνόµεθα δὲ, ὅτι σφόδρα αὐτῶν ἀπολιµπανόµεθα οἱ ἄνδρες. Ἀλλ' ἐὰν µάθωµεν πόθεν ἐκεῖναι καλλωπίζονται, ταχέως καὶ ἡµεῖς αὐτὰς καταληψόµεθα. Πόθεν οὖν καλλωπίζονται; Ἀκουέτωσαν καὶ ἄνδρες καὶ γυναῖκες· οὐκ ἀπὸ τῶν ψελλίων, οὐδὲ ἀπὸ τῶν ὁρµίσκων, οὐδὲ ἀπὸ τῶν εὐνούχων καὶ τῶν θεραπαινίδων καὶ τῶν χρυσοπάστων ἱµατίων, ἀλλ' ἀπὸ τῶν ὑπὲρτῆς ἀληθείας ἱδρώτων. Ἥτις γὰρ, φησὶ, πολλὰ ἐκοπίασεν εἰς ἡµᾶς· οὐκ εἰς ἑαυτὴν µόνον οὐδὲ εἰς τὴν οἰκείαν ἀρετὴν, ὃ πολλαὶ καὶ νῦν ποιοῦσι γυναῖκες νηστεύουσαι, χαµευνοῦσαι, ἀλλὰ καὶ εἰς ἑτέρους, ἀποστόλωνκαὶ εὐαγγελιστῶν ἀναδεξάµεναι δρόµους. Πῶς οὖν φησι, Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω; Τῆς ἐν τῷ µέσῳ προεδρίας αὐτὴν κωλύων καὶ τοῦ θρόνου τοῦ ἐν τῷ βήµατι, οὐ τοῦ λόγου τῆς διδασκαλίας· ἐπεὶ εἰ τοῦτο ἦν, πῶς ἔλεγε τῇ τὸν ἄπιστον ἄνδρα ἐχούσῃ· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; πῶς ἐπέτρεπε παῖδας νουθετεῖν λέγων· Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν ἐπιµείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασµῷ µετὰ σωφροσύνης; Πῶς ἡ Πρίσκιλλα τὸν Ἀπολλὼ ἐκατήχει; Οὐ τοίνυν τὴν ἰδίᾳ διάλεξιν γινοµένην ἐπ' ὠφελείᾳ διακόπτων τοῦτο ἔλεγεν, ἀλλὰ τὴν ἐν τῷ µέσῳ καὶ ἐν τῷ κοινῷ θεάτρῳ διδασκάλοις πρέπουσαν. Καὶ ὅταν πάλιν πιστὸς ὁ ἀνὴρ ᾖ καὶ σφόδρα ἀπηρτισµένος καὶ διδάσκειν αὐτὴν δυνάµενος, ὡς ἂν αὐτὴ σοφωτέρα ᾖ, οὐ κωλύει διδάσκειν καὶ διορθοῦν. Καὶ οὐκ εἶπεν, Ἥτις πολλὰ ἐδίδαξεν, ἀλλ', Ἥτις πολλὰ ἐκοπίασε, δεικνὺς ὅτι µετὰ τοῦ λόγου καὶ ἕτερα ἄλλα διηκονεῖτο, τὰ ἀπὸ τῶν κινδύνων, τὰ ἀπὸτῶν χρηµάτων, τὰ ἀπὸ τῶν ἀποδηµιῶν.
31.2
Λεόντων γὰρ θερµότεραι αἱ τότε γυναῖκες ἦσαν, διανεµόµεναι πρὸς τοὺς ἀποστόλους τοὺς ὑπὲρ τοῦ κηρύγµατος πόνους· διὰ τοῦτο καὶ συναπεδήµουν αὐτοῖς, καὶ τὰ ἄλλα πάντα διηκονοῦντο. Καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ ἠκολούθουν γυναῖκες ἐκ τῶν ὑπαρχόντων αὐταῖς διακονούµεναι, καὶ θεραπεύουσαι τὸν διδάσκαλον. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺςσυγγενεῖς µου.∆ οκεῖ µὲν καὶ τοῦτο ἐγκώµιον εἶναι· τὸ δὲ ἐφεξῆς πολλῷ µεῖζον. Ποῖον δὲ τοῦτο; Καὶ συναιχµαλώτους µου. Τοῦτο γὰρ ὁ µέγιστος στέφανος, ἡ µεγάλη ἀνακήρυξις. Καὶ ποῦ γέγονεν αἰχµάλωτος Παῦλος, ἵνα εἴπῃ, Τοὺς συναιχµαλώτους µου; Αἰχµάλωτος µὲν οὐκ ἐγένετο, αἰχµαλώτων δὲ πολλῷ χαλεπώτερα ἔπασχεν, οὐ πατρίδος ἀλλοτριούµενος µόνον καὶ οἰκίας, ἀλλὰ καὶ λιµῷ παλαίωνκαὶ θανάτῳ διηνεκεῖ καὶ µυρίοις ἑτέροις. Τοῦ µὲν γὰρ αἰχµαλώτου τοῦτο µόνον ἐστὶ τὸ δεινὸν, ὅτι τῶν οἰκείων ἀλλοτριούµενος, δοῦλος γίνεται πολλάκις ἀντ' ἐλευθέρου· ἐνταῦθα δὲ νιφάδας ἔστιν εἰπεῖν πειρασµῶν, οὓς ὑπέµενεν ὁ µακάριος οὗτος, ἀγόµενος καὶ περιαγόµενος, µαστιγούµενος καὶ δεσµούµενος, λιθαζόµενος, καταποντιζόµενος, µυρίους ἔχων ἐπιβούλους. Καὶ οἱ µὲν αἰχµάλωτοι οὐδένα λοιπὸν ἔχουσι πολέµιον µετὰ τὴν ἀπαγωγὴν, ἀλλὰ καὶ πολλῆς ἀπολαύουσι προνοίας παρὰ τῶν εἰληφότων αὐτούς· οὗτος δὲ ἐν µέσοις περιεστρέφετο τοῖς πολεµίοις διηνεκῶς, καὶ πανταχοῦ δόρατα ἔβλεπε, καὶ ξίφη ἠκονηµένα, καὶ παρατάξεις καὶ µάχας. Ἐπεὶ οὖν καὶ τούτους εἰκὸς ἦν πολλῶν αὐτῷ κεκοινωνηκέναι κινδύνων, συναιχµαλώτους αὐτοὺς καλεῖ, ὥσπερ καὶ ἀλλαχοῦ φησιν· Ἀρίσταρχος ὁ συναιχµάλωτός µου. Εἶτα καὶ ἕτερος ἔπαινος· Οἵτινές εἰσιν ἐπίσηµοι ἐν τοῖς ἀποστόλοις. Καίτοι καὶ τὸ ἀποστόλους εἶναι µέγα, τὸ δὲ καὶ ἐν τούτοις ἐπισήµους εἶναι, ἐννόησον ἡλίκον ἐγκώµιον· ἐπίσηµοι δὲ ἦσαν ἀπὸ τῶν ἔργων, ἀπὸ τῶν κατορθωµάτων. Βαβαὶ, πόση τῆς γυναικὸς ταύτης ἡ φιλοσοφία, ὡς καὶ τῆς τῶν ἀποστόλων ἀξιωθῆναι προσηγορίας. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλ' ἕτερον πάλιν ἐγκώµιον προστίθησι, λέγων· Οἳ καὶ πρὸ ἐµοῦ γεγόνασιν ἐν Χριστῷ. Καὶ γὰρ καὶ τοῦτο ἔπαινος µέγιστος, τὸ προπηδῆσαι καὶ πρὸ τῶν ἄλλων ἐλθεῖν. Σκόπει δέ µοι τὴν ἁγίαν ψυχὴν πῶς κενοδοξίας ἦν καθαρά. Μετὰ γὰρ τὴν τοσαύτην καὶ τηλικαύτην δόξαν ἑτέρους ἑαυτοῦ προτίθησι, καὶ οὐκ ἀποκρύπτεται τὸ ὕστερος αὐτῶν ἐλθεῖν, οὐδὲ αἰσχύνεται τοῦτο ὁµολογῶν. Καὶ τί θαυµάζεις, εἰ τοῦτο οὐκ αἰσχύνεται, ὅπου γε καὶ τὸν πρότερον αὐτοῦ βίον ἐκποµπεύειν οὐ παραιτεῖται, βλάσφηµον ἑαυτὸν καὶ διώκτην καλῶν; Ἐπεὶ οὖν οὐκ εἶχε τῶν ἄλλων ἐντεῦθεν αὐτοὺς προτιθέναι, ἐζήτησε τὸν µετὰ τοὺς ἄλλους ἐλθόντα ἑαυτὸν, καὶ εὗρε καὶ ἐντεῦθεν αὐτοῖς συνθεῖναιἔπαινον, εἰπὼν, Οἳ καὶ πρὸ ἐµοῦ γεγόνασιν ἐν Χριστῷ. Ἀσπάσασθε Ἀµπλίαν τὸν ἀγαπητόν µου. Πάλιν τοῦτον ἀπὸ τῆς ἀγάπης ἐγκωµιάζει· ἡ γὰρ ἀγάπη Παύλου διὰ τὸν Θεὸν, ἦν, µυρία ἔχουσα ἀγαθά. Εἰ γὰρ τὸ παρὰ βασιλέως ἀγαπᾶσθαι, µέγα, τὸ παρὰ Παύλου φιλεῖσθαι, ἡλίκον ἐγκώµιον; Οὐδὲ γὰρ ἂν, εἰ µὴ πολλὴν ἀρετὴν ἐκέκτητο, εἰς ἔρωτα αὐτὸν ἐπεσπάσατο. Οἶδε γὰρ τοὺς ἐν κακίᾳ ζῶντας καὶ παρανοµίαις οὐ µόνον οὐ φιλεῖν, ἀλλὰ καὶ ἀναθεµατίζειν· ὡς ὅταν λέγῃ, Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἔστω ἀνάθεµα· καὶ, Εἴ τις ὑµᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεµα ἔστω. Καὶ Οὐρβανὸν τὸν συνεργόν µου ἐν Χριστῷ. Τοῦτο ἐκείνου µεῖζον τὸ ἐγκώµιον· καὶ γὰρ καὶ ἐκεῖνο περιέχει τοῦτο. Καὶ Στάχυν τὸν ἀγαπητόν µου. Πάλιν ἀπὸ τῶν αὐτῶν στεφανοῖ καὶ τοῦτον. Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιµον ἐν Χριστῷ. Οὐδὲν τούτου τοῦ ἐπαίνου ἴσον, τὸ ἄληπτον εἶναι καὶ µηδεµίαν παρέχειν λαβὴν ἐν τοῖς κατὰ Θεὸν πράγµασιν. Ὅταν γὰρ εἴπῃ, Τὸν δόκιµον ἐν Χριστῷ. πᾶσαν ἀρετὴν καταλέγει. Καὶ τίνος ἕνεκεν οὐδαµοῦ φησι, Τὸν κύριόν µου τὸν δεῖνα, καὶ τὸν δεσπότην µου; Ὅτι ταῦτα ἐκείνων µείζω τὰ ἐγκώµια· ἐκεῖνα µὲν γὰρ τιµῆς ἐστιν ἁπλῶς, ταῦτα δὲ ἀρετῆς. Καὶ τούτῳ δὲ αὐτῷ τετίµηκεν αὐτοὺς οὐχ ὡς ἔτυχε, τῷ πολλοὺς τῶν καταδεεστέρων µετὰ τῶν ὑψηλῶν καὶ µεγάλων προσαγορεύειν. Τῷ µὲν γὰρ προσειπεῖν, καὶ µετ' ἀλλήλων προσειπεῖν, καὶ ἐν τῇ αὐτῇ ἐπιστολῇ, πάντας ὁµοίως ἐτίµησε· τῷ δὲ τὰ ἰδιάζοντα ἑκάστου θεῖναι ἐγκώµια, τὴν ἰδιάζουσαν ἑκάστου παρέστησεν ἡµῖν ἀρετήν· ὡς µήτε φθόνον τεκεῖν τῷ τοὺς µὲν τιµῆσαι, τοὺς δὲ ἀτιµάσαι, µήτε ῥᾳθυµίαν καὶ σύγχυσιν ἐργάσασθαι ἐκ τοῦ πάντας τῶν αὐτῶν ἀξιῶσαι οὐ τῶναὐτῶν ὄντας ἀξίους.
31.3
Ὅρα γοῦν πῶς πάλιν ἐπὶ τὰς θαυµαστὰς ἔρχεται γυναῖκας. Εἰπὼν γὰρ, Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου, καὶ Ἡρωδίωνα τὸν συγγενῆ µου, καὶ τοὺς ἐκ τῶν Ναρκίσσου( οὓς εἰκὸς ἴσως µὴ τοιούτους εἶναι, οἵουςτοὺς ἔµπροσθεν· διὸ οὐδὲ ὀνοµαστὶ τῶν πάντων µέµνηται, καὶ τὸ προσῆκον αὐτοῖς ἐγκώµιον ἀποδοὺς, τὸ πιστοὺς εἶναι· τοῦτο γάρ ἐστι, Τοὺς ὄντας ἐν Κυρίῳ)· ἐπὶ γυναῖκας πάλιν ἄγει τὴν πρόσρησιν, λέγων· Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Καὶ περὶ µὲν ἐκείνης φησὶν, ὅτι Ἐκοπίασεν εἰς ἡµᾶς· περὶ δὲ τούτων, ὅτι ἔτι κοπιῶσιν. Οὐ µικρὸν δὲ τοῦτο ἐγκώµιον, τὸ ἐν ἔργοις εἶναι δι' ὅλου, καὶ µὴ µόνον ἐνεργεῖν, ἀλλὰ καὶ κοπιᾷν. Τὴν δὲ Περσίδα καὶ ἀγαπητὴν καλεῖ, δεικνὺς µείζονα τούτων οὖσαν· Ἀσπάσασθε γὰρ, φησὶ, Περσίδα τὴν ἀγαπητήν. Καὶ πολὺν αὐτῇ µαρτυρεῖ κάµατον, λέγων· Ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ. Οὕτως οἶδεν ἕκαστον κατὰ τὴν ἀξίαν ὀνοµάζειν, τούτους τε προθυµοτέρους ποιῶν τῷ µηδενὸς τῶν προσόντων αὐτοῖς ἀποστερεῖν, ἀλλὰ καὶ τὴνµικροτάτην ὑπεροχὴν ἀνακηρύττειν· τούς τε ἑτέρους σπουδαιοτέρους κατασκευάζων, καὶ εἰς τὸν αὐτὸν ἐνάγων ζῆλον τοῖς περὶ τούτων ἐγκωµίοις· Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν µητέρα αὐτοῦ καὶ ἐµοῦ. Ὁλόκληρα πάλιν ἐνταῦθα τὰ ἀγαθὰ, ὅταν καὶ ὁ παῖς τοιοῦτος ᾖ, καὶ ἡ µήτηρ τοιαύτη, καὶ πλήρης ἡ οἰκία εὐλογίας, καὶ ἡ ῥίζα τῷ καρπῷ συµβαίνῃ. Οὐδὲ γὰρ ἁπλῶς εἶπε, Μητέρα αὐτοῦ καὶ ἐµοῦ, εἰ µὴ πολλὴν ἐµαρτύρει τῇ γυναικὶ τὴν ἀρετήν. Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρµᾶν, Πατρόβαν, Ἑρµῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἐνταῦθα µὴ τοῦτο ἴδῃς, ὅτι χωρὶς ἐγκωµίων αὐτοὺς τίθησιν, ἀλλ' ὅτι σφόδρα καὶ τοὺς καταδεεστέρους ὄντας ἁπάντων οὐκ ἀπηξίωσε τῆς παρ' αὐτοῦ προσρήσεως· µᾶλλον δὲ οὐ µικρὸν καὶ τοῦτο ἐγκώµιον, τὸ καὶ ἀδελφοὺς αὐτοὺς καλεῖν, ὡσπεροῦν καὶ τοὺς µετ' αὐτοὺς ἁγίους· Ἀσπάσασθε γὰρ, φησὶ, Φιλόλογον καὶ Ἰουλίαν, καὶ Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυµπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους· ὅπερ µέγιστον ἦν ἀξίωµα, καὶ τιµῆς µέγεθος ἄφατον. Εἶτα, ἵνα µηδεµία φιλονεικία γένηται τῷ τοὺς µὲν οὕτω, τοὺς δὲ οὕτω προσειρῆσθαι, καὶ τοὺς µὲν ὀνοµαστὶ, τοὺς δὲ ἀδιορίστως, καὶ τοὺς µὲν µετὰπλειόνων ἐγκωµίων, τοὺς δὲ µετὰ ἐλαττόνων, ἀνακιρνᾷ πάλιν αὐτοὺς τῇ τῆς ἀγάπης ἰσοτιµίᾳ καὶ τῷ ἁγίῳ φιλήµατι, λέγων· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήµατι ἁγίῳ· διὰ τῆς εἰρήνης ταύτης πάντα ἐκβάλλων θορυβοῦντα αὐτοὺς λογισµὸν καὶ µικροψυχίας ἀφορµὴν, ἵνα µήτε ὁ µέγας καταφρονῇ τοῦ ἐλάττονος, µήτε ὁµικρὸς βασκαίνῃ τῷ µείζονι· ἀλλὰ καὶ ὑπεροψία καὶ φθόνος ἀπελαύνηται, τοῦ φιλήµατος τούτου πάντα καταπραΰνοντός τε καὶ ἐξισοῦντος.