Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 7 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
7.0
Τί οὖν; προεχόµεθα; Οὐ πάντως· προῃτιασά µεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁµαρτίαν εἶναι· καθὼς γέγραπται· Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅµα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότη τα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγµένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦ σαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόµα ἀρᾶς καὶ πικρίας γέµει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷµα· σύντριµµα καὶ ταλαιπω ρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλµῶν αὐτῶν.
7.1
Κατηγόρησεν Ἑλλήνων, κατηγόρησεν Ἰουδαίων· ἀκόλουθον ἦν εἰπεῖν τὴν δικαιοσύνην λοιπὸν τὴν διὰ τῆς πίστεως. Εἰ γὰρ µήτε ὁ τῆς φύσεως ὤνησε νόµος, µήτε ὁ γραπτὸς ἐποίησέ τι πλέον, ἀλλ' ἀµφότεροι τοὺς οὐκ εἰς δέον αὐτοῖς χρησαµένους ἐβάρησαν, καὶµείζονος ἔδειξαν κολάσεως ὄντας ἀξίους, ἀναγκαία λοιπὸν ἡ διὰ τῆς χάριτος σωτηρία. Εἰπὲ τοίνυν αὐτὴν, ὦ Παῦλε, καὶ δεῖξον. Ἀλλ' οὐδέπω θαῤῥεῖ, τὸ ἰταµὸν τῶν Ἰουδαίων ὑφορώµενος, ἀλλ' ἐπὶ τὴν κατηγορίαν αὐτῶν πάλιν ἄγει τὸν λόγον, καὶ πρότερον εἰσάγει κατήγορον τὸν∆ αυῒδ ταῦτα λέγοντα διὰ πολλῶν, ἅπερ ἐν βραχεῖ πάντα εἶπεν Ἡσαΐας, ἰσχυρὸν κατασκευάζων αὐτοῖς χαλινὸν, ὥστε µὴ ἀποπηδῆσαι µηδὲ τῶν περὶ τῆςπίστεως γυµναζοµένων λόγων λοιπὸν ἀποσκιρτῆσαί τινα τῶν ἀκουόντων, ἱκανῶς ταῖς τῶν προφητῶν προκατειληµµένον κατηγορίαις. Καὶ γὰρ τρεῖς τίθησιν ὑπερβολὰς ὁ προφήτης, ὅτι τε πάντες ὁµοῦ τὰ κακὰ ἔπραττον, λέγων, καὶ ὅτι οὐκ ἀνέµιξαν τὰ καλὰ τοῖς κακοῖς, ἀλλὰ τὴνπονηρίαν µόνην µετῄεσαν, καὶ ὅτι µετ' ἐπιτάσεως ταύτην ἁπάσης. Εἶτα ἵνα µὴ λέγωσι, Τί οὖν, εἰ πρὸς ἑτέρους ταῦτα εἴρηται; ἐπήγαγεν· Οἴδαµεν δὲ, ὅτι ὅσα ὁ νόµος λέγει, τοῖς ἐν τῷ νόµῳ λαλεῖ.∆ ιά τοι τοῦτο µετὰ τὸν Ἡσαΐαν τὸν ὡµολογηµένως πρὸς αὐτοὺς ἀποτεινόµενον, ἐπεισήγαγε τὸν∆ αυῒδ, ἵνα δείξῃ καὶ ταῦτα τῆς αὐτῆς ὄντα ἀκολουθίας. Ποία γὰρ ἦν ἀνάγκη, φησὶν, ἑτέρων κατηγορεῖν τὸν εἰς τὴν ὑµετέραν διόρθωσιν ἀποσταλέντα προφήτην; οὐδὲ γὰρ ὁ νόµος ἑτέροις ἐδόθη, ἀλλ' ὑµῖν. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, Οἴδαµεν, ὅτι ὅσα ὁ προφήτης λέγει, ἀλλ', Ὅσα ὁ νόµος λαλεῖ; Ὅτι τὴν Παλαιὰν πᾶσαν νόµον καλεῖν εἴωθεν ὁ Παῦλος. Καὶ γὰρ ἀλλαχοῦ φησι· Τὸν νόµον οὐκ ἀκούετε, ὅτι Ἀβραὰµ δύο υἱοὺς ἔσχε; καὶ ἐνταῦθα τοὺς ψαλµοὺς νόµον ἐκάλεσεν, εἰπών· Οἴδαµεν, ὅτι ὅσα ὁ νόµος λέγει, τοῖς ἐν τῷ νόµῳ λαλεῖ. Εἶτα δείκνυσιν οὐδὲ ἁπλῶς ταῦτα λεγόµενα κατηγορίας ἕνεκεν, ἀλλ' ἵνα τῇ πίστει προοδοποιήσῃ πάλιν ὁ νόµος. Τοσαύτη τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν ἡ συµφω νία, ὅτι καὶ αἱ κατηγορίαι καὶ οἱ ἔλεγχοι διὰ τοῦτο πάντως ἐγένοντο, ἵνα λαµπρὰ παρὰ τοῖςἀκούουσιν ἀνοιγῇ τῆς πίστεως ἡ θύρα. Ἐπειδὴ γὰρ τοῦτο µάλιστα Ἰουδαίους ἀπώλεσε τὸ µέγα φρονεῖν ἐφ' ἑαυτοῖς· ὅπερ οὖν καὶ προϊὼν ἔλεγεν, ὅτι Ἀγνοοῦντες τοῦ Θεοῦ τὴν δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦοὐχ ὑπετάγησαν· προλαβὼν καὶ ὁ νόµος καὶ ὁ προφήτης, προκατέβαλον αὐτῶν τὰ φρονήµατα, καὶ κατέστειλαν αὐτῶν τὸ φύσηµα, ἵνα εἰς ἔννοιαν τῶν οἰκείωνἐλθόντες ἁµαρτηµάτων, καὶ τὴν ἀπόνοιαν πᾶσαν κατακενώσαντες, καὶ ἰδόντες ἑαυτοὺς περὶ τῶν ἐσχάτων κινδυνεύοντας, µετὰ πολλῆς τῆς προθυµίαςπροσδράµωσι τῷ τὴν ἄφεσιν αὐτοῖς τῶν ἁµαρτηµάτων παρέχοντι, καὶ τὴν χάριν διὰ τῆς πίστεως καταδέξωνται. Τοῦτο γοῦν καὶ ἐνταῦθα αἰνιττόµενος ὁ Παῦλος ἔλεγεν· Οἴδαµεν, ὅτι ὅσα ὁ νόµος λέγει, τοῖς ἐν τῷ νόµῳ λαλεῖ· ἵνα πᾶν στόµα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσµος τῷ Θεῷ. Ἐνταῦθα γὰρ δείκνυσιν αὐτοὺς τῆς µὲν ἀπὸ τῶν ἔργων παῤῥησίας ἐρήµους ὄντας, ἐν δὲ τοῖς ῥήµασιν ἀλαζονευοµένους µόνον καὶ ἀναισχυντοῦντας.∆ ιὸ καὶ κυρίως ἐχρήσατο τῇ λέξει, εἰπὼν, Ἵνα πᾶν στόµα φραγῇ, τὴν ἀναίσχυντον αὐτῶν καὶ δυσκάθεκτον µεγαληγορίαν δηλῶν, καὶ τὴν µετὰἀκριβείας ἐπιστοµιζοµένην αὐτῶν γλῶτταν· καθάπερ γὰρ ῥεῦµα ἀφόρητον, οὕτως αὕτη ἐφέρετο· ἀλλ' ἐνέφραξεν αὐτὴν ὁ προφήτης. Ὅταν δὲ λέγῃ Παῦλος, Ἵνα πᾶν στόµα φραγῇ, οὐ τοῦτό φησιν, ὅτι διὰ τοῦτο ἥµαρτον, ἵνα φραγῇ αὐτῶν τὸ στόµα, ἀλλὰ διὰ τοῦτο ἠλέγχοντο, ἵναµὴ ἀγνοῶσιν ἁµαρτάνοντες τοῦτο αὐτό. Καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσµος τῷ Θεῷ. Οὐκ εἶπεν, Ὁ Ἰουδαῖος, ἀλλὰ, Πᾶσα ἡ φύσις. Τὸ µὲνγὰρ, Ἵνα πᾶν στόµα φραγῇ, ἐκείνους ἐστὶν αἰνιττόµενον, εἰ καὶ µὴ φανερῶς αὐτὸ τέθειται, ὥστε µὴ τραχύτερον γενέσθαι τὸν λόγον· τὸ δὲ, Ἵνα ὑπόδικος γένηται πᾶς ὁ κόσµος τῷ Θεῷ, ὁµοῦ καὶ περὶ Ἰουδαίων καὶ Ἑλλήνων εἴρηται. Οὐ µικρὸν δὲ τοῦτο εἰς τὸ καταστεῖλαι τὴν ἐκείνων ἀπόνοιαν, ὅταν καὶ ἐνταῦθα µηδὲν ἔχωσι πλέον τῶν Ἑλλήνων, ἀλλ' ὁµοίως ὦσι προδεδοµένοι κατὰτὸν τῆς σωτηρίας λόγον. Ὁ γὰρ ὑπόδικος κυρίως ἂν ἐκεῖνος λέγοιτο, ὁ µὴ δυνάµενος ἀρκεῖν ἑαυτῷ πρὸς ἀπολογίαν, ἀλλὰ τῆς ἑτέρου δεόµενος βοηθείας· οἷα ἦν καὶ τὰ ἡµέτερα πάντα, ἀπολωλεκότων ἡµῶν τὰ πρὸς σωτηρίαν συντείνοντα.∆ ιὰ γὰρ νόµου ἐπίγνωσις ἁµαρτίας. Πάλιν ἐφήλατο τῷ νόµῳ, µετὰ φειδοῦς µέν· οὐ γὰρ αὐτοῦ κατηγορία τὸ εἰρηµένον, ἀλλὰ τῆς τῶν Ἰουδαίων ῥᾳθυµίας· πλὴν ἀλλ' ὅµως ἐσπούδακεν ἐνταῦθα, ἐπειδὴ µέλλει τὸν περὶ τῆς πίστεως εἰσάγειν λόγον, δεῖξαι αὐτὸν σφόδρα ἠσθενηκότα. Εἰ γὰρ αὐχεῖς ἐπὶ τῷ νόµῳ, φησὶν, αὐτός σε µᾶλλον καταισχύνει· οὗτός σου τὰς ἁµαρτίας ἐκποµπεύει. Ἀλλ' οὐκ εἶπεν οὕτω τραχέως, ἀλλ' ὑφειµένως πάλιν·∆ ιὰ γὰρ νόµου ἐπίγνωσις ἁµαρτίας. Οὐκοῦν καὶ ἡ κόλασις µείζων, ἀλλὰ παρὰ τῶν Ἰουδαίων. Ὁ µὲν γὰρ νόµος ἤνυε τὸ φανεράν σοι ποιῆσαι τὴν ἁµαρτίαν, σὸν δὲ ἦν λοιπὸν τὸ φυγεῖν· µὴ φυγὼν τοίνυν, µᾶλλον ἐπεσπάσω τὴν κόλασιν, καὶ τὸ τοῦ νόµου κατόρθωµα γέγονέ σοι µείζονος ἐφόδιον τιµωρίας.
7.2
Ὅτε τοίνυν τὸν φόβον ηὔξησε, τότε λοιπὸν ἐπάγει τὰ τῆς χάριτος, ἐν πολλῇ καταστήσας ἐπιθυµίᾳ τῆς τῶν ἁµαρτιῶν ἀφέσεως, καί φησι· Νῦν δὲ χωρὶς νόµου δικαιοσύνη Θεοῦ πεφανέρωται. Μέγα ἐνταῦθα ἐφθέγξατο, καὶ πολλῆς δεόµενον τῆς κατασκευῆς. Εἰ γὰρ οἱ ἐν νόµῳ ζῶντες οὐ µόνον οὐκ ἔφυγον κόλασιν, ἀλλὰ καὶ πλέον ἐβαρύνθησαν, πῶς ἔστι χωρὶς νόµου µὴ µόνον τιµωρίαν φυγεῖν, ἀλλὰκαὶ δικαιωθῆναι;∆ ύο γὰρ ἄκρα ἐνταῦθα τέθεικε, καὶ τὸ δικαιοῦσθαι, καὶ τὸ χωρὶς νόµου τούτων τυγχάνειν τῶν ἀγαθῶν.∆ ιὰ τοῦτο οὐχ ἁπλῶς εἶπε,∆ ικαιοσύνη, ἀλλὰ,∆ ικαιοσύνη Θεοῦ, ἀπὸ τῆς ἀξίας τοῦ προσώπου καὶ µείζονα δείξας τὴν δωρεὰν καὶ δυνατὴν τὴν ὑπόσχεσιν· πάντα γὰρ αὐτῷ δυνατά. Καὶ οὐκ εἶπεν, Ἐδόθη, ἀλλὰ, Πεφανέρωται, τὸ τῆς καινοτοµίας ὑποτεµνόµενος ἔγκληµα· τὸ γὰρ πεφανερωµένον, ὡς παλαιὸν καὶ κρυπτόµενον φανεροῦται. Καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ τὰ ἑξῆς δείκνυσιν οὐ πρόσφατον ὂν