Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
32.0
Παρακαλῶ δὲ ὑµᾶς, ἀδελφοὶ, σκοπεῖν τοὺς τὰς δι χοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδα χὴν, ἣν ὑµεῖς ἐµάθετε, ποιοῦντας· καὶ ἐκκλί νατε ἀπ' αὐτῶν. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡµῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.
32.1
Πάλιν παραίνεσις, καὶ εὐχὴ µετὰ τὴν παραίνεσιν. Εἰπὼν γὰρ σκοπεῖν τοὺς τὰς διχοστασίας ποιοῦντας, καὶ µὴ ὑπακούειν αὐτοῖς, ἐπήγαγεν· Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑµῶν· καὶ, Ἡ χάρις τοῦ Κυρίου µεθ' ὑµῶν. Σκόπει δὲ πῶς καὶ προσηνῶς παραινεῖ, οὐκ ἐν τάξει συµβούλου, ἀλλ' ἐν τάξει ἱκέτου τοῦτο ποιῶν, καὶ µετὰ πολλῆς τῆς τιµῆς· καὶ γὰρ καὶ ἀδελφοὺς ἐκάλεσε, καὶ ἱκετεύει. Παρακαλῶ γὰρ ὑµᾶς, φησὶν, ἀδελφοί. Εἶτα καὶ ἐναγωνίους ποιεῖ, δεικνὺς τὸ δολερὸν τῶν ἐπηρεαζόντων. Ὡς γὰρ οὐκ αὐτόθεν δήλων ὄντων φησί· Παρακαλῶ δὲ ὑµᾶς σκοπεῖν· τουτέστι, περιεργάζεσθαι µετὰ ἀκριβείας, καὶ καταµανθάνειν καὶ διερευνᾶσθαι. Τίνας, εἰπέ µοι; Τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν, ἣν ὑµεῖς ἐµάθετε, ποιοῦντας. Αὕτη γὰρ µάλιστα Ἐκκλησίας ἀνατροπὴ, τὸ διῃρῆσθαι· τοῦτο ὅπλον τοῦ διαβόλου, τοῦτο πάντα ἄνω καὶ κάτω ποιεῖ. Ἕως γὰρ ἂν ᾖ τὸ σῶµα ἡνωµένον, οὐκ ἰσχύει εἴσοδον ἔχειν, ἀλλ' ἀπὸ τῆς διχοστασίας τὸ σκάνδαλον. Ἡ δὲ διχοστασία πόθεν; Ἀπὸ τῶν δογµάτων τῶν παρὰ τὴν διδαχὴν τῶν ἀποστόλων. Τὰ δὲ δόγµατα τὰ τοιαῦτα πόθεν; Ἀπὸ τοῦ γαστρὶ δουλεύειν καὶ τοῖς ἄλλοις πάθεσιν. Οἱ γὰρ τοιοῦτοι, φησὶ, τῷ Κυρίῳ οὐ δουλεύουσιν, ἀλλὰ τῇ αὑτῶν κοιλίᾳ. Ὥστε οὐκ ἂν γένοιτο σκάνδαλα, οὐκ ἂν γένοιτο διχοστασία, εἰ µή τι παρὰ τὴν ἀποστολικὴν διδαχὴν ἐπινοηθείη δόγµα· ὃ καὶ ἐνταῦθα δηλῶν ἔλεγε, Παρὰ τὴν διδαχήν. Καὶ οὐκ εἶπεν, Ἣν ἐδιδάξαµεν, ἀλλ', Ἣν ὑµεῖς ἐµάθετε, προκαταλαµβάνων αὐτοὺς, καὶ δεικνὺς πεπεισµένους δὴ καὶ ἀκούσαντας καὶ καταδεξαµένους. Καὶ τί ποιήσοµεν τοῖς τὰ τοιαῦτα κακουργοῦσιν; Οὐκ εἶπεν, Ὁµόσε χωρεῖτε καὶ πυκτεύετε, ἀλλ', Ἐκκλίνατε ἀπ' αὐτῶν. Εἰ µὲν γὰρ ἐξ ἀγνοίας ἢ πλάνης τοῦτο ἐποίουν, ἔδει διορθοῦν· ἐπειδὴ δὲ εἰδότες ἁµαρτά νουσιν, ἀποπηδᾶτε. Καὶ ἀλλαχοῦ δὲ τοῦτο λέγει· Συστέλλεσθε γὰρ, φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος. Καὶ Τιµοθέῳ περὶ τοῦ χαλκέως διαλεγόµενος, τοιαῦτα παρῄνει λέγων· Ὃν καὶ σὺ φυλάσσου. Εἶτα καὶ κωµῳδῶν τοὺς τὰ τοιαῦτα τολµῶντας, λέγει καὶ τὴν αἰτίαν, ἀφ' ἧς ταύτην ἐπενόησαν τὴν διχοστασίαν· Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡµῶν Χριστῷ, φησὶν, οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ. Τοῦτο καὶ Φιλιππησίοις ἐπιστέλλων ἔλεγεν· Ὧν θεὸς ἡ κοιλία. Ἐνταῦθα δέ µοι τοὺς ἐξ Ἰουδαίων αἰνίττεσθαι δοκεῖ, οὓς µάλιστα ἀεὶ διαβάλλειν εἴωθεν ὡς γαστριµάργους. Καὶ γὰρ Τίτῳ ἐπιστέλλων ἔλεγε περὶ αὐτῶν· Κακὰ θηρία, γαστέρες ἀργαί. Καὶ ὁ Χριστὸς δὲ αὐτοὺς ἐπὶ τοῦτο διαβάλλων, Κατεσθίετε, φησὶ, τὰς οἰκίας τῶν χηρῶν. Καὶ οἱ προφῆται τοιαῦτα αὐτῶν κατηγοροῦσιν· Ἐλιπάνθη γὰρ, φησὶ, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπηµένος.∆ ιὸ καὶ Μωϋσῆς παρῄνει λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐµπλησθεὶς, µνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Καὶ ἐν τοῖς Εὐαγγελίοις δὲ τῷ Χριστῷ λέγοντες, Τί σηµεῖον δεικνύεις ἡµῖν; καὶ τὰ ἄλλα πάντα παραδραµόντες, τοῦ µάννα µέµνηνται· οὕτω πανταχοῦ τῷ πάθει τούτῳ κρατούµενοι φαίνονται. Πῶς οὖν οὐκ αἰσχύνῃ δούλους κοιλίας διδασκάλους ἔχων ὁ τοῦ Χριστοῦ ἀδελφός; Καὶ ἡ µὲν ὑπόθεσις τῆς πλάνης αὕτη, ὁ δὲ τρόπος τῆς ἐπιβουλῆς ἕτερον πάλιν νόσηµα, ἡ κολακεία·∆ ιὰ γὰρ τῆς χρηστολογίας, φησὶν, ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Καὶ καλῶς εἶπε, Χρηστολογίας· µέχρι γὰρ τῶν ῥηµάτων ἡ θεραπεία· ἡ δὲ διάνοια οὐ τοιαύτη, ἀλλὰ δόλου γέµουσα. Καὶ οὐκ εἶπεν, Ὑµᾶς ἐξαπατῶσιν, ἀλλὰ, Τὰς καρδίας τῶν ἀκάκων. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ὥστε ποιῆσαι µὴ ἐπαχθέστερον τὸ εἰρηµένον, φησίν· Ἡ γὰρ ὑµῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Τοῦτο δὲ ποιεῖ, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι, ἀλλὰ τοῖς ἐγκωµίοις προκαταλαµβάνων, καὶ τῷ πλήθει τῶν µαρτύρων προκατέχων αὐτούς. Οὐδὲ γὰρ ἐγὼ µαρτυρῶ µόνος, ἀλλ' ἡ οἰκουµένη πᾶσα. Καὶ οὐκ εἶπεν, Ἡ γὰρ ὑµῶν σύνεσις, ἀλλ' Ἡ ὑµῶν ὑπακοή· τουτέστιν ἡ πειθώ· ὅπερ πολλὴν αὐτοῖς ἦν µαρτυροῦντος πραότητα. Χαίρω οὖν τὸ ἐφ' ὑµῖν. Οὐ µικρὸν καὶ τοῦτο ἐγκώµιον. Εἶτα µετὰ τὸν ἔπαινον νουθεσία. Ἵνα γὰρ µὴ τῶν ἐγκληµάτων ἀπαλλάξας αὐτοὺς, ὡς λανθάνοντας ῥᾳθυµοτέρους ἐργάσηται, αἰνίττεται πάλιν αὐτοῖς λέγων· Θέλω δὲ ὑµᾶς σοφοὺς µὲν εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους δὲ εἰς τὸ κακόν. Ὁρᾷς πῶς πάλιν αὐτῶν καθάπτεται, καὶ ἀνυπόπτως; τοῦτο γὰρ αἰνιττοµένου ἐστὶν, ὅτι τινὲς ἐξ αὐτῶν καὶ παρήγοντο. Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑµῶν ἐν τάχει. Ἐπειδὴ γὰρ εἶπε τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα ποιοῦντας, εἶπεν εἰρήνης Θεὸν, ἵνα θαρσήσωσι περὶ τῆς τούτων ἀπαλλαγῆς. Ὁ γὰρ ταύτῃ χαίρων, τὰ λυµαινόµενα αὐτῇ καταλύσει. Καὶ οὐκ εἶπεν, Ὑποτάξει, ἀλλ', ὃ µεῖζόν ἐστι, Συντρίψει· καὶ οὐκ ἐκείνους µόνον, ἀλλὰ καὶ τὸν στρατηγοῦντα αὐτοῖς τὰ τοιαῦτα Σατανᾶν. Καὶ οὐχ ἁπλῶς συντρίψει, ἀλλ' Ὑπὸ τοὺς πόδας ὑµῶν· ὥστε αὐτοὺς τὴν νίκην ἄρασθαι, καὶ τῷ τροπαίῳ γενέσθαι λαµπρούς. Καὶ ἀπὸ τοῦ χρόνου δὲ ἡ παραµυθία πάλιν· ἐπήγαγε γὰρ, Ἐν τάχει. Τοῦτο δὲ ὁµοῦ καὶ εὐχὴ καὶ προφητεία ἦν. Ἡ χάρις τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ µεθ' ὑµῶν. Τὸ µέγιστον ὅπλον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, ὁ πύργος ὁ ἄσειστος· ἀνέµνησε γὰρ αὐτοὺς τῆς χάριτος, ἵνα προθυµοτέρους ἐργάσηται. Εἰ γὰρ τῶν πολὺ χαλεπωτέρων ἀπηλλάγητε, καὶ ἀπηλλάγητε χάριτι µόνον· πολλῷ µᾶλλον τῶν ἐλαττόνων ἀπαλλαγήσεσθε, ὅτι καὶ φίλοι γεγόνατε, καὶ τὰ παρ' ἑαυτῶν συνεισάγετε.
32.2
Ὅρα πῶς οὔτε εὐχὴν χωρὶς ἔργων, οὔτε ἔργα χωρὶς εὐχῆς τίθησι. Μαρτυρήσας γὰρ αὐτοῖς τὴν ὑπακοὴν, τότε ἐπηύξατο, δεικνὺς ὅτι ἀµφοτέρων δεόµεθα, καὶ τῶν παρ' ἡµῶν, καὶ τῶν παρὰ τοῦ Θεοῦ, εἰ µέλλοιµενµετὰ ἀκριβείας σώζεσθαι. Καὶ γὰρ οὐκ ἔµπροσθεν µόνον, ἀλλὰ καὶ νῦν, κἂν µεγάλοι ὦµεν καὶ εὐδόκιµοι, τῆς παρ' αὐτοῦ δεόµεθα χάριτος· Ἀσπάζεται ὑµᾶς Τιµόθεος ὁ συνεργός µου. Εἶδες πάλιν τὰ συνήθη ἐγκώµια; Καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς µου. Τούτου τοῦ Ἰάσονος καὶ Λουκᾶς µέµνηται, καὶ τὴν ἀνδρείαν αὐτοῦ παρίστησιν ἡµῖν λέγων, ὅτι ἦγον αὐτὸν ἐπὶ τοὺς πολιτάρχας βοῶντες. Καὶ τοὺς ἄλλους δὲ εἰκὸς εἶναι τῶν ἐπισήµων· οὐ γὰρ ἁπλῶς συγγενῶν µέµνηται, εἰ µὴ κατὰ τὴν εὐσέβειαν εἶεν ἐοικότες αὐτῷ. Ἀσπάζοµαι ὑµᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολήν. Οὐ µικρὸν καὶ τοῦτο ἐγκώµιον ὑπογραφέα εἶναι Παύλου· πλὴν οὐχ ἵνα ἑαυτὸν ἐγκωµιάσῃ, τοῦτο λέγει, ἀλλ' ἵνα θερµὴν ἐπισπάσηται παρ' αὐτῶν τὴν ἀγάπην ἀπὸ τῆς διακονίας. Ἀσπάζεται ὑµᾶς Γάϊος ὁ ξένος µου καὶ τῆς Ἐκκλησίας ὅλης. Εἶδες οἷον αὐτῷ στέφανον ἔπλεξε, τοσαύτην φιλοξενίαν µαρτυρήσας, καὶ ὁλόκληρον τὴν Ἐκκλησίαν εἰς τὴν οἰκίαν