Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 5 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
5.0
Καθὼς οὐκ ἐδοκίµασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώ σει, παρέδωκεν ὁ Θεὸς αὐτοὺς εἰς ἀδόκιµον νοῦν, ποιεῖν τὰ µὴ καθήκοντα.
5.1
Ἵνα µὴ δόξῃ αὐτοὺς αἰνίττεσθαι, ἐπὶ πολὺ τῷ τῆς παιδεραστίας ἐνδιατρίβων λόγῳ, µετέβη λοιπὸν ἐφ' ἕτερα εἴδη ἁµαρτηµάτων· διὸ καὶ ἐφ' ἑτέρων προσώπων προάγει τὸν λόγον ἅπαντα. Καὶ ὥσπερ ἀεὶ τοῖς πιστοῖς διαλεγόµενος περὶ ἁµαρτηµάτων, καὶ βουλόµενος ταῦτα δεῖξαι φευκτὰ, παράγει εἰς µέσον τὰ ἔθνη, λέγων· Μὴ ἐν πάθει ἐπιθυµίας, καθάπερ καὶ τὰ λοιπὰ ἔθνη τὰ µὴ εἰδότα τὸν Θεόν· καὶ πάλιν, Μὴ λυπεῖσθε, ὥσπερ οἱ λοιποὶ οἱ µὴ ἔχοντες ἐλπίδα· οὕτω καὶ ἐνταῦθα δείκνυσιν ἐκείνων τὰ ἁµαρτήµατα ὄντα, καὶ πάσης αὐτοὺς ἀποστερεῖ συγγνώµης· οὐ γὰρ ἀγνοίας, ἀλλὰ µελέτης εἶναί φησι τὰ τολµήµατα.∆ ιόπερ οὐκ εἶπε. Καὶ καθὼς οὐκ ἔγνωσαν, ἀλλὰ, Καθὼς οὐκ ἐδοκίµασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει· κρίσεως διεφθαρµένης καὶ φιλονεικίας µᾶλλον, οὐ συναρπαγῆς λέγων εἶναι τὸ ἁµάρτηµα, καὶ δεικνὺς οὐχὶ τῆς σαρκὸς, καθώς τινες τῶν αἱρετικῶνφασιν, ἀλλὰ τῆς διανοίας ὄντα τῆς πονηρᾶς ἐπιθυµίας τὰ ἁρµαρτήµατα, καὶ τὴν πηγὴν ἐκεῖθεν οὖσαν τῶν κακῶν. Ἐπειδὴ γὰρ ὁ νοῦς ἀδόκιµος γέγονε, πάντα παρεσύρη λοιπὸν καὶ ἀνετράπη, τοῦ ἡνιόχου διαφθαρέντος. Πεπληρωµένους πάσῃ ἀδικίᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ. Ὅρα πάντα µετ' ἐπιτάσεως· καὶ γὰρ Πεπληρωµένους εἶναί φησι, καὶ Πάσῃ. Ὀνοµάσας δὲ γενικῶς τὴν κακίαν, καὶ τοῖς µέρεσιν ἐπεξέρχεται, καὶ τούτοις µεθ' ὑπερβολῆς, λέγων Μεστοὺς φθόνου, φόνου, Τοῦτο γὰρ ἐξ ἐκείνου, ὥσπερἐπὶ τοῦ Ἄβελ καὶ τοῦ Ἰωσὴφ ἐδείχθη. Εἶτα εἰπὼν, Ἔριδος, δόλου, κακοηθείας, ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, καὶ τὰ δοκοῦντα ἀδιάφορα εἶναι πολλοῖς ἐν τάξειθεὶς ἐγκληµάτων, αὔξει πάλιν τὴν κατηγορίαν, ἐπὶ τὴν ἀκρόπολιν ἀναβὰς τῶν κακῶν, καὶ εἰπὼν Ἀλαζόνας. Τοῦ γὰρ ἁµαρτάνειν τὸ καὶ ἁµαρτάνοντα φρονεῖν µέγα, χαλεπώτερον· διὸ καὶ Κορινθίοις αὐτὸ ἐγκαλεῖ λέγων· Καὶ ὑµεῖς πεφυσιωµένοι ἐστέ. Εἰ γὰρ ἐπὶ κατορθώµατί τις φυσώµενος τὸ πᾶν ἀπώλεσεν, ὁ µετὰ ἁµαρτηµάτων τοῦτο ποιῶν, πόσης οὐκ ἂν εἴη τιµωρίας ἄξιος; οὐδὲ γὰρ µεταγνῶναι δυνήσεται λοιπὸν ὁ τοιοῦτος. Εἶτά φησιν, Ἐφευρετὰς κακῶν· δηλῶν, ὅτι οὐδὲ τοῖς ἤδη οὖσιν ἠρκέσθησαν, ἀλλὰ καὶ ἐφεῦρον ἕτερα· ὅπερ πάλιν µελετώντων ἦν καὶ σπουδαζόντων, οὐχὶ συναρπαζοµένων καὶ παρασυροµένων. Εἰπὼν δὲ κατὰ µέρος τὴν κακίαν, καὶ δείξας, ὅτι καὶ πρὸς αὐτὴν πάλιν τὴν φύσιν ἔστησαν( Γονεῦσι γὰρ, φησὶν, ἀπειθεῖς), ἐπὶ τὴν ῥίζαν λοιπὸν πρόεισιτῆς τοσαύτης λύµης, Ἀστόργους καὶ ἀσπόνδους καλῶν. Ταύτην γὰρ καὶ ὁ Χριστὸς τὴν αἰτίαν εἶναί φησι τῆς πονηρίας, λέγων· Ὅταν πληθυνθῇ ἡ ἀνοµία, ψυγήσεται ἡ ἀγάπη. Τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει ὁ Παῦλος, Ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήµονας καλῶν, καὶ δηλῶν, ὅτι καὶ αὐτὸ τὸ τῆς φύσεως προὔδωκαν δῶρον. Ἔχοµεν γὰρ καὶ φυσικήν τινα πρὸς ἀλλήλους οἰκείωσιν, ἣν καὶ θηρία πρὸς ἄλληλα κέκτηνται. Πᾶν γὰρ ζῶον, φησὶν, ἀγαπᾷ τὸ ὅµοιον αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ. Ἀλλ' οὗτοι κἀκείνων κατέστησαν ἀγριώτεροι. Τὴν µὲν οὖν νόσον τὴν ἀπὸ τῶν πονηρῶν δογµάτων τῇ οἰκουµένῃ γενοµένην διὰ τούτων ἡµῖν παρέστησε, καὶ σαφῶς ἔδειξε τῆς τῶν νοσούντων ῥᾳθυµίαςτὴν ἀῤῥωστίαν οὖσαν ἑκατέραν.∆ είκνυσι δὲ λοιπὸν, ὅπερ ἐπὶ τῶν δογµάτων ἐποίησε, καὶ ἐνταῦθα συγγνώµης αὐτοὺς ἀπεστερηµένους· διό φησιν· Οἵτινες τὸ δικαίωµα τοῦ Θεοῦ εἰδότες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ µόνον αὐτοὶ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι.∆ ύο θεὶς ἀντιθέσεις, ἐνταῦθα ἀνεῖλεν ἀµφοτέρας αὐτὰς προηγουµένως. Τί γὰρ ἂν εἴποις, φησὶν, ὅτι οὐκ οἶδας τὰ πρακτέα; Μάλιστα µὲν εἰ καὶ µὴ ᾔδεις, σὺ αἴτιος, ὁ ἀφεὶς τὸν γνωρισαντά σοι Θεόν· νῦν δὲ καὶ διὰ πολλῶν σε δείκνυµεν εἰδότα, καὶ ἑκοντὶ πληµµελοῦντα. Ἀλλ' ὑπὸ τοῦ πάθους ἕλκῃ; Τί οὖν καὶ συµπράττεις, καὶ ἐπαινεῖς; Οὐ γὰρ µόνον αὐτὰ ποιοῦσι, φησὶν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Τὴν οὖν χαλεπωτέραν πρότερον θεὶς καὶ ἀσύγγνωστον, ἵνα ἕλῃ( καὶ γὰρ τοῦ πληµµελοῦντος ὁ τὴν ἁµαρτίαν ἐπαινῶν χαλεπώτερος πολύ)· τοῦτο οὖν πρῶτον εἰπὼν, διὰ τούτου σφοδρότερον πάλιν ἐν τοῖς ἑξῆς αὐτὸν χειροῦται, λέγων οὕτω·∆ ιὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων· Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Ταῦτα πρὸς τοὺς ἄρχοντας ἀποτεινόµενος ἔλεγεν, ἐπειδὴ καὶ ἡ πόλις τότε ἐκείνη τὴν ἀρχὴν ἦν ἐγκεχειρισµένη τῆς οἰκουµένης. Προλαβὼν οὖν φησι· Σαυτοῦ ἀφαιρῇ τὴν ἀπολογίαν πᾶς ὅστις ἂν ᾖς· ὅταν γὰρ κατακρίνῃς τὸν µοιχὸν, µοιχεύῃς δὲ καὶ αὐτὸς, κἂν µηδεὶς ἀνθρώπων σε δικάζῃ, ἐν τῇ περὶ τοῦ ὑπευθύνου ψήφῳ καὶ κατὰ σαυτοῦ τὴνἀπόφασιν ἤνεγκας. Οἴδαµεν γὰρ, ὅτι τὸ κρῖµα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Ἵνα γὰρ µὴ λέγῃ τις, ὅτι Τέως διέφυγον, φοβῶν φησιν, ὅτι οὐχ οὕτως ἐστὶ παρὰ τῷ Θεῷ ὥσπερ ἐνταῦθα. Ἐνταῦθα γὰρ ὁ µὲν κολάζεται, ὁ δὲ διαφεύγει τὰ αὐτὰ ποιῶν· ἐκεῖ δὲ οὐχ οὕτως. Ὅτι µὲν οὖν οἶδε τὸ δίκαιον ὁ κρίνων, εἶπε· πόθεν δὲ οἶδεν, οὐκ ἔτι προσέθηκε· περιττὸν γὰρ ἦν. Ἐπὶ µὲν γὰρ τῆς ἀσεβείας ἀµφότερα δείκνυσι, καὶ ὅτι τὸν Θεὸν εἰδὼς, ἠσέβει, καὶ πόθεν εἰδὼς, ἀπὸ τῆς κτίσεως. Ἐπειδὴ γὰρ οὐκ ἦν δῆλον ἅπασιν, εἶπε καὶ τὴν αἰτίαν· ἐνταῦθα δὲ ὡς ὡµολογηµένου, παρίησιν. Ὅταν δὲ εἴπῃ, Πᾶς ὁ κρίνων, οὐ τοῖς ἄρχουσι διαλέγεται µόνον, ἀλλὰ καὶ ἰδιώταις καὶ ἀρχοµένοις.
