Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
6.0
Ἴδε, σὺ Ἰουδαῖος ἐπονοµάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόµῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέληµα, καὶ δοκιµάζεις τὰ διαφέροντα, κατ ηχούµενος ἐκτοῦ νόµου.
6.1
Εἰπὼν, ὅτι οὐδὲν λείπει τῷ Ἕλληνι πρὸς τὸ σωθῆναι, ἐὰν τοῦ νόµου ᾖ ποιητὴς, καὶ τὴν θαυµαστὴν σύγκρισιν ποιησάµενος ἐκείνην, τίθησι λοιπὸν καὶτὰ σεµνὰ τῶν Ἰουδαίων, ἀφ' ὧν κατὰ τῶν Ἑλλήνων ἐφρόνουν. Καὶ πρῶτον αὐτὸ τὸ ὄνοµα ὃ σφόδρα σεµνὸν ἦν, ὥσπερ νῦν ὁ Χριστιανισµός· καὶ γὰρ ἀπὸ τῆς προσηγορίας πολλὴ ἦν ἡ διαφορὰ καὶ τότε· διὸ καὶ ἐντεῦθεν ἄρχεται. Καὶ ὅρα πῶς αὐτὸ καθαιρεῖ. Οὐ γὰρ εἶπε, Σὺ Ἰουδαῖος εἶ, ἀλλ', Ἐπονοµάζῃ, καὶκαυχᾶσαι ἐν Θεῷ· τουτέστιν, ὡς φιληθεὶς παρ' αὐτοῦ, καὶ προτιµηθεὶς τῶν ἄλλων ἀνθρώπων. Ἐνταῦθα δέ µοι ἠρέµα δοκεῖ εἰς ἀπόνοιάν τε αὐτοὺς σκώπτειν, καὶ εἰς πολλὴν τὴν δοξοµανίαν, ὅτι τῷ δώρῳ τούτῳ οὐκ εἰς τὴν σωτηρίαν τὴνἑαυτῶν, ἀλλ' εἰς τὸ τῶν ἄλλων κατεξανίστασθαι καὶ ὑπερορᾷν κατεκέχρηντο. Καὶ γινώσκεις τὸ θέληµα, καὶ δοκιµάζεις τὰ διαφέροντα. Καὶ µὴν καὶ τοῦτο ἐλάττωµα χωρὶς ἔργου· ἀλλ' ὅµως ἐδόκει πλεονέκτηµα εἶναι· διὸ καὶ µετὰ ἀκριβείας αὐτὸ τίθησιν. Οὐ γὰρ εἶπε, Πράττεις, ἀλλὰ, Γινώσκεις καὶ δοκιµάζεις, οὐ µετέρχῃ καὶ ποιεῖς. Πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν. Πάλιν ἐνταῦθα οὐκ εἶπεν, ὅτι εἶ ὁδηγὸς τυφλῶν, ἀλλὰ, Πέποιθας, οὕτω κοµπάζεις, φησί· πολλὴ γὰρ ἦν ἡ ἀπόνοια τῶν Ἰουδαίων.∆ ιὸ καὶ σχεδὸν αὐτὰ φθέγγεται τὰ ῥήµατα, ἅπερ ἐκεῖνοι κοµπάζοντες ἔλεγον. Ὅρα γοῦν ἐν τοῖς Εὐαγγελίοις τί λέγουσιν· Ἐν ἁµαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡµᾶς; καὶ µέγα ἐφρόνουν κατὰ πάντων. Ὅπερ ἐλέγχων ὁ Παῦλος ἐπέµενε, τούτους µὲν ἐπαίρων, ἐκείνους δὲ καθαιρῶν, ἵνα οὕτω µᾶλλον αὐτῶν καθάψηται, καὶ βαρυτέραν ποιήσῃ τὴν κατηγορίαν.∆ ιὸ καὶ πρόεισιν αὔξων τὸ τοιοῦτο, καὶ πλεονάζων τῷ διαφόρως ἀπαγγέλλειν. Πέποιθας γὰρ σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν µόρφωσιν τῆς γνώσεως καὶτῆς ἀληθείας ἐν τῷ νόµῳ. Οὐκ εἶπε πάλιν, Ἐν τῷ συνειδότι καὶ ἐν ταῖς πράξεσι καὶ ἐν τοῖς κατορθώµασιν, ἀλλ', Ἐν τῷ νόµῳ. Καὶ ταῦτα εἰπὼν, ὅπερ καὶ ἐπὶ τῶν ἐθνικῶν ἐποίησε, τοῦτο καὶ ἐνταῦθα. Ὥσπερ γὰρ ἐκεῖ φησιν, Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· οὕτω καὶ ἐνταῦθα λέγει, Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ἀλλ' ἐκεῖ µὲν ἀποτοµώτερον, ἐνταῦθα δὲ ἡµερώτερον κέχρηται τῷ λόγῳ. Οὐ γὰρ εἶπε, Καὶ µὴν διὰ τοῦτο µείζονος εἶ κολάσεως ἄξιος, ὅτι τοσαῦτα ἐγχειρισθεὶς, οὐδενὶ τούτων εἰς δέον κέχρησαι· ἀλλὰ κατ' ἐρώτησιν προάγει τὸν λόγον, ἐντρέπων καὶ λέγων· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Σκόπει δέ µοι καὶ ἑτέρωθεν τοῦ Παύλου τὴν σύνεσιν. Τὰ γὰρ πλεονεκτήµατα τίθησι τῶν Ἰουδαίων ταῦτα, ἅπερ οὐ τῆς αὐτῶν σπουδῆς ἦν, ἀλλὰ τῆς ἄνωθεν δωρεᾶς, καὶ δείκνυσιν, οὐ µόνον περιττὰὄντα ἀµελοῦσιν αὐτοῖς, ἀλλὰ καὶ προσθήκην κολάσεως φέροντα. Οὐ γὰρ τὸ Ἰουδαῖον καλεῖσθαι, αὐτῶν κατόρθωµα, οὐδὲ τὸ νόµον λαβεῖν, οὐδὲ τὰ ἄλλα, ἅπερ ἀπηριθµήσατο νῦν, ἀλλὰ τῆς ἄνωθεν χάριτος. Καὶ παρὰ µὲν τὴν ἀρχὴν ἔλεγεν, ὅτι οὐδὲν ὠφελεῖ ἡ ἀκρόασις τοῦ νόµου, ἐὰν µὴ ἡ πρᾶξις προσῇ· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόµου, φησὶ, δίκαιοι παρὰ τῷ Θεῷ· νῦν δὲ πολλῷ µᾶλλον δείκνυσιν, ὅτι οὐ µόνον ἡ ἀκρόασις, ἀλλὰ καὶ, ὃ πλέον τῆς ἀκροάσεως ἦν, ἡ διδασκαλία οὐδὲ αὐτὴ δυνήσεται προστῆναι, τοῦ διδάσκοντος µὴ πράττοντος ἅπερ, φησὶ, διδάσκει· καὶ οὐ µόνον οὐ προστήσεται, ἀλλὰ καὶ κολάσει µειζόνως. Καλῶς δὲ καὶ ταῖς λέξεσι κέχρηται· οὐ γὰρ εἶπεν, Ἔλαβες νόµον, ἀλλ', Ἐπαναπαύῃ νόµῳ· καὶ γὰρ οὐκ ἔκαµνεν ὁ Ἰουδαῖος περιιὼν καὶ ζητῶν τὰ πρακτέα, ἀλλ' ἐξ εὐκολίας εἶχε τὸν νόµον δεικνύντα τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν. Εἰ γὰρ καὶ τὰ ἔθνη ἔχει τὸν τῆς φύσεως λογισµὸν, ὅθεν αὐτῶν καὶ πλεονεκτεῖ, χωρὶς ἀκροάσεως ὡς ποιοῦντα ἅπαντα, ἀλλ' ὅµως ἐκεῖ µείζων ἡ εὐκολία ἦν. Εἰ δὲ λέγεις, ὅτι Οὐκ ἀκούω µόνον, ἀλλὰ καὶ διδάσκω· καὶ τοῦτο αὐτὸ προσθήκη τιµωρίας. Ἐπειδὴ γὰρ τούτῳ µέγα ἐφρόνουν, ἐντεῦθεν µάλιστα αὐτοὺς δείκνυσιν ὄντας καταγελάστους. Ὅταν δὲ λέγῃ, Ὁδηγὸν τυφλῶν, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, τὸν ἐκείνων λέγει τῦφον· σφόδρα γὰρ ἀπεκέχρηντο τοῖς προσηλύτοις, καὶ ἀπὸ τούτων ἐκάλουν τῶν ὀνοµάτων αὐτούς.