συναγαγὼν τὴν ἐκείνου; τὸν γὰρ ξένον ἐνταῦθα τὸν ξενοδόχον φησίν. Ὅταν δὲ ἀκούσῃς, ὅτι Παύλου ξενοδόχος ἦν, µὴ τῆς φιλοτιµίας αὐτὸν θαύµαζε µόνον, ἀλλὰ καὶ τῆς κατὰ τὸν βίον ἀκριβείας· εἰ µὴ γὰρ ἦν ἄξιος τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδ' ἂν ἐκεῖνος ἐκεῖ κατήχθη. Ὁ γὰρ πολλὰ τῶν ἐπιταγµάτων τοῦ Χριστοῦ σπουδάζων ὑπερβαίνειν, οὐκ ἂν τοῦτον παρέβη τὸν νόµον τὸν κελεύοντα περιεργάζεσθαι τοὺςὑποδεχοµένους, καὶ παρὰ ἀξίοις κατάγεσθαι. Ἀσπάζεται ὑµᾶς Ἔραστος ὁ οἰκονόµος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός. Οὐχ ἁπλῶς προσέθηκεν, Οἰκονόµος τῆς πόλεως· ἀλλ' ὥσπερ Φιλιππησίοις ἔγραφεν, Ἀσπάζονται ὑµᾶς οἱ ἐκ τῆς Καίσαρος οἰκίας, ἵνα δείξῃ, ὅτι καὶ τῶν µεγάλων τὸ κήρυγµα ἥψατο· οὕτω καὶ ἐνταῦθα τοῦ ἀξιώµατος µέµνηται, τὸ αὐτὸ τοῦτο κατασκευάζων, καὶ δεικνὺς ὅτι τῷ προσέχοντι οὔτε πλοῦτος κώλυµα γίνεται, οὔτε ἀρχῆςφροντίδες, οὔτε ἄλλο τῶν τοιούτων οὐδέν. Ἡ χάρις τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ µεθ' ὑµῶν. Ἀµήν. Εἶδες πόθεν ἄρχεσθαι δεῖ, καὶ ποῦ τελευτᾷν πάντα; Καὶ γὰρ καὶ τὸν θεµέλιον ἐντεῦθεν κατέβαλε τῆς ἐπιστολῆς, καὶ τὸν ὄροφον ἐντεῦθεν ἐπέθηκεν, ὁµοῦ καὶ ἐπευχόµενος τὴν µητέρα τῶν ἀγαθῶνἁπάντων αὐτοῖς, καὶ πάσης ἀναµιµνήσκων τῆς εὐεργεσίας. Τοῦτο γὰρ µάλιστα διδασκάλου γενναίου, τὸ µὴ λόγῳ µόνον, ἀλλὰ καὶ εὐχῇ ὠφελεῖν τοὺς µαθητευοµένους· διὸ καὶ ἔλεγεν, Ἡµεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσοµεν. Τίς οὖν ἄρα καὶ ἡµῖν ἐπεύξεται, ἐπειδὴ Παῦλος ἀπῆλθεν; Οἱ Παύλου ζηλωταὶ οὗτοι, µόνον ἀξίους παράσχωµεν ἑαυτοὺς τῆς τοιαύτης συνηγορίας, ἵνα µὴ ἐνταῦθα µόνον ἀκούσωµεν τῆς Παύλου φωνῆς, ἀλλὰ καὶἐκεῖ ἀπελθόντες ἰδεῖν καταξιωθῶµεν τὸν ἀθλητὴν τοῦ Χριστοῦ· µᾶλλον δὲ ἂν ἐνταῦθα ἀκούσωµεν, κἀκεῖ πάντως αὐτὸν ὀψόµεθα, εἰ καὶ µὴ πλησίον ἑστῶτες, ἀλλ' ὀψόµεθα πάντως ἐγγὺς τοῦ θρόνου τοῦβασιλικοῦ λάµποντα, ἔνθα τὰ Χερουβὶµ δοξάζει, ἔνθα τὰ Σεραφὶµ πέταται. Ἐκεῖ Παῦλον ὀψόµεθα µετὰ Πέτρου, καὶ τοῦ τῶν ἁγίων χοροῦ κορυφαῖον ὄντα καὶ πρωτοστάτην, καὶ τῆς ἀγάπης ἀπολαύσοµεν τῆς γνησίας. Εἰ γὰρ ἐνταῦθα ὢν οὕτως ἠγάπα τοὺς ἀνθρώπους, ὡς αἱρέσεως οὔσης ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, ἑλέσθαι ἐνταῦθα εἶναι· πολλῷ µᾶλλον ἐκεῖ θερµότερον ἐπιδείξεται τὸ φίλτρον. Ἐγὼ καὶ τὴν Ῥώµην διὰ τοῦτο φιλῶ, καίτοι γε αὐτὴν καὶ ἑτέρωθεν ἔχων ἐπαινεῖν, καὶ ἀπὸ τοῦ µεγέθους, καὶ ἀπὸ τῆς ἀρχαιότητος, καὶ ἀπὸ τοῦ κάλλους, καὶ ἀπὸ τοῦ πλήθους, καὶ ἀπὸ τῆς δυναστείας, καὶ ἀπὸ τοῦ πλούτου, καὶ ἀπὸ τῶν κατορθωµάτων τῶν ἐν πολέµῳ· ἀλλὰ πάντα τὰ ἄλλα ἀφεὶς, διὰ τοῦτο αὐτὴν µακαρίζω, ὅτι καὶ ζῶν αὐτοῖς ἔγραφε, καὶ οὕτως αὐτοὺς ἐφίλει, καὶ παρὼν αὐτοῖς διελέχθη, καὶ τὸν βίονἐκεῖ κατέλυσε.∆ ιὸ καὶ ἐπίσηµος ἡ πόλις ἐντεῦθεν µᾶλλον, ἢ ἀπὸ τῶν ἄλλων ἁπάντων· καὶ καθάπερ σῶµα µέγα καὶ ἰσχυρὸν, ὀφθαλµοὺς ἔχει δύο λάµποντας, τῶν ἁγίων τούτων τὰ σώµατα. Οὐχ οὕτως ἐστὶν ὁ οὐρανὸς λαµπρὸς, ὅταν ἀφῇ τὰς ἀκτῖνας ὁ ἥλιος, ὡς ἡ Ῥωµαίων πόλις τὰς δύο ταύτας λαµπάδας πανταχοῦ τῆς οἰκουµένης ἀφιεῖσα. Ἐκεῖθεν ἁρπαγήσεται Παῦλος, ἐκεῖθεν Πέτρος. Ἐννοήσατε καὶ φρίξατε, οἷον ὄψεται θέαµα Ῥώµη, τὸν Παῦλον ἐξαίφνης ἀνιστάµενον ἀπὸ τῆς θήκης ἐκείνης µετὰ Πέτρου, καὶ αἰρόµενον εἰς ἀπάντησιντοῦ Κυρίου· οἷον ἀποστέλλει τῷ Χριστῷ ῥόδον ἡ Ῥώµη, οἵους στεφάνους ἡ πόλις περίκειται δύο, οἵας χρυσᾶς ἁλύσεις διέζωσται, οἵας ἔχει πηγάς.∆ ιὰ ταῦτα θαυµάζω τὴν πόλιν, οὐ διὰ τὸν χρυσὸν τὸν πολὺν, οὐ διὰ τοὺς κίονας, οὐ διὰ τὴν ἄλλην φαντασίαν, ἀλλὰ διὰ τοὺς στύλους τῆς Ἐκκλησίας τούτους.
32.3
Τίς µοι νῦν ἔδωκε περιχυθῆναι τῷ σώµατι Παύλου, καὶ προσηλωθῆναι τῷ τάφῳ, καὶ τὴν κόνιν ἰδεῖν τοῦ σώµατος ἐκείνου τοῦ τὰὑστερήµατα ἀναπληρώσαντος τοῦ Χριστοῦ, τοῦ τὰ στίγµατα βαστάσαντος, τοῦ πανταχοῦ τὸ κήρυγµα κατασπείραντος; τὴν κόνιν ἐκείνου τοῦ σώµατος, δι' οὗ πανταχοῦ διέδραµε τὴν κόνιν τοῦ στόµατος, δι' οὗ Χριστὸς ἐφθέγγετο, καὶ τὸ φῶς ἐξέλαµψε τὸ πάσηςἀστραπῆς λαµπρότερον, καὶ φωνὴ ἐξεπήδησε πάσης βροντῆς φοβερωτέρα τοῖς δαίµοσι, δι' οὗ τὸ µακάριον ἐκεῖνο ἐφθέγξατο ῥῆµα λέγων· Ηὐχόµην ἀνάθεµα εἶναι ὑπὲρ τῶν ἀδελφῶν µου; δι' οὗ ἐλάλει ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχύνετο; δι' οὗ Παῦλον ἐµάθοµεν, δι' οὗ τὸν Παύλου∆ εσπότην; Οὐχ οὕτως ἡµῖν ἡ βροντὴ φοβερὸν, ὡς ἐκείνη τοῖς δαίµοσιν ἡ φωνή. Εἰ γὰρ τὰ ἱµάτια αὐτοῦ ἔφριττον, πολλῷ µᾶλλον τὴν φωνήν. Αὕτη δεδεµένους αὐτοὺς ἤγαγεν, αὕτη τὴν οἰκουµένην ἐξεκάθηρεν, αὕτη τὰ νοσήµατα ἔλυσε, κακίαν ἐξέβαλεν, ἀλήθειαν ἐπανήγαγε, τὸν Χριστὸνεἶχεν ἐγκαθήµενον, καὶ µετ' αὐτοῦ πανταχοῦ προῄει, καὶ ὅπερ ἦν τὰ Χερουβὶµ, τοῦτο ἡ Παύλου φωνή. Καθάπερ γὰρ ἐπὶ τῶν δυνάµεων ἐκείνων ἐκάθητο, οὕτω καὶ ἐπὶ τῆς τοῦ Παύλου