Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 4 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
4.0
∆ ιὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτι µίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν µετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁµοίως δὲ καὶ οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους. Πάντα µὲν οὖν ἄτιµα τὰ πάθη, µάλιστα δὲ ἡ κατὰ τῶν ἀῤῥένων µανία· καὶ γὰρ πάσχει ἐν τοῖς ἁµαρτήµασιν ἡ ψυχὴ µᾶλλον καὶ καταισχύνεται, ἢ τὸ σῶµα ἐν τοῖς νοσήµασι. Θέα δὲ πῶς αὐτοὺς καὶ ἐνταῦθα συγγνώµης ἀποστερεῖ, καθάπερ ἐπὶ τῶν δογµάτων, ἐπὶ µὲν τῶν θηλειῶν εἰπὼν, Μετήλλαξαν τὴν φυσικὴν χρῆσιν. Οὐ γὰρ ἔχει τις εἰπεῖν, φησὶν, ὅτι κωλυθεῖσαι τῆς κατὰ νόµον µίξεως, ἐπὶ τοῦτο ἦλθον, οὔθ' ὅτι οὐκ ἔχουσαι τὴν ἐπιθυµίαν πληρῶσαι, πρὸς τὴνἀλλόκοτον ταύτην λύσσαν ἐξώκειλαν· τὸ γὰρ µεταλλάξαι, τῶν ἐχόντων ἐστίν· ὅπερ καὶ ἐπὶ τῶν δογµάτων διαλεγόµενος ἔλεγε· Μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει. Ἐπὶ δὲ τῶν ἀῤῥένων πάλιν ἑτέρως τὸ αὐτὸ ἐδήλωσεν, εἰπών· Ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας. Καὶ ὁµοίως ἐκείναις καὶ τούτους ἐκβάλλει πάσης ἀπολογίας, κατηγορῶν αὐτῶν, οὐ µόνον ὅτι εἶχον ἀπόλαυσιν, καὶ ἀφέντες ἣν εἶχον, ἐπ' ἄλλην ἦλθον, ἀλλ' ὅτι τὴν κατὰ φύσιν ἀτιµάσαντες, ἐπὶ τὴν παρὰ φύσιν ἔδραµον.∆ υσκολώτερα δὲ τὰ παρὰ φύσιν καὶ ἀηδέστερα, ὥστε οὐδὲ ἡδονὴν ἂν ἔχοιεν εἰπεῖν· ἡ γὰρ γνησία ἡδονὴ ἡ κατὰ φύσιν ἐστίν· ἀλλ' ὅταν ὁ Θεὸς ἐγκαταλίπῃ, πάντα ἄνω καὶ κάτω γίνεται.∆ ιὰ τοῦτο οὐ τὸ δόγµα αὐτοῖς σατανικὸν µόνον ἦν, ἀλλὰ καὶ ὁ βίος διαβολικός. Ὅτε µὲν οὖν περὶ δογµάτων διελέγετο, τὸν κόσµον εἰς µέσον ἔθηκε καὶ τὴν διάνοιαν τὴν ἀνθρωπίνην, εἰπὼν, ὅτι τῇ συνέσει τῇ παρὰ τοῦ Θεοῦ δεδοµένῃδιὰ τῶν ὁρωµένων ἠδύναντο χειραγωγηθῆναι πρὸς τὸν∆ ηµιουργὸν, εἶτα µὴ βουληθέντες, ἔµειναν ἀσύγγνωστοι. Ἐνταῦθα δὲ ἀντὶ τοῦ κόσµου τὴν κατὰ φύσιν τέθεικεν ἡδονὴν, ἧς ἠδύναντο µετὰ ἀδείας πλείονος ἀπολαύοντες καὶ µείζονος τῆς εὐφροσύνης, ἀπηλλάχθαι αἰσχύνης· ἀλλ' οὐκ ἠθέλησαν· ὅθεν καὶ συγγνώµης ἁπάσης εἰσὶν ἐκτὸς καὶ εἰς αὐτὴν τὴν φύσιν ὑβρίσαντες· καὶ τὸ δὴ τούτων ἀτιµότερον, ὅταν καὶ γυναῖκες ταύτας ἐπιζητῶσι τὰς µίξεις, ἃς ἀνδρῶν µᾶλλον αἰδεῖσθαι ἐχρῆν. Ἄξιον δὲ θαυµάσαι καὶ ἐνταῦθα τοῦ Παύλου τὴν σύνεσιν, πῶς εἰς δύο πράγµατα ἐµπεσὼν ἐναντία, ἀµφότερα ἤνυσε µετὰ πάσης ἀκριβείας. Ἐβούλετο γὰρ καὶ σεµνῶς εἰπεῖν, καὶ δακεῖν τὸν ἀκροατήν· ταῦτα δὲ ἀµφότερα οὐκ ἐνῆν, ἀλλὰ θάτερον ἐµποδίζει θατέρῳ. Ἂν µὲν γὰρ σεµνῶς εἴπῃς, οὐ δυνήσῃ καθικέσθαι τοῦ ἀκούοντος· ἐὰν δὲ βουληθῇς καθάψασθαι σφοδρῶς, ἀνάγκην ἔχεις ἀπογυµνῶσαι σαφέστερον τὸ λεγόµενον. Ἀλλ' ἡ συνετὴ καὶ ἁγία ψυχὴ µετὰ ἀκριβείας ἀµφότερα ἴσχυσεν, ἐν τῷ τῆς φύσεως ὀνόµατι καὶ τὴν κατηγορίαν αὐξήσας, καὶ ὥσπερ παραπετάσµατίτινι ταύτῃ χρησάµενος εἰς τὸ σεµνὸν τῆς διηγήσεως. Εἶτα τῶν γυναικῶν καθαψάµενος πρότερον, καὶ ἐπὶ τοὺς ἄνδρας πρόεισι, λέγων· Ὁµοίως δὲ καὶ οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας· ὅπερ ἐσχάτης ἐστὶν ἀπωλείας δεῖγµα, ὅταν ἑκάτερον ᾖ τὸ γένος διεφθαρµένον, καὶ ὅ τε διδάσκαλος τῆς γυναικὸς εἶναι ταχθεὶς, ἥ τε βοηθὸς τοῦἀνδρὸς κελευσθεῖσα γενέσθαι, τὰ τῶν ἐχθρῶν εἰς ἀλλήλους ἐργάζονται. Σκόπει δὲ πῶς καὶ ἐµφαντικῶς χρῆται ταῖς λέξεσιν. Οὐ γὰρ εἶπεν, ὅτι ἠράσθησαν καὶ ἐπεθύµησαν ἀλλήλων, ἀλλ' Ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους. Ὁρᾷς, ὅτι ἀπὸ πλεονεξίας τὸ πᾶν τῆς ἐπιθυµίας, οὐκ ἀνασχοµένης εἴσω τῶν οἰκείων ὅρων µένειν; Πᾶν γὰρ τὸ ὑπερβαῖνον τοὺς παρὰ Θεοῦ τεθέντας νόµους, τῶν ἀλλοκότων ἐπιθυµεῖ, καὶ οὐχὶ τῶν νενοµισµένων. Ὥσπερ γὰρ πολλοὶ πολλάκις τὴν τῶν σιτίων ἐπιθυµίαν ἀφέντες, γῆν σιτοῦνται καὶ λίθους µικροὺς, καὶ ἕτεροι δὲ ὑπὸ δίψους κατεχόµενοι σφοδροῦ, καὶ βορβόρου πολλάκις ἐπιθυµοῦσιν· οὕτω καὶ ἐκεῖνοι πρὸς τὸν παράνοµον τοῦτον ἐξεβράσθησαν ἔρωτα. Εἰ δὲ λέγεις, Καὶ πόθεν ἡ ἐπίτασις τῆς ἐπιθυµίας αὕτη; Ἀπὸ τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως. Ἡ δὲ ἐγκατάλειψις τοῦ Θεοῦ πόθεν; Ἀπὸ τῆς τῶν ἀφέντων αὐτὸν ἀνοµίας· Ἄῤῥενες ἐν ἄρσεσι τὴν ἀσχηµοσύνην κατεργαζόµενοι.