5.2
Καὶ γὰρ ἅπαντες ἄνθρωποι, κἂν µὴ θρόνον ἔχωσι, µηδὲ δηµίους καὶ ξύλον, ἀλλ' ὅµως καὶ αὐτοὶ κρίνουσι τοὺς ἁµαρτάνοντας, ἐν διαλέξεσι καὶκοινοῖς συλλόγοις καὶ τῇ τοῦ συνειδότος ψήφῳ· καὶ οὐδεὶς ἂν τολµήσειεν εἰπεῖν, ὅτι οὐκ ἄξιος κολάσεως ὁ µοιχός. Ἀλλ' ἑτέρους, φησὶ, καταδικάζουσιν, οὐχ ἑαυτούς.∆ ιὰ γὰρ τοῦτο αὐτῶν καὶ σφοδρῶς κατεξανίσταται, λέγων· Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράττοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖµα τοῦ Θεοῦ; Ἐπειδὴ γὰρ πολλὴν ἔδειξε τῆς οἰκουµένης τὴν ἁµαρτίαν, ἀπὸ τῶν δογµάτων, ἀπὸ τῶν πραγµάτων, καὶ ὅτι σοφοὶ ὄντες, καὶ ὅτι τὴν κτίσινἔχοντες χειραγωγοῦσαν, καὶ ὅτι οὐ τῷ τὸν Θεὸν ἀφεῖναι µόνον, ἀλλὰ καὶ τῷ ἑλέσθαι τὰ ὁµοιώµατα τῶν ἑρπετῶν, καὶ τῷ τὴν ἀρετὴν ἀτιµάσαι, καὶ τῷ τῆςφύσεως ἀνθελκούσης ἐπὶ τὴν κακίαν αὐτοµολῆσαι, καὶ τῷ παρὰ φύσιν εἶναι, πρόεισι λοιπὸν εἰς τὸ δεῖξαι, ὅτι καὶ κολάζονται οἱ τὰ τοιαῦτα πράσσοντες. Ἔδειξε µὲν οὖν ἤδη τιµωρίαν, εἰπὼν τὴν πρᾶξιν αὐτήν· Τὴν γὰρ ἀντιµισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν αὐτοῖς ἀπο λαµβάνουσι, φησίν· ἀλλ' ἐπειδὴ οὐκ αἰσθάνονται ἐκείνης, εἶπε καὶ ἑτέραν, ἢν µάλιστα δεδοίκασι. Μάλιστα µὲν ἤδη καὶ ταύτην ἔδειξεν· ὅταν γὰρ λέγῃ, ὅτι Τὸ κρῖµα τοῦ Θεοῦ κατὰ ἀλήθειάν ἐστιν, οὐδὲν ἕτερον ἢ τοῦτο λέγει· πλὴν ἀλλὰ καὶ ἐφ' ἑτέρων αὐτὸ πλειόνων κατασκευάζει πάλιν, οὕτω λέγων· Λογίζῃ δὲ τοῦτο. ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖµα τοῦ Θεοῦ. Τὸ σὸν οὐκ ἐξέφυγες κρῖµα, καὶ τὸ τοῦ Θεοῦ διαφεύξῃ; καὶ τίς ἂν τοῦτο εἴποι; Καίτοι γε σὺ σαυτὸν ἔκρινας. Ἀλλ' ἐπειδὴ τοσαύτη ἦν ἡ περιουσία τοῦ δικαστηρίου, καὶ οὐδὲ σαυτοῦ φείσασθαι ἠδυνήθης, πῶς ὁ Θεὸς, ὁ ἀναµάρτητος, ὁ µεθ' ὑπερβολῆς δίκαιος, οὐπολλῷ µᾶλλον τοῦτο ποιήσει; Ἀλλὰ σὺ µὲν σαυτοῦ κατέγνως, ὁ δὲ Θεὸς ἀποδέξεται καὶ ἐπαινέσει; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Καίτοι γε ἐκείνου τοῦ παρὰ σοῦ καταδικαζοµένου κολάσεως µείζονος σὺ ἀξιώτατος. Οὐ γάρ ἐστι ταυτὸν ἁµαρτάνειν ἁπλῶς, καὶ ἕτερον ἁµαρτάνοντα κολάσαντα τοῖς αὐτοῖς περιπεσεῖν πάλιν. Ὁρᾷς πῶς τὸ ἔγκληµα ηὔξησεν; Εἰ γὰρ σὺ, φησὶ, τὸν ἐλάττονα ἁµαρτόντα κολάζεις, καίτοι γε µέλλων αἰσχύνειν σαυτὸν, πῶς ὁ Θεὸς τὸν µείζονα πληµµελήσαντά σε, καὶ ταῦτα οὐµέλλων ἑαυτὸν αἰσχύνειν, οὐ καταδικάσει καὶ κατακρινεῖ µειζόνως, ἤδη κατακεκριµένον ἀπὸ τῶν οἰκείων λογισµῶν; Εἰ δὲ λέγεις, ὅτι Οἶδα µὲν, ὅτι ἄξιός εἰµι κολάσεως, διὰ δὲ τὴν µακροθυµίαν καταφρονεῖς, καὶ διὰ τὸ µὴ δοῦναι παραπόδας δίκην, θαῤῥεῖς· δεδοικέναι µὲν καὶ τρέµειν διὰ τοῦτο ἂν εἴης δίκαιος. Οὐ γὰρ εἰς τὸ µὴ δοῦναι δίκην, ἀλλ' εἰς τὸ δοῦναι χαλεπωτέραν, εἰ µένοις ἀδιόρθωτος ὢν, ἀναβάλλεται· ὃ µηδέποτε συµβήσεταί σοι.∆ ιὸ καὶ ἐπάγει λέγων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καταφρονεῖς, καὶ τῆς ἀνοχῆς καὶ τῆς µακροθυµίας, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς µετάνοιάν σε ἄγει; Ἐπαινέσας γὰρ τοῦ Θεοῦ τὴν µακροθυµίαν, καὶ δείξας αὐτῆς τὸ κέρδος µέγιστον τοῖς προσέχουσι( τοῦτο δὲ ἦν τὸ εἰς µετάνοιαν ἕλκειν τοὺςἁµαρτάνοντας), αὔξει τὸν φόβον. Ὥσπερ γὰρ τοῖς εἰς δέον χρησαµένοις σωτηρίας ἐστὶν ὑπόθεσις, οὕτω τοῖς καταφρονήσασιν ἐφόδιον µείζονος τιµωρίας. Τοῦτο γὰρ τὸ περιφερόµενον, ὅτι χρηστὸς καὶ µακρόθυµος ὢν ὁ Θεὸς οὐκ ἀπαιτεῖ δίκην· ὅταν δὲ εἴπῃς τοῦτο, φησὶν, οὐδὲν ἄλλο λέγεις, ἢ τῆς τιµωρίας τὴν ἐπίτασιν. Τὴν γὰρ χρηστότητα ὁ Θεὸς ἐπιδείκνυται, ἵνα ἀπαλλαγῇς ἁµαρτηµάτων, οὐχ ἵνα προσθῇς· ἂν τοίνυν µὴ τοῦτο ποιῇς, φοβερωτέρα ἡ δίκη.∆ ιὸ µάλιστα ἁµαρτάνειν οὐ χρὴ, ἐπειδὴ µακρόθυµος ὁ Θεὸς, οὐδὲ τὴν εὐεργεσίαν ὑπόθεσιν ἀγνωµοσύνης ποιεῖσθαι· εἰ γὰρ µακρόθυµος, καὶ κολάζει πάντως. Πόθεν δῆλον; Ἀπὸ τῶν ἑξῆς εἰρηµένων. Εἰ γὰρ πολλὴ ἡ κακία, οὐκ ἀπέλαβον δὲ οἱ κακοὶ, ἀνάγκη πάντως ἀπολαβεῖν. Εἰ γὰρ ἄνθρωποι ταῦτα οὐ περιορῶσι, πῶς ὁ Θεὸς περιόψεται; Ὥστε ἐντεῦθεν καὶ τὸν περὶ τῆς κρίσεως εἰσήγαγε λόγον. Τῷ γὰρ δεῖξαι πολλοὺς ὄντας ὑπευθύνους, εἰ µὴ µετανοήσαιεν, εἶτα οὐ κολασθέντας ἐνταῦθα, τὴν κρίσιν συνεισάγει πάντως, καὶ µετ' ἐπιτάσεως· διό φησι· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀµετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν. Ὅταν γὰρ µήτε