Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
3.0
Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶ σαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων.
3.1
Ὅρα τὴν Παύλου σύνεσιν, πῶς ἀπὸ τῶν χρηστοτέρων προτρέψας, ἐπὶ τὰ φοβερώτερα τρέπει τὸν λόγον. Εἰπὼν γὰρ, ὅτι σωτηρίας αἴτιον τὸ Εὐαγγέλιον, ὅτι ζωῆς, ὅτι Θεοῦ δύναµις, ὅτι σωτηρίας καὶ δικαιοσύνης ποιητικὸν, λέγει καὶ τὰ φοβῆσαι δυνάµενα τοὺςοὐ προσέχοντας. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ τῶν ἀνθρώπων οἱ πλείους οὐχ οὕτω τῇ τῶν χρηστῶν ἐπαγγελίᾳ, ὡς τῷ φόβῳ τῶν λυπηρῶν πρὸς τὴν ἀρετὴν ἕλκονται, ἑκατέρωθεν αὐτοὺς ἐπισπᾶται.∆ ιὰ τοῦτο καὶ ὁ Θεὸς οὐ βασιλείαν ἐπηγγείλατο µόνον, ἀλλὰ καὶ γέενναν ἠπείλησε· καὶ οἱ προφῆται δὲ τοῖς Ἰουδαίοις οὕτω διελέγοντο, τὰ κακὰ τοῖς ἀγαθοῖς ἀναµιγνύντες διηνεκῶς.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος οὕτω ποικίλλει τὸν λόγον, οὐ µὴν ἁπλῶς, ἀλλὰ τὰ χρηστὰ τίθησι πρῶτον, καὶ µετὰ ταῦτα τὰ λυπηρὰ, δεικνὺς ὅτι ἐκεῖνα µὲντῆς προηγουµένης τοῦ Θεοῦ γνώµης ἐστὶ, ταῦτα δὲ τῆς τῶν ῥᾳθυµούντων πονηρίας. Οὕτω καὶ ὁ προφήτης πρῶτον τὰ ἀγαθὰ τίθησι, λέγων· Ἐὰν θέλητε καὶ εἰσακούσητέ µου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ µὴ θελήσητε, καὶ µὴ εἰσακούσητέ µου, µάχαιρα ὑµᾶς κατέδεται. Οὕτω καὶ ἐνταῦθα προάγει τὸν λόγον ὁ Παῦλος. Σκόπει δέ· Ἦλθε φέρων ὁ Χριστὸς ἄφεσιν, φησὶ, δικαιοσύνην, ζωήν· καὶ οὐχ ἁπλῶς, ἀλλὰ διὰ σταυροῦ φέρει· ὃ δὴ µέγιστον καὶ θαυµαστὸν, οὐχ ὅτι τοιαῦτα ἐχαρίσατο µόνον, ἀλλ' ὅτι καὶ τοιαῦτα ἔπαθεν. Ἂν τοίνυν ὑβρίσητε εἰς τὰς δωρεὰς, τότε ἀναµενεῖτε τὰ λυπηρά. Καὶ ὅρα πῶς ἐπαίρει τὸν λόγον. Ἀποκαλύπτεται γὰρ, φησὶν, ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ. Πόθεν τοῦτο δῆλον; Ἂν µὲν ὁ πιστὸς λέγῃ, τοῦ Χριστοῦ τὰς ἀποφάσεις ἐροῦµεν· ἂν δὲ ὁ ἄπιστος καὶ ὁ Ἕλλην, ἀπὸ τῶν ἑξῆς αὐτὸν ὁ Παῦλος ἐπιστοµίζει τῶν περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγων, ἐκ τῶν ὑπ' ἐκείνων γινοµένωνἀπόδειξιν ἀναντίῤῥητον εἰσάγων· ὃ δὴ καὶ ἔστι µάλιστα παραδοξότατον, ὅταν τοὺς ἀντιλέγοντας αὐτῇ τῇ ἀληθείᾳ, δι' ὧν ποιοῦσι καθ' ἑκάστην ἢ καὶ λέγουσι, συνισταµένους αὐτοὺςἀποφαίνει τοῖς τῆς ἀληθείας δόγµασιν. Ἀλλὰ ταῦτα µὲν ἐν τοῖς ἑξῆς, τέως δὲ τῶν προκειµένων ἐχώµεθα. Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ. Καίτοι καὶ ἐνταῦθα πολλάκις τοῦτο γίνεται, οἷον ἐν λιµοῖς καὶ λοιµοῖς καὶ πολέµοις· καὶ γὰρ ἰδίᾳ ἕκαστος, καὶ κοινῇ πάντες κολάζονται. Τί οὖν τὸ ξένον τότε; Ὅτι καὶ µείζων ἡ κόλασις καὶ κοινὴ καὶ οὐκ ἐπὶ τοῖς αὐτοῖς· νῦν µὲν γὰρ πρὸς διόρθωσιν τὰ γινόµενα, τότε δὲ πρὸς τιµωρίαν· ὅπε ρ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν, ὅτι Παιδευόµεθα νῦν, ἵνα µὴ σὺν τῷ κόσµῳ κατακριθῶµεν. Καὶ νῦν µὲν οὐ διὰ τὴν ἄνωθεν ὀργὴν πολλοῖς δοκεῖ τὰ πολλὰ γίνεσθαι, ἀλλὰ δι' ἀνθρώπων ἐπήρειαν· τότε δὲ φανερὰ ἔσται ἡ παρὰ τοῦ Θεοῦ κόλασις, ὅταν καθήµενος ἐπὶ τοῦ φοβεροῦ βήµατος ὁ κριτὴς, τοὺς µὲν ἐπὶ τὰς καµίνους ἕλκεσθαι κελεύῃ, τοὺς δὲἐπὶ τὸ σκότος τὸ ἐξώτερον, τοὺς δὲ ἐπ' ἄλλας ἀπαραιτήτους καὶ ἀφορήτους κολάσεις. Καὶ τίνος ἕνεκεν οὐχ οὕτως εἶπε σαφῶς, οἷον ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ µέλλει παραγίνεσθαι µετὰ µυρίων ἀγγέλων, καὶ τὰς εὐθύνας ἀπαιτεῖν ἕκαστον, ἀλλ' ὅτι Ἀποκαλύπτεται ὀργὴ Θεοῦ; Τῶν νεοφύτων ἦσαν οἱ ἀκούοντες ἔτι· διὰ τοῦτο ἀπὸ τῶν σφόδρα ὡµολογηµένων παρ' αὐτοῖς πρῶτον αὐτοὺς ἐπισπᾶται. Χωρὶς δὲ τῶν εἰρηµένων, καὶ πρὸς Ἕλληνας ἀποτείνεσθαί µοι δοκεῖ· διὸ καὶ ἐντεῦθεν προοιµιάζεται· ὕστερον δὲ καὶ τὸν περὶ τῆς κρίσεως τοῦ Χριστοῦ λόγον εἰσάγει. Ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων. Ἐνταῦθα δείκνυσιν, ὅτι πολλαὶ τῆς ἀσεβείας αἱ ὁδοὶ, ἡ δὲ τῆς ἀληθείας µία· καὶ γὰρ ποικίλον καὶ πολυειδὲς καὶ συγκεχυµένον ἡ πλάνη, ἡ δὲ ἀλήθεια µία. Εἰπὼν δὲ περὶ δογµάτων, λέγει καὶ περὶ βίου, ἀδικίαν ἀνθρώπων εἰπών. Καὶ γὰρ αἱ ἀδικίαι ποικίλαι· καὶ ἡ µὲν περὶ χρήµατα γίνεται, οἷον ὅταν τις ἐν τούτοις ἀδικῇ τὸν πλησίον· ἡ δὲ περὶ γυναῖκας, ὅταν τις ἀφεὶς τὴν ἑαυτοῦ, τὸν ἑτέρου διορύττῃ γάµον· καὶ γὰρ καὶ τοῦτο πλεονεξίαν ὁ Παῦλος καλεῖ, οὕτω λέγων· Τὸ µὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγµατι τὸν ἀδελφόν. Ἕτεροι πάλιν, ἀντὶ γυναικὸς καὶ χρηµάτων, δόξαν λυµαίνονται τὴν τοῦ πλησίον· καὶ τοῦτο δὲ ἀδικία· καὶ γὰρ Κρεῖσσον ὄνοµα καλὸν, ἢ πλοῦτος πολύς. Τινὲς δέ φασιν, ὅτι καὶ τοῦτο περὶ δογµάτων εἴρηται τῷ Παύλῳ· πλὴν οὐδὲν κωλύει περὶ ἀµφοτέρων εἰρῆσθαι. Τί δέ ἐστι, Τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διὰ τῶν ἑξῆς µάνθανε. Ὅτι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν. Ἀλλὰ ταύτην τὴν δόξαν ξύλοις περιέθηκαν καὶ λίθοις.