4.1
Μὴ γὰρ ἐπειδὴ ἤκουσας, φησὶν, ὅτι Ἐξεκαύθησαν, τῆς ἐπιθυµίας µόνης εἶναι νοµίσῃς τὸ νόσηµα· καὶ γὰρ τὸ πλέον τῆς αὐτῶν ῥᾳθυµίας ἐστὶν, ἣ καὶ τὴν ἐπιθυµίαν ἀνῆψε.∆ ιὰ τοῦτο οὐκ εἶπε, Παρασυρέντες, ἢ Προληφθέντες, ὅπερ ἀλλαχοῦ φησιν, ἀλλὰ τί; Κατεργαζόµενοι. Ἔργον ἔθεντο τὴν ἁµαρτίαν, καὶ οὐχ ἁπλῶς ἔργον, ἀλλὰ καὶ ἐσπουδασµένον. Καὶ οὐκ εἶπεν, Ἐπιθυµίαν, ἀλλ' Ἀσχηµοσύνην, κυρίως· καὶ γὰρ καὶ τὴν φύσιν ᾔσχυναν, καὶ τοὺς νόµους ἐπάτησαν. Καὶ ὅρα πολλὴν τὴν σύγχυσιν ἐξ ἀµφοτέρου τοῦ µέρους γινοµένην. Οὐ γὰρ ἡ κεφαλὴ µόνη κάτω γέγονεν, ἀλλὰ καὶ οἱ πόδες ἄνω, καὶ πολέµιοι ἑαυτῶν καὶ ἀλλήλων ἐγένοντο, χαλεπήν τινα καὶ παντὸς ἐµφυλίουπολέµου παρανοµωτέραν εἰσάγοντες µάχην καὶ πολυσχιδῆ καὶ ποικίλην. Καὶ γὰρ εἰς τέσσαρα ταύτην διεῖλον εἴδη κενὰ καὶ παράνοµα· οὐ γὰρ διπλοῦς καὶ τριπλοῦς, ἀλλὰ καὶ τετραπλοῦς οὗτος ὁ πόλεµος ἦν. Σκόπει δέ· Ἔδει τοὺς δύο ἕνα εἶναι, γυναῖκα καὶ ἄνδρα λέγω· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα µίαν. Ἐποίει δὲ τοῦτο ἡ τῆς ὁµιλίας ἐπιθυµία, καὶ συνῆπτε τὰ γένη πρὸς ἄλληλα. Ταύτην ἀνελὼν ὁ διάβολος τὴν ἐπιθυµίαν, καὶ ἐφ' ἕτερον µετοχετεύσας τρόπον, ἀπέσχισεν οὕτως ἀπ' ἀλλήλων τὰ γένη, καὶ ἐποίησε τὸ ἓν δύο γενέσθαιµέρη, ἀπεναντίας τῷ τοῦ Θεοῦ νόµῳ· ὁ µὲν γάρ φησιν, Ἔσονται οἱ δύο εἰς σάρκα µίαν· ὁ δὲ τὴν µίαν εἰς δύο διεῖλεν. Ἰδοὺ πόλεµος εἷς. Πάλιν αὐτὰ τὰ δύο µέρη ταῦτα καὶ πρὸς αὐτοὺς καὶ πρὸς ἀλλήλους ἐξεπολέµωσεν· αἵ τε γὰρ γυναῖκες γυναῖκας ὕβριζον πάλιν, οὐκ ἄνδρας µόνον, οἵ τε ἄνδρες κατά τε ἀλλήλων ἵσταντο, καὶ κατὰ τοῦ γυναικείου γένους, καθάπερἐν νυκτοµαχίᾳ τινί· εἶδες δεύτερον καὶ τρίτον πόλεµον, καὶ τέταρτον καὶ πέµπτον; Ἔστι καὶ ἕτερος· µετὰ γὰρ τῶν εἰρηµένων καὶ εἰς τὴν φύσιν αὐτὴν παρηνόµησαν. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος, ὅτι αὕτη µάλιστα συνάγει τὰ γένη ἡ ἐπιθυµία, τὸν δεσµὸν ἐσπούδασε διακόψαι, ὥστε οὐ τῷ µὴ σπείρεσθαι µόνον κατὰ νόµοντὸ γένος διαλῦσαι, ἀλλὰ καὶ τῷ πρὸς ἀλλήλους ἐκπεπολεµῶσθαι τὸ γένος καὶ στασιάζειν. Καὶ τὴν ἀντιµισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαµβάνοντες. Ὅρα πῶς πάλιν ἐπὶ τὴν πηγὴν ἔρχεται