χρηστότητι µαλάσσηται, µήτε φόβῳ κάµπτηται, τί τοῦ τοιούτου σκληρότερον γένοιτ' ἄν; Ἐπειδὴ γὰρ ἔδειξε τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, τότε δείκνυσι τὴν τιµω ρίαν, ὅτι ἐστὶν ἀφόρητος τῷ µηδὲ οὕτως ἐπιστραφέντι. Καὶ ὅρα πῶς κυρίως ταῖς λέξεσι κέχρηται· Θησαυρίζεις γὰρ, φησὶ, σεαυτῷ ὀργὴν, τὸ πάντως ἀποκείµενον δηλῶν, καὶ δεικνὺς, οὐ τὸν δικάζοντα, ἀλλὰ τὸν κρινόµενον αἴτιον τούτου. Σεαυτῷ γὰρ, φησὶ, θησαυρίζεις, οὐχ ὁ Θεός σοι. Ἐκεῖνος γὰρ πάντα ἐποίησεν ὅσα ἐχρῆν, καὶ διαγνωστικόν σε τῶν καλῶν καὶ τῶν οὐ τοιούτων κατεσκεύασε, καὶ µακροθυµίαν ἐπεδείξατο, καὶ εἰςµετάνοιαν ἐκάλεσε, καὶ ἡµέραν ἠπείλησε φοβερὰν, διὰ πάντων σε ἐπὶ τὴν µετάνοιαν ἕλκων· εἰ δὲ µένεις ἀνένδοτος, Σεαυτῷ θησαυρίζεις ὀργὴν ἐν ἡµέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Ἵνα γὰρ µὴ, ἀκούσας ὀργὴν, νοµίσῃς πάθος, ἐπήγαγε·∆ ικαιοκρισίας τοῦ Θεοῦ. Καὶ καλῶς εἶπεν, Ἀποκαλύψεως· τότε γὰρ ἀποκαλύπτεται τοῦτο, ὅταν τὰ κατ' ἀξίαν ἕκαστος ἀπολαµβάνῃ. Ἐνταῦθα γὰρ πολλοὶ πολλάκις ἐπηρεάζουσι παρὰ τὸ δίκαιον καὶ ἐπιβουλεύουσιν· ἐκεῖ δὲ οὐχ οὕτως. Ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς µὲν καθ' ὑποµονὴν ἔργου ἀγαθοῦ.
5.3
Ἐπειδὴ γὰρ φοβερὸς ἐγένετο καὶ βαρὺς, περὶ κρίσεως καὶ τῆς µελλούσης διαλεγόµενος κολάσεως, εὐθέως οὐκ εἰς τὸ προσδοκώµενον ἐνέβαλε τὴντιµωρίαν, ἀλλ' ἐπὶ τὸ ἡδύτερον ἔτρεψε τὸν λόγον, τὴν τῶν ἀγαθῶν ἀντίδοσιν, οὕτω λέγων· Τοῖς µὲν καθ' ὑποµονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιµὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον. Ἐνταῦθα καὶ τοὺς ἀναπεπτωκότας ἐν τοῖς πειρασµοῖς διανίστησι, καὶ δείκνυσιν, ὅτι οὐ χρὴ τῇ πίστει θαῤῥεῖν µόνον· καὶ γὰρ καὶ πράξεών ἐστι τὸ δικαστήριον ἐκεῖνο ἐξεταστικόν. Ὅρα δὲ αὐτὸν ὅταν περὶ τῶν µελλόντων διαλέγηται, µὴ δυνάµενον τρανῶς εἰπεῖν τὰ ἀγαθὰ, ἀλλὰ καὶ δόξαν καὶ τιµὴν λέγοντα. Ἐπειδὴ γὰρ πάντα ὑπερβαίνει τὰ ἀνθρώπινα, οὐκ ἔχει εἰκόνα αὐτῶν ἐντεῦθεν δεῖξαι, ἀλλ' ἀπὸ τῶν δοκούντων εἶναι λαµπρῶν παρ' ἡµῖν, ἀπὸ τούτων αὐτὰ, ὡς ἐγχωρεῖ, παρίστησιν, ἀπὸ τῆς δόξης, ἀπὸ τῆς τιµῆς, ἀπὸ τῆς ζωῆς· ταῦτα γάρ ἐστι τὰ ἀνθρώποις περισπούδαστα. Ἀλλ' οὐ τοιαῦτα ἐκεῖνα, ἀλλὰ πολλῷ βελτίω τούτων, ὅσῳ καὶ ἄφθαρτα καὶ ἀθάνατα. Εἶδες πῶς καὶ τὰς περὶ τῆς ἀναστάσεως τῶν σωµάτων ἡµῖν θύρας ἀνέῳξεν, ἀφθαρσίαν εἰπών; ἡ γὰρ ἀφθαρσία τοῦ φθειροµένου σώµατός ἐστιν. Εἶτα, ἐπειδὴ οὐκ ἤρκει τοῦτο, προσέθηκε δόξαν καὶ τιµήν. Πάντες γὰρ ἀναστησόµεθα ἄφθαρτοι, ἀλλ' οὐ πάντες εἰς δόξαν, ἀλλ' οἱ µὲν εἰς κόλασιν, οἱ δὲ εἰς δόξαν. Τοῖς δὲ ἐξ ἐριθείας, φησί. Πάλιν γὰρ ἀποστερεῖ συγγνώµης τοὺς ἐν κακίᾳ ζῶντας, καὶ δείκνυσιν ἀπὸ φιλονεικίας τινὸς καὶ ῥᾳθυµίας ἐπὶ τὴν πονηρίαν πίπτοντας. Καὶ ἀπειθοῦσι µὲν τῇ ἀληθείᾳ, πειθοµένοις δὲ τῇ ἀδικίᾳ. Ἰδοὺ καὶ ἑτέρα κατηγορία πάλιν. Ποίαν γὰρ ἀπολογίαν ἂν ἔχοι ὁ τὸ φῶς φεύγων, καὶ τὸ σκότος αἱρούµενος; Καὶ οὐκ εἶπε, Βιαζοµένους καὶ τυραννουµένους, ἀλλὰ, Πειθοµένους τῇ ἀδικίᾳ· ἵνα µάθῃς, ὅτι προαιρέσεως τὸ πτῶµα, οὐκ ἀνάγκης τὸ ἔγκληµα. Θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζοµένου τὸ κακόν· τουτέστι κἂν εὔπορός τις ᾖ, κἂν ὕπατος, κἂν αὐτοβασιλεὺς, οὐδένα ὁ τῆς κτίσεως δυσωπεῖται λόγος· οὐδεµίαν γὰρ ἐνταῦθα χώραν τὰ ἀξιώµατα ἔχει.∆ είξας τοίνυν τὴν ὑπερβολὴν τῆς νόσου, καὶ τὴν αἰτίαν προσθεὶς, ὅτι ἀπὸ ῥᾳθυµίας τῶν ἀῤῥωστούντων, καὶ τὸ τέλος, ὅτι ἀπώλεια αὐτοὺς διαδέξεται, καὶ τὸ εὔκολον τῆς διορθώσεως, βαρεῖ πάλιν καὶ ἐν τῇ κολάσει τὸν Ἰουδαῖον. Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Ὁ γὰρ πλείονος ἀπολαύσας τῆς διδασκαλίας, µείζονα ἂν εἴη καὶ τιµωρίαν ἄξιος ὑποµεῖναι παρανοµῶν. Ὥστε ὅσῳ ἂν συνετώτεροι ὦµεν ἢ δυνατώτεροι, τοσοῦτον κολαζόµεθα µᾶλλον ἁµαρτάνοντες. Καὶ γὰρ εἰ πλούσιος εἶ, πλείονα ἀπαιτηθήσῃ χρήµατα τοῦ πένητος, καὶ εἰ συνετώτερος, µείζονα ὑπακοὴν, καὶ εἰ δυναστείαν περιβέβλησαι, λαµπρότερα κατορθώµατα· καὶ ἐπὶ πάντων δὲ τῶν ἄλλων οὕτω πρὸς τὴν δύναµιν καὶ τὰ µέτρα εἰσοίσεις.∆ όξα δὲ καὶ τιµὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζοµένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι. Ποῖον Ἰουδαῖον ἐνταῦθά φησιν, ἢ περὶ ποίων Ἑλλήνων διαλέγεται; Τῶν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας. Οὔπω γὰρ εἰς τοὺς τῆς χάριτος ἔφθασε χρόνους ὁ λόγος, ἀλλ' ἔτι τοῖς ἀνωτέρω χρόνοις ἐνδιατρίβει, προκαθαιρῶν πόῤῥωθεν, καὶ ἀναιρῶν τὸ µέσοντοῦ Ἕλληνος καὶ τοῦ Ἰουδαίου, ἵν', ὅταν ἐν τῇ χάριτι τοῦτο ποιῇ, µηκέτι δόξῃ καινόν τι καὶ φορτικὸν ἐπινοεῖν. Εἰ γὰρ ἐν τοῖς ἀνωτέρω χρόνοις, ὅτε οὔπω ἡ χάρις ἦν ἐκλάµψασα ἡ τοσαύτη, ὅτε τὰ τῶν Ἰουδαίων σεµνὰ καὶ περιβόητα καὶ λαµπρὰ παρὰ πᾶσιν ἦν, οὐδὲνἦν τὸ µέσον, τίνα ἂν ἔχοιεν λοιπὸν εἰπεῖν λόγον µετὰ τὴν τοσαύτην τῆς χάριτος ἐπίδειξιν;∆ ιά τοι τοῦτο καὶ µετὰ πολλῆς αὐτὸ κατασκευάζει τῆς σπουδῆς. Καὶ γὰρ ὁ ἀκροατὴς τοῦτο µαθὼν ἐν τοῖς ἀνωτέρω χρόνοις κρατοῦν, πολλῷ µᾶλλον µετὰ τὴν πίστιν αὐτὸ παραδέξεται. Ἕλληνας δὲ ἐνταῦθά φησιν, οὐ τοὺς εἰδωλολατροῦντας, ἀλλὰ τοὺς θεοσεβοῦντας, τοὺς τῷ φυσικῷ πειθοµένους νόµῳ, τοὺς πλὴν τῶνἸουδαϊκῶν παρατηρήσεων πάντα τὰ πρὸς εὐσέβειαν συντελοῦντα διατηροῦντας· οἷοι ἦσαν οἱ περὶ τὸν Μελχισεδὲχ, οἷος ἦν ὁ Ἰὼβ, οἷοι ἦσαν οἱ Νινευῗται, οἷος ἦν ὁ Κορνήλιος. Ἤδη τοίνυν προδιορύττει τῆς περιτοµῆς καὶ τῆς ἀκροβυστίας τὸ µέσον, καὶ πόῤῥωθεν ταύτην προκαταλύει τὴν διαφορὰν, ὥστε καὶ ἀνυπόπτως αὐτὸποιῆσαι, καὶ ἐξ ἑτέρας ἀνάγκης εἰς τοῦτο ἐµβαλεῖν· ὅπερ ἀεὶ τῆς συνέσεώς ἐστιν ἴδιον τῆς ἀποστολικῆς. Εἰ µὲν γὰρ ἐπὶ τῶν καιρῶν αὐτὸ τῆς χάριτος ἔδειξεν, ἔδοξεν ἂν πολλὴν ὑποψίαν ἔχειν ὁ λόγος· τὸ δὲ διηγούµενον τὴν κατέχουσαν τὸν κόσµον κακίαν καὶ πονηρίαν, ἐκ τῆς ἀκολουθίας ἐκείνης εἰς τὸν περὶ τούτων ἐµβῆναι λόγον, ἀνύποπτον ἐποίειτὴν διδασκαλίαν.
5.4
Καὶ ὅτι τοῦτο βούλεται, καὶ διὰ τοῦτο οὕτω συνέθηκε, δῆλον ἐκεῖθεν. Εἰ µὴ γὰρ τοῦτο ἐσπούδαζε κατασκευάσαι, ἤρκει εἰπόντα, ὅτι Κατὰ τὴν σκληρότητά σου καὶ ἀµετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡµέρᾳὀργῆς, παύσασθαι τῆς ὑποθέσεως ταύτης· καὶ γὰρ ἀπηρτισµένη ἦν. Ἀλλ' ἐπειδὴ οὐ τοῦτο ἦν αὐτῷ τὸ ζητούµενον, περὶ κρίσεως µόνον εἰπεῖν τῆς µελλούσης, ἀλλὰ καὶ δεῖξαι οὐδὲν πλέον ἔχοντα τὸν Ἰουδαῖον τοῦτοιούτου Ἕλληνος, ἵνα µὴ µέγα φρονῇ, πρόεισι περαιτέρω, καὶ τάξει κέχρηται. Σκόπει δέ· Ἐφόβησε τὸν ἀκροατὴν, ἐπήχησεν αὐτῷ τὴν ἡµέραν τὴν φοβερὰν, εἶπεν ὅσον κακὸν τῇ πονηρίᾳ συζῇν, ἔδειξεν οὐδένα ἐξ ἀγνοίας ἁµαρτάνονταοὐδὲ ἀτιµωρητὶ, ἀλλὰ, κἂν µὴ νῦν δῷ δίκην, δώσοντα πάντως· ἐντεῦθεν λοιπὸν βούλεται κατασκευάσαι, ὅτι ἡ τοῦ νόµου διδασκαλία οὐ σφόδρα τῶν κατεπειγόντων ἦν· ἐν γὰρ τοῖς ἔργοις ἡ κόλασις καὶ ἡ τιµὴ, οὐκ ἐν περιτοµῇ καὶ ἀκροβυστίᾳ. Ἐπεὶ οὖν εἶπεν ὅτι πάντως κολασθήσεται ὁ Ἕλλην, καὶ ἔλαβεν ὡµολογηµένον τοῦτο, καὶ ἀπ' αὐτοῦ κατεσκεύασεν, ὅτι καὶ τιµηθήσεται, περιττὸν λοιπὸν ἐδήλωσε τὸν νόµον καὶ τὴν περιτοµήν· µάλιστα γὰρ Ἰουδαίοις ἐνταῦθα µάχεται. Ἐπειδὴ γὰρ ἐκεῖνοι φιλονεικότερον διέκειντο, πρῶτον µὲν ὑπὸ τύφου οὐκ ἀξιοῦντες µετὰ τῶν ἐξ ἐθνῶν συναριθµεῖσθαι· δεύτερον καταγελῶντες, εἰ ἡ πίστις πάντα ἀφανίζει τὰ ἁµαρτήµατα, διὰ τοῦτο πρότερον κατηγόρησε τῶν Ἑλλήνων, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ἵνα ἀνυπόπτως καὶ µετὰ παῤῥησίας τῶν Ἰουδαίων καθίκηται· εἶτα εἰς τὴν περὶ τῆς κολάσεως ἐξέτασιν ἐλθὼν, δείκνυσιν οὐ µόνον οὐδὲν ὠφελούµενον τὸν Ἰουδαῖον ἀπὸ τοῦ νόµου, ἀλλὰ καὶ βαρούµενον· καὶ τοῦτο ἄνωθεν κατασκευάζει. Εἰ γὰρ ὁ Ἕλλην διὰ τοῦτο ἀναπολόγητος, ὅτι τῆς κτίσεως αὐτὸν ἐναγούσης καὶ τῶν λογισµῶν, οὐκ ἐγένετο βελτίων· πολλῷ µᾶλλον ὁ Ἰουδαῖος µετὰ τούτων καὶ τὴν ἀπὸ τοῦ νόµου διδασκαλίαν λαβών. Πείσας τοίνυν αὐτὸν εὐκόλως δέξασθαι τὸν λογισµὸν τοῦτον ἐν τοῖς ἑτέρων ἁµαρτήµασι, καὶ ἄκοντα ἀναγκάζει λοιπὸν ἐν τοῖς περὶ ἑαυτοῦ τοῦτο ποιῆσαι. Καὶ ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ ἐπὶ τῶν χρηστοτέρων αὐτὸν προάγει, λέγων οὕτω·∆ όξα δὲ καὶ τιµὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζοµένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Ἐνταῦθα µὲν γὰρ, ὅσα ἄν τις ἔχῃ καλὰ, µετὰ πολλῶν ἔχει ταραχῶν, κἂν πλούσιος ᾖ, κἂν δυνάστης, κἂν βασιλεύς· κἂν µὴ πρὸς ἕτερον, πρὸς γοῦν ἑαυτὸν διαστασιάζει πολλάκις, καὶ πολὺν ἐν τοῖς λογισµοῖς ἔχει πόλεµον· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ πάντα γαληνὰ καὶ ταραχῆς ἀπηλλαγµένα, καὶ γνησίαν ἔχοντα τὴν εἰρήνην. Κατασκευάσας τοίνυν ἐκ τῶν ἄνωθεν εἰρηµένων, ὅτι καὶ οἱ µὴ νόµον ἔχοντες τῶν αὐτῶν ἀπολαύσονται, ἐπάγει καὶ λογισµὸν, οὕτω λέγων· Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Ὅταν µὲν γὰρ λέγῃ, ὅτι κολάζεται καὶ ὁ Ἰουδαῖος καὶ ὁ Ἕλλην ἁµαρτάνοντες, οὐ δεῖται λογισµῶν· ὅταν δὲ, ὅτι καὶ τιµᾶται ὁ Ἕλλην, συστῆσαι βούληται, καὶ κατασκευῆς δεῖται λοιπόν. Καὶ γὰρ ἐδόκει θαυµαστὸν εἶναι καὶ παράδοξον, εἰ ὁ µὴ νόµου µηδὲ προφητῶν ἀκούσας, τιµᾶται τὰ ἀγαθὰ ἐργαζόµενος.∆ ιὰ τοῦτο, ὅπερ καὶ ἔµπροσθεν εἶπον, ἐν τοῖς πρὸ τῆς χάριτος χρόνοις γυµνάζει αὐτῶν τὰς ἀκοὰς, ἵν' εὐκολώτερον ἐπεισαγάγῃ λοιπὸν µετὰ τῆς πίστεωςκαὶ τὴν ἐν τούτοις συγκατάθεσιν. Ἐνταῦθα γὰρ ἀνύποπτος µάλιστα γίνεται, ἅτε οὐ τὸ ἑαυτοῦ κατασκευάζων. Εἰπὼν τοίνυν,∆ όξα καὶ τιµὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζοµένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι, ἐπήγαγεν· Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Βαβαὶ, ἐξ ὅσης ἐνίκησε τῆς περιουσίας! δείκνυσι γὰρ εἰς ἄτοπον τὸν λόγον ἀπαγαγὼν, ὅτι οὐ κατὰ Θεὸν τὸ µὴ οὕτω γενέσθαι· καὶ γὰρ προσωποληψίας τὸ πρᾶγµα· ὁ δὲ Θεὸς οὐ τοιοῦτος. Καὶ οὐκ εἶπεν, εἰ δὲ µὴ τοῦτο γένοιτο, προσωπολήπτης ὁ Θεὸς, ἀλλὰ σεµνότερον· Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ· τουτέστιν, οὐ προσώπων ποιότητα, ἀλλὰ πραγµάτων ἐξετάζει διαφοράν. Τοῦτο εἰπὼν, ἐδήλωσεν οὐκ ἐν πράγµασιν, ἀλλ' ἐν προσώποις µόνον διαφέροντα τὸν Ἰουδαῖον τοῦ Ἕλληνος. Τούτοις ἀκόλουθον ἦν εἰπεῖν· Οὐ γὰρ, ἐπειδὴ ὁ µὲν Ἰουδαῖος, ὁ δὲ Ἕλλην, διὰ τοῦτο ὁ µὲν τιµᾶται, ὁ δὲ ὑβρίζεται· ἀλλ' ἀπὸ τῶν ἔργων ἑκάτερα γίνεται. Ἀλλ' οὐκ εἶπεν οὕτω· διήγειρε γὰρ ἂν τὸν θυµὸν τοῦ Ἰουδαίου· ἀλλ' ἕτερόν τι πλέον τίθησι κατασπῶν αὐτῶν κατωτέρω τὸ φρόνηµα καὶ καταστέλλων, ὥστε ἐκεῖνο καταδέξασθαι. Τί δέ ἐστι τοῦτο; Τὸ ἑξῆς κείµενον· Ὅσοι γὰρ ἀνόµως, φησὶν, ἥµαρτον, ἀνόµως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόµῳ ἥµαρτον, διὰ νόµου κριθήσονται. Ἐνταῦθα γὰρ, ὅπερ ἔφθην εἰπὼν, οὐ µόνον ἰσοτιµίαν δείκνυσιν Ἰουδαίου καὶ Ἕλληνος, ἀλλὰ καὶ πολὺ τὸν Ἰουδαῖον βαρούµενον ἀπὸ τῆς τοῦ νόµου δόσεως. Ὁ µὲν γὰρ Ἕλλην ἀνόµως κρίνεται· τὸ δὲ, Ἀνόµως, ἐνταῦθα οὐ τὸ χαλεπώτερον, ἀλλὰ τὸ ἡµερώτερον λέγει· τουτέστιν, οὐκ ἔχει κατηγοροῦντα τὸν νόµον. Τὸ γὰρ, Ἀνόµως, τουτέστι, χωρὶς τῆς ἐξ ἐκείνου κατακρίσεως, φησὶν, ἀπὸ τῶν τῆς φύσεως λογισµῶν καταδικάζεται µόνων. Ὁ δὲ Ἰουδαῖος ἐννόµως, τουτέστι, µετὰ τῆς φύσεως καὶ τοῦ νόµου κατηγοροῦντος· ὅσῳ γὰρ πλείονος ἀπήλαυσε τῆς ἐπιµελείας, τοσούτῳ µείζονα δώσει δίκην.
5.5
Ὁρᾷς πῶς µείζονα τοῖς Ἰουδαίοις τὴν ἀνάγκην ἐπέστησε τοῦ τῇ χάριτι προσδραµεῖν; Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι οὐ δέονται τῆς χάριτος, διὰ µόνου τοῦ νόµου δικαιούµενοι, δείκνυσιν, ὅτι αὐτοὶ µᾶλλον τῶν Ἑλλήνων δέονται, εἴ γε µᾶλλονµέλλουσι κολάζεσθαι. Εἶτα πάλιν ἐπάγει λογισµὸν ἕτερον, τοῖς εἰρηµένοις ἐπαγωνιζόµενος. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόµου δίκαιοι παρὰ τῷ Θεῷ· Καλῶς προσέθηκε, Παρὰ τῷ Θεῷ· παρὰ µὲν γὰρ ἀνθρώποις ἴσως σεµνοὶ δύνανται φαίνεσθαι καὶ µεγάλα κοµπάζειν, παρὰ δὲ τῷ Θεῷ, τοὐναντίον ἅπαν, Οἱ ποιηταὶ τοῦ νόµουδικαιοῦνται µόνον. Εἶδες πόσῃ τῇ περιουσίᾳ κέχρηται εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον; Εἰ γὰρ διὰ τὸν νόµον ἀξιοῖς σωθῆναι, φησὶ, πρῶτός σου ταύτῃ ὁ Ἕλλην στήσεται, ποιητὴς φανεὶς τῶν ἐγγεγραµµένων. Καὶ πῶς ἔνι, φησὶν, ἀκροατὴν µὴ γενόµενον, ποιητὴν γενέσθαι; Ἔνι, φησὶν, οὐ τοῦτο µόνον, ἀλλὰ καὶ τὸ τούτου πολλῷ πλέον. Οὐ γὰρ µόνον χωρὶς ἀκροάσεως ἔστι γενέσθαι ποιητὴν, ἀλλὰ καὶ µετὰ ἀκροάσεως µὴ εἶναι τοῦτο· ὅπερ ὕστερον σαφέστερον τίθησι λέγων, καὶ µετὰ πλείονος τῆς περιουσίας· Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ἐνταῦθα δὲ τέως τὸ πρότερον κατασκευάζει. Ὅταν γὰρ ἔθνη, φησὶ, τὰ µὴ νόµον ἔχοντα, φύσει τὰ τοῦ νόµου ποιῇ, οὗτοι νόµον µὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόµος. Οὐκ ἐκβάλλω τὸν νόµον, φησὶν, ἀλλὰ καὶ ἐντεῦθεν δικαιῶ τὰ ἔθνη. Εἶδες πῶς ὑπορύττων τοῦ Ἰουδαϊσµοῦ τὴν δόξαν, οὐδεµίαν καθ' ἑαυτοῦ δίδωσι λαβὴν ὡς ἀτιµάζων τὸν νόµον, ἀλλὰ τοὐναντίον, ὡς ἐπαίρων καὶµέγαν δεικνὺς, οὕτω κατασκευάζει τὸ πᾶν; Φύσει δὲ ὅταν εἴποι, τοῖς ἐκ φύσεως λέγει λογισµοῖς. Καὶ δείκνυσιν ἑτέρους ὄντας αὐτῶν βελτίους, καὶ τὸ µεῖζον, διὰ τοῦτο βελτίους, ἐπειδὴ µὴ νόµον ἔλαβον, µηδὲ ἔχουσι τοῦτον, ᾧ δοκοῦσιν αὐτῶνπλεονεκτεῖν οἱ Ἰουδαῖοι.∆ ιὰ τοῦτο γὰρ, φησὶν, εἰσὶ θαυµαστοὶ, ὅτι νόµου οὐκ ἐδεήθησαν, καὶ τὰ τοῦ νόµου πάντα ἐπεδείξαντο, τὰ ἔργα, οὐ τὰ γράµµατα, ταῖς διανοίαιςαὐτῶν ἐγκολάψαντες. Τοῦτο γάρ φησιν· Οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόµου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συµµαρτυρούσης αὐτοῖς τῆς συνειδήσεως, καὶ µεταξὺ ἀλλήλων τῶνλογισµῶν κατηγορούντων, ἢ καὶ ἀπολογουµένων, ἐν ἡµέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ Εὐαγγέλιόν µου, διὰ Ἰησοῦ Χριστοῦ. Ὁρᾷς πῶς πάλιν παρέστησε τὴν ἡµέραν ἐκείνην καὶ ἐγγὺς ἤγαγε, κατασείων αὐτῶν τὴν διάνοιαν, καὶ δεικνὺς, ὅτι τούτους δεῖ τιµᾶσθαι µᾶλλον τοὺςχωρὶς νόµου τὰ τοῦ νόµου κατορθοῦν ἐσπουδακότας; Ὃ δὲ µάλιστα ἔστι θαυµάσαι τῆς συνέσεως τῆς ἀποστολικῆς, τοῦτο ἄξιον εἰπεῖν νῦν. Ἀπὸ γὰρ τῆς κατασκευῆς δείξας, ὅτι µείζων ὁ Ἕλλην τοῦ Ἰουδαίου, ἐν τῇ συναγωγῇ καὶ ἐν τῷ συµπεράσµατι τῶν λογισµῶν οὐ τίθησιν αὐτὸ, ὥστεµὴ τραχῦναι τὸν Ἰουδαῖον. Ἵνα δὲ καὶ σαφέστερον ὅπερ εἶπον ποιήσω, αὐτὰ ἐρῶ τὰ ῥήµατα τὰ ἀποστολικά. Ἐπειδὴ γὰρ εἶπεν, Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόµου, ἀλλ' οἱ ποιηταὶ τοῦ νόµου δικαιωθήσονται, ἀκόλουθον ἦν εἰπεῖν· Ὅταν γὰρ ἔθνη τὰ µὴ νόµον ἔχοντα, φύσει τὰ τοῦ νόµου ποιῇ, τούτων πολλῷ βελτίους εἰσὶ τῶν ἀπὸ νόµου διδασκοµένων. Ἀλλ' οὐ λέγει τοῦτο, ἀλλ' ἵσταται µέχρι τοῦ ἐγκωµίου τῶν Ἑλλήνων, καὶ οὐ προάγει τὸν λόγον κατὰ σύγκρισιν τέως, ἵνα κἂν οὕτως ὁ Ἰουδαῖος δέξηταιτὸ λεγόµενον.∆ ιόπερ οὐχ οὕτως εἶπεν, ὡς εἶπον, ἀλλὰ πῶς; Ὅταν γὰρ ἔθνη τὰ µὴ νόµον ἔχοντα, φύσει τὰ τοῦ νόµου ποιῇ, οὗτοι νόµον µὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόµος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόµου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συµµαρτυρούσης αὐτῶν τῆς συνειδήσεως. Ἀρκεῖ γὰρ ἀντὶ τοῦ νόµου τὸ συνειδὸς καὶ λογισµός.∆ ιὰ τούτων ἔδειξε πάλιν, ὅτι αὐτάρκη τὸν ἄνθρωπον ἐποίησεν ὁ Θεὸς πρὸς τὴν τῆς ἀρετῆς αἵρεσιν, καὶ τὴν τῆς κακίας φυγήν. Καὶ µὴ θαυµάσῃς, εἰ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις αὐτὸ κατασκευάζει. Σφόδρα γὰρ ἦν ἀναγκαῖον αὐτῷ τὸ κεφάλαιον τοῦτο διὰ τοὺς λέγοντας· Τί δήποτε νῦν ὁ Χριστὸς παρεγένετο; καὶ ποῦ τὸν ἔµπροσθεν χρόνον τὰ τῆς τοσαύτης προνοίας ἦν; Καὶ πρὸς τούτους οὖν ἐν παρέργῳ νῦν ἀποµαχόµενος, δείκνυσιν, ὅτι καὶ ἐν τοῖς ἄνωθεν χρόνοις, καὶ πρὸ τῆς τοῦ νόµου δόσεως πάσης ἀπήλαυσε προνοίαςἡ τῶν ἀνθρώπων φύσις. Καὶ γὰρ Τὸ γνωστὸν τοῦ Θεοῦ φανερὸν ἦν αὐτοῖς, καὶ τί µὲν καλὸν, τί δὲ κακὸν ᾔδεσαν, δι' ὧν τοὺς ἄλλους ἔκριναν· ὅπερ ὀνειδίζων αὐτοῖς, ἔλεγεν, ὅτι Ἐν ᾧ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Ἐπὶ δὲ τῶν Ἰουδαίων, µετὰ τῶν εἰρηµένων καὶ ὁ νόµος ἕστηκεν, οὐχὶ λογισµὸς µόνον οὐδὲ συνείδησις. Τίνος δὲ ἕνεκεν τίθησι τὸ, Κατηγορούντων ἢ καὶ ἀπολογουµένων; Εἰ γὰρ νόµον ἔχουσι γραπτὸν καὶ τὸ ἔργον ἐνδείκνυνται, τί ἔχει κατηγορῆσαι λοιπὸν ὁ λογισµός; Ἀλλ' οὐκέτι περὶ ἐκείνων φησὶ τὸ, Κατηγορούντων, µόνον, ἀλλὰ καὶ περὶ τῆς φύσεως ἁπάσης. Τότε γὰρ ἑστήκασιν ἡµῶν καὶ οἱ λογισµοὶ, οἱ µὲν κατηγοροῦντες, οἱ δὲ ἀπολογούµενοι, καὶ οὐ δεῖται ἑτέρου κατηγόρου ἄνθρωπος ἐπ' ἐκείνου τοῦ δικαστηρίου. Εἶτα αὔξων τὸν φόβον, οὐκ εἶπε, Τὰ ἁµαρτήµατα τῶν ἀνθρώπων, ἀλλὰ, Τὰ κρυπτὰ τῶν ἀνθρώπων. Ἐπειδὴ γὰρ εἶπε· Λογίζῃ ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι ἐκφεύξῃ τὸ κρῖµα τοῦ Θεοῦ; ἵνα µὴ τοιαύτην ἐκδέξῃ ψῆφον, οἵαν καὶ αὐτὸς φέρεις, ἀλλ' ἴδῃς, ὅτι πολλῷ τῆς σῆς ἀκριβεστέρα ἡ τοῦ Θεοῦ, ἐπήγαγε· Τὰ κρυπτὰ τῶν ἀνθρώπων, καὶ προσέθηκε· Κατὰ τὸ Εὐαγγέλιόν µου, διὰ Ἰησοῦ Χριστοῦ. Ἄνθρωποι γὰρ τῶν φανερῶν κάθηνται δικασταὶ µόνων. Καίτοι γε ἄνω περὶ τοῦ Πατρὸς ἔλεγε µόνου, ἀλλ' ἐπειδὴ λοιπὸν αὐτοὺς κατελέανε τῷ φόβῳ, ἐπήγαγε καὶ τὸν περὶ τοῦ Χριστοῦ λόγον· καὶ οὐδὲ τοῦτον ἁπλῶς, ἀλλὰ καὶ ἐνταῦθα τοῦ Πατρὸς µνηµονεύσας, οὕτως αὐτὸν ἐπεισήγαγε· καὶ τοῦ κηρύγµατος δὲ τὸ ἀξίωµα δι' αὐτῶν ἐπαίρει· τοῦτο γὰρ, φησὶ, τὸ κήρυγµα ταῦτα προαναφωνεῖ, ἃ προλαβοῦσα ἡ φύσις ἔδειξεν.
5.6
Εἶδες πῶς συνετῶς καὶ τῷ Εὐαγγελίῳ καὶ τῷ Χριστῷ φέρων αὐτοὺς προσέδησε, καὶ ἀπέδειξεν, ὅτι οὐ µέχρι τῶν ἐνταῦθα τὰ ἡµέτερα ἵσταται, ἀλλὰὁδεύει περαι τέρω; Ὃ καὶ ἄνω κατεσκεύασεν εἰπὼν, Θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡµέρᾳ ὀργῆς, καὶ ἐνταῦθα πάλιν, Κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Ἕκαστος τοίνυν εἰς τὸ ἑαυτοῦ συνειδὸς ἐλθὼν, καὶ ἀναλογιζόµενος τὰ πληµµελήµατα, ἀπαιτείτω τὰς εὐθύνας ἑαυτὸν ἀκριβῶς, ἵνα τότε µὴκατακριθῶµεν µετὰ τῆς οἰκουµένης. Φοβερὸν γὰρ ἐκεῖνο τὸ δικαστήριον, φρικτὸν τὸ βῆµα, τρόµου γέµουσιν αἱ εὐθῦναι, πυρὸς ἕλκεται ποταµός· Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἀναµνήσθητι γὰρ τῶν ἐν τῷ Εὐαγγελίῳ λεγοµένων, τῶν ἀγγέλων τῶν περιτρεχόντων, τοῦ νυµφῶνος τοῦ ἀποκλειοµένου, τῶν λαµπάδων τῶνµὴ σβεννυµένων, τῶν δυνάµεων τῶν εἰς τὰς καµίνους ἑλκουσῶν. Κἀκεῖνο λόγισαι, ὅτι εἴ τινος ἡµῶν πρᾶγµα κρυπτὸν εἰς µέσον ἐνήχθη τήµερον ἐπὶ τῆς ἐκκλησίας µόνης, πῶς ἂν ἀπολέσθαι καὶ τὴν γῆν αὐτῷδιαστῆναι ηὔξατο µᾶλλον, ἢ τοσούτους µάρτυρας τῆς κακίας σχεῖν! Τί οὖν τότε πεισόµεθα, ὅταν ἐπὶ τῆς οἰκουµένης εἰς µέσον ἅπαντα φέρηται ἐν τοιούτῳθεάτρῳ λαµπρῷ καὶ περιφανεῖ, καὶ τῶν γνωρίµων καὶ τῶν ἀγνώστων ἡµῖν ἅπαντα κατοπτευόντων; Ἀλλ' οἴµοι πόθεν ἀναγκάζοµαι φοβεῖν ὑµᾶς; ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπολήψεως, δέον ἀπὸ τοῦ φόβου τοῦ Θεοῦ, καὶ τῆς ἑαυτοῦ καταγνώσεως τοῦτο ποιεῖν; Τίνες γὰρ ἐσόµεθα, εἰπέ µοι, τότε, ὅταν δεθέντες, τῶν ὀδόντων βρυχόντων, εἰς τὸ ἐξώτερον ἀγώµεθα σκότος; µᾶλλον δὲ τί ποιήσοµεν, ὃ πάντων ἐστὶ φοβερώτερον, ὅταν τῷ Θεῷ προσκρούσωµεν; Εἰ γάρ τις αἴσθησιν ἔχει καὶ νοῦν, ἤδη καὶ τὴν γέενναν ὑπέµεινεν, ὅταν ἐξ ὄψεως γένηται τοῦ Θεοῦ· ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ὀδυνᾷ, διὰ τοῦτο ἠπείλει πῦρ. Καὶ γὰρ ἐχρῆν, οὐχ ὅταν κολαζώµεθα, ἀλγεῖν, ἀλλ' ὅταν ἁµαρτάνωµεν. Ἄκουσον γοῦν τοῦ Παύλου θρηνοῦντος καὶ ἀποδυροµένου ὑπὲρ ἁµαρτηµάτων, ὧν οὐκ ἔµελλε δώσειν δίκην. Οὐ γάρ εἰµι ἱκανὸς, φησὶ, καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν. Ἄκουσον γοῦν καὶ τοῦ∆ αυῒδ τῆς µὲν κολάσεως ἀπηλλαγµένου, ἐπειδὴ δὲ ἐνόµισε τῷ Θεῷ προσκεκρουκέναι, τὴν τιµωρίαν καθ' ἑαυτοῦ καλοῦντοςκαὶ λέγοντος· Γενέσθω ἡ χείρ σου ἐν ἐµοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός µου. Τὸ γὰρ προσκροῦσαι τῷ Θεῷ, τοῦ κολασθῆναι χαλεπώτερον. Νῦν δὲ οὕτως ἀθλίως διακείµεθα, ὡς εἰ µὴ γεέννης φόβος ἦν, µηδὲ ἂν ἑλέσθαι ταχέως ποιῆσαί τι καλόν.∆ ιόπερ εἰ καὶ µηδενὸς ἕνεκεν ἑτέρου, τούτου γε ἕνεκεν γεέννης ἂν ἦµεν ἄξιοι, τὴν γέενναν µᾶλλον τοῦ Χριστοῦ φοβούµενοι. Ἀλλ' οὐχ ὁ µακάριος Παῦλος οὕτως, ἀλλ' ἀντιστρόφως. Ἐπειδὴ δὲ ἡµεῖς ἑτέρως, διὰ τοῦτο τῇ γεέννῃ καταδικαζόµεθα· ὡς εἴ γε τὸν Χριστὸν ἐφιλοῦµεν, ὡς φιλεῖν ἐχρῆν, ἔγνωµεν ἂν, ὅτι γεέννης χαλεπώτερον τὸ προσκροῦσαι τῷ φιλουµένῳ· ἐπειδὴ δὲ οὐ φιλοῦµεν, οὐκ ἴσµεν τῆς κολάσεως ταύτης τὸ µέγεθος. Καὶ τοῦτό ἐστιν, ὃ µάλιστα ὀδύροµαι καὶ θρηνῶ. Καίτοι τί οὐκ ἐποίησεν ὁ Θεὸς, ὥστε φιληθῆναι παρ' ἡµῶν; τί δὲ οὐκ ἐµηχανήσατο; τί δὲ παρέλιπεν; Ὑβρίσαµεν αὐτὸν µηδὲν ἠδικηκότα, ἀλλὰ καὶ εὐεργετήσαντα µυρία καὶ ἀπόῤῥητα ἀγαθὰ, ἀπεστράφηµεν καλοῦντα καὶ πανταχόθεν ἐφελκόµενον, καὶοὐδὲ οὕτως ἡµᾶς ἐκόλασεν, ἀλλὰ προσέδραµεν αὐτὸς, καὶ κατέσχε φεύγοντας, καὶ ἀπετιναξάµεθα καὶ πρὸς τὸν διάβολον ἀπεπηδήσαµεν· καὶ οὐδὲ οὕτως ἀπέστη, ἀλλ' ἔπεµψε µυρίους παρακαλοῦντας πάλιν, προφήτας, ἀγγέλους, πατριάρχας· ἡµεῖς δὲ οὐ µόνον οὐκ ἐδεξάµεθα τὴν πρεσβείαν, ἀλλὰ καὶ ὑβρίσαµεν τοὺς ἐλθόντας. Ὁ δὲ οὐδὲ ἐπὶ τούτοις ἡµᾶς διέπτυσεν, ἀλλ' ὥσπερ οἱ σφοδροὶ τῶν ἐραστῶν τῶν καταφρονουµένων, περιῄει πᾶσιν ἐντυγχάνων, τῷ οὐρανῷ, τῇ γῇ, τῷἹερεµίᾳ, τῷ Μιχαίᾳ, οὐχ ἵνα βαρήσῃ, ἀλλ' ἵνα ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογήσηται, καὶ µετὰ τῶν προφητῶν καὶ αὐτὸς προσῄει τοῖς ἀποστρεφοµένοιςαὐτὸν, εὐθύνας ἕτοιµος ὢν παρασχεῖν, καὶ εἰς τὸν λόγον ἀξιῶν καθεῖναι, καὶ πρὸς ἅπαντα κεκωφωµένους εἰς τὴν πρὸς αὐτὸν διάλεξιν ἕλκων. Λαὸς γάρ µου, φησὶ, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; ἀποκρίθητί µοι. Μετὰ ταῦτα ἅπαντα ἀπεκτείναµεν τοὺς προφήτας, ἐλιθάσαµεν, µυρία ἕτερα εἰργασάµεθα κακά. Τί οὖν ἀντὶ τούτων; Οὐκέτι προφήτας, οὐκέτι ἀγγέλους, οὐκέτι πατριάρχας, ἀλλ' αὐτὸν ἔπεµψε τὸν Υἱόν. Ἀνῃρέθη καὶ ὁ Υἱὸς ἐλθὼν, καὶ οὐδὲ οὕτως ἔσβεσε τὸν ἔρωτα, ἀλλ' ἀνῆψε µειζόνως, καὶ ἐπιµένει παρακαλῶν καὶ µετὰ τὸ τὸν Υἱὸν ἀναιρεθῆναι τὸν αὐτοῦ, καὶ δεόµενος, καὶ πάντα ποιῶν ὑπὲρ τοῦ πρὸς αὐτὸν ἐπιστρέψαι. Καὶ βοᾷ Παῦλος λέγων· Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύοµεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡµῶν· καταλλάγητε τῷ Θεῷ.
5.7
Ἀλλ' οὐδὲν τούτων ἡµᾶς κατήλλαξεν. Ὁ δὲ οὐδὲ οὕτως ἡµᾶς κατέλιπεν, ἀλλὰ µένει καὶ γέενναν ἀπειλῶν, καὶ βασιλείαν ἐπαγγελλόµενος, ἵνα κἂν οὕτως ἡµᾶς ἐφελκύσηται· ἡµεῖς δὲ ἀναλγήτως ἔτι διακείµεθα. Τί ταύτης τῆς θηριωδίας χεῖρον γένοιτ' ἄν; Εἰ γὰρ ἄνθρωπος ταῦτα ἐποίησεν, οὐκ ἂν αὐτοῦ πολλάκις ἐγενόµεθα δοῦλοι; τὸν δὲ Θεὸν ποιοῦντα ἀποστρεφόµεθα; Ὢ τῆς ῥᾳθυµίας! ὢ τῆς ἀγνωµοσύνης! οἳ διαπαντὸς µὲν ἐν ἁµαρτίαις καὶ πονηρίαις ζῶµεν, ἂν δέ ποτέ τι καὶ ποιήσωµεν µικρὸν ἀγαθὸν, κατὰτοὺς ἀγνώµονας τῶν οἰκετῶν µετὰ πολλῆς τῆς καπηλείας ἐξετάζοµεν, καὶ ἀκριβολογούµεθα περὶ τῆς ἀντιδόσεως, εἴ γε ἔχει µισθόν τινα τὸ γινόµενον. Καὶ µὴν µείζων ὁ µισθὸς, ἐὰν µὴ ἐπ' ἐλπίδι µισθῶν ποιῇς· τὸ γὰρ ταῦτα λέγειν καὶ ἀκριβολογεῖσθαι, µισθωτοῦ µᾶλλον ῥήµατά ἐστιν, ἢ εὐγνώµονος οἰκέτου.∆ εῖ γὰρ πάντα διὰ τὸν Χριστὸν ποιεῖν, οὐ διὰ τὸν µισθόν· καὶ γὰρ καὶ γέενναν διὰ τοῦτο ἠπείλησε, καὶ βασιλείαν ἐπηγγείλατο, ἵνα φιλῆται παρ' ἡµῶν. Φιλήσωµεν τοίνυν αὐτὸν, ὡς φιλεῖν χρή· τοῦτο γὰρ ὁ µέγας µισθὸς, τοῦτο βασιλεία καὶ ἡδονὴ, τοῦτο τρυφὴ καὶ δόξα καὶ τιµὴ, τοῦτο φῶς, τοῦτο ἡ µυριοµακαριότης, ἣν οὐ λόγος παραστῆσαιδύναται, οὐ νοῦς καταλαβεῖν. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς εἰς τούτους παρήχθην τοὺς λόγους, ἀνθρώποις µηδὲ ἀρχῆς καὶ δόξης καταφρονοῦσι τῆς παρούσης διὰ τὸν Χριστὸνβασιλείας κελεύων καταφρονεῖν· καίτοι γε οἱ µεγάλοι καὶ γενναῖοι ἄνδρες ἐκεῖνοι καὶ εἰς τοῦτο τὸ µέτρον τῆς ἀγάπης ἔφθασαν. Ἄκουσον γοῦν πῶς ὁ Πέτρος περὶ αὐτοῦ περικαίεται, καὶ ψυχῆς καὶ ζωῆς καὶ πάντων αὐτὸν προτιθείς· καὶ ἡνίκα δὲ αὐτὸν ἠρνήσατο, οὐ διὰ τὴν κόλασιν ἐπένθει, ἀλλ' ἐπειδὴ τὸν ποθούµενον ἠρνήσατο, ὃ πάσης κολάσεως αὐτῷ πικρότερον ἦν. Καὶ ταῦτα ἅπαντα πρὸ τῆς τοῦ Πνεύµατος χάριτος ἐπεδεί κνυτο, καὶ συνεχῶς ἐπέκειτο λέγων· Ποῦ ὑπάγεις; καὶ πρὸ τούτου, Πρὸς τίνα ἀπελευσόµεθα; καὶ πάλιν, Ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ. Πάντα γὰρ αὐτὸς ἦν αὐτοῖς, καὶ οὔτε οὐρανὸν οὔτε βασιλείαν οὐρανῶν πρὸ τοῦ ποθουµένου ἦγον. Σὺ γάρ µοι πάντα ἐκεῖνα, φησί. Καὶ τί θαυµάζεις, εἰ Πέτρος οὕτω διέκειτο; Καὶ γὰρ ὁ προφήτης ἄκουσον τί φησι· Τί γάρ µοι ὑπάρχει ἐν τῷ οὐρανῷ; καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ τῶν ἄνω, οὐ τῶν κάτω οὐδενὸς ἐφίεµαι ἑτέρου, ἀλλ' ἢ σοῦ µόνου. Τοῦτό ἐστιν ἔρως, τοῦτο φιλία· ἂν οὕτω φιλήσωµεν, οὐ τὰ παρόντα µόνον, ἀλλ' οὐδὲ τὰ µέλλοντα πρὸς τὸ φίλτρον ἐκεῖνο ἡγησόµεθά τι εἶναι, καὶ τὴν βασιλείαν ἐντεῦθενκαρπωσόµεθα, ἐντρυφῶντες αὐτοῦ τῇ ἀγάπῃ. Καὶ πῶς ἔσται τοῦτο, φησίν. Εἰ ἐννοήσοµεν, ποσάκις αὐτὸν ὑβρίζοµεν µετὰ µυρία ἀγαθὰ, αὐτὸς δὲ ἕστηκε παρακαλῶν· ὁσάκις αὐτὸν παρατρέχοµεν, αὐτὸς δὲ οὐ παρορᾷ, ἀλλ' ἐπιτρέχει καὶ ἐφέλκεται καὶ πρὸς ἑαυτὸν ἐπισπᾶται. Ἂν γὰρ ταῦτα καὶ τὰ τοιαῦτα λογισώµεθα, δυνησόµεθα τὸν πόθον ἀνάψαι τοῦτον. Εἰ γὰρ ἄνθρωπος εὐτελὴς ἦν ὁ οὕτω φιλῶν, βασιλεὺς δὲ ὁ οὕτω φιλούµενος, οὐκ ἂν ᾐδέσθη τῷ τοῦ ἔρωτος µεγέθει; Σφόδρα µὲν οὖν. Ὅταν δὲ τοὐναντίον τι ᾖ, καὶ ἄφατον µὲν ἐκεῖνο τὸ κάλλος καὶ ἡ δόξα καὶ ὁ πλοῦτος τοῦ φιλοῦντος ἡµᾶς, ἡµῶν δὲ πολλὴ ἡ εὐτέλεια, πῶς οὐχὶ µυρίαςἐσµὲν κολάσεως ἄξιοι οἱ οὕτως εὐτελεῖς καὶ ἀπεῤῥιµµένοι, παρὰ τοιούτου µεγάλου καὶ θαυµαστοῦ φιλούµενοι µεθ' ὑπερβολῆς ἁπάσης, καὶ καταστρηνιῶντεςαὐτοῦ τῆς ἀγάπης; Οὐδενὸς δεῖται ἐκεῖνος τῶν ἡµετέρων, καὶ οὐδὲ οὕτω παύεται ἡµῶν ἐρῶν· ἡµεῖς δὲ σφόδρα δεόµεθα τῶν αὐτοῦ, καὶ οὐδὲ οὕτως ἀντεχόµεθα αὐτοῦ τῆς ἀγάπης, ἀλλὰ χρήµατα αὐτοῦ προτιµῶµεν, καὶ φιλίας ἀνθρώπων, καὶσώµατος ἄνεσιν, καὶ δυναστείαν καὶ δόξαν, τοῦ µηδὲν ἡµῶν προτιµῶντος; Ἕνα γὰρ εἶχεν Υἱὸν µονογενῆ καὶ γνήσιον, καὶ οὐδὲ τούτου ἐφείσατο δι' ἡµᾶς· ἡµεῖς δὲ αὐτοῦ πολλὰ προτιµῶµεν. Ἆρ' οὖν οὐκ εἰκότως γέεννα καὶ κόλασις, εἰ καὶ διπλῆ καὶ τριπλῆ ἦν καὶ µυριάκις τοσαύτη; Τί γὰρ ἂν ἔχοιµεν εἰπεῖν, ὅταν τοῦ Σατανᾶ τὰ ἐπιτάγµατα προτιµῶµεν τῶν τοῦ Χριστοῦ νόµων, καὶ τῆς σωτηρίας τῆς ἡµετέρας ἀφειδῶµεν, ἵναπροτιµήσωµεν τὰ τῆς πονηρίας ἔργα τοῦ πάντα ὑπὲρ ἡµῶν παθόντος; Καὶ ποίας συγγνώµης τὰ τοιαῦτα ἄξια; ποίας ἀπολογίας; Οὐδεµιᾶς. Στῶµεν οὖν λοιπὸν µὴ κατὰ κρηµνῶν φερόµενοι, καὶ ἀνανήψωµεν, καὶ πάντα ἀναλογισάµενοι ταῦτα, δόξαν ἀναπέµψωµεν αὐτῷ διὰ τῶν ἔργων· οὐ γὰρ ἀρκεῖ διὰ τῶν ῥηµάτων· ἵνα καὶ τῆς δόξης ἀπολαύσωµεν τῆς παρ' αὐτοῦ, ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗτῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note