3.2
Ὥσπερ οὖν ὁ χρήµατα πιστευθεὶς βασιλικὰ, καὶ εἰς τὴν τοῦ βασιλέως δόξαν ἀναλῶσαι κελευσθεὶς, ἂν εἰς λῃστὰς καὶ πόρνας καὶ γόητας δαπανήσῃ ταῦτα, καὶ λαµπροὺς τούτους ἀπὸ τῶν τοῦ βασιλέως ποιήσῃ χρηµάτων, ὡς τὰ µέγιστα ἠδικηκὼς τὸν βασιλέα κολάζεται· οὕτω καὶ οὗτοι λαβόντες τὴν περὶ τοῦ Θεοῦ γνῶσιν καὶ τῆς δόξης αὐτοῦ, εἶτα εἰδώλοις αὐτὴν περιθέντες, ἐν ἀδικίᾳ τὴν ἀλήθειαν κατέσχον, καὶ, τό γεεἰς αὐτοὺς ἧκον, ἠδίκησαν τὴν γνῶσιν, οὐκ εἰς τὰ προσήκοντα αὐτῇ χρησάµενοι. Ἆρα γέγονεν ὑµῖν σαφὲς τὸ λεχθὲν, ἢ δεῖ σαφέστερον αὐτὸ πάλιν εἰπεῖν; Τάχα ἀναγκαῖον πάλιν εἰπεῖν. Τί οὖν ἐστι τὸ λεγόµενον; Τὴν περὶ αὐτοῦ γνῶσιν ἐξ ἀρχῆς τοῖς ἀνθρώποις ἐνέθηκεν ὁ Θεὸς, ἀλλὰ ταύτην τὴν γνῶσιν οἱ Ἕλληνες ξύλοις περιθέντες καὶ λίθοις, ἠδίκησαν τὴνἀλήθειαν, τό γε αὐτῶν µέρος· ἐκείνη γὰρ ἄτρεπτος µένει, τὴν οἰκείαν δόξαν ἔχουσα ἀκίνητον. Καὶ πόθεν δῆλον, ὅτι ἐνέθηκεν αὐτοῖς τὴν γνῶσιν, ὦ Παῦλε; Ὅτι, φησὶ, τὸ γνωστὸν αὐτοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ἀλλὰ τοῦτο ἀπόφασίς ἐστιν, οὐκ ἀπόδειξις· σὺ δέ µοι κατασκεύασον, καὶ δεῖξον ὅτι ἡ γνῶσις ἡ περὶ τοῦ Θεοῦ δήλη ἦν αὐτοῖς, καὶ ἑκόντες παρέδραµον. Πόθεν οὖν δήλη ἦν; φωνὴν αὐτοῖς ἄνωθεν ἀφῆκεν; Οὐδαµῶς· ἀλλ' ὃ φωνῆς αὐτοὺς ἐφέλκεσθαι µᾶλλον ἠδύνατο, τοῦτο ἐποίησε, τὴν κτίσιν εἰς µέσον προθεὶς, ὥστε καὶ σοφὸν καὶ ἰδιώτην, καὶ Σκύθην καὶ βάρβαρονδιὰ τῆς ὄψεως καταµαθόντα τῶν ὁρωµένων τὸ κάλλος, ἐπὶ τὸν Θεὸν ἀναβαίνειν.∆ ιό φησι· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσµου τοῖς ποιήµασι νοούµενα καθορᾶται· ὅπερ οὖν καὶ ὁ προφήτης ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Τί γὰρ ἐροῦσι κατ' ἐκείνην τὴν ἡµέραν οἱ Ἕλληνες; ὅτι Ἠγνοήσαµέν σε; Εἶτα οὐκ ἠκούσατε τοῦ οὐρανοῦ φωνὴν διὰ τῆς ὄψεως ἀφιέντος, τῆς εὐτάκτου πάντων ἁρµονίας σάλπιγγος λαµπρότερον βοώσης; νυκτὸς καὶ ἡµέρας νόµους οὐκ εἴδετε µένοντας ἀκινήτους διηνεκῶς; χειµῶνος, ἔαρος, καὶ τῶν ἄλλων ὡρῶν τὴν εὐταξίαν βεβαίαν τε καὶἀκίνητον οὖσαν; θαλάττης εὐγνωµοσύνην ἐν ταραχῇ τοσαύτῃ καὶ κύµασι; πάντα ἐν τάξει µένοντα, καὶ διὰ τοῦ κάλλους καὶ διὰ τοῦ µεγέθους ἀνακηρύττοντα τὸν∆ ηµιουργόν; Ταῦτα γὰρ ἅπαντα, καὶ τὰ τούτων πλείονα συνελὼν ὁ Παῦλος ἔλεγε· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσµου τοῖς ποιήµασι νοούµενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναµις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Καίτοι γε οὐ διὰ τοῦτο ταῦτα ἐποίησεν ὁ Θεὸς, εἰ καὶ τοῦτο ἐξέβη. Οὐ γὰρ ἵνα αὐτοὺς ἀπολογίας ἀποστερήσῃ, διδασκαλίαν τοσαύτην εἰς µέσον προὔθηκεν, ἀλλ' ἵνα αὐτὸν ἐπιγνῶσιν· ἀγνωµονήσαντες δὲ, πάσης ἑαυτοὺς ἐστέρησαν ἀπολογίας. Εἶτα δεικνὺς, πῶς εἰσιν ἀπολογίας ἀπεστερηµένοι, φησίν· Ὅτι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν. Ἓν τοῦτο ἔγκληµα µέγιστον· δεύτερον δὲ µετ' ἐκεῖνο, τὸ καὶ εἴδωλα προσκυνῆσαι, ὃ καὶ Ἱερεµίας κατηγορῶν, ἔλεγε·∆ ύο πονηρὰ ἐποίησεν ὁ λαὸς οὗτος· ἐµὲ ἐγκατέλιπον πηγὴν ζῶντος ὕδατος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριµµένους. Εἶτα καὶ σηµεῖον τοῦ εἰδέναι τὸν Θεὸν, καὶ µὴ χρῆσθαι εἰς δέον τῇ γνώσει, παράγει τοῦτο αὐτὸ, τὸ θεοὺς ἐγνωκέναι· διόπερ ἐπήγαγε·∆ ιότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν. Καὶ τὴν αἰτίαν δὲ τίθησι, δι' ἣν εἰς τοσαύτην ἄνοιαν ἐξέπεσον. Τίς οὖν αὕτη ἐστί; Τοῖς λογισµοῖς τὸ πᾶν ἐπέτρεψαν. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ πολλῷ πληκτικώτερον· Ἐµαταιώθησαν γὰρ, φησὶ, ἐν τοῖς διαλογισµοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Ὥσπερ γὰρ ἐν ἀσελήνῳ νυκτὶ εἴ τις ξένην ἐπιχειρήσει βαδίζειν ὁδὸν, ἢ πέλαγος πλεῖν, οὐ µόνον οὐ φθάσει πρὸς τὸ τέλος, ἀλλὰ καὶ ἀπολεῖται ταχέως· οὕτω καὶ οὗτοι τὴν πρὸς τὸν οὐρανὸν φέρουσαν ὁδὸν βαδίζειν ἐπιχειροῦντες καὶ τὸ φῶς ἀφ' ἑαυτῶν ἀφελόντες, εἶτα ἀντ' ἐκείνου τῷ σκότῳ τῶνλογισµῶν ἑαυτοὺς ἐπιτρέψαντες, καὶ ἐν σώµασι τὸν ἀσώµατον, καὶ ἐν σχήµασι τὸν ἀσχηµάτιστον ἐπιζητοῦντες, ναυάγιον ὑπέστησαν χαλεπώτατον. Μετὰ δὲ τῶν εἰρηµένων καὶ ἑτέραν τίθησιν αἰτίαν τῆς πλάνης αὐτῶν, λέγων· Φάσκοντες εἶναι σοφοὶ, ἐµωράνθησαν. Μέγα γάρ τι περὶ ἑαυτῶν φαντασθέντες, καὶ οὐκ ἀνασχόµενοι ταύτην ἐλθεῖν, ἣν ὁ Θεὸς ἐκέλευσεν αὐτοῖς, ἐβαπτίσθησαν τοῖς τῆς ἀνοίας λογισµοῖς. Εἶτα δεικνὺς καὶ ὑπογράφων τὸ κλυδώνιον, πῶς χαλεπὸν καὶ συγγνώµης ἁπάσης ἐστερηµένον, ἐπήγαγε, λέγων· Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁµοιώµατι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
3.3