6.2
∆ ιὸ καὶ ἐπιδαψιλεύεται τοῖς δοκοῦσιν αὐτῶν εἶναι ἐγκωµίοις, εἰδὼς, ὅτι µείζονος κατηγορίας ὑπόθεσις τὰ λεγόµενα. Ἔχοντα τὴν µόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόµῳ. Ὥσπερ ἂν εἴ τις τὴν βασιλικὴν εἰκόνα ἔχων, µηδὲν πρὸς ἐκείνην γράφοι· οἱ δὲ µὴ πιστευθέντες αὐτὴν, καὶ χωρὶς τοῦ πρωτοτύπου µετὰ ἀκριβείας αὐτὴν µιµοῖντο. Εἶτα εἰπὼν τὰ πλεονεκτήµατα, ἅπερ ἔσχον παρὰ τοῦ Θεοῦ, λέγει αὐτῶν τὰ ἐλαττώµατα, ἅπερ οἱ προφῆται κατηγόρουν, ταῦτα εἰς µέσον φέρων· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων µὴ κλέπτειν, κλέπτεις; ὁ λέγων µὴ µοιχεύειν, µοιχεύεις; ὁ βδελυσσόµενος τὰ εἴδωλα, ἱεροσυλεῖς; Καὶ γὰρ σφόδρα ἦν ἀπηγορευµένον τῶν ἐν τοῖς εἰδωλείοις ἅπτεσθαι χρηµάτων διὰ τὸ βδελυρόν· ἡ δὲ τῆς φιλοχρηµατίας τυραννὶς, φησὶ, καὶ τοῦτον ὑµᾶς ἔπεισε καταπατῆσαι τὸν νόµον. Εἶτα τὸ πολὺ βαρύτερον ὕστερον ἐπάγει, λέγων· Ὃς ἐν νόµῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόµου τὸν Θεὸν ἀτιµάζεις;∆ ύο τέθεικεν ἐγκλήµατα, µᾶλλον δὲ τρία· ὅτι τε ἀτιµάζουσι, καὶ ὅτι δι' ὧν ἐτιµήθησαν, καὶ ὅτι τὸν τιµήσαντα ἀτιµάζουσιν, ὅπερ ἦν ἐσχάτης ἀγνωµοσύνης ὑπερβολή. Εἶτα ἵνα µὴ δόξῃ κατηγορεῖν οἴκοθεν, τὸν προφήτην ἐπήγαγεν αὐτῶν κατήγορον, νῦν µὲν ἐν βραχεῖ καὶ συντόµως καὶ ὡς ἐν κεφαλαίῳ, ὕστερον δὲ καὶκατὰ µέρος, καὶ νῦν µὲν τὸν Ἡσαΐαν, µετὰ δὲ ταῦτα τὸν∆ αυῒδ, ὅτε καὶ πλείονας ἐπεδείξατο τοὺς ἐλέγχους. Ὅτι γὰρ, φησὶν, οὐκ ἐγὼ λοιδορούµενος ὑµῖν ταῦτα λέγω, ἄκουσον τί φησιν ὁ Ἡσαΐας, ὅτι Τὸ ὄνοµα τοῦ Θεοῦ δι' ὑµᾶς βλασφηµεῖται ἐν τοῖς ἔθνεσιν. Ἰδοὺ καὶ ἑτέρα διπλῆ κατηγορία πάλιν. Οὐ γὰρ µόνον αὐτοὶ, φησὶν, ὑβρίζουσιν, ἀλλὰ καὶ ἑτέρους εἰς τοῦτο παρασκευάζουσι. Τί τοίνυν τῆς διδασκαλίας ὄφελος, ὅταν ἑαυτοὺς µὴ διδάσκητε; Ἀλλ' ἀνωτέρω µὲν τοῦτο εἶπε µόνον, ἐνταῦθα δὲ καὶ εἰς τὸ ἐναντίον περιέτρεψεν. Οὐδὲ γὰρ µόνον ἑαυτοὺς, ἀλλ' οὐδὲ ἑτέρους διδάσκετε τὰ πρακτέα· καὶ τὸ πολλῷ χαλεπώτερον, ὅτι οὐ µόνον οὐ διδάσκετε τὰ τοῦ νόµου, ἀλλὰ καὶ τὰ ἐναντία διδάσκετε, βλασφηµεῖν τὸν Θεὸν, ὅπερ ἐναντίον ἐστὶ τῷ νόµῳ. Ἀλλ' ἡ περιτοµὴ µέγα, φησίν. Ὁµολογῶ κἀγὼ, ἀλλὰ τότε, ὅταν ἔχῃ τὴν ἔνδον περιτοµήν. Καὶ σκόπει σύνεσιν, πῶς εὐκαίρως τὸν περὶ αὐτῆς εἰσήγαγε λόγον. Οὐ γὰρ εὐθέως ἀπ' αὐτῆς ἤρξατο, ἐπειδὴ πολλὴ ἦν αὐτῆς ἡ ὑπόληψις· ἀλλ' ἡνίκα ἔδειξεν αὐτοὺς ἀπὸ τοῦ µείζονος προσκεκρουκότας, καὶ τῆς εἰς τὸν Θεὸν βλασφηµίας αἰτίους, τότε λοιπὸν λαβὼν τὸν ἀκροατὴνκατεγνωκότα αὐτῶν, καὶ γυµνώσας τῆς προεδρίας, εἰσάγει τὸν περὶ τῆς περιτοµῆς λόγον, θαῤῥῶν, ὅτι οὐδεὶς αὐτῇ ψηφιεῖται λοιπὸν, καί φησι· Περιτοµὴ µὲν γὰρ ὠφελεῖ, ἐὰν νόµον πράσσῃς. Καίτοι γε ἐνῆν ἄλλως αὐτὴν ἐκβαλεῖν, καὶ εἰπεῖν, Τί γάρ ἐστιν ἡ περιτοµή; µὴ γὰρ κατόρθωµά ἐστι τοῦ ἔχοντος; µὴ γὰρ προαιρέσεως