∆ ιὸ οὐ µόνον αὐτοὺς ἀσπάσασθαι κελεύει οὕτως, ἀλλὰ καὶ τὸν πασῶν Ἐκκλησιῶν ἀσπασµὸν οὕτως αὐτοῖς διαπέµπεται. Ἀσπάζονται γὰρ, φησὶν, ὑµᾶς, οὐκέτι τὸν δεῖνα καὶ τὸν δεῖνα κατ' ἰδίαν, ἀλλὰ κοινῇ πάντας, αἱ ἐκκλησίαι τοῦ Χριστοῦ. Εἶδες πῶς οὐ µικρὰ καὶ ἀπὸ τῶν προσρήσεων τούτων ἐκερδάναµεν; Ὅσους θησαυροὺς ἐµέλλοµεν παρατρέχειν, εἰ µὴ καὶ τουτὶ τὸ µέρος τῆς ἐπιστολῆς µετὰ ἀκριβείας ἐξητάσαµεν, τῆς ἡµῖν ἐγχωρούσης λέγω; ὡς εἴ γε τις εὑρεθείη σοφὸς ἀνὴρ καὶ πνευµατικὸς, καὶ βαθύτερον καταβήσεται, καὶ πλείους ὄψεται τοὺς µαργαρίτας. Ἀλλ' ἐπειδή τινες ἐζήτησαν πολλάκις, τί δήποτε ἐν τῇ ἐπιστολῇ ταύτῃ τοσούτους προσεῖπεν, ὅπερ ἐν ἑτέρᾳ οὐκ ἐποίησεν ἐπιστολῇ· τοῦτο ἂν εἴποιµεν, ὅτι διὰ τὸ µηδέποτε ἑωρακέναι Ῥωµαίους τοῦτο ποιεῖ. Καίτοι γε, φησὶν, οὐδὲ Κολοσσαέας εἶδε, καὶ οὐδὲν τοιοῦτον ἐποίησεν. Ἀλλ' οὗτοι δοκιµώτεροι τῶν ἄλλων ἦσαν, καὶ ἐξ ἑτέρων πόλεων ἐκεῖ µεταστάντες, ὡς εἰς ἀσφαλεστέραν τινὰ καὶ βασιλικωτέραν πόλιν. Ἐπεὶ οὖν ἐν ξένῃ διῆγον, καὶ πολλῆς ἀσφαλείας ἔδει ἀπολαύειν αὐτοὺς, καὶ τῶν αὐτῷ γνωρίµων ἦσάν τινες ἐξ αὐτῶν, οἱ δὲ καὶ διακονησάµενοιπολλὰ καὶ µεγάλα ὑπὲρ αὐτοῦ παρόντες· εἰκότως αὐτοὺς συνίστησι διὰ τῶν γραµµάτων. Καὶ γὰρ οὐ µικρὰ ἦν ἡ δόξα Παύλου τότε, ἀλλὰ τοσαύτη, ὡς καὶ ἀπὸ γραµµάτων µόνων πολλὴν ἔχειν προστασίαν τοὺς τῶν ἐπιστολῶν ἀπολαύοντας· οὐδὲ γὰρ ᾐδοῦντο µόνον αὐτὸν, ἀλλὰ καὶ ἐδεδοίκεσαν. Εἰ γὰρ µὴ τοῦτο ἦν, οὐκ ἂν εἶπεν, Ἥτις προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐµοῦ· καὶ πάλιν, Ηὐχόµην ἀνάθεµα εἶναι αὐτὸς ἐγώ. Καὶ Φιλήµονι γράφων ἔλεγεν, Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσµιος ἐν Χριστῷ Ἰησοῦ· καὶ Γαλάταις, Ἴδε ἐγὼ Παῦλοςλέγω ὑµῖν· καὶ, Ὡς Χριστὸν Ἰησοῦν ἐδέξασθέ µε. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγεν· Ὡς µὴ ἐρχοµένου δέ µου πρὸς ὑµᾶς, ἐφυσιώθησάν τινες· καὶ πάλιν, Ταῦτα δὲ µετεσχηµάτισα εἰς ἐµαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡµῖν µάθητε τὸ µὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν.∆ ι' ὧν ἁπάντων δῆλον, ὅτι µεγάλην περὶ αὐτοῦ εἶχον δόξαν ἅπαντες. Βουλόµενος τοίνυν αὐτοὺς εἶναι ἐν ἀδείᾳ καὶ τιµῇ, προσεῖπεν ἕκαστον, κατὰ τὸ ἐγχωροῦν καλλωπίζων αὐτούς. Τὸν µὲν γὰρ ἀγαπητὸν ἐκάλεσε, τὸν δὲ συγγενῆ, τὸν δὲ ἀµφότερα, τὸν δὲ συναιχµάλωτον, τὸν δὲ συνεργὸν, τὸν δὲ δόκιµον, τὸν δὲ ἐκλεκτόν· καὶ τὴν µὲν ἀπὸ τοῦ ἀξιώµατος· οὐδὲ γὰρ ἁπλῶς Τὴν διακονουµένην φησὶν, ἐπεὶ εἰ τοῦτο ἦν, καὶ τὰς περὶ Τρύφαιναν καὶ Περσίδα οὕτως ἂν ὠνόµασεν, ἀλλὰ τὴν µὲν, χειροτονίανἔχουσαν διακόνου, τὴν δὲ συνεργὸν καὶ λειτουργὸν, τὴν δὲ µητέρα, τὴν δὲ ἀπὸ τῶν κόπων ὧν ἐκοπίασε· καὶ τοὺς µὲν ἀπὸ τῆς οἰκίας, τοὺς δὲ ἀπὸ τοῦ τῶν ἀδελφῶν ὀνόµατος, τοὺς δὲ ἀπὸ τῆς τῶν ἁγίων προσηγορίας· καὶ τοὺς µὲν αὐτ ῷ τῷ προσαγορεῦσαι τιµᾷ, τοὺς δὲ καὶ τῷ ὀνοµαστὶ προσαγορεῦσαι· καὶ τοὺς µὲν τῷ προσειπεῖν ἀπαρχὴν, τοὺς δὲ τοῖς τῶν χρόνων πρεσβείοις· πλέον δὲ ἁπάντων τοὺς περὶ Πρίσκιλλαν καὶ Ἀκύλαν. Εἰ γὰρ καὶ πάντες ἦσαν πιστοὶ, ἀλλ' οὐ πάντες ὅµοιοι, ἀλλὰ διεστήκασι τοῖς ἄθλοις.∆ ιὸ δὴ καὶ εἰς µείζονα ζῆλον ἅπαντας ἄγων, οὐδενὸς ἔκρυψε τὰ ἐγκώµια. Ὅταν γὰρ οἱ πλείονα ποιοῦντες, οὐ πλείονα τὸν µισθὸν λαµβάνωσι, πολλοὶ γίνονται ῥᾳθυµότεροι.
31.4
∆ ιὰ τοῦτο οὐδὲ ἐν τῇ βασιλείᾳ ἴση ἡ τιµὴ, οὐδὲ ἐν τοῖς µαθηταῖς πάντες ἴσοι, ἀλλ' οἱ τρεῖς τῶν ἄλλων προεῖχον, καὶ ἐν τούτοις αὐτοῖς τοῖς τρισὶ πολλὴπάλιν διαφορά· πολλὴ γὰρ ἀκρίβεια παρὰ τῷ Θεῷ καὶ µέχρι τῶν ἐσχάτων. Καὶ γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, φησί. Καίτοι γε πάντες ἦσαν ἀπόστολοι, καὶ πάντες ἐπὶ δώδεκα θρόνους µέλλουσι καθῆσθαι, καὶ πάντες ἀφῆκαν τὰ ἑαυτῶν, καὶ πάντες αὐτῷ συνῆσαν· ἀλλ' ὅµως τοὺς τρεῖς ἐλάµβανε. Καὶ πάλιν καὶ τούτων αὐτῶν ἔφησέ τινας ἐγχωρεῖν καὶ ὑπερέξειν· Τὸ γὰρ καθίσαι, φησὶν, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύµων, οὐκ ἔστιν ἐµὸν δοῦναι, ἀλλ' οἷς ἡτοίµασται. Καὶ τὸν Πέτρον δὲ αὐτῶν προτίθησι λέγων, Φιλεῖς µε πλέον τούτων; καὶ ὁ Ἰωάννης δὲ ὑπὲρ τοὺς ἄλλους ἠγαπᾶτο. Καὶ γὰρ πάντων ἐξέτασις ἔστα ἀκριβής· κἂν µικρὸν ὑπερέχῃς τοῦ πλησίον, κἂν ἀκαριαῖον, κἂν ὁτιοῦν, οὐδὲ τοῦτο παρόψεται ὁ Θεός. Καὶ τοῦτο καὶ ἄνωθεν ἴδοι τις ἂν διαλάµπον. Καὶ γὰρ ὁ Λὼτ δίκαιος ἦν, ἀλλ' οὐχ οὕτως ὡς ὁ Ἀβραάµ· καὶ ὁ Ἰεζεκίας πάλιν, ἀλλ' οὐχ οὕτως ὡς ὁ∆ αυΐδ· καὶ οἱ προφῆται πάντες, ἀλλ' οὐχ οὕτως ὡς ὁ Ἰωάννης. Ποῦ τοίνυν εἰσὶν οἱ µετὰ τὴν τοσαύτην ἀκρίβειαν οὐ βουλόµενοι εἶναι γέενναν; Εἰ γὰρ οἱ δίκαιοι πάντες οὐ τῶν αὐτῶν ἀπολαύσονται, κἂν µικρὸν ὦσι τῶν ἑτέρων ὑπερέχοντες( Ἀστὴρ γὰρ ἀστέρος διαφέρει, φησὶν, ἐν δόξῃ)· πῶς οἱ ἁµαρτωλοὶ ἐν τοῖς αὐτοῖς ἔσονται τοῖς δικαίοις; Ταύτην γὰρ οὐδ' ἂν ἄνθρωπος ἐργάσαιτο τὴν σύγχυσιν, µήτι γε ὁ Θεός. Εἰ δὲ βούλεσθε, καὶ ἐπὶ τῶν ἡµαρτηκότων, καὶ ἐπὶ τῶν ἤδη γεγενηµένων ταύτην ὑµῖν δείξω τὴν διαφορὰν καὶ τὴν ἀκριβῆ δικαιοκρισίαν. Σκόπει δέ· ἥµαρτεν ὁ Ἀδὰµ, ἥµαρτε καὶ ἡ Εὔα· καὶ ἀµφότεροι µὲν παρέβησαν, οὐκ ἐξ ἴσης δὲ ἥµαρτον· οὐκοῦν οὐδὲ ἐξ ἴσης ἐκολάσθησαν. Τοσοῦτον γὰρ τὸ µέσον ἦν, ὡς Παῦλον εἰπεῖν, ὅτι Ἀδὰµ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Καίτοι ἡ ἀπάτη µία ἦν· ἀλλ' ὅµως ἡ τοῦ Θεοῦ µετὰ ἀκριβείας