τοῦ κακοῦ, τὴν ἀσέβειαν τὴν ἀπὸ τῶν δογµάτων, καὶ µισθὸν τοῦτον εἶναί φησι τῆς παρανοµίας ἐκείνης. Ἐπειδὴ γὰρ περὶ γεέννης καὶ κολάσεως λέγων, νῦν οὐκ ἐδόκει πιστὸς εἶναι τοῖς ἀσεβέσι καὶ οὕτω ζῇν προαιρουµένοις, ἀλλὰ καὶ καταγέλαστος, δείκνυσινἐν αὐτῇ τῇ ἡδονῇ ταύτην τὴν κόλασιν οὖσαν. Εἰ δὲ οὐκ αἰσθάνονται, ἀλλ' ἥδονται, µὴ θαυµάσῃς· καὶ γὰρ καὶ οἱ µαινόµενοι καὶ οἱ φρενίτιδι κατεχόµενοι νόσῳ πολλὰ ἑαυτοὺς ἀδικοῦντες, καὶ ἐλεεινὰ πράσσοντες, ἐφ' οἷς αὐτοὺς ἕτεροι δακρύουσι, γελῶσικαὶ ἐντρυφῶσι τοῖς γινοµένοις αὐτοί. Ἀλλ' οὐ διὰ τοῦτό φαµεν αὐτοὺς ἀπηλλάχθαι κολάσεως, ἀλλὰ καὶ δι' αὐτὸ µὲν οὖν τοῦτο ἐν χαλεπωτέρᾳ εἶναι τιµωρίᾳ, ὅτι οὐδὲ ἴσασιν ἐν οἷς εἰσιν. Οὐ γὰρ ἀπὸ τῶν νοσούντων, ἀλλ' ἀπὸ τῶν ὑγιαινόντων δεῖ φέρειν τὰς ψήφους· ἐπεὶ τό γε παλαιὸν καὶ νόµος εἶναι τὸ πρᾶγµα ἐδόκει, καὶ νοµοθέτης τις παρ' αὐτοῖς οἰκέτας ἐκέλευσε µήτε ξηραλοιφεῖν µήτε παιδεραστεῖν, τοῖς ἐλευθέροις τῆς προεδρείας παραχωρήσας ταύτης, µᾶλλον δὲ τῆς ἀσχηµοσύνης. Ἀλλ' ὅµως οὐκ ἐνόµισαν ἀσχηµοσύνην εἶναι τὸ πρᾶγµα, ἀλλ' ὡς σεµνὸν καὶ µεῖζον ἢ κατ' οἰκετῶν ἀξίωµα, τοῖς ἐλευθέροις ἐπέτρεψαν· καὶ τοῦτο ὁ σοφώτατος τῶν Ἀθηναίων δῆµος, καὶ ὁ µέγας παρ' αὐτοῖς Σόλων. Καὶ ἕτερα δὲ πολλὰ τῶν φιλοσόφων βιβλία ταύτης ἄν τις εὕροι γέµοντα τῆς νόσου· ἀλλ' οὐ διὰ τοῦτο νενοµισµένον εἶναι τὸ πρᾶγµά φαµεν, ἀλλὰ καὶ τοὺς τὸν νόµον δεξαµένους τοῦτον ἐλεεινοὺς καὶ δακρύων ἀξίους εἶναι πολλῶν. Ἃ γὰρ αἱ πορνευόµεναι πάσχουσι γυναῖκες, ταῦτα καὶ οὗτοι· µᾶλλον δὲ ἐκείνων ἀθλιώτερα. Ταῖς µὲν γὰρ εἰ καὶ παράνοµος, ἀλλὰ κατὰ φύσιν ἡ µίξις· αὕτη δὲ καὶ παράνοµος, καὶ παρὰ φύσιν. Εἰ γὰρ µὴ γέεννα ἦν, µηδὲ κόλασις ἠπείλητο, τοῦτο πάσης κολάσεως χεῖρον ἦν. Εἰ δὲ ἥδονται, τὴν προσθήκην µοι λέγεις τῆς τιµωρίας. Οὐδὲ γὰρ εἴ τινα εἶδον γυµνὸν τρέχοντα, βορβόρῳ τὸ σῶµα ἀνακεχρωσµένον ἅπαν, εἶτα οὐκ ἐγκαλυπτόµενον, ἀλλὰ καὶ ἐγκαλλωπιζόµενον, συνήσθηνἂν αὐτῷ, ἀλλὰ καὶ µᾶλλον ἂν αὐτὸν ἐθρήνησα, ὅτι οὐδὲ αἰσθάνεται ἀσχηµονῶν. Ἵνα δὲ καὶ σαφεστέραν δείξω τὴν ὕβριν, ἀνάσχεσθέ µου καὶ ἑτέρου παραδείγµατος. Εἰ γὰρ παρθένον τις κατεδίκασε θαλαµευοµένην ἀλόγοις µιγῆναι