γλώττης. Καὶ γὰρ ἀξία τοῦ δέξασθαι τὸν Χριστὸν ἐγένετο, ἐκεῖνα φθεγγοµένη µόνον, ἃ τῷ Χριστῷ φίλα ἦν, καὶ πρὸς ὕψος ἄφατον ἱπταµένη καθάπερ τὰ Σεραφίµ. Τί γὰρ ὑψηλότερον τῆς φωνῆς ἐκείνης τῆς λεγούσης, ὅτι Πέπεισµαι, ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάµεις, οὔτε ἐνεστῶτα, οὔτε µέλλοντα, οὔτεὕψωµα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡµᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, πόσας δοκεῖ σοι πτέρυγας ἔχειν αὕτη ἡ φωνή; πόσους ὀφθαλµούς;∆ ιὰ τοῦτο ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήµατα ἀγνοοῦµεν· διὰ τοῦτο ἔφευγον δαίµονες, οὐχὶ φθεγγοµένου µόνον ἀκούοντες, ἀλλὰ καὶ πόῤῥωθεν ὄντος ἱµάτιον ὁρῶντες. Τούτου τοῦ στόµατος ἐβουλόµην τὴν κόνιν ἰδεῖν, δι' οὗ τὰ µεγάλα καὶ ἀπόῤῥητα ὁ Χριστὸς ἐλάλησε, καὶ µείζονα ἢ δι' ἑαυτοῦ· ὥσπερ γὰρ εἰργάσατο µείζονα διὰ τῶν µαθητῶν, οὕτω καὶ ἐφθέγξατο· δι' οὗ τὸ Πνεῦµα τῇ οἰκουµένῃ τοὺς θαυµαστοὺς ἐκείνους χρησµοὺς ἔδωκε. Τί γὰρ οὐκ εἰργάσατο ἐκεῖνο τὸ στόµα ἀγαθόν;∆ αίµονας ἤλασεν, ἁµαρτήµατα ἔλυσε, τυράννους ἐπεστόµισε, φιλοσόφων γλώττας ἐνέφραξε, τὴν οἰκουµένην τῷ Θεῷ προσήγαγε, βαρβάρουςφιλοσοφεῖν ἔπεισε, πάντα µετεῤῥύθµισε τὰ ἐν τῇ γῇ· καὶ τὰ ἐν οὐρανοῖς δὲ, ὃν ἐβούλετο, διετίθει τρόπον, δεσµῶν οὓς ἐβούλετο, καὶ λύων ἐκεῖ κατὰ τὴν δεδοµένην ἐξουσίαν αὐτῷ. Οὐ τοῦ στόµατος δὲ µόνον, ἀλλὰ καὶ τῆς καρδίας ἐκείνης ἐβουλόµην τὴν κόνιν ἰδεῖν, ἣν οὐκ ἄν τις ἁµάρτοι καρδίαν τῆς οἰκουµένης εἰπὼν, καὶ τῶνµυρίων ἀγαθῶν πηγὴν, καὶ ἀρχὴν καὶ στοιχεῖον τῆς ἡµετέρας ζωῆς. Τὸ γὰρ πνεῦµα τῆς ζωῆς ἐκεῖθεν εἰς ἅπαντα ἐχορηγεῖτο, καὶ τοῖς µέλεσι τοῦ Χριστοῦ διεδίδοτο, οὐ δι' ἀρτηρίας ἐκπεµπόµενον, ἀλλὰ διὰ προαιρέσεως ἀγαθῶν. Αὕτη οὕτω πλατεῖα ἡ καρδία ἦν, ὡς καὶ πόλεις ὁλοκλήρους δέχεσθαι καὶ δήµους καὶ ἔθνη· Ἡ καρδία γάρ µου, φησὶ, πεπλάτυνται. Ἀλλ' ὅµως τὴν οὕτω πλατεῖαν συνέσχε πολλάκις καὶ ἔθλιψεν ἡ εὐρύνουσα αὐτὴν ἀγάπη· Ἐκ γὰρ πολλῆς θλίψεως, φησὶ, καὶ συνοχῆς καρδίας ἔγραψα ὑµῖν ταύτην. Καὶ διαλελυµένην ἐπεθύµουν ἰδεῖν τὴν πυρουµένην καθ' ἕκαστον τῶν ἀπολλυµένων, τὴν ὠδίνουσαν ἐκ δευτέρου τὰ ἐξαµβλούµενα τῶν παίδων, τὴντὸν Θεὸν ὁρῶσαν( Οἱ γὰρ καθαροὶ τῇ καρδίᾳ, φησὶ, τὸν Θεὸν ὄψονται)· τὴν θυσίαν γεγενηµένην( Θυσία γὰρ τῷ Θεῷ, πνεῦµα συντετριµµένον)· τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, εὐρυτέραν τῆς οἰκουµένης, τὴν τῆς ἀκτῖνος φαιδροτέραν, τὴν τοῦ πυρὸς θερµοτέραν, τὴν τοῦ ἀδάµαντοςστεῤῥοτέραν, τὴν τοὺς ποταµοὺς ἀφιεῖσαν· Ποταµοὶ γὰρ, φησὶν, ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· ἔνθα ἦν ἡ πηγὴ ἡ ἁλλοµένη, καὶ ποτίζουσα οὐ τὸ πρόσωπον τῆς γῆς, ἀλλὰ τὰς ψυχὰς τῶν ἀνθρώπων· ὅθεν οὐ ποταµοὶ µόνον, ἀλλὰ καὶ πηγαὶ δακρύων ἐξῄεσαν καὶ νύκτωρ καὶ µεθ' ἡµέραν· τὴν καινὴν ζήσασαν ζωὴν, οὐ ταύτην τὴν ἡµετέραν( Ζῶ γὰρ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐµοὶ, φησὶν, ὁ Χριστός. Ἄρα ἐκείνου καρδία ἦν ἡ Παύλου καρδία, καὶ τοῦ Πνεύµατος τοῦ ἁγίου πλὰξ, καὶ βιβλίον τῆς χάριτος)· τὴν τρέµουσαν µὲν ὑπὲρ τῶν ἀλλοτρίων ἁµαρτηµάτων( Φοβοῦµαι γὰρ, φησὶ, µή πως εἰκῆ κεκοπίακα εἰς ὑµᾶς, Μή πως ὁ ὄφις Εὔαν ἠπάτησε, Μή πωςἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑµᾶς)· ὑπὲρ δὲ ἑαυτῆς καὶ δεδοικυῖαν καὶ θαῤῥοῦσαν( Φοβοῦµαι γὰρ, φησὶ, Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιµος γένωµαι· καὶ, Πέπεισµαι γὰρ, ὅτι οὔτε ἄγγελοι οὔτε ἀρχαὶ δυνήσονται ἡµᾶς χωρίσαι), τὴν καταξιωθεῖσαν φιλῆσαι Χριστὸν, ὡς οὐδεὶς ἄλλος ἐφίλησε, τὴν θανάτουκαὶ γεέννης καταφρονήσασαν, καὶ ὑπὸ δακρύων ἀδελφικῶν συντριβοµένην( Τί γὰρ ποιεῖτε, φησὶ, κλαίοντες καὶ συντρίβοντές µου τὴν καρδίαν;), τὴνκαρτερικωτάτην, καὶ οὐ στέγουσαν καιρὸν ὥρας ἀποστῆναι Θεσσαλονικέων.
32.4
Ἐβουλόµην τὴν κόνιν ἰδεῖν τῶν χειρῶν τῶν ἐν ἁλύσει, δι' ὧν τῆς ἐπιθέσεως τὸ Πνεῦµα ἐχορηγεῖτο, δι' ὧν ταῦτα τὰ γράµµατα ἐγράφετο· Ἴδετε γὰρ πηλίκοις γράµµασιν ὑµῖν ἔγραψα τῇ ἐµῇ χειρί· καὶ πάλιν, Ὁ ἀσπασµὸς τῇ ἐµῇ χειρὶ Παύλου, τῶν χειρῶν ἐκείνων, ἃς ἰδοῦσα ἡ ἔχις ἐξέπεσεν εἰς τὴν πυράν. Ἐβουλόµην τὴν κόνιν ἰδεῖν τῶν ὀφθαλµῶν τῶν πηρωθέντων καλῶς, τῶν ἀναβλεψάντων ἐπὶ σωτηρίᾳ τῆς οἰκουµένης, τῶν καὶ ἐν σώµατι Χριστὸνἰδεῖν καταξιωθέντων, τῶν ὁρώντων τὰ γήϊνα καὶ οὐχ ὁρώντων, τῶν βλεπόντων τὰ µὴ βλεπόµενα, τῶν µὴ εἰδότων ὕπνον, τῶν ἐν µέσαις ταῖς νυξὶν ἀγρυπνούντων, τῶν οὐ πασχόντων τὰ τῶν ὀφθαλµιώντων. Ἐβουλόµην καὶ τῶν ποδῶν ἰδεῖν ἐκείνων τὴν κόνιν τῶν περιδραµόντων τὴν οἰκουµένην, καὶ µὴ καµνόντων, τῶν ἐν ξύλῳ δεδεµένων, ἡνίκα τὸδεσµωτήριον ἔσεισε, τῶν τὴν οἰκουµένην καὶ ἀοίκητον περιελθόντων, τῶν ὁδοιπορούντων πολλάκις. Καὶ τί δεῖ κατὰ µέρος λέγειν; Ἐβουλόµην τὸν τάφον ἰδεῖν, ἔνθα τὰ ὅπλα τῆς δικαιοσύνης ἀπόκειται, τὰ ὅπλα τοῦ φωτὸς, τὰ µέλη τὰ νῦν ζῶντα, νενεκρωµένα δὲ ὅτε ἔζη, ἐν οἷς πᾶσινὁ Χριστὸς ἔζη, τὰ ἐσταυρωµένα τῷ κόσµῳ, τὰ τοῦ Χριστοῦ µέλη, τὰ ἐνδεδυµένα τὸν Χριστὸν, τὸν ναὸν τοῦ Πνεύµατος, τὴν οἰκοδοµὴν τὴν ἁγίαν, τὰ δεδεµένατῷ Πνεύµατι, τὰ καθηλωµένα τῷ φόβῳ τοῦ Θεοῦ, τὰ ἔχοντα τὰ στίγµατα τοῦ Χριστοῦ. Τοῦτο τὸ σῶµα τειχίζει τὴν πόλιν ἐκείνην, ὃ παντὸς πύργου καὶ µυρίων ἐστὶ περιβόλων ἀσφαλέστερον, καὶ µετὰ τούτου τὸ Πέτρου· καὶ γὰρ ζῶντα ἐτίµα· Ἀνέβην γὰρ ἱστορῆσαι Πέτρον.∆ ιὰ τοῦτο καὶ ἀπελθόντα κατηξίωσεν ὁµόσκηνον αὐτῷ ποιῆσαι ἡ χάρις αὐτόν. Ἐβουλόµην ἰδεῖν τὸν λέοντα τὸν πνευµατικόν. Ὥσπερ γὰρ λέων πῦρ ἀφιεὶς εἰς ἀλωπέκων ἀγέλας, οὕτως εἰς τὴν τῶν δαιµόνων καὶ φιλοσόφων ἐνέπεσε φατρίαν, καὶ καθάπερ σκηπτοῦ τις ἐµβολὴ εἰςτὰς τοῦ διαβόλου κατηνέχθη φάλαγγας. Οὐδὲ γὰρ ἐκ παρατάξεως ἵστατο πρὸς αὐτὸν, ἀλλ' οὕτως ἐδεδοίκει καὶ ἔτρεµεν, ὡς εἰ σκιὰν ἴδοι, καὶ φωνῆς ἀκούσειε, πόῤῥωθεν δραπετεύειν. Οὕτω γοῦν καὶ τὸν πεπορνευκότα παρέδωκεν αὐτῷ πόῤῥωθεν ὢν, καὶ πάλιν ἐξήρπασε τῶν ἐκείνου χειρῶν· οὕτω καὶ ἑτέρους, ἵνα παιδευθῶσι µὴ βλασφηµεῖν. Σκόπει δὲ πῶς καὶ τοὺς ὑπ' αὐτῷ τεταγµένους ἀντεπεξάγει, διεγείρων καὶ ἀλείφων· καὶ νῦν µὲν Ἐφεσίοις φησίν· Οὐκ ἔστιν ἡµῖν ἡ πάλη πρὸς αἷµα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας· εἶτα καὶ τὸ ἔπαθλον τίθησιν ἐν τοῖς ἐπουρανίοις, λέγων· Οὐ γὰρ περὶ γηΐνων πραγµάτων ἡµῖν ὁ ἀγὼν, φησὶν, ἀλλὰ περὶ τῶν οὐρανῶν καὶ τῶν ἐν τοῖς οὐρανοῖς· νῦν δὲ ἑτέροις φησὶν, Οὐκ οἴδατε, ὅτι ἀγγέλους κρινοῦµεν, µήτι γε βιωτικά; Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, στῶµεν γενναίως. Καὶ γὰρ καὶ Παῦλος ἄνθρωπος ἦν, τῆς αὐτῆς φύσεως ἡµῖν µετέχων, καὶ τὰ ἄλλα πάντα ἔχων κοινά· ἀλλ' ἐπειδὴ πολλὴν τὴν περὶ τὸν Χριστὸν ἀγάπην ἐπ εδείξατο, τοὺς οὐρανοὺς ὑπερέβη, καὶ µετὰ τῶν ἀγγέλων ἔστη. Ὥστε ἐὰν βουληθῶµεν καὶ ἡµεῖς διαναστῆναι µικρὸν, καὶ τὸ πῦρ ἐκεῖνο ἀνάψαι ἐν ἡµῖν, δυνησόµεθα ζηλῶσαι τὸν ἅγιον ἐκεῖνον. Οὐδὲ γὰρ ἂν, εἴπερ ἀδύνατον ἦν τοῦτο, ἐβόα λέγων· Μιµηταί µου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Μὴ τοίνυν θαυµάζωµεν αὐτὸν µόνον, µηδὲ ἐκπληττώµεθα µόνον, ἀλλὰ καὶ µιµώµεθα, ἵνα καταξιωθῶµεν καὶ ἐντεῦθεν ἀπελθόντες αὐτὸν ἰδεῖν, καὶτῆς ἀποῤῥήτου δόξης µετασχεῖν· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.