ἀγαθῆς ἐπίδειξις; Καὶ γὰρ ἐν ἀώρῳ γίνεται ἡλικίᾳ, καὶ οἱ ἐν τῇ ἐρήµῳ δὲ πάντες ἔµειναν ἀπερίτµητοι χρόνον πολύν· καὶ ἑτέρωθεν δὲ πολλαχόθεν ἴδοι τις ἂν αὐτὴν οὐ σφόδρα ἀναγκαίαν οὖσαν. Ἀλλ' ὅµως οὐκ ἐντεῦθεν αὐτὴν ἐκβάλλει, ἀλλ' ὅθεν µάλιστα ἐχρῆν, ἀπὸ τοῦ Ἀβραάµ. Ἡ γὰρ ὑπερβολὴ τῆς νίκης αὕτη, δεῖξαι ἐντεῦθεν αὐτὴν οὖσαν εὐκατα φρόνητον, ὅθεν αὐτοῖς αἰδέσιµος ἦν. Καίτοι γε ἠδύνατο λέγειν, ὅτι καὶ οἱ προφῆται ἀπεριτµήτους καλοῦσιν Ἰουδαίους· ἀλλ' οὔπω τοῦτο τῆς περιτοµῆς ἐστιν ἐλάττωµα, ἀλλὰ τῶν κακῶς αὐτὴν µετιόντων. Τὸ δὲ ζητούµενον, δεῖξαι ὅτι καὶ ἐν ἀρίστῳ βίῳ οὐδεµίαν ἰσχὺν ἔχει· τοῦτο δὴ κατασκευάζει λοιπόν. Καὶ ἐνταῦθα µὲν οὐ παράγει τὸν πατριάρχην, ἀλλὰ πρότερον ἑτέρωθεν αὐτὴν προκαταβαλὼν, ὕστερον ἐκεῖνον τηρεῖ, ὅταν τὸν περὶ τῆς πίστεωςεἰσαγάγῃ λόγον, οὕτω λέγων· Πῶς οὖν ἐλογίσθη ἡ πίστις τῷ Ἀβραάµ; ἐν περιτοµῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Ἕως µὲν γὰρ ἂν πρὸς τὸν ἐθνικὸν αὕτη καὶ τὸν ἀκρόβυστον ἀγωνίζηται, οὐδὲν βούλεται τούτων εἰπεῖν, ἵνα µὴ σφόδρα φορτικὸς ᾖ· ὅταν δὲ πρὸς τὴν πίστιν ἀποµάχηται, τότε µειζόνως πρὸς αὐτὴν ἀποδύεται. Τέως µέντοι πρὸς τὴν ἀκροβυστίαν ἡ µάχη· διὸ καὶ ὑφειµένως προάγει τὸν λόγον, καί φησι· Περιτοµὴ µὲν γὰρ ὠφελεῖ, ἐὰν πράσσῃς τὸν νόµον· ἐὰν δὲ παραβάτης νόµου ᾖς, ἡ περιτοµή σου ἀκροβυστία γέγονε.∆ ύο γὰρ ἐνταῦθα ἀκροβυστίας καὶ δύο περιτοµάς φησιν, ὥσπερ καὶ δύο νόµους. Ἔστι γὰρ νόµος ὁ φυσικὸς, καὶ ἔστιν ὁ γραπτός· ἀλλὰ καὶ µέσος τούτων ὁ διὰ τῶν ἔργων. Καὶ σκόπει πῶς τοὺς τρεῖς τούτους δείκνυσι, καὶ εἰς µέσον ἄγει. Ὅταν γὰρ ἔθνη τὰ µὴ νόµον ἔχοντα, φησί. Ποῖον δὴ νόµον, εἰπέ µοι; Τὸν γραπτόν. Φύσει τὰ τοῦ νόµου ποιῇ. Ποίου; Τοῦ διὰ τῶν ἔργων. Οὗτοι νόµον µὴ ἔχοντες. Ποῖον; Τὸν γραπτόν. Ἑαυτοῖς εἰσι νόµος. Πῶς; Τῷ φυσικῷ κεχρηµένοι. Οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόµου. Ποίου; Τοῦ διὰ τῶν πράξεων. Ἐκεῖνος µὲν γὰρ ἔξω κεῖται ὁ διὰ τῶν γραµµάτων, οὗτος δὲ ἔνδον ὁ διὰ τῆς φύσεως, ὁ δὲ ἐν ταῖς πράξεσι· καὶ τὸν µὲν τὰ γράµµατα ὑπαγορεύει, τὸν δὲ ἡ φύσις, τὸν δὲ αἱ πράξεις. Τούτου δὴ τοῦ τρίτου χρεία, δι' ὃν καὶ ἐκεῖνοι οἱ δύο, ὅ τε ἀπὸ τῆς φύσεως, ὅ τε ἀπὸ τῶν γραµµάτων· κἂν οὗτος µὴ παρῇ, οὐδὲν ὄφελος ἐκείνων, ἀλλὰ καὶ βλάβος µέγιστον. Καὶ τοῦτο δείκνυσιν ἐπὶ τοῦ φυσικοῦ µὲν λέγων· Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· ἐπὶ δὲ τοῦ γραπτοῦ· Ὁ κηρύσσων µὴ κλέπτειν, κλέπτεις; Οὕτω καὶ ἀκροβυστίαι δύο, µία µὲν ἡ φυσικὴ, δευτέρα δὲ ἡ ἀπὸ πράξεως· καὶ περιτοµὴ µία µὲν ἡ ἐν τῇ σαρκὶ, δευτέρα δὲ ἡ ἀπὸ προαιρέσεως. Οἷόν τι λέγω· Περιετµήθη τις ὀκταήµερος· αὕτη σαρκικὴ περιτοµή. Ἔπραξέ τις τὰ νόµιµα ἅπαντα· αὕτη διανοίας περιτοµὴ, ἣν µάλιστα ὁ Παῦλος ζητεῖ, µᾶλλον δὲ καὶ ὁ νόµος.
6.3
Ὅρα τοίνυν πῶς συγχωρήσας αὐτὴν τῷ λόγῳ, καθεῖλε τῷ πράγµατι. Οὐ γὰρ εἶπε, Περιττὸν ἡ περιτοµὴ, ἀνόνητον ἡ περιτοµὴ, ἄχρηστον· ἀλλὰ τί; Περιτοµὴ µὲν γὰρ ὠφελεῖ, ἐὰν νόµον πράσσῃς. Κατεδέξατο αὐτὴν τέως λέγων· Ὁµολογῶ, καὶ οὐκ ἀντιλέγω, ὅτι καλὴ ἡ περιτοµή· ἀλλὰ πότε; Ὅταν καὶ τὴν τοῦ νόµου φυλακὴν ἔχῃ. Ἐὰν δὲ παραβάτης νόµου ᾖς, ἡ περιτοµή σου ἀκροβυστία γέγονεν. Οὐκ εἶπεν· Οὐκέτι ὠφελεῖ· ἵνα µὴ δόξῃ αὐτὴν ὑβρίζειν· ἀλλὰ γυµνώσας αὐτῆς τὸν Ἰουδαῖον, τότε αὐτὸν βάλλει λοιπόν. Ὅπερ οὐκέτι τῆς περιτοµῆς ἦν ὕβρις, ἀλλὰ τοῦ διὰ τῆς ῥᾳθυµίας αὐτὴν ἀπολέσαντος. Ὥσπερ οὖν τοὺς ἐν ἀξιώµασιν ὄντας, εἶτα ἁλισκοµένους ἐπὶ µεγίστοις ἐγκλήµασιν, οἱ δικάζοντες ἀφελόµενοι τῆς τῶν ἀξιωµάτων τιµῆς, τότε κολάζουσιν· οὕτω καὶ Παῦλος ἐποίησεν. Εἰπὼν γὰρ, Ἐὰν δὲ παραβάτης νόµου ᾖς, ἐπήγαγεν· Ἡ περιτοµή σου ἀκροβυστία γέγονε· καὶ δείξας ἀπερίτµητον, καταδικάζει λοιπὸν ἀδεῶς. Ὅταν οὖν ἡ ἀκροβυστία τὰ δικαιώµατατοῦ νόµου φυλάττῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτοµὴν περιτραπήσεται; Ὅρα τί ποιεῖ· Οὐ λέγει, ὅτι ἡ ἀκροβυστία τὴν περιτοµὴν νικᾷ· τοῦτο γὰρ σφόδρα ἦν ἐπαχθὲς τοῖς τότε ἀκούουσιν· ἀλλ' ὅτι ἡ ἀκροβυστία περιτοµὴ γέγονε. Καὶ ζητεῖ λοιπὸν τί ἐστι περιτοµὴ, καὶ τί ἀκροβυστία· καὶ λέγει, ὅτι περιτοµὴ πρᾶξίς ἐστιν ἀγαθὴ, καὶ ἡ ἀκροβυστία πρᾶξις πονηρά· καὶ πρότερον µεταστήσας εἰς τὴν περιτοµὴν τὸν ἀκρόβυστον τὸν πράξεις ἔχοντα χρηστὰς, καὶ τὸν ἐµπερίτοµον τὸν ἐν διεφθαρµένῳ βίῳ εἰς τὴνἀκροβυστίαν ἐξωθήσας, οὕτω τὴν νίκην δίδωσι τῷ ἀκροβύστῳ. Καὶ οὐ λέγει, Τῷ ἀκροβύστῳ, ἀλλ' ἐπὶ τὸ πρᾶγµα µέτεισιν οὕτω λέγων· Οὐχὶ ἡ ἀκροβυστία σου εἰς περιτοµὴν µετατραπήσεται; Καὶ οὐκ εἶπε, Λογισθήσεται, ἀλλὰ, Τραπήσεται, ὅπερ ἐµφαντικώτερον ἦν· ὥσπερ καὶ ἀνωτέρω οὐκ εἶπεν, Ἡ περιτοµή σου ἀκροβυστία λογίζεται, ἀλλὰ, Γέγονε. Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία. Ὁρᾷς, ὅτι δύο οἶδεν ἀκροβυστίας, τὴν µὲν ἐκ φύσεως, τὴν δὲ ἐκ προαιρέσεως; Ἐνταῦθα µέντοι τὴν ἐκ φύσεως λέγει, ἀλλ' οὐχ ἵσταται µέχρι τούτου, ἀλλ' ἐπάγει· Τὸν νόµον τελοῦσά σε τὸν διὰ γράµµατος καὶ περιτοµῆς παραβάτην νόµου; Ὅρα τὴν λεπτοτάτην αὐτοῦ σύνεσιν. Οὐκ εἶπεν, ὅτι ἡ ἐκ φύσεως ἀκροβυστία τὴν περιτοµὴν κρινεῖ, ἀλλὰ, ἔνθα µὲν ἡ νίκη ἦν, τὴν ἀκροβυστίαν εἰσάγει· ἔνθα δὲ ἡ ἧττα ἦν, οὐκέτι τὴν περιτοµὴν δείκνυσιν ἡττωµένην, ἀλλὰ τὸν αὐτὴν ἔχοντα Ἰουδαῖον, φειδόµενος διὰ τῶν ῥηµάτων πλῆξαι τὸν ἀκροατήν. Καὶ οὐκ εἶπε, Σὲ τὸν νόµον ἔχοντα καὶ περιτοµὴν, ἀλλ' ἔτι ἡµερώτερον, Σὲ τὸν διὰ γράµµατος καὶ περιτοµῆς παραβάτην νόµου· τουτέστι, καὶ ἀµύνει τῇ περιτοµῇ ἡ τοιαύτη ἀκροβυστία, ἠδίκηται γάρ· καὶ βοηθεῖ τῷ νόµῳ, ἐπηρέασται γάρ· καὶ περιφανὲς ἵστησι τρόπαιον. Ἡ γὰρ νίκη τότε ἐστὶ λαµπρὰ, ὅταν µὴ παρὰ Ἰουδαίου ὁ Ἰουδαῖος, ἀλλὰ παρὰ ἀκροβύστου κρίνηται· ὥσπερ ὅταν λέγῃ· Ἄνδρες Νινευῗται ἐγερθήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Οὐκοῦν οὐ τὸν νόµον ἀτιµάζει· σφόδρα γὰρ αὐτὸν αἰδεῖται· ἀλλὰ τὸν εἰς τὸν νόµον ὑβρίζοντα. Εἶτα ὅτε κατεσκεύασε ταῦτα σαφῶς, θαῤῥῶν λοιπὸν ὁρίζεται τί ποτέ ἐστιν ὁ Ἰουδαῖος, καὶ δείκνυσιν, ὅτι οὐχὶ τὸν Ἰουδαῖον οὐδὲ τὴν περιτοµὴν, ἀλλὰ τὸνοὐχὶ Ἰουδαῖον καὶ τὸν ἀπερίτµητον ἐκβάλλει. Καὶ δοκεῖ µὲν ἀµύνειν αὐτῇ, καταλύει δὲ αὐτῆς τὴν ὑπόληψιν, ἀπὸ τοῦ συµβαίνοντος ἔχων τὰς ψήφους.∆ είκνυσι γὰρ οὐ µόνον οὐδὲν µέσον Ἰουδαίου καὶ ἀκροβύστου, ἀλλὰ καὶ ἀνώτερον ὄντα τὸν ἀκρόβυστον, ἐὰν ἑαυτῷ προσέχῃ, καὶ τοῦτον ὄντα ἀκριβῶςτὸν Ἰουδαῖον· διό φησι· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ, ἐν σαρκὶ, περιτοµή. Ἐνταῦθα αὐτοὺς πλήττει, ὡς πρὸς ἐπίδειξιν ἅπαντα πράττοντας. Ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτοµὴ καρδίας ἐν πνεύµατι, οὐ γράµµατι.
6.4
Τοῦτο δὲ εἰπὼν, ἐξέβαλε τὰ σωµατικὰ ἅπαντα. Καὶ γὰρ ἡ περιτοµὴ ἐν τῷ φανερῷ, καὶ τὰ σάββατα καὶ αἱ θυσίαι καὶ οἱ καθαρισµοί· ἅπερ ἅπαντα δι' ἑνὸς ᾐνίξατο ῥήµατος εἰπὼν, Οὐ γὰρ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν. Ἀλλ' ἐπειδὴ τῆς περιτοµῆς πολὺς ἦν ὁ λόγος, ὅπου γε καὶ τὸ Σάββατον αὐτῇ παρεχώρει, εἰκότως τὰ πλείονα πρὸς αὐτὴν ἀποτείνεται. Εἰπὼν δὲ, Ἐν πνεύµατι, προοδοποιεῖ λοιπὸν τῇ τῆς Ἐκκλησίας πολιτείᾳ, καὶ τὴν πίστιν εἰσάγει· καὶ γὰρ αὕτη ἐν καρδίᾳ καὶ πνεύµατι τὸν ἔπαινον ἀπὸ τοῦ Θεοῦ ἔχει. Καὶ διὰ τί µὴ ἔδειξεν, ὅτι ὁ κατορθῶνἝλλην Ἰουδαίου κατορθοῦντος οὐκ ἔστιν ἐλάττων, ἀλλ' ὅτι κατορθῶν Ἕλλην Ἰουδαίου παραβαίνοντος κρείττων ἐστίν; Ἵν' ἀναµφίβολον ποιήσῃ τὴν νίκην. Τούτου γὰρ ὁµολογηθέντος, ἐξ ἀνάγκης ἡ περιτοµὴ τῆς σαρκὸς ἐκβάλλεται, καὶ δείκνυται, ὅτι πανταχοῦ βίου χρεία. Ὅταν γὰρ ὁ µὲν Ἕλλην χωρὶς τούτων σώζηται, ὁ δὲ Ἰουδαῖος µετὰ τούτων κολάζηται, ἕστηκεν ἀργῶν ὁ Ἰουδαϊσµός. Ἕλληνα δὲ πάλιν οὐ τὸν εἰδωλολάτρην, ἀλλὰ τὸν θεοσεβῆ καὶ ἐνάρετον καὶ τῶν νοµικῶν παρατηρήσεων ἀπηλλαγµένον φησί. Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; Ἐπειδὴ πάντα ἐξέβαλε, τὴν ἀκρόασιν, τὴν διδασκαλίαν, τὸ ὄνοµα τοῦ Ἰουδαίου, τὴν περιτοµὴν, τὰ ἄλλα πάντα, διὰ τοῦ λέγειν, ὅτι Ὁ ἐν τῷ φανερῷἸουδαῖος οὐκ ἔστιν, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ, ὁρᾷ λοιπὸν ἀντίθεσιν ἀνακύπτουσαν· καὶ πρὸς αὐτὴν ἵσταται. Τίς δέ ἐστιν ἡ ἀντίθεσις; Εἰ µηδὲν, φησὶν, ὠφελεῖ ταῦτα, τίνος ἕνεκεν καὶ ἐκλήθη τὸ ἔθνος, καὶ περιτοµὴ ἐδόθη; Τί οὖν ποιεῖ, καὶ πῶς αὐτὴν λύει;∆ ι' ὧν ἔλυσε καὶ τὰ ἀνωτέρω. Ὥσπερ γὰρ ἐκεῖ οὐ τὰ ἐγκώµια αὐτῶν εἶπεν, ἀλλὰ τοῦ Θεοῦ τὰς εὐεργεσίας, οὐ τὰ αὐτῶν κατορθώµατα· τὸ γὰρ Ἰουδαῖον ὀνοµάζεσθαι, καὶ γινώσκειν τὸ θέληµα, καὶ δοκιµάζειν τὰ διαφέροντα, οὐκ αὐτῶν ἦν κατόρθωµα, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος· ὅπερ καὶ ὀνειδίζων αὐτοῖς ὁ προφήτης ἔλεγεν· Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίµατα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς· καὶ ὁ Μωϋσῆς πάλιν, Ἐρωτήσατε, εἰ γέγονε κατὰ τὸ ῥῆµα τοῦτο, φησὶν, εἰ ἤκουσεν ἔθνος φωνὴν Θεοῦ ζῶντος ἐκ µέσου τοῦ πυρὸς, καὶ ἔζησε· τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ. Ὥσπερ γὰρ, ὅτε ἔλεγε περὶ τῆς περιτοµῆς, οὐκ εἶπεν, ὅτι Ἡ δὲ περιτοµὴ οὐδὲν ὠφελεῖ χωρὶς βίου, ἀλλὰ, Περιτοµὴ ὠφελεῖ µετὰ βίου, τὸ αὐτὸ µὲνδηλῶν, ἡµερώτερον δέ· καὶ πάλιν, Ἐὰν δὲ παραβάτης νόµου ᾖς, οὐκ εἶπεν, Οὐδὲν ὠφελῇ σὺ ὁ ἐµπερίτοµος, ἀλλ', Ἡ περιτοµή σου ἀκροβυστία γέγονε· καὶ µετ' ἐκεῖνο δὲ πάλιν, Κρινεῖ, φησὶν, ἡ ἀκροβυστία οὐχὶ τὴν περιτοµὴν, ἀλλὰ σὲ τὸν παραβάτην νόµου, τῶν µὲν νοµίµων φειδόµενος, τοὺς δὲἀνθρώπους βάλλων· οὕτω καὶ ἐνταῦθα ποιεῖ. Ἀντιθεὶς γὰρ ἑαυτῷ τοῦτο, καὶ εἰπὼν, Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; οὐκ εἶπεν, ὅτι Οὐδὲν, ἀλλὰ συνέδραµε τῷ λόγῳ, καὶ διὰ τῶν ἑξῆς πάλιν αὐτὸ ἀνεῖλε, καὶ ἔδειξε καὶ κολαζοµένους ἀπὸ ταύτης τῆς προεδρίας. Καὶ πῶς; Ἐγὼ λέγω, τὴν ἀντίθεσιν εἰς µέσον ἀγαγών. Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, φησὶν, ἢ τίς ἡ ὠφέλεια τῆς περιτοµῆς; Πολὺ κατὰ πάντα τρόπον. Πρῶτον µὲν, ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. Εἶδες, ὅπερ ἔφθην εἰπὼν, οὐδαµοῦ τὰ κοτορθώµατα αὐτῶν, ἀλλὰ τοῦ Θεοῦ τὰς εὐεργεσίας ἀπαριθµοῦντα; Τί δέ ἐστιν, Ἐπιστεύθησαν; Ὅτι αὐτοὶ ἐνεχειρίσθησαν τὸν νόµον, ὅτι τοσούτου ἀξίους εἶναι ἐνόµιζεν, ὡς πιστεῦσαι χρησµοὺς αὐτοῖς ἄνωθεν κατενεχθέντας. Καὶ οἶδα µὲν, ὅτι τινὲς τὸ, Ἐπιστεύθησαν, οὐκ ἐπὶ τῶν Ἰουδαίων λέγουσιν, ἀλλ' ἐπὶ τῶν λογίων, τουτέστιν, ὅτι ἐπιστεύθη ὁ νόµος· ἀλλὰ τὸ ἑξῆς οὐκ ἀφίησι τοῦτο νοµίζεσθαι. Πρῶτον µὲν γὰρ κατηγορῶν αὐτῶν ταῦτα λέγει, καὶ δεικνὺς πολλῆς µὲν ἄνωθεν ἀπολαύσαντας εὐεργεσίας, πολλὴν δὲ ἐπιδειξαµένους ἀγνωµοσύνην. Ἔπειτα δὲ καὶ τὰ ἑξῆς τοῦτο δηλοῖ· ἐπήγαγε γάρ· Τί γὰρ, εἰ ἠπίστησάν τινες; Εἰ δὲ ἠπίστησαν, πῶς, τινές φασιν, ὅτι ἐπιστεύθησαν τὰ λόγια; Τί οὖν φησιν; Ὅτι ὁ Θεὸς αὐτοῖς ταῦτα ἐπίστευσεν, οὐχ ὅτι αὐτοὶ τοῖς λόγοις ἐπίστευσαν· ἐπεὶ πῶς ἔχει λόγον τὸ ἑξῆς; καὶ γὰρ ἐπήγαγε· Τί γὰρ, εἰ ἠπίστησάν τινες; Καὶ τὸ µετὰ τοῦτο δὲ τὸ αὐτὸ δηλοῖ· προσέθηκε γὰρ πάλιν λέγων· Μὴ γὰρ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. Τοῦτο τοίνυν, ὃ ἐπιστεύθησαν, τοῦ Θεοῦ τὴν δωρεὰν ἀνακηρύττει. Σὺ δέ µοι σκόπει καὶ ἐνταῦθα σύνεσιν. Τὴν γὰρ κατηγορίαν αὐτῶν οὐ παρ' ἑαυτοῦ πάλιν εἰσάγει, ἀλλ' ὡς ἐξ ἀντιθέσεως· ὡσανεὶ ἔλεγεν· Ἀλλ' ἴσως ἐρεῖς· Καὶ τί τὸ ὄφελος τῆς περιτοµῆς ταύτης; οὐ γὰρ ἐχρήσαντο αὐτῇ εἰς δέον· ἐπιστεύθησαν γὰρ τὸν νόµον, καὶ ἠπίστησαν. Καὶ τέως οὐ σφοδρός ἐστι κατήγορος, ἀλλ' ὡς τὸν Θεὸν ἀπαλλάττων ἐγκληµάτων, οὕτω περιτρέπει εἰς αὐτοὺς τὴν κατηγορίαν ἅπασαν. Τί γὰρ ἐγκαλεῖς, φησὶν, ὅτι ἠπίστησαν; καὶ τί τοῦτο πρὸς τὸν Θεόν; µὴ γὰρ τὴν εὐεργεσίαν αὐτοῦ ἀνατρέπει τῶν εὐεργετηθέντων ἡ ἀγνωµοσύνη; ἢ τὴν τιµὴν ποιεῖ µὴ εἶναι τιµήν; Τοῦτο γάρ ἐστι τὸ, Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. Ὡς ἂν εἰ ἔλεγέ τις· Ἐγὼ τὸν δεῖνα ἐτίµησα· εἰ δὲ µὴ προσήκατο τὴν τιµὴν ἐκεῖνος, τοῦτο ἐµοὶ κατηγορίαν οὐ φέρει, οὐδὲ λυµαίνεταί µου τὴν φιλανθρωπίαν, ἀλλ' ἐκείνου δείκνυσι τὴν ἀναισθησίαν. Ὁ δὲ Παῦλος οὐ τοῦτο µόνον λέγει, ἀλλὰ καὶ τὸ πολλῷ πλέον· ὅτι οὐ µόνον οὐ προστρίβεται ἔγκληµα τῷ Θεῷ ἡ ἀπιστία ἐκείνων, ἀλλὰ καὶ µείζονα δείκνυσιν αὐτοῦ τὴν τιµὴν καὶ τὴν φιλανθρωπίαν, ὅταν καὶ τὸνµέλλοντα αὐτὸν ἀτιµάζειν φαίνηται τιµῶν.
6.5
Εἶδες πῶς αὐτοὺς ἐποίησεν ὑπευθύνους ἐγκληµάτων, ἀφ' ὧν ἐκαλλωπίζοντο; εἴπερ ὁ µὲν Θεὸς τοσαύτῃ περὶ αὐτοὺς ἐχρήσατο τῇ τιµῇ, ὡς µηδὲ τὸ µέλλον προορῶν ἀποσχέσθαι τῆς περὶ αὐτοὺς εὐνοίας· αὐτοὶ δὲ τὸν τιµήσαντα, δι' ὧν ἐτιµήθησαν, ὕβρισαν. Εἶτα ἐπειδὴ εἶπε, Τί γὰρ, εἰ ἠπίστησάν τινες; φαίνονται δὲ πάντες ἠπιστηκότες· ἵνα µὴ πάλιν κατὰ τὴν ἱστορίαν λέγων, δόξῃ σφοδρὸς αὐτῶν εἶναι κατήγορος ὡς ἐχθρὸς, ἐν τάξει λογισµοῦ καὶ συλλογισµοῦ τίθησι τὸ ἐπὶ τῆςἀληθείας γεγενηµένον, οὕτω λέγων· Γενέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ λέγω, φησὶν, ὅτι τινὲς ἠπίστησαν, ἀλλ' εἰ βούλει, τίθει πάντας ἠπιστηκέναι· τὸ ἀληθὲς γεγενηµένον κατὰ συνδροµὴν συγχωρῶν, ἵνα ἀνεπαχθὴς εἶναι δόξῃ καὶ ἀνύποπτος. Καὶ γὰρ οὕτω µᾶλλον δικαιοῦται, φησὶν, ὁ Θεός. Τί ἐστι,∆ ικαιοῦται; Εἰ κρίσις γένοιτο καὶ ἐξέτασις τῶν ὑπηργµένων τοῖς Ἰουδαίοις παρ' αὐτοῦ, καὶ τῶν παρ' αὐτῶν εἰς αὐτὸν γεγενηµένων, τὰ νικητήρια ἔσται παρὰ τῷ Θεῷ, καὶ τὰ δικαιώµατα αὐτοῦ πάντα. Καὶ δείξας τοῦτο σαφὼς ἐκ τῶν ἔµπροσθεν εἰρηµένων, τότε καὶ τὸν προφήτην εἰσήγαγε τούτοις ψηφιζόµενον καὶ λέγοντα· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Αὐτὸς µὲν γὰρ τὰ παρ' ἑαυτοῦ πάντα ἐποίησεν, ἐκεῖνοι δὲ οὐδὲ οὕτως ἐγένοντο βελτίους. Εἶτα ἐκ τούτου πάλιν ἀντίθεσιν ἑτέραν ἀνακύπτουσαν εἰς µέσον ἄγει, καί φησιν· Εἰ δὲ ἡ ἀδικία ἡµῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦµεν; µὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο. Ἄτοπον ἀτόπῳ λύει λοιπόν. Ἐπειδὴ δὲ τοῦτο ἀσαφὲς, ἀναγκαῖον αὐτὸ σαφέστερον εἰπεῖν. Τί οὖν ἐστιν, ὅ φησιν; Ἐτίµησε τοὺς Ἰουδαίους ὁ Θεὸς, ὕβρισαν αὐτὸν ἐκεῖνοι. Τοῦτο αὐτὸν ποιεῖ νικῆσαι, καὶ πολλὴν αὐτοῦ δείκνυσι τὴν φιλανθρωπίαν, ὅτι καὶ τοιούτους ὄντας ἐτίµησεν. Οὐκοῦν ἐπειδὴ, ὅτι ὑβρίσαµεν, φησὶν, ἡµεῖς καὶ ἠδικήσαµεν, διὰ τοῦτο ὁ Θεὸς ἐνίκησε καὶ ἡ δικαιοσύνη αὐτοῦ λαµπρὰ ἐφάνη, τίνος ἕνεκεν κολάζοµαι, φησὶ, αἴτιος αὐτῷ τοῦ νικῆσαι γενόµενοςδι' ὧν ὕβρισα; Πῶς