ζώοις, εἶτα ἥδετο ἐκείνη τῇ µίξει, οὐ διὰ τοῦτο µάλιστα δακρύων ἦν ἀξία, ὅτιοὐδὲ ἀπαλλαγῆναι τῆς νόσου ταύτης ἠδύνατο τῷ µηδὲ αἰσθάνεσθαι τῆς νόσου; Παντί που δῆλόν ἐστιν. Εἰ δὲ ἐκεῖνο χαλεπὸν, οὐδὲ τοῦτο ἔλαττον ἐκείνου· τὸ γὰρ ὑπὸ τῶν οἰκείων ὑβρίζεσθαι ἐλεεινότερον τοῦ παρὰ τῶν ἀλλοτρίων. Τούτους ἐγὼ καὶ ἀνδροφόνων χείρους εἶναί φηµι· καὶ γὰρ βέλτιον ἀποθανεῖν, ἢ ζῇν ὑβριζόµενον οὕτως. Ὁ µὲν γὰρ ἀνδροφόνος τὴν ψυχὴν ἀπὸ τοῦ σώµατος διέῤῥηξεν, οὗτος δὲ τὴν ψυχὴν µετὰ τοῦ σώµατος ἀπώλεσε. Καὶ ὅπερ ἂν εἴποις ἁµάρτηµα, οὐδὲν ἴσον ἐρεῖς τῆς παρανοµίας ταύτης· καὶ εἰ ἐπῃσθάνοντο τῶν γινοµένων οἱ πάσχοντες, µυρίους ἂν κατεδέξαντο θανάτους, ὥστε µὴ τοῦτο παθεῖν.
4.2
Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ταύτης τῆς ὕβρεως ἀλογώτερόν τε καὶ χαλεπώτερον. Εἰ γὰρ περὶ πορνείας διαλεγόµενος ὁ Παῦλος ἔλεγεν, ὅτι Πᾶν ἁµάρτηµα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώµατός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶµα ἁµαρτάνει· τί ἂν εἴποιµεν περὶ τῆς µανίας ταύτης, ἣ τοσοῦτον πορνείας χείρων ἐστὶν, ὅσον οὐδὲ ἔστιν εἰπεῖν; Οὐδὲ γὰρ τοῦτο λέγω µόνον, ὅτι γέγονας γυνὴ, ἀλλ' ὅτι ἀπώλεσας καὶ τὸ εἶναι ἀνὴρ, καὶ οὔτε εἰς ταύτην µετέστης τὴν φύσιν, οὔτε ἣν εἶχες διετήρησας, ἀλλὰ κοινὸς ἑκατέρας ἐγένου προδότης, καὶ παρὰ ἀνδρῶν καὶ γυναικῶν ἄξιος ἐλαύνεσθαι, καὶ καταλεύεσθαι, ἅτε ἑκάτερον ἀδικήσας τὸ γένος. Καὶ ἵνα µάθῃς ἡλίκον τοῦτό ἐστιν, εἴ τις ἐλθὼν ἐπηγγέλλετο ἐξ ἀνθρώπων κύνα ποιεῖν σε, ἆρα οὐκ ἂν ὡς λυµεῶνα ἔφυγες; Ἀλλ' ἰδοὺ οὐ κύνα ἐξ ἀνθρώπων σαυτὸν ἐποίησας, ἀλλὰ τὸ τούτου ζῶον ἀτιµότερον· ἐκεῖνο µὲν γὰρ εἰς χρῆσιν ἐπιτήδειον, ὁ δὲ ἡταιρηκὼς οὐδαµοῦ χρήσιµος. Τί δὲ, εἰπέ µοι, εἴ τις ἠπείλει ποιεῖν τίκτειν ἄνδρας καὶ λοχεύεσθαι, οὐκ ἂν ἐπλήσθηµεν θυµοῦ; Ἀλλ' ἰδοὺ νῦν χαλεπώτερα ἑαυτοὺς κατειργάσαντο οἱ τὰ τοιαῦτα λυττῶντες· οὐ γάρ ἐστιν ἴσον εἰς γυναικείαν µεταβαλεῖν φύσιν, καὶ µένοντα ἄνδρα γενέσθαι γυναῖκα, µᾶλλον δὲ µήτε τοῦτο µήτε ἐκεῖνο. Εἰ δὲ βούλει καὶ ἑτέρωθεν µαθεῖν τοῦ κακοῦ τὴν ὑπερβολὴν, ἐρώτησον τίνος ἕνεκεν τοὺς εὐνούχους ποιοῦντας κολάζουσιν οἱ νοµοθέται, καὶ εἴσῃ, ὅτι