ἐξέτασις τοσοῦτον ἔδειξε τὸ µέσον, ὡς Παῦλον εἰπεῖν τοῦτο. Πάλιν ὁ µὲν Κάϊν ἐκολάζετο· ὁ δὲ Λάµεχ µετ' ἐκεῖνον φονεύσας, οὐδὲν τοιοῦτον ἔπαθε· καίτοι καὶ τοῦτο φόνος, κἀκεῖνο φόνος, καὶ πολλῷ χαλεπώτερος, ὅτι µηδὲ τῷ παραδείγµατι γέγονε βελτίων οὗτος· ἀλλ' ὅµως ἐπειδὴ ὁ µὲν οὔτε ἀδελφὸν ἔσφαξε µετὰ παραίνεσιν, οὔτε ἐδεήθη τοῦ κατηγορήσοντος, οὔτε Θεοῦ ἐρωτῶντος ἠναισχύντησεν, ἀλλὰ καὶµηδενὸς ἐλέγχοντος καὶ κατεῖπεν ἑαυτοῦ καὶ κατεδίκασε, συγγνώµης ἔτυχεν· ὁ δὲ, ἐπειδὴ τἀναντία ἐποίησεν, ἐτιµωρεῖτο. Ἴδε µεθ' ὅσης ἀκριβείας ἐξετάζει τὰ γινόµενα ὁ Θεός.∆ ιὰ τοῦτο καὶ τοὺς ἐν τῷ κατακλυσµῷ ἑτέρως, καὶ τοὺς ἐν Σοδόµοις ἄλλως ἐτιµωρήσατο· καὶ τοὺς Ἰσραηλίτας δὲ πάλιν διαφόρως, καὶ τοὺς ἐν Βαβυλῶνι, καὶ τοὺς ἐπ' Ἀντιόχου· δεικνὺς, ὅτι πολὺν ἔχει τῶν ἡµετέρων λόγον. Καὶ οἱ µὲν ἑβδοµήκοντα ἐδούλευσαν ἔτη, οἱ δὲ τετρακόσια· οἱ δὲ τέκνα ἔφαγον, καὶ µυρίας ἑτέρας χαλεπωτέρας ὑπέµειναν συµφορὰς, καὶ οὐδὲ ταύτῃ ἀπηλλάγησαν οὔτε οὗτοι οὔτε οἱ ζῶντες καέντες ἐν Σοδόµοις. Ἀνεκτότερον γὰρ, φησὶν, ἔσται γῇ Σοδόµων καὶ Γοµόῤῥων, ἢ τῇ πόλει ἐκείνῃ. Εἰ µὲν γὰρ µηδὲν αὐτῷ µήτε ἁµαρτανόντων ἡµῶν µέλει, µήτε κατορθούντων, ἴσως ἕξει τινὰ λόγον τὸ λέγειν µὴ εἶναι κόλασιν· εἰ δὲ τοσαύτην ποιεῖται σπουδὴν, ὥστε µὴ ἁµαρτάνειν ἡµᾶς, καὶ τοσαῦτα πραγµατεύεται, ὥστε κατορθοῦν, εὔδηλον ὅτι καὶ ἁµαρτάνοντας κολάζει, καὶ κατορθοῦντας στεφανοῖ. Σὺ δέ µοι σκόπει τῶν πολλῶν τὴν ἀνωµαλίαν. Ἐνταῦθα µὲν γὰρ ἐγκαλοῦσι τῷ Θεῷ, ὅτι µακροθυµεῖ πολλάκις, καὶ περιορᾷ πολλοὺς µιαροὺς, ἀσελγεῖς, βιαίους, µὴ διδόντας δίκην· ἐκεῖ πάλιν ἂν ἀπειλήσῃ κολάζειν αὐτοὺς, σφοδροὶ καὶ βαρεῖς εἰσιν αἰτιώµενοι· καίτοι γε εἰ τοῦτο λυπεῖ, ἐκεῖνο ἀποδέχεσθαι ἔδει καὶ θαυµάζειν. Ἀλλ' ὢ τῆς ἀνοίας, ὢ τῆς ἀλόγου καὶ ὀνώδους γνώµης· ὢ φιλαµαρτήµονος καὶ φιληδόνου καὶ πρὸς κακίαν βλεπούσης ψυχῆς· καὶ γὰρ ἀπὸ τῆς φιληδονίας τὰ δόγµατα ἅπαντα ταῦτα τίκτεται· ὡς εἰ βουληθεῖεν οἱ ταῦτα λέγοντες ἀρετῆς ἐπιλαβέσθαι, ταχέως καὶ περὶ τῆς γεέννης πιστωθήσονται, καὶ οὐκ ἀµφιβαλοῦσι. Καὶ ποῦ, φησὶ, καὶ ἐν ποίῳ χωρίῳ αὕτη ἔσται ἡ γέεννα; Τί γάρ σοι τούτου µέλει; τὸ γὰρ ζητούµενον, δεῖξαι ὅτι ἔστιν, οὐχ ὅπου τεταµίευται καὶ ἐν ποίῳ χωρίῳ. Τινὲς µὲν γὰρ µυθολογοῦντές φασιν, ὅτι ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ, ὃ περὶ πολέµου τινὸς εἴρηται παρελθόντος, καὶ νῦν τοῦτο εἰς τὴν γέενναν ἕλκοντες· ἡ δὲ Γραφὴ οὐ τοῦτό φησιν. Ἀλλ' ἐν ποίῳ τόπῳ, φησὶν, ἔσται; Ἔξω που, ὡς ἔγωγε οἶµαι, τοῦ κόσµου τούτου παντός. Καθάπερ γὰρ τῶν βασιλείων τὰ δεσµωτήρια καὶ τὰ µέταλλα πόῤῥω διέστηκεν, οὕτω δὴ καὶ τῆς οἰκουµένης ταύτης ἔξω που ἔσται ἡ γέεννα.