οὖν αὐτὸ λύει; Ἑτέρῳ, ὅπερ ἔφην, ἀτόπῳ πάλιν. Εἰ γὰρ αἴτιος, φησὶ, σὺ τῆς νίκης ἐγένου, καὶ µετὰ ταῦτα κολάζῃ, ἀδικία τὸ γενόµενον· εἰ δὲ οὐκ ἄδικος, κολάζῃ δὲ, οὐκέτι αἴτιος αὐτῷ τῆς νίκης γέγονας. Καὶ ὅρα τὴν εὐλάβειαν τὴν ἀποστολικήν. Εἰπὼν γὰρ, Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; ἐπήγαγε, Κατὰ ἄνθρωπον λέγω. Ὡς ἄν τις, φησὶ, κατὰ ἀνθρώπινον διαλεχθείη λογισµόν· πολὺ γὰρ καὶ τὰ παρ' ἡµῖν δοκοῦντα εἶναι δίκαια ὑπερβαίνει τοῦ Θεοῦ ἡ δικαιοκρισία, καὶ ἔχει τινὰς καὶ ἑτέρους ἀποῤῥήτους λόγους. Εἶτα ἐπειδὴ ἀσαφὲς ἦν, καὶ ἐκ δευτέρου τὸ αὐτὸ λέγει πάλιν· Εἰ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐµῷ ψεύδει ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁµαρτωλὸς κρίνοµαι; Εἰ γὰρ ὁ Θεὸς, φησὶ, φιλάνθρωπος καὶ δίκαιος ἐφάνη καὶ ἀγαθὸς, ἐξ ὧν σὺ παρήκουσας, οὐ µόνον οὐκ ὀφείλεις κολάζεσθαι, ἀλλὰ καὶ εὐεργετεῖσθαι. Εἰ δὲ τοῦτο, εὑρεθήσεται τὸ ἄτοπον ἐκεῖνο, καὶ παρὰ πολλῶν περιφερόµενον, τὸ ἐκ τῶν κακῶν εἶναι τὰ καλὰ, καὶ αἴτια τῶν καλῶν τὰ κακά· καὶ ἀνάγκη δὲ δυοῖν θάτερον, ἢ κολάζοντα ἄδικον φαίνεσθαι, ἢ µὴ κολάζοντα ἀπὸ τῶν ἡµετέρων κακῶν ἔχειν τὰ νικητήρια· ἅπερ ἀµφότερα µεθ' ὑπερβολῆς ἄτοπα. Ὅπερ δεικνὺς καὶ αὐτὸς, τοὺς πατέρας τῶν τοιούτων ἐπεισήγαγε δογµάτων Ἕλληνας, ἀρκεῖν ἡγούµενος εἰς κατηγορίαν τῶν εἰρηµένων, τὴν ποιότητατῶν προσώπων τῶν ταῦτα λεγόντων. Τότε γὰρ ἡµᾶς κωµῳδοῦντες ἔλεγον, ὅτι Ποιήσωµεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά· διὸ καὶ τέθεικεν αὐτὸ σαφῶς οὕτω λέγων· Εἰ µὴ καθὼς βλασφηµούµεθα, καὶ καθώς φασί τινες ἡµᾶς λέγειν, ὅτι Ποιήσωµεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά· ὧν τὸ κρῖµα ἔνδικόν ἐστιν. Ἐπειδὴ γὰρ ἔλεγεν ὁ Παῦλος, Ὅπου ἐπλεόνασεν ἡ ἁµαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, κωµῳδοῦντες αὐτὸν καὶ ἑτέρᾳ γνώµῃ διαστρέφοντες τὸεἰρηµένον ἔλεγον, ὅτι∆ εῖ κακίας ἔχεσθαι, ἵνα ἀπολαύσωµεν ἀγαθῶν. Ὁ δὲ Παῦλος οὐχ οὕτως ἔλεγε· διορθούµενος γοῦν αὐτὸ, φησί· Τί οὖν; ἐπιµενοῦµεν τῇ ἁµαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Ὑπὲρ γὰρ τῶν παρελθόντων, φησὶ, εἴρηκα χρόνων, οὐχ ἵνα µελέτην τοῦτο ποιώµεθα. Ταύτης γοῦν ἀπάγων τῆς ὑπονοίας, ἔφησεν αὐτὸ καὶ ἀδύνατον εἶναι λοιπόν. Οἵτινες γὰρ, φησὶν, ἀπεθάνοµεν τῇ ἁµαρτίᾳ, πῶς ἔτι ζήσοµεν ἐν αὐτῇ;
6.6
Τῶν µὲν οὖν Ἑλλήνων εὐκόλως κατέδραµεν· ὁ γὰρ βίος αὐτῶν σφόδρα διέφθαρτο· τῶν δὲ Ἰουδαίων εἰ καὶ ὁ βίος ἐδόκει παρηµελῆσθαι, ἀλλ' ἦν προκαλύµµατα τούτων µεγάλα, νόµος καὶ περιτοµὴ, καὶ τὸ τὸν Θεὸν αὐτοῖς ὡµιληκέναι, καὶτὸ πάντων εἶναι διδασκάλους.∆ ιὰ τοῦτο καὶ τούτων αὐτοὺς ἐγύµνωσε, καὶ µᾶλλον ἔδειξεν ἐκ τούτων κολαζοµένους, εἰς ὃ καὶ ἐνταῦθα τὸν λόγον συνέκλεισεν. Εἰ γὰρ µὴ κολάζονται, φησὶ, τοιαῦτα ποιοῦντες, ἀνάγκη τὸν βλάσφηµον ἐκεῖνον περιφέρεσθαι λόγον, τὸ, Ποιήσωµεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά. Εἰ δὲ τοῦτο ἀσεβὲς, καὶ οἱ λέγοντες αὐτὸ δίκην δώσουσι( τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Ὧν τὸ κρῖµα ἔνδικόν ἐστιν), εὔδηλον ὅτι κολάζονται. Εἰ γὰρ οἱ λέγοντες, τιµωρίας ἄξιοι, πολλῷ µᾶλλον οἱ πράσσοντες· εἰ δὲ ἄξιοι τιµωρίας, ὡς ἡµαρτηκότες ἄξιοι. Οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ κολάζων, ἵνα καί τις ὑποπτεύσῃ τὴν ψῆφον, ἀλλ' ὁ Θεὸς ὁ δικαίως πάντα ποιῶν. Εἰ δὲ δικαίως τιµωροῦνται, ἀδίκως ἐκεῖνα ἔλεγον, ἅπερ ἔλεγον οἱ κωµῳδοῦντες ἡµᾶς· πάντα γὰρ ὁ Θεὸς ἔπραξε καὶ πράττει, ὥστε τὴν πολιτείαν ἡµῶν διαλάµπειν καὶ ὀρθοῦσθαι πάντοθεν. Μὴ τοίνυν ῥᾳθυµῶµεν· οὕτω γὰρ καὶ τοὺς Ἕλληνας ἀποστῆσαι δυνησόµεθα τῆς πλάνης. Ὅταν δὲ ἐν µὲν ῥήµασι φιλοσοφῶµεν, ἐν δὲ ἔργοις ἀσχηµονῶµεν, ποίοις ὀφθαλµοῖς αὐτοὺς ὀψόµεθα; ποίοις στόµασι διαλεξόµεθα περὶ δογµάτων; Ἐρεῖ γὰρ πρὸς ἕκαστον ἡµῶν· Ὁ τὸ ἔλαττον µὴ κατορθωκὼς, πῶς ἀξιοῖς περὶ τοῦ µείζονος διδάσκειν; ὁ µηδέπω µαθὼν, ὅτι πλεονεξία κακὸν, πῶς περὶ τῶν ἐν τοῖς οὐρανοῖς πραγµάτων φιλοσοφεῖς; Ἀλλ' οἶδας, ὅτι κακόν; Οὐκοῦν µεῖζον τὸ ἔγκληµα, ὅτι καὶ εἰδὼς πληµµελεῖς. Καὶ τί λέγω τὸν Ἕλληνα; Οὐδὲ γὰρ οἱ παρ' ἡµῖν νόµοι συγχωροῦσιν ἡµῖν ταύτης ἀπολαύειν τῆς παῤῥησίας, ὅταν ὁ βίος ἡµῶν διεφθαρµένος ᾖ. Τῷ γὰρ ἁµαρτωλῷ, φησὶν, εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώµατά µου; Ἀπηνέχθησάν ποτε αἰχµάλωτοι Ἰουδαῖοι, καὶ τῶν Περσῶν ἐπικειµένων καὶ ἀξιούντων ᾄδειν αὐτοῖς τὰς θείας ᾠδὰς ἐκείνας, ἔλεγον· Πῶς ᾄσοµεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Εἰ δὲ ἐν βαρβάρῳ γῇ τὰ λόγια τοῦ Θεοῦ θέµις οὐκ ἦν ᾄδειν, πολλῷ µᾶλλον τὴν βάρβαρον ψυχήν; βάρβαρος γάρ ἐστιν ἡ ἀνελεὴς ψυχή. Εἰ γὰρ τοὺς αἰχµαλώτους ὄντας, καὶ δούλους ἀνθρώπων ἐν ἀλλοτρίᾳ γῇ γενοµένους ὁ νόµος ἐκάθισεν ἐν σιγῇ· πολλῷ µᾶλλον τοὺς δούλους ὄντας τῆς ἁµαρτίας καὶ ἐν ἀλλοτρίᾳ πολιτείᾳ γενοµένους ἐπιστοµίζεσθαι δίκαιον. Καίτοι καὶ τὰ ὄργανα εἶχον τότε ἐκεῖνοι· Ἐν γὰρ ταῖς ἰτέαις ἐν µέσῳ αὐτῆς, φησὶν, ἐκρεµάσαµεν τὰ ὄργανα ἡµῶν· ἀλλ' οὐδὲ οὕτως ἐξῆν. Οὐκοῦν οὐδὲ ἡµῖν, κἂν στόµα ἔχωµεν καὶ γλῶτταν, ἅπερ ἐστὶν ὄργανα τοῦ λόγου, θέµις παῤῥησιάζεσθαι, ἕως ἂν τῇ πάντων βαρβάρωντυραννικωτέρᾳ δουλεύωµεν ἁµαρτίᾳ. Εἰπὲ γάρ µοι, τί πρὸς τὸν Ἕλληνα ἐρεῖς ἁρπάζων καὶ πλεονεκτῶν; ἀπόστηθι τῆς εἰδωλολατρείας; ἐπίγνωθι τὸν Θεὸν, µηδὲ ἀργύρῳ καὶ χρυσῷ πρόσιθι; Ἆρ' οὖν οὐ γελάσεται καὶ ἐρεῖ· Σαυτῷ ταῦτα διαλέγου πρότερον; οὐ γάρ ἐστιν ἴσον Ἕλληνα ὄντα εἰδωλολατρεῖν, καὶ Χριστιανὸν ὄντα τὸ αὐτὸ τοῦτο πληµµελεῖν. Πῶς γὰρ δυνησόµεθα ἑτέρους ἀπάγειν τῆς εἰδωλολατρείας ἐκείνης, ἑαυτοὺς ταύτης οὐκ ἀπάγοντες; τοῦ γὰρ πλησίον ἡµεῖς ἐγγύτεροι ἑαυτοῖς. Ὅταν οὖν ἑαυτοὺς µὴ πείθωµεν, πῶς ἑτέρους πείσοµεν; Εἰ γὰρ ὁ τῆς οἰκίας τῆς ἑαυτοῦ µὴ προεστὼς καλῶς, οὐδὲ Ἐκκλησίας ἐπιµελήσεται· πῶς ὁ µηδὲ τῆς ἑαυτοῦ ψυχῆς προεστὼς, ἑτέρους διορθῶσαι δυνήσεται; Μὴ γάρ µοι τοῦτο εἴπῃς, ὅτι οὐ προσκυνεῖς εἴδωλον χρυσοῦν· ἀλλ' ἐκεῖνό µοι δεῖξον, ὅτι µὴ ποιεῖς ταῦτα, ἅπερ ὁ χρυσὸς κελεύει. Καὶ γὰρ διάφοροι εἰδωλολατρείας τρόποι· καὶ ὁ µὲν τὸν µαµµωνᾶν ἡγεῖται κύριον, ὁ δὲ τὴν κοιλίαν θεὸν, ὁ δὲ ἑτέραν ἐπιθυµίαν χαλεπωτάτην. Ἀλλ' οὐ καταθύεις αὐτοῖς βόας, καθάπερ οἱ Ἕλληνες; Ἀλλὰ τὸ πολλῷ χαλεπώτερον τὴν σαυτοῦ κατασφάζεις ψυχήν. Ἀλλ' οὐ κάµπτεις τὰ γόνατα καὶ προσκυνεῖς; Ἀλλὰ µετὰ πλείονος ὑπακοῆς ποιεῖς πάντα, ἅπερ ἂν ἐπιτάξωσι καὶ ἡ γαστὴρ καὶ τὸ χρυσίον καὶ ἡ τῆς ἐπιθυµίας τυραννίς· ἐπεὶ καὶ οἱ Ἕλληνες διὰ τοῦτό εἰσι βδελυκτοὶ, ὅτι τὰ πάθη ἐθεοποίουν, τὴν µὲν ἐπιθυµίαν Ἀφροδίτην, τὸν δὲ θυµὸν Ἄρην, τὴν δὲ µέθην∆ ιόνυσον προσειπόντες. Εἰ δὲ οὐ γλύφεις εἴδωλα σὺ, καθάπερ ἐκεῖνοι, ἀλλὰ µετὰ πολλῆς τῆς προθυµίας τοῖς αὐτοῖς ὑποκύπτεις πάθεσι, τὰ µέλη τοῦ Χρι στοῦ µέληπόρνης ποιῶν, καὶ ταῖς ἄλλαις σεαυτὸν πλύνων παρανοµίαις.∆ ιὸ παρακαλῶ τῆς ἀτοπίας τὴν ὑπερβολὴν ἐννοήσαντας φεύγειν τὴν εἰδωλολατρείαν· οὕτω γὰρ ὁ Παῦλος καλεῖ τὴν πλεονεξίαν· φεύγειν δὲ µὴ τὴν ἐν χρήµασι πλεονεξίαν µόνον, ἀλλὰ καὶ τὴν ἐν ἐπιθυµίᾳ πονηρᾷ καὶ τὴν ἐν ἱµατίοις καὶ τὴν ἐν τραπέζῃ καὶ τὴν ἐν τοῖς ἄλλοις ἅπασι. Καὶ γὰρ πολλῷ χαλεπωτέραν δώσοµεν δίκην ἡµεῖς µὴ πειθόµενοι τοῖς τοῦ Κυρίου νόµοις. Ὁ γὰρ δοῦλος, φησὶν, ὁ εἰδὼς τὸ θέληµα τοῦ Κυρίου αὐτοῦ καὶ µὴ ποιήσας, δαρήσεται πολλάς. Ἵν' οὖν καὶ τὴν κόλασιν ταύτην διαφύγωµεν, καὶ ἑτέροις καὶ ἑαυτοῖς γενώµεθα χρήσιµοι, πᾶσαν κακίαν ἀπὸ τῆς ψυχῆς ἐκβαλόντες, ἑλώµεθα τὴν ἀρετήν. Οὕτω γὰρ καὶ τῶν µελλόντων ἐπιτευξόµεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, τιµὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.