δι' οὐδὲν ἕτερον πάντως, ἢ ὅτι τὴν φύσιν ἀκρωτηριάζουσι. Καίτοι γε οὐδὲν ἀδικοῦσιν ἐκεῖνοι τοσοῦτον· ἐγένοντο γὰρ οἱ ἀκρωτηριασθέντες καὶ µετὰ τὸν ἀκρωτηριασµὸν πολλαχοῦ χρήσιµοι· ἀνθρώπου δὲ πεπορνευµένου οὐδὲν ἀχρηστότερον γένοιτ' ἄν· οὐ γὰρ ἡ ψυχὴ µόνον, ἀλλὰ καὶ τὸ σῶµα τοῦ τὰ τοιαῦτα παθόντος ἄτιµον καὶ ἄξιον ἐλαύνεσθαι πανταχόθεν. Πόσαι γέενναι τούτοις ἀρκέσουσιν; Εἰ δὲ γεέννης καταγελᾷς ἀκούων καὶ ἀπιστεῖς, ἐκεῖνο τὸ πῦρ ἀναµνήσθητι τῶν Σοδόµων· εἴδοµεν γὰρ, εἴδοµεν καὶ ἐν τῷ παρόντι βίῳ γεέννης εἰκόνα. Ἐπειδὴ γὰρ πολλοὶ τοῖς µετὰ τὴν ἀνάστασιν ἔµελλον διαπιστεῖν, νῦν ἀκούοντες πῦρ ἄσβεστον εἶναι, ἀπὸ τῶν παρόντων αὐτοὺς ἐσωφρόνισεν ὁ Θεός. Τοιοῦτος γοῦν ἐστιν ὁ Σοδόµων ἐµπρησµὸς καὶ ἡ πυρπόλησις ἐκείνη· καὶ ἴσασιν οἱ παραγενόµενοι, καὶ τῇ θέᾳ τὴν πληγὴν ἐκείνην τὴν θεήλατον καὶ τῶν ἄνωθεν κεραυνῶν τὸ ἔργον ἰδόντες. Ἐννόησον ἡλίκον ἐστὶ τὸ ἁµάρτηµα, ὡς βιάσασθαι καὶ πρὸ καιροῦ τὴν γέενναν φανῆναι. Ἐπειδὴ γὰρ πολλοὶ τῶν λόγων κατεφρόνουν, διὰ τῶν ἔργων αὐτοῖς τὴν ἐκείνης εἰκόνα ἐπέδειξεν ὁ Θεὸς καινῷ τινι τρόπῳ. Καὶ γὰρ παράδοξος ἦν ὁ ὑετὸς ἐκεῖνος, ἐπειδὴ καὶ παρὰ φύσιν ἡ µίξις· καὶ κατέκλυσε τὴν γῆν, ἐπειδὴ καὶ τὰς ἐκείνων ψυχὰς ἡ ἐπιθυµία.∆ ιὸ καὶ ἀπεναντίας ἦν ὁ ὑετὸς τῷ συνήθει· οὐ γὰρ µόνον οὐ διήγειρε τὴν γαστέρα τῆς γῆς πρὸς τὴν τῶν καρπῶν γένεσιν, ἀλλὰ καὶ πρὸς τὴν ὑποδοχὴν αὐτὴν τῶν σπερµάτων ἄχρηστον ἐποίει. Τοιαύτη γὰρ ἦν ἡ µίξις τῶν ἀνδρῶν τῆς γῆς Σοδόµων, τὸ τοιοῦτον σῶµα ἀχρηστότερον ἀποφαίνουσα. Τί γὰρ ἀνδρὸς πεπορνευµένου µυσαρώτερον; τί δὲ ἐναγέστερον; Ὢ τῆς µανίας! ὢ τῆς παραπληξίας! πόθεν εἰσεκώµασεν ἡ ἐπιθυµία αὕτη, τὰ τῶν πολεµίων διατιθεῖσα τὴν ἀνθρωπίνην φύσιν, µᾶλλον δὲ καὶἐκείνων χαλεπωτέρα, ὅσῳ καὶ ψυχὴ σώµατος ἀµείνων; Ὦ καὶ ἀλόγων ὑµεῖς ἀνοητότεροι, καὶ κυνῶν ἀναιδέστεροι! Οὐδαµοῦ γὰρ τοιαύτη µίξις παρ' ἐκείνοις, ἀλλ' ἐπιγινώσκει τοὺς ἰδίους ὅρους ἡ φύσις· ὑµεῖς δὲ καὶ τῶν ἀλόγων ἀτιµότερον τὸ γένος εἰργάσασθε τὸ ὑµέτερον καθυβρίζοντες. Πόθεν οὖν ταῦτα ἐτέχθη τὰ κακά; Ἀπὸ τρυφῆς, ἀπὸ τοῦ µὴ εἰδέναι Θεόν· ὅταν γὰρ ἐκβάλωσί τινες αὐτοῦ τὸν φόβον, πάντα οἴχεται λοιπὸν τὰ καλά.