31.4
Μὴ τοίνυν ζητῶµεν ποῦ ἐστιν, ἀλλὰ πῶς ἂν αὐτὴν φύγοιµεν· µηδὲ ἐπειδὴ πάντας ἐνταῦθα οὐ κολάζει Θεὸς, διὰ τοῦτο ἀπίστει τοῖς µέλλουσι· φιλάνθρωπος γάρ ἐστι, καὶ µακροθυµεῖ.∆ ιὰ τοῦτο ἀπειλεῖ, καὶ οὐκ εὐθέως ἐµβάλλει· Οὐ γὰρ θέλω, φησὶ, τὸν θάνατον τοῦ ἁµαρτωλοῦ. Εἰ δὲ µή ἐστι θάνατος ἁµαρτωλοῦ, περιττὸν τὸ εἰρηµένον. Καὶ οἶδα µὲν, ὅτι οὐδὲν ἀηδέστερον τούτων ὑµῖν τῶν λόγων· ἀλλ' ἐµοὶ τούτων οὐδὲν ἥδιον. Καὶ εἴθε ἦν καὶ ἀριστοποιουµένους καὶ δειπνοῦντας καὶ λουοµένους καὶ πανταχοῦ περὶ γεέννης διαλέγεσθαι· οὐδὲ γὰρ ἂν ἠλγήσαµεν τοῖς ἐνταῦθα δεινοῖς, οὐκ ἂν ἥσθηµεν τοῖς χρηστοῖς. Τί γάρ µοι καὶ εἰπεῖν ἔχεις δεινόν; πενίαν, νόσον, αἰχµαλωσίαν, πήρωσιν σώµατος; Ἀλλὰ ταῦτα πάντα γέλως πρὸς τὴν ἐκεῖ κόλασιν· κἂν τοὺς δι' ὅλου βασανιζοµένους λιµῷ λέγῃς, κἂν τοὺς ἐκ πρώτης ἡλικίας πεπηρωµένους καὶ προσαιτοῦντας, τρυφὴ καὶ ταῦτα πρὸς ἐκεῖνα τὰ κακά. Συνεχῶς τοίνυν στρέφωµεν τοὺς περὶ τούτων λόγους· οὐ γὰρ ἀφίησιν ἐµπεσεῖν εἰς γέενναν τὸ µεµνῆσθαι γεέννης. Οὐκ ἀκούεις Παύλου λέγοντος· Οἵτινες δίκην τίσουσιν αἰώνιον ἀπὸ προσώπου Κυρίου; οὐκ ἀκούεις οἷος ὁ Νέρων ἐγένετο, ὃν καὶ µυστήριον καλεῖ τοῦ ἀντιχρίστου ὁ Παῦλος; Τὸ γὰρ µυστήριον ἤδη, φησὶν, ἐνεργεῖται τῆς ἀνοµίας. Τί οὖν; οὐδὲν πείσεται ὁ Νέρων; οὐδὲν πείσεται ὁ ἀντίχριστος, οὐδὲν ὁ διάβολος; Οὐκοῦν ἀεὶ ὁ ἀντίχριστος ἔσται, καὶ ὁ διάβολος· οὐδὲ γὰρ ἀποστήσονται τῆς κακίας µὴ κολαζόµενοι. Ναὶ, φησίν· ἀλλ' ὅτι µέν ἔστι κόλασις καὶ γέεννα, παντί που δῆλον· οἱ δὲ ἄπιστοι ἐµπεσοῦνται µόνοι. Τίνος ἕνεκεν, εἰπέ µοι; Ὅτι οἱ πιστοὶ, φησὶ, τὸν∆ εσπότην ἐπέγνωσαν τὸν ἑαυτῶν. Καὶ τί τοῦτο; Ὅταν γὰρ ὁ βίος ἀκάθαρτος ᾖ, καὶ µείζονα κατὰ τοῦτο δώσουσι δίκην τῶν ἀπίστων· Ὅσοι γὰρ ἀνόµως ἥµαρτον, ἀνόµως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόµῳ ἥµαρτον, διὰ νόµου κριθήσονται· καὶ, Ὁ οἰκέτης ὁ εἰδὼς τὸ θέληµα τοῦ κυρίου αὑτοῦ, καὶ µὴ ποιήσας, δαρήσεται πολλάς. Εἰ δὲ οὐκ ἔστι βίου δοῦναι λόγον, ἀλλ' ἁπλῶς ταῦτα εἴρηται, οὐδὲ ὁ διάβολος τιµωρηθήσεται· καὶ γὰρ τὸν Θεὸν οἶδε, καὶ ἀνθρώπων µᾶλλον πολλῶν· καὶ οἱ δαίµονες δὲ πάντες καὶ ἴσασιν αὐτὸν, καὶ φρίττουσι, καὶ κριτὴν ὁµολογοῦσιν. Εἰ τοίνυν βίου οὐκ ἔστι δοῦναι λόγον, οὐδὲ πονηρῶν πράξεων, διαφεύξονται καὶ οὗτοι. Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· µὴ ἑαυτοὺς ἀπατᾶτε, ἀγαπητοί. Εἰ γὰρ µὴ ἔστι γέεννα, πῶς κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ ἀπόστολοι; πῶς φησιν ὁ Παῦλος· Οὐκ οἴδατε, ὅτι ἀγγέλους κρινοῦµεν; µήτι γε βιωτικά; πῶς ὁ Χριστὸς ἔλεγεν· Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην; καὶ, Ἀνεκτότερον ἔσται γῇ Σοδόµων ἐν ἡµέρᾳ κρίσεως; Τί τοίνυν παίζεις ἐν οὐ παικτοῖς; τί ἀπατᾷς σαυτὸν καὶ παραλογίζῃ τὴν ψυχήν σου, ἄνθρωπε; τί τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ µάχῃ;∆ ιὰ γὰρ τοῦτο καὶ ἡτοίµασεν αὐτὴν καὶ ἠπείλησεν, ἵνα µὴ ἐµπέσωµεν, τῷ φόβῳ γενόµενοι βελτίους. Ὥστε ὁ τὸν περὶ τούτων ἀναιρῶν λόγον, οὐδὲν ἕτερον λανθάνει ποιῶν, ἢ εἰς αὐτὴν αὑτὸν ὠθεῖ καὶ ἐµβάλλει διὰ τῆς ἀπάτης ταύτης. Μὴ τοίνυν ἐκλύσῃς τὰς χεῖρας τῶν ὑπὲρ ἀρετῆς πονούντων, µηδὲ ἐπιτείνῃς τὴν ῥᾳθυµίαν τῶν καθευδόντων. Εἰ γὰρ πεισθεῖεν οἱ πολλοὶ, ὅτι γέεννα οὐκ ἔστι, πότε ἀποστήσονται τῆς κακίας; ποῦ δὲ καὶ τὸ δίκαιον φανεῖται; Οὐ λέγω ἐπὶ ἁµαρτωλῶν καὶ δικαίων, ἀλλ' ἐπὶ ἁµαρτωλῶν καὶ ἁµαρτωλῶν.∆ ιὰ τί ὁ µὲν ἐκολάσθη ἐνταῦθα, ὁ δὲ οὐκ ἐκολάσθη τὰ αὐτὰ ἁµαρτὼν, ἢ καὶ πολλῷ χαλεπώτερα; Εἰ γὰρ οὐκ ἔστι γέεννα, οὐδὲν ὑπὲρ τούτων δυνήσῃ ἀπολογήσασθαι τοῖς ἐγκαλοῦσι.∆ ιὸ παρακαλῶ παυσαµένους τοῦ γέλωτος τούτου, ἐπιστοµίζειν τοὺς ὑπὲρ τούτων ἡµῖν ἀντιλέγοντας. Καὶ γὰρ καὶ τῶν µικροτάτων καὶ ἐν τοῖς ἁµαρτήµασι καὶ ἐν τοῖς κατορθώµασιν ἀκριβὴς ἔσται ἡ ἐξέτασις. Καὶ γὰρ καὶ ὀφθαλµῶν ἀκολάστων δώσοµεν δίκην, καὶ ῥήµατος ἀργοῦ, καὶ γέλωτος καὶ λοιδορίας ἁπλῶς, καὶ ἐνθυµήσεως, καὶ µέθης εὐθύνας ὑφέξοµεν· ὡς πάλιν καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ποτηρίου ψυχροῦ ληψόµεθα µισθὸν καὶ λόγου ἀγαθοῦ καὶ στεναγµοῦ µόνου.∆ ὸς γὰρ, φησὶ, τὸ σηµεῖον ἐπὶ τὸ πρόσωπον τῶν στεναζόντων καὶ κατοδυνωµένων· πῶς οὖν τολµᾷς εἰπεῖν, ὅτι ὁ µετὰ τοσαύτης ἀκριβείας ἐξετάζων τὰ ἡµέτερα, ἁπλῶς καὶ εἰκῆ τὴν γέενναν ἠπείλησε; Μὴ, παρακαλῶ, µὴ ταῖς κεναῖς ταύταις ἐλπίσι σεαυτὸν ἀπόλλυε, καὶ τοὺς πειθοµένους. Εἰ γὰρ τοῖς ἡµετέροις ἀπιστεῖς λόγοις, ἐξέτασον Ἰουδαίους, Ἕλληνας, αἱρετικοὺς ἅπαντας, καὶ πάντες ὡς ἐξ ἑνὸς στόµατος ἀποκρινοῦνται, ὅτι κρίσιςἔσται καὶ ἀντίδοσις. Ἀλλ' οὐκ ἀρκοῦσιν ἄνθρωποι; Ἐρώτησον καὶ τοὺς δαίµονας αὐτοὺς, καὶ ἀκούσῃ βοώντων· Τί ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡµᾶς; καὶ ταῦτα πάντα συναγαγὼν πεῖσον τὴν ψυχὴν µὴ µάτην ληρεῖν, ἵνα µὴ διὰ τῆς πείρας µάθῃ τὴν γέενναν, ἀλλ' ἐντεῦθεν σωφρονισθεῖσα καὶ τὰςβασάνους ἐκείνας δυνηθῇ διαφυγεῖν, καὶ τῶν µελλόντων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.