τοῦτο· εἰπὼν γὰρ, Πεφανέρωται, ἐπήγαγε, Μαρτυρουµένη ὑπὸ τοῦ νόµου καὶ τῶν προφητῶν. Μὴ γὰρ, ἐπειδὴ νῦν ἐδόθη, θορυβηθῇς, φησὶ, µηδὲ ὡς πρὸς καινὸν καὶ ξένον πρᾶγµα ταραχθῇς· ἄνωθεν γὰρ αὐτὸ καὶ ὁ νόµος καὶ οἱ προφῆται προέλεγον. Καὶ τὰ µὲν ἔδειξε διὰ τῆς κατασκευῆς ταύτης, τὰ δὲ µέλλει, ἐν µὲν τοῖς ἔµπροσθεν παραγαγὼν τὸν Ἀββακοὺµ λέγοντα· Ὁ δίκαιος ἐκ πίστεως ζήσεται· ἐν δὲ τοῖς µετὰ ταῦτα τὸν Ἀβραὰµ, τὸν∆ αυῒδ, καὶ αὐτοὺς περὶ τούτων διαλεγοµένους ἡµῖν. Καὶ γὰρ πολὺς τῶν προσώπων τούτων ὁ λόγος ἦν παρ' αὐτοῖς· ὁ µὲν γὰρ ἦν πατριάρχης καὶ προφήτης, ὁ δὲ βασιλεὺς καὶ προφήτης· καὶ αἱ ἐπαγγελίαι δὲ αἱ περὶ τούτων πρὸς ἀµφοτέρους τούτους ἦσαν γεγενηµέναι.∆ ιὸ καὶ ὁ Ματθαῖος ἀρχόµενος τοῦ Εὐαγγελίου, ἀµφοτέρων τούτων µέµνηται πρῶτον, καὶ τότε κατ' ἀκολουθίαν παράγει τοὺς προγόνους. Εἰπὼν γὰρ, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, οὐκ ἀνέµεινεν εἰπὼν µετὰ τὸν Ἀβραὰµ, καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ, ἀλλὰµετὰ τοῦ Ἀβραὰµ τοῦ∆ αυῒδ ἐµνηµόνευσε· καὶ τὸ δὴ θαυµαστὸν, ὅτι καὶ πρὸ τοῦ Ἀβραὰµ τὸν∆ αυῒδ τέθεικεν, οὕτω λέγων· Υἱοῦ∆ αυῒδ, υἱοῦ Ἀβραάµ· καὶ τότε ἤρξατο καταλέγειν τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ καὶ τοὺς ἑξῆς ἅπαντας.∆ ιὸ καὶ ὁ Ἀπόστολος ἐνταῦθα αὐτοὺς περιστρέφει συνεχῶς, καί φησι·∆ ικαιοσύνη δὲ Θεοῦ µαρτυρουµένη ὑπὸ τοῦ νόµου καὶ τῶν προφητῶν. Ἵνα δὲ µή τις εἴπῃ, Καὶ πῶς αὐτοὶ µηδὲν συντελοῦντες εἰς τὸ προκείµενον, σωζόµεθα; δείκνυσι καὶ ἡµᾶς εἰσφέροντας οὐ µικρὸν εἰς τοῦτο, τὴν πίστιν λέγω. Εἰπὼν γοῦν,∆ ικαιοσύνη Θεοῦ, ἐπήγαγε,∆ ιὰ τῆς πίστεως, εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας. Πάλιν ἐνταῦθα θορυβεῖται ὁ Ἰουδαῖος, οὐδὲν ἐξαίρετον παρὰ τοὺς λοιποὺς ἔχων, µετὰ τῆς οἰκουµένης ἀριθµούµενος ἁπάσης. Ἵν' οὖν µὴ τοῦτο πάθῃ, συστέλλει πάλιν αὐτὸν τῷ φόβῳ, ἐπάγων· Οὐ γάρ ἐστι διαστολή· πάντες γὰρ ἥµαρτον. Μὴ γάρ µοι εἴπῃς, ὅτι Ὁ δεῖνα ὁ Ἕλλην, ὁ δεῖνα ὁ Σκύθης, ὁ δεῖνα ὁ Θρᾴξ· ἐν γὰρ τοῖς αὐτοῖς ἅπαντες. Εἰ γὰρ καὶ νόµον ἔλαβες, ἓν µόνον ἔµαθες ἀπὸ τοῦ νόµου, τὸ εἰδέναι τὴν ἁµαρτίαν, οὐ τὸ φεύγειν αὐτήν. Εἶτα, ἵνα µὴ λέγωσιν, ὅτι Εἰ καὶ ἡµάρτοµεν, ἀλλ' οὐχ οὕτως ὡς ἐκεῖνοι, ἐπήγαγε· Καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Ὥστ' εἰ καὶ µὴ τὰ αὐτὰ τοῖς ἄλλοις ἥµαρτες, ἀλλὰ τῆς δόξης ὁµοίως ἀποστερῇ· τῶν γὰρ προσκεκρουκότων εἶ· ὁ δὲ προσκεκρουκὼς οὐ τῶν δοξαζοµένων, ἀλλὰ τῶν κατῃσχυµµένων. Ἀλλὰ µὴ φοβηθῇς· διὰ γὰρ τοῦτο ταῦτα εἶπον, οὐχ ἵνα σε εἰς ἀπόγνωσιν ἐµβάλω, ἀλλ' ἵνα δείξω τοῦ∆ εσπότου τὴν φιλανθρωπίαν.∆ ιὸ καὶ ἐπήγαγε·∆ ικαιούµενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵµατι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ. Ὅρα διὰ πόσων κατασκευάζει τὸ εἰρηµένον. Πρῶτον ἀπὸ τῆς ἀξίας τοῦ προσώπου· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ ἐργαζόµενος ταῦτα, ἵνα ἀτονήσῃ, ἀλλ' ὁ Θεὸς ὁ πάντα δυνάµενος· Θεοῦ γάρ ἐστιν ἡ δικαιοσύνη, φησί.∆ εύτερον ἀπὸ τοῦ νόµου καὶ τῶν προφητῶν· µὴ γὰρ, ἐπειδὴ Χωρὶς νόµου ἤκουσας, φοβηθῇς· καὶ γὰρ αὐτῷ τῷ νόµῳ τοῦτο δοκεῖ. Τρίτον ἀπὸ τῶν θυσιῶν τῶν ἐν τῇ Παλαιᾷ· διὰ γὰρ τοῦτο εἶπεν, Ἐν τῷ αὐτοῦ αἵµατι, ἀναµιµνήσκων αὐτοὺς τῶν προβάτων ἐκείνων καὶ τῶν µόσχων. Εἰ γὰρ ἀλόγων σφαγαὶ, φησὶν, ἁµαρτίας ἔλυον, πολλῷ µᾶλλον τὸ αἷµα τοῦτο. Καὶ οὐχ ἁπλῶς εἶπε, Λυτρώσεως, ἀλλ', Ἀπολυτρώσεως, ὡς µηκέτι ἡµᾶς ἐπανελθεῖν πάλιν ἐπὶ τὴν αὐτὴν δουλείαν. Καὶ ἱλαστήριον δι' αὐτὸ τοῦτο καλεῖ, δεικνὺς, ὅτι εἰ ὁ τύπος τοσαύτην εἶχεν ἰσχὺν, πολλῷ µᾶλλον ἡ ἀλήθεια τὸ αὐτὸ ἐπιδείξεται.∆ ηλῶν δὲ πάλιν οὐ νεώτερον τοῦτο ὂν, οὐδὲ καινὸν, φησὶ, Προέθετο. Καὶ εἰπὼν, Προέθετο ὁ Θεὸς, καὶ δείξας τοῦ Πατρὸς τὸ κατόρθωµα, τὸ αὐτὸ δείκνυσι καὶ τοῦ Υἱοῦ ὄν· ὁ µὲν γὰρ Πατὴρ προέθετο, ὁ δὲ Χριστὸς ἐν τῷ αὐτοῦ αἵµατι τὸ πᾶν κατώρθωσεν. Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ. Τί ἐστιν, Ἔνδειξις τῆς δικαιοσύνης; Ὥσπερ ἔνδειξις πλούτου, τὸ µὴ µόνον αὐτὸν εἶναι πλούσιον, ἀλλὰ καὶ ἑτέρους πλουσίους ποιεῖν· καὶ ζωῆς, τὸ µὴ µόνον αὐτὸν εἶναι ζῶντα, ἀλλὰ καὶ νεκροὺς ζωοποιεῖν· καὶ δυνάµεως, τὸ µὴ µόνον αὐτὸν εἶναι δυνατὸν, ἀλλὰ καὶ τοὺς ἀσθενεῖς δυναµοῦν· οὕτω καὶ δικαιοσύνης ἔνδειξις, τὸ µὴ µόνον αὐτὸν εἶναι δίκαιον, ἀλλὰ καὶ τὸ ἑτέρους ἐν ἁµαρτίαις κατασαπέντας ἐξαίφνης δικαίους ποιεῖν. Τοῦτο οὖν καὶ αὐτὸς ἑρµηνεύων ἐπήγαγε, τίς ἐστιν ἔνδειξις· Εἰς τὸ εἶναι αὐτὸν δίκαιον, καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.