4.3
Ἵν' οὖν µὴ τοῦτο γένηται, ἔχωµεν πρὸ ὀφθαλµῶν ἀκριβῆ τὸν τοῦ Θεοῦ φόβον. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀπόλλυσιν ἄνθρωπον, ὡς τὸ ταύτης ἐκπεσεῖν τῆς ἀγκύρας· ὥσπερ οὐδὲν σώζει, ὡς τὸ διηνεκῶς ἐκεῖ βλέπειν. Εἰ γὰρ ἄνθρωπον ἔχοντες πρὸ ὀφθαλµῶν, ὀκνηρότεροι γινόµεθα περὶ τὰ ἁµαρτήµατα, πολλάκις δὲ καὶ οἰκέτας ἐρυθριάσαντες ἐπιεικεστέρους, οὐδὲν πράττοµεν ἄτοπον, ἐννόησον πόσης ἀπολαύσοµεν ἀσφαλείας, τὸν Θεὸν πρὸ ὀφθαλµῶν ἔχοντες. Οὐδαµοῦ γὰρ ὁ διάβολος ἡµῖν οὕτω διακειµένοις ἐπιθήσεται, ἅτε ἀνόνητα πονῶν· ἂν δὲ πλανωµένους ἔξω, καὶ χωρὶς χαλινοῦ περιιόντας ἴδῃ, παρ' ἡµῶν λαβὼν τὴν ἀρχὴν, πανταχοῦ λοιπὸν ἡµᾶς ἀποβουκολῆσαι δυνήσεται. Καὶ ὅπερ οἱ ῥᾴθυµοι τῶν οἰκετῶν πάσχουσιν ἐπ' ἀγορᾶς, τὰς µὲν ἀναγκαίας ἀφέντες διακονίας, ἐφ' ἅς εἰσιν ἀπεσταλµένοι παρὰ τῶν δεσποτῶν, ἁπλῶς δὲκαὶ εἰκῆ τοῖς παρεµπίπτουσι προσ ηλούµενοι, καὶ τὴν σχολὴν ἐκεῖ καταναλίσκοντες, τοῦτο καὶ ἡµεῖς ὑποµένοµεν, ὅταν ἀποστῶµεν τῶν ἐπιταγµάτων τοῦ Θεοῦ. Ἑστήκαµεν γὰρ λοιπὸν πλοῦτον θαυµάζοντες, καὶ κάλλος σώµατος, καὶ τὰ ἄλλα τὰ µηδὲν πρὸς ἡµᾶς, ὥσπερ ἐκεῖνοι οἱ οἰκέται τῶν ἐπαιτῶντοῖς θαυµατοποιοῦσι προσέχουσιν, εἶτα ἐλθόντες βραδέως, οἴκοι τὰς ἐσχάτας ὑποµένουσι πληγάς. Πολλοὶ δὲ καὶ τὴν ὁδὸν τὴν προκειµένην παρῆλθον, ἑτέροις τοιαῦτα ἀσχηµονοῦσιν ἀκολουθοῦντες. Ἀλλὰ µὴ ἡµεῖς τοῦτο ποιῶµεν· καὶ γὰρ ἀπεστάλµεθα ἀνύσαι πολλὰ τῶν κατεπειγόντων, κἂν ἀφέντες ἐκεῖνα στῶµεν κεχηνότες πρὸς τὰ ἀνόνητα ταῦτα, ἀναλωθέντος ἡµῖν τοῦκαιροῦ παντὸς εἰκῆ καὶ µάτην, τὴν ἐσχάτην δώσοµεν δίκην. Εἰ γὰρ καὶ ἀσχολεῖν βούλει σαυτὸν, ἔχεις ἃ θαυµάζειν ὀφείλεις, καὶ περὶ ἃ κεχηνέναι πάντα τὸν χρόνον· ἅπερ οὐ γέλωτός ἐστιν ἄξια, ἀλλὰ θαύµατος καὶ ἐπαίνων πολλῶν, ὡς ὅ γε τὰ καταγέλαστα θαυµάζων, καὶ αὐτὸς ἔσται τοιοῦτος, καὶ τοῦγελωτοποιοῦντος χείρων· ὅπερ ἵνα µὴ πάθῃς, ἀποπήδησον ταχέως. Τί γὰρ καὶ ἕστηκας, εἰπέ µοι, πρὸς τὸν πλοῦτον κεχηνὼς καὶ ἀνεπτερωµένος; τί θαυµαστὸν ὁρᾷς καὶ ἱκανόν σου τοὺς ὀφθαλµοὺς κατασχεῖν; τοὺς χρυσοφοροῦντας ἵππους, καὶ τοὺς οἰκέτας τοὺς µὲν βαρβάρους, τοὺς δὲ εὐνούχους, καὶ τὰ ἱµάτια τὰ πολυτελῆ, καὶ τὴν καταµαλακιζοµένην ἐντούτοις ψυχὴν, καὶ τὴν ἀνεσπασµένην ὀφρὺν, καὶ τὰς περιδροµὰς, καὶ τοὺς θορύβους; Καὶ ποῦ ταῦτα ἄξια θαύµατος; τί δὲ οὗτοι τῶν ἐπαιτῶν διεστήκασι τῶν ὀρχουµένων, καὶ συριζόντων ἐπὶ τῆς ἀγορᾶς; Καὶ γὰρ καὶ οὗτοι πολλῷ τῷ λιµῷ τῆς ἀρετῆς κατεχόµενοι, χορεύουσιν ἐκείνων χορείαν καταγελαστοτέραν, ἀγόµενοι καὶ περιαγόµενοι, νῦν µὲν εἰςτραπέζας πολυτελεῖς, νῦν δὲ εἰς ἑταιριζοµένων γυναικῶν καταγώγιον, νῦν δὲ εἰς κολάκων ἐσµοὺς καὶ παρασίτων πλῆθος. Εἰ δὲ χρυσοφοροῦσι, διὰ τοῦτο µάλιστα ἐλεεινοὶ, ὅτι τὰ µηδὲν πρὸς αὐτοὺς περισπούδαστα αὐτοῖς µᾶλλόν εἰσι. Μὴ γάρ µοι τὰ ἱµάτια ἴδῃς, ἀλλὰ ἀνακάλυψον αὐτῶν τὴν ψυχὴν, καὶ σκόπησον εἰ µὴ µυρίων γέµει τραυµάτων, καὶ ῥάκια περιβέβληται, καὶ ἔστιν ἔρηµοςκαὶ ἀπροστάτευτος. Τί οὖν ὄφελος τῆς ἔξω µανίας; Καὶ γὰρ πολλῷ βέλτιον πένητα εἶναι ἐν ἀρετῇ ζῶντα, ἢ βασιλέα ὄντα µετὰ πονηρίας. Ὁ µὲν γὰρ πένης παρ' ἑαυτῷ ἀπολαύει πάσης τῆς κατὰ ψυχὴν τρυφῆς, καὶ οὐδὲ τῆς ἔξωθεν αἰσθάνεται πενίας διὰ τὸν ἔνδον πλοῦτον· ὁ δὲ βασιλεὺς τρυφῶν ἐν τοῖς οὐδὲν αὐτῷ προσήκουσιν, ἐν τοῖς µάλιστα αὐτῷ διαφέρουσι κολάζεται, ἐν ψυχῇ καὶ λογισµοῖς καὶ τῷ συνειδότι, τοῖςἐκεῖ συναποδηµοῦσιν αὐτῷ. Ταῦτ' οὖν εἰδότες, τὰ µὲν ἱµάτια ἀποθώµεθα τὰ χρυσᾶ, ἀνελώµεθα δὲ ἀρετὴν καὶ τὴν ἐκ ταύτης ἡδονήν. Οὕτω γὰρ καὶ ἐνταῦθα καὶ ἐκεῖ πολλῆς ἀπολαύσοµεν τῆς τρυφῆς, καὶ τῶν ἐπηγγελµένων ἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίουἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι δόξα, τιµὴ, κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note