Πρῶτον ἔγκληµα, ὅτι Θεὸν οὐχ εὗρον· δεύτερον, ὅτι καὶ ἀφορµὰς ἔχοντες µεγάλας καὶ σαφεῖς· τρίτον, ὅτι σοφοὶ λέγοντες εἶναι· τέταρτον, ὅτι οὐ µόνον οὐχ εὗρον, ἀλλὰ καὶ εἰς δαίµονας κατήγαγον καὶ λίθους καὶ ξύλα τὸ σέβας ἐκεῖνο. Καθαιρεῖ µὲν οὖν αὐτῶν καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ τὸν τῦφον, ἀλλ' οὐχ ὁµοίως ἐκεῖ καὶ ἐνταῦθα. Ἐκεῖ µὲν γὰρ ἀπὸ τοῦ σταυροῦ δίδωσιν αὐτοῖς πληγὴν, λέγων, ὅτι Τὸ µωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν· ἐνταῦθα δὲ καὶ χωρὶς συγκρίσεως αὐτὴν καθ' ἑαυτὴν κωµῳδεῖ τὴν σοφίαν αὐτῶν, δεικνὺς µωρίαν οὖσαν, καὶ ἀλαζονείας ἐπίδειξιν µόνον. Εἶτα ἵνα µάθῃς, ὅτι ἔχοντες τὴν περὶ Θεοῦ γνῶ σιν, οὕτως αὐτὴν προὔδωκαν, Ἤλλαξαν, εἶπεν· ὁ δὲ ἀλλάσσων, ὡς ἄλλο ἔχων ἀλλάσσει. Ἤθελον γάρ τι πλέον εὑρεῖν, καὶ οὐκ ἠνέσχοντο τῶν δοθέντων ὅρων· διὸ καὶ τούτων ἐξέπεσον· καινοτοµίας γὰρ ἦσαν ἐπιθυµηταί. Καὶ γὰρ τοιαῦτα πάντα τὰ Ἑλληνικά.∆ ιὰ τοῦτο καὶ κατ' ἀλλήλων ἔστησαν, καὶ Ἀριστοτέλης µὲν ἐπανέστη Πλάτωνι, οἱ Στωϊκοὶ δὲ πρὸς τοῦτον ἐφρυάξαντο, καὶ ἄλλος ἄλλῳ πολέµιος γέγονεν· ὥστε οὐχ οὕτως αὐτοὺς χρὴ θαυµάζειν διὰ τὴν σοφίαν, ὡς ἀποστρέφεσθαι καὶ µισεῖν, ὅτι δι' αὐτὸ τοῦτο µωροὶ γεγόνασιν. Εἰ γὰρ µὴ λογισµοῖς ἐπέτρεψαν καὶ συλλογισµοῖς καὶ σοφίσµασι τὰ καθ' ἑαυτοὺς, οὐκ ἂν ἔπαθον, ὅπερ ἔπαθον. Εἶτα ἐπιτείνων αὐτῶν τὴν κατηγορίαν, κωµῳδεῖ τὴν εἰδωλολατρείαν αὐτῶν ἅπασαν. Μάλιστα µὲν οὖν καὶ τὸ ἀλλάξαι, καταγέλαστον· τὸ δὲ καὶ εἰς τοιαῦτα ἀλλάξαι, πάσης ἀπολογίας ἐκτός. Εἰς τίνα οὖν ἤλλαξαν, καὶ τίσι περιέθηκαν τὴν δόξαν, σκόπει· Φαντασθῆναι ἔδει περὶ ἐκείνου, οἷον, ὅτι Θεὸς, ὅτι πάντων Κύριος, ὅτι οὐκ ὄντας ἐποίησεν, ὅτι προνοεῖ, ὅτι κήδεται· ταῦτα γὰρ δόξα Θεοῦ. Τίσιν οὖν ταύτην ἀνέθηκαν; Οὐκ ἀνθρώποις, ἀλλ' ὁµοιώµατι εἰκόνος φθαρτοῦ ἀνθρώπου. Καὶ οὐδὲ ἐνταῦθα ἔστησαν, ἀλλὰ καὶ εἰς κνώδαλα κατηνέχθησαν, µᾶλλον δὲ καὶ εἰς τὰς τούτων εἰκόνας. Σὺ δέ µοι σκόπει τὴν σοφίαν τοῦ Παύλου, πῶς τὰ δύο ἄκρα τέθεικε, Θεὸν τὸν ἀνωτάτω, καὶ τὰ ἑρπετὰ τὰ κατωτάτω· µᾶλλον δὲ οὐδὲ τὰ ἑρπετὰ, ἀλλὰ τούτων ὁµοιώµατα, ἵνα σαφῶς δείξῃ τὴν λαµπρὰν αὐτῶν µανίαν. Τὴν γὰρ γνῶσιν, ἣν ἔδει περὶ τοῦ πάντων ἀσυγκρίτως ὑπερέχοντος ἔχειν, ταύτην τῷ πάντων ἀσυγκρίτως εὐτελεστέρῳ περιέθηκαν. Καὶ τί ταῦτα πρὸς τοὺς φιλοσόφους, φησί; Πρὸς αὐτοὺς µὲν οὖν µάλιστα πάντα τὰ εἰρηµένα. Καὶ γὰρ οὗτοι τοὺς ταῦτα ἐφευρόντας Αἰγυπτίους διδασκάλους ἔχουσι· καὶ Πλάτων ὁ δοκῶν εἶναι τῶν ἄλλων σεµνότερος, ἐγκαλλωπίζεται τούτοις, καὶ ὁ τούτου διδάσκαλος περὶ τὰ εἴδωλα ταῦτα ἐπτόηται· τὸν γοῦν ἀλεκτρυόνα ὁ κελεύων τῷ Ἀσκληπιῷ θύειν, οὗτός ἐστιν. Ἔνθα τῶν κνωδάλων τούτων καὶ τῶν ἑρπετῶν εἰκόνας, καὶ τὸν Ἀπόλλωνα δὲ καὶ τὸν∆ ιόνυσον µετὰ τούτων θεραπευοµένους τῶν ἑρπετῶν ἴδοι τις ἄν. Τινὲς δὲ τῶν φιλοσόφων καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγον ταύρους καὶ σκορπίους καὶ δράκοντας καὶ τὸν ἄλλον ἅπαντα λῆρον· πανταχοῦ γὰρ ὁ διάβολος ἐσπούδασεν εἰς τὰ τῶν ἑρπετῶν ὁµοιώµατα τοὺς ἀνθρώπους καταγαγεῖν, καὶ ὑποτάξαι τοῖς πάντων ἀλογωτέροις αὐτοὺς, οὓςὁ Θεὸς ὑπὲρ τὸν οὐρανὸν ἀναγαγεῖν ἠθέλησεν. Οὐκ ἐντεῦθεν δὲ µόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὄψει τὸν κορυφαῖον αὐτῶν ὑπεύθυνον τοῖς λεγοµένοις ὄντα. Ὅταν γὰρ τοὺς ποιητὰς συνάγῃ, καὶ λέγῃ χρῆναι πιστεύειν αὐτοῖς ἐν τοῖς περὶ Θεὸν λόγοις, ὡς ἀκριβῶς εἰδόσιν, οὐδὲν ἕτερον ἢ τὸν ὁρµαθὸν τῶνλήρων τούτων εἰσάγει, καὶ τὸν πολὺν γέλωτα τοῦτον ὅτι ἀληθῆ χρὴ νοµίζειν εἶναί φησι.∆ ιὸ καὶ παρέδωκεν ὁ Θεὸς αὐτοὺς ἐν ταῖς ἐπιθυµίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιµάζεσθαι τὰ σώµατα αὐτῶν ἐν ἑαυτοῖς.∆ είκνυσιν ἐντεῦθεν, ὅτι καὶ τῆς τῶν νόµων διαστροφῆς ἡ ἀσέβεια γέγονεν αἰτία. Τὸ δὲ, Παρέδωκεν, ἐνταῦθα Εἴασεν ἐστίν. Ὥσπερ γὰρ ὁ στρατοπέδου προηγούµενος ἂν τοῦ πολέµου βαρήσαντος ἀναχωρήσας ἀπέλθοι, παραδίδωσι τοῖς πολεµίοις τοὺς στρατιώτας, οὐχὶ αὐτὸςὠθῶν, ἀλλὰ γυµνῶν τῆς ἑαυτοῦ βοηθείας· οὕτω καὶ ὁ Θεὸς τοὺς οὐ βουληθέντας δέξασθαι τὰ παρ' αὐτοῦ, ἀλλὰ πρώτους ἀποπηδήσαντας, ἀφῆκεν, αὐτὸς τὰ παρ' ἑαυτοῦ πάντα πληρώσας. Σκόπει δέ· Προὔθηκεν ἀντὶ διδασκαλίας εἰς µέσον τὸν κόσµον· ἔδωκε νοῦν καὶ διάνοιαν δυναµένην τὸ δέον συνιδεῖν. Οὐδενὶ τούτων ἐχρήσαντο πρὸς σωτηρίαν οἱ τότε, ἀλλὰ καὶ εἰς τοὐναντίον περιέστρεψαν, ὅπερ ἔλαβον. Τί οὖν ποιῆσαι ἐχρῆν; πρὸς ἀνάγκην ἕλκειν καὶ βίαν; Ἀλλ' οὐκ ἔστι τοῦτο ποιεῖν ἐναρέτους. Ἐλείπετο δὲ ἀφεῖναι, ὅπερ καὶ ἐποίησεν, ἵνα κἂν οὕτω τῇ πείρᾳ µαθόντες, ὧν ἐπεθύµησαν, φύγωσι τὴν αἰσχύνην. Καὶ γὰρ εἴ τις βασιλέως υἱὸς ὢν, τὸν πατέρα ἀτιµάσας ἕλοιτο εἶναι µετὰ λῃστῶν καὶ ἀνδροφόνων καὶ τυµβωρύχων, καὶ τὰ ἐκείνων προτιµήσειε τῆςπατρῴας οἰκίας, ἀφίησιν αὐτὸν ὁ πατὴρ, ὥστε διὰ τῆς πείρας αὐτῆς µαθεῖν τῆς οἰκείας ἀνοίας τὴν ὑπερβολήν.
3.4
∆ ιὰ τί δὲ µηδεµιᾶς ἄλλης ἐµνηµόνευσεν ἁµαρτίας, οἷον φόνου, πλεονεξίας, καὶ τῶν ἄλλων τῶν τοιούτων, ἀλλ' ἀκολασίας; Τοὺς ἀκούοντας τότε µοι δοκεῖ, καὶ τοὺς τὴν ἐπιστολὴν δεχοµένους αἰνίττεσθαι. Εἰς ἀκαθαρσίαν τοῦ ἀτιµάζεσθαι τὰ σώµατα αὐτῶν ἐν ἑαυτοῖς. Ὅρα τὴν ἔµφασιν πληκτικωτάτην οὖσαν. Οὐ γὰρ ἑτέρων ἐδεήθησαν, φησὶ, τῶν ὑβριζόντων, ἀλλ' ἅπερ ἂν αὐτοὺς οἱ ἐχθροὶ διέθηκαν, ταῦτα ἑαυτοὺς κατειργάσαντο. Εἶτα πάλιν τὴν αἰτίαν ἀναλαβὼν, φησίν· Οἵτινες µετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἃ µὲν ἦν σφόδρα καταγέλαστα, τίθησι κατ' εἶδος, ἃ δὲ δοκεῖ σεµνότερα εἶναι τῶν ἄλλων, καθολικῶς· καὶ διὰ πάντων δείκνυσιν, ὅτι τὸ τῇ κτίσει λατρεύειν, Ἑλληνικόν. Καὶ ὅρα πῶς τὸν λόγον ἐδήλωσεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐλάτρευσαν τῇ κτίσει, ἀλλὰ, Παρὰ τὸν κτίσαντα· πανταχοῦ ταύτῃ τὸ ἔγκληµα ἐπαίρων, καὶ τῇ παραθέσει πάσης συγγνώµης αὐτοὺς ἀποστερῶν. Ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀµήν. Ἀλλ' οὐ διὰ τοῦτό τι παρεβλάβη, φησίν· αὐτὸς µὲν γὰρ εἰς τοὺς αἰῶνας εὐλογητός. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐχ ἑαυτῷ ἀµύνων εἴασεν αὐτοὺς, ὅπου γε αὐτὸς οὐδὲν ἔπασχεν. Εἰ γὰρ καὶ οὗτοι ὕβρισαν, ἀλλ' ἐκεῖνος οὐχ ὕβριστο, οὐδὲ ἠκρωτηριάσθη τὰ τῆς δόξης αὐτῷ, ἀλλὰ µένει διαπαντὸς εὐλογητός. Εἰ γὰρ ἄνθρωπος πολλάκις φιλοσοφῶν οὐδὲν ἂν πάθοι παρὰ τῶν ὑβριζόντων, πολλῷ µᾶλλον ὁ Θεὸς, ἡ ἀνώλεθρος καὶ ἄτρεπτος φύσις, ἡ ἀναλλοίωτοςκαὶ ἀκίνητος δόξα. Καὶ γὰρ ἄνθρωποι κατ' αὐτὸ ὁµοιοῦνται Θεῷ, ὅταν µηδὲν πάσχωσι παρὰ τῶν ἐπηρεάζειν βουλοµένων, µηδὲ ὑβριζόντων ὑβρίζωνται, µηδὲτυπτόντων τύπτωνται, µηδὲ καταγελῶνται καταγελώντων ἑτέρων αὐτούς. Καὶ πῶς ἔνι γενέσθαι τοῦτο, φησίν; Ἔνι, καὶ σφόδρα ἔνι, ὅταν µὴ ἀλγῇς τοῖς γινοµένοις. Καὶ πῶς ἔνι µὴ ἀλγεῖν, φησί; Πῶς ἔνι µὲν οὖν ἀλγεῖν; Εἰπὲ γάρ µοι, εἰ τὸ παιδάριον ὑβρίσειέ σε τὸ σὸν, ἆρα ὕβριν ἡγήσῃ τὴν ὕβριν; τί δὲ, ἀλγήσεις; Οὐδαµῶς· ἂν δὲ ἀλγήσῃς, οὐ τότε ἔσῃ καταγέλαστος; Οὕτω καὶ ἐπὶ τῶν πλησίον διακεισώµεθα, καὶ οὐδὲν πεισόµεθα ἀηδές( τῶν γὰρ παίδων οἱ ὑβρίζοντες ἀνοητότεροι)· µηδὲ ζητῶµεν µὴ ὑβρίζεσθαι, ἀλλὰ ὑβριζόµενοι φέρωµεν γενναίως· αὕτη γάρ ἐστιν ἡ βεβαία τιµή. Τί δήποτε; Ὅτι σὺ κύριος τούτου, ἐκείνου δὲ ἕτερος. Οὐχ ὁρᾷς τὸν ἀδάµαντα ἐν τῷ παίεσθαι πλήττοντα; Ἀλλ' ἡ φύσις, φησὶ, τοῦτο ἔχει. Ἀλλὰ καὶ σοὶ δυνατὸν ἐν τῇ προαιρέσει γενέσθαι τοιοῦτον, ὅπερ ἀπὸ φύσεως ἐκείνῳ συµβαίνει. Τί δέ; οὐκ εἶδες τοὺς παῖδας ἐν τῇ καµίνῳ µὴ καιοµένους; καὶ τὸν∆ ανιὴλ ἐν τῷ λάκκῳ µηδὲν πάσχοντα δεινόν; Ἔξεστι καὶ νῦν τοῦτο γενέσθαι· παρεστήκασι καὶ ἡµῖν λέοντες, θυµὸς, ἐπιθυµία, χαλεποὺς ἔχοντες ὀδόντας, διασπῶντες τὸν ἐµπίπτοντα. Γενοῦ τοίνυν κατὰ τὸν∆ ανιὴλ, καὶ µὴ δῷς τοῖς πάθεσι τούτοις τοὺς ὀδόντας ἐµπῆξαί σου τῇ ψυχῇ. Ἀλλ' ἐκεῖνος τῆς χάριτος τὸ ὅλον εἶχε συµπράττον, φησί. Καλῶς· ἐπειδὴ ταύτης τὰ τῆς προαιρέσεως προηγήσατο. Ὥστε ἐὰν θέλωµεν καὶ ἡµεῖς τοιούτους ἑαυτοὺς κατασκευάσαι, πάρεστι καὶ νῦν ἡ χάρις· κἂν πεινᾷ τὰ θηρία, οὐχ ἅψεταί σου τῆς πλευρᾶς. Εἰ γὰρ σῶµα δουλικὸν ἰδόντες ᾐδέσθησαν, τὰ µέλη τοῦ Χριστοῦ θεασάµενοι( τοῦτο γάρ ἐσµεν οἱ πιστοὶ), πῶς οὐχ ἡσυχάσουσιν; Εἰ δὲ οὐχ ἡσυχάσουσι, παρὰ τὴν τῶν ἐµβληθέντων αἰτίαν. Καὶ γὰρ πολλοὶ τοῖς λέουσι τούτοις πολλὴν παρέχουσι δαπάνην, πόρνας τρέφοντες, γάµους διορύττοντες, ἐχθροὺς ἀµυνόµενοι· διὸ πρὶν πρὸς τὸ ἔδαφος ἐλθεῖν, διασπῶνται. Ἀλλ' οὐκ ἐπὶ τοῦ∆ ανιὴλ τοῦτο γέγονεν, ἀλλ' οὐδὲ ἐφ' ἡµῶν, εἰ βουληθείηµεν, τοῦτο ἔσται, ἀλλὰ καὶ πλέον τι συµβήσεται τῶν γενοµένων τότε. Ἐκεῖ µὲν γὰρ οὐκ ἠδίκησαν οἱ λέοντες, ἡµᾶς δὲ, ἐὰν νήφωµεν, καὶ ὠφελήσουσιν οἱ ἀδικοῦντες. Οὕτω γοῦν ὁ Παῦλος λαµπρὸς ἐγένετο ἀπὸ τῶν ἐπηρεαζόντων καὶ ἐπιβουλευόντων, οὕτως ὁ Ἰὼβ ἀπὸ τῶν πολλῶν πληγῶν ἐκείνων, οὕτως ὁ Ἱερεµίαςἀπὸ τοῦ λάκκου τοῦ βορβόρου, οὕτως ὁ Νῶε ἀπὸ τοῦ κατακλυσµοῦ, οὕτως ὁ Ἄβελ ἀπὸ τῆς ἐπιβουλῆς, οὕτως ὁ Μωϋσῆς ἀπὸ τῶν φονώντων Ἰουδαίων, οὕτωςὁ Ἐλισσαῖος, οὕτως ἕκαστος τῶν µεγάλων ἐκείνων, οὐκ ἀπὸ ἀνέσεως καὶ τρυφῆς, ἀλλ' ἀπὸ θλίψεων καὶ πειρασµῶν λαµπροὺς ἀνεδήσαντο στεφάνους.∆ ιὸ καὶ ὁ Χριστὸς ταύτην εἰδὼς τῆς εὐδοκιµήσεως τὴν ὑπόθεσιν, τοῖς µαθηταῖς ἔλεγεν· Ἐν τῷ κόσµῳ θλίψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσµον. Τί οὖν; φησίν· οὐ πολλοὶ περιετράπησαν ὑπὸ τῶν δεινῶν; Οὐ παρὰ τὴν τῶν πειρασµῶν φύσιν, ἀλλὰ παρὰ τὴν ἑαυτῶν ῥᾳθυµίαν· ὁ δὲ ποιῶν σὺν τῷ πειρασµῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν, αὐτὸς παρασταίη πᾶσιν ἡµῖν, καὶ χεῖρα ὀρέξειεν, ἵνα λαµπρῶς ἀνακηρυχθέντες, τῶν αἰωνίων ἐπιτύχωµεν στεφάνων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, τιµὴ, κράτος, νῦν καὶἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.