7.3
Μὴ τοίνυν ἀµφίβαλλε· οὐ γὰρ ἐξ ἔργων, ἀλλ' ἀπὸ πίστεως· µηδὲ φεῦγε τὴν τοῦ Θεοῦ δικαιοσύνην· διπλοῦν γὰρ αὐτῆς τὸ ἀγαθὸν, ὅτι καὶ κοῦφόν ἐστι, καὶ πᾶσι προκείµενον· µηδὲ αἰσχύνου καὶ ἐρυθρία· εἰ γὰρ αὐτὸς ἐνδείκνυται τοῦτο ποιῶν, καὶ ὡς ἂν εἴποι τις, ἐναβρύνεται καὶ ἐγκαλλωπίζεται, πῶς σὺ καταδύῃ καὶ ἐγκαλύπτῃ, ἐφ' ᾧ ὁ∆ εσπότης σου δοξάζεται; Ἐπάρας τοίνυν τὸν ἀκροατὴν διὰ τοῦ εἰπεῖν, ὅτι ἔνδειξις τῆς τοῦ Θεοῦ δικαιοσύνης ἐστὶ τὰ γινόµενα, πάλιν τῷ φόβῳ ὠθεῖ τὸν ὀκνοῦντα καὶἀναδυόµενον προσελθεῖν, οὕτω λέγων·∆ ιὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁµαρτηµάτων. Ὁρᾷς πῶς συνεχῶς ἀναµιµνήσκει τῶν πληµµεληµάτων αὐτούς, ἀνωτέρω µὲν λέγων,∆ ιὰ γὰρ νόµου ἐπίγνωσις ἁµαρτίας, µετὰ ταῦτα δὲ, ὅτιΠάντες ἥµαρτον, ἐνταῦθα δὲ σφοδρότερον. Οὐδὲ γὰρ εἶπε,∆ ιὰ τὰ ἁµαρτήµατα, ἀλλὰ,∆ ιὰ τὴν πάρεσιν, τουτέστι τὴν νέκρωσιν. Οὐκέτι γὰρ ὑγείας ἐλπὶς ἦν, ἀλλ' ὥσπερ σῶµα παραλυθὲν τῆς ἄνωθεν ἐδεῖτο χειρός· οὕτω καὶ ἡ ψυχὴ νεκρωθεῖσα. Καὶ τὸ δὴ χαλεπώτερον, ὅπερ ἐν τάξει θεὶς αἰτίας, δείκνυσι µεῖζον ὂν κατηγόρηµα. Τί δὲ τοῦτό ἐστι; Τὸ ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ τὴν πάρεσιν γεγενῆσθαι. Οὐδὲ γὰρ ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι οὐκ ἀπελαύσατε πολλῆς ἀνοχῆς καὶ χρηστότητος. Τὸ δὲ, Ἐν τῷ νῦν καιρῷ, τὴν πολλὴν δεικνύντος ἐστὶν ἀνοχὴν καὶ φιλανθρωπίαν. Ὅτε γὰρ ἀπεγνώσθηµεν, φησὶ, καὶ καιρὸς ἀποφάσεως ἦν, καὶ ηὐξήθη τὰ κακὰ, καὶ ἐπληρώθησαν αἱ ἁµαρτίαι, τότε τὴν ἑαυτοῦ δύναµιν ἐπεδείξατο, ἵνα µάθῃς πόση παρ' αὐτῷ τῆς δικαιοσύνης ἡ περιουσία. Οὐδὲ γὰρ ἐν ἀρχῇ γενόµενον τοῦτο οὕτω θαυµαστὸν ἂν ἐφάνη καὶ παράδοξον, ὡς νῦν, ὅτε πάσης ἰατρείας ἐξηλέγχθη τρόπος. Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη, φησί.∆ ιὰ ποίου νόµου; τῶν ἔργων; Οὐχὶ, ἀλλὰ διὰ νόµου πίστεως. Πολὺς ὁ ἀγὼν τῷ Παύλῳ δεῖξαι, ὅτι τοσοῦτον ἡ πίστις ἴσχυσεν, ὅσον οὐδὲ ἐφαντάσθη ποτὲ ὁ νόµος. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι δικαιοῖ ὁ Θεὸς τὸν ἄνθρωπον ἀπὸ τῆς πίστεως, ἐπιλαµβάνεται τοῦ νόµου πάλιν. Καὶ οὐ λέγει, Ποῦ οὖν τὰ κατορθώµατα τῶν Ἰουδαίων; ποῦ ἡ δικαιοπραγία; ἀλλὰ, Ποῦ ἡ καύχησις; πανταχοῦ δεικνὺς µεγαληγοροῦντας µόνον ὡς πλέον τι τῶν ἄλλων ἔχοντας, καὶ µηδὲν ἐπιδεικνυµένους ἔργον. Καὶ εἰπὼν, Ποῦ οὖν ἡ καύχησις; οὐκ εἶπεν, Ἠφανίσθη καὶ ἀπώλετο, ἀλλ' Ἐξεκλείσθη, ὅπερ ἀκαιρίας µᾶλλόν ἐστιν· οὐκέτι γὰρ ἔχει καιρόν. Ὥσπερ γὰρ τῆς κρίσεως ἐπιστάσης, οὐκέτι καιρὸν ἔχουσιν οἱ µετανοῆσαι βουλόµενοι· οὕτω καὶ τῆς ἀποφάσεως ἐξενεχθείσης λοιπὸν, καὶ πάντων µελλόντων ἀπόλλυσθαι, καὶ παραγενοµένου τοῦ ταῦτα χάριτι λύοντος τὰ δεινὰ, οὐκέτικαιρὸν εἶχον ἐκεῖνοι προβαλέσθαι τὴν ἀπὸ τοῦ νόµου διόρθωσιν. Εἰ γὰρ ἐχρῆν ἰσχυρίζεσθαι τούτοις, πρὸ τῆς παρουσίας ἐχρῆν· ἐλθόντος δὲ τοῦ διὰ τῆς πίστεως σώζοντος, ἀνῄρητο λοιπὸν ὁ τῶν ἀγώνων καιρός· ὡς γὰρ ἐληλεγµένων ἁπάντων, οὕτω τῇ χάριτι σώζει.∆ ιὸ καὶ νῦν ἦλθεν, ἵνα µὴ λέγωσιν· Ἐν ἀρχῇ παραγενοµένου, ὅτι δυνατὸν ἦν διὰ νόµου σωθῆναι, καὶ πόνοις οἰκείοις καὶ κατορθώµασι. Ταύτην οὖν ἐπιστοµίζων αὐτῶν τὴν ἀναισχυντίαν, ἔµεινε χρόνον πολὺν, ὥστε µετὰ τὸ διὰ πάντων ἐλεγχθῆναι σαφῶς οὐκ ἀρκοῦντας ἑαυτοῖς, τότε σῶσαιδιὰ τῆς αὐτοῦ χάριτος.∆ ιὸ καὶ ἀνωτέρω λέγων, Εἰς ἔνδειξιν τῆς δικαιοσύνης, ἐπήγαγεν, Ἐν τῷ νῦν καιρῷ. Εἰ δὲ ἀντιλέγοιέν τινες, ταυτὸν ποιοῦσιν, ὥσπερ ἂν εἴ τις µεγάλα ἡµαρτηκὼς καὶ µὴ δυνηθεὶς ἀπολογήσασθαι ἐν δικαστηρίῳ, ἀλλὰ κατακριθεὶςκαὶ κολάζεσθαι µέλλων, εἶτα ἀπὸ δωρεᾶς βασιλικῆς ἀφεθεὶς, ἀναισχυντοίη µετὰ τὴν ἄφεσιν καυχώµενος, καὶ λέγων µηδὲν ἡµαρτηκέναι. Πρὶν ἢ γὰρ ἐλθεῖν τὴν δωρεὰν, ἀποδεῖξαι ἔδει· ἐλθούσης δὲ, οὐκ ἂν ἔχοι καιρὸν καυχᾶσθαι λοιπόν. Ὃ δὴ καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονεν. Ἐπειδὴ γὰρ οἴκοθεν ἦσαν προδεδοµένοι, διὰ τοῦτο παραγέγονεν, αὐτῷ τῷ παραγενέσθαι τὴν καύχησιν ἀναιρῶν. Ὁ γὰρ λέγων διδάσκαλος εἶναι νηπίων, καὶ ἐν τῷ νόµῳ καυχώµενος, καὶ παιδευτὴν ἀφρόνων ἑαυτὸν ὀνοµάζων, ὁµοίως ἐκείνοις δεηθεὶςτοῦ διδάξαντος καὶ σώσαντος, οὐκ ἂν ἔχοι τοῦ καυχᾶσθαι πρόφασιν. Εἰ γὰρ καὶ πρὸ τούτου ἡ περιτοµὴ ἀκροβυστία ἐγένετο, πολλῷ µᾶλλον νῦν καὶ γὰρ ἐξ ἑκατέρων ἐκβέβληται τῶν καιρῶν. Εἰπὼν δὲ, ὅτι Ἐξεκλείσθη, δείκνυσι καὶ πῶς. Πῶς οὖν ἐξεκλείσθη, φησί;∆ ιὰ ποίου νόµου; τῶν ἔργων; Οὐχὶ, ἀλλὰ διὰ νόµου πίστεως.
7.4
Ἰδοὺ καὶ τὴν πίστιν νόµον ἐκάλεσεν, ἐµφιλοχωρῶν τοῖς ὀνόµασιν, ὥστε παραµυθεῖσθαι τὴν δοκοῦσαν εἶναι καινοτοµίαν. Τίς δὲ ὁ τῆς πίστεως νόµος;∆ ιὰ χάριτος σώζεσθαι. Ἐνταῦθα τὸ δυνατὸν δείκνυσι τοῦ Θεοῦ, ὅτι οὐ µόνον ἔσωσεν, ἀλλὰ καὶ ἐδικαίωσε καὶ εἰς καύχησιν ἤγαγε, καὶ οὐδὲ ἔργων δεηθεὶς, ἀλλὰ πίστινζητήσας µόνον. Ταῦτα δὲ λέγει, καὶ τὸν πιστεύσαντα Ἰουδαῖον µετριάζειν παρασκευάζων, καὶ τὸν µὴ πιστεύσαντα καταστέλλων, ὥστε αὐτὸν ἐφελκύσασθαι. Ὁ µὲν γὰρ σωθεὶς, ἂν µέγα φρονῇ τῷ νόµῳ προσέχων, ἀκούσεται ὅτι αὐτὸς αὐτοῦ τὸ στόµα ἐνέφραξεν, αὐτὸς αὐτοῦ κατηγόρησεν, αὐτὸς αὐτοῦ τὴνσωτηρίαν ἀπηγόρευσε, καὶ τὸ καύχηµα ἐξέκλεισεν· ὁ δὲ µὴ πιστεύσας πάλιν, διὰ τῶν αὐτῶν τούτων ταπεινωθεὶς, προσαχθῆναι τῇ πίστει δυνήσεται. Εἶδες πόση τῆς πίστεως ἡ περιουσία; πῶς ἀπέστησε τῶν προτέρων, µηδὲ καυχᾶσθαι ἐπ' αὐτοῖς ἀφεῖσα; Λογιζόµεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόµου. Ὅτε ἔδειξεν ἀνωτέρους ὄντας ἀπὸ τῆς πίστεως τῶν Ἰουδαίων, τότε λοιπὸν µετὰ πολλῆς τῆς παῤῥησίας καὶ περὶ αὐτῆς διαλέγεται, καὶ τὸ δοκοῦνἐνταῦθα θορυβεῖν, πάλιν ἰᾶται. Καὶ γὰρ δύο ταῦτα τὰ ταράττοντα ἦν Ἰουδαίους, ἓν µὲν, εἰ τοὺς µετ' ἔργων µὴ σωθέντας δυνατὸν χωρὶς ἔργων σωθῆναι· ἕτερον δὲ, εἰ τοὺς ἀκροβύστους δίκαιον τῶν αὐτῶν ἀπολαῦσαι τοῖς ἐν τοσούτῳ χρόνῳ συντραφεῖσι τῷ νόµῳ· ὃ πολλῷ τοῦ προτέρου µᾶλλον αὐτοὺς ἐξετάραττε.∆ ιὰ τοῦτο ἐκεῖνο κατασκευάσας, ἐπὶ τοῦτο λοιπὸν ἔξεισιν· ὅπερ οὕτως ἐθορύβει τοὺς Ἰουδαίους, ὡς καὶ Πέτρῳ µετὰ τὴν πίστιν ταύτης ἕνεκεν ἐγκαλέσαι τῆς ὑποθέσεως, Κορνηλίου καὶ τῶν κατ' αὐτὸνἕνεκεν πραγµάτων. Τί οὖν φησι; Λογιζόµεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόµου. Οὐκ εἶπεν Ἰουδαῖον, ἢ τὸν ὑπὸ τὸν νόµον ὄντα, ἀλλ' ἐξαγαγὼν τὸν λόγον εἰς εὐρυχωρίαν, καὶ τῇ οἰκουµένῃ τὰς θύρας ἀνοίξας τῆς σωτηρίας, φησὶν, Ἄνθρωπον, τὸ κοινὸν τῆς φύσεως ὄνοµα θείς. Εἶτα ἀπὸ τούτου λαβὼν ἀφορµὴν, µὴ τεθεῖσαν ἀντίθεσιν λύει. Ἐπειδὴ γὰρ εἰκὸς ἦν Ἰουδαίους ἀκούσαντας, ὅτι πάντα ἄνθρωπον ἡ πίστις δικαιοῖ, δυσχεραίνειν καὶ σκανδαλίζεσθαι, ἐπήγαγεν· Ἢ Ἰουδαίων ὁ Θεὸς µόνον; ὡς ἂν εἰ ἔλεγε·∆ ιὰ τί γάρ σοι τοῦτο ἄτοπον εἶναι δοκεῖ, τὸ πάντα ἄνθρωπον σώζεσθαι; µὴ γὰρ µερικός ἐστιν ὁ Θεός; ἐκ τούτου δεικνὺς, ὅτι βουλόµενοι τοῖς ἔθνεσιν ἐπηρεάζειν, τοῦ Θεοῦ τὴν δόξαν λυµαίνονται µᾶλλον, εἴ γε µὴ συγχωροῖεν αὐτὸν πάντων εἶναι Θεόν. Εἰ δὲ πάντων ἐστὶ, καὶ προνοεῖται πάντων· εἰ δὲ προνοεῖται πάντων, πάντας ὁµοίως σώζει διὰ τῆς πίστεως.∆ ιὰ τοῦτό φησιν· Ἢ Ἰουδαίων ὁ Θεὸς µόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν. Οὐ γάρ ἐστι µερικὸς, οἷοι οἱ Ἑλλήνων µῦθοι, ἀλλὰ κοινὸς ἁπάντων καὶ εἷς· διὸ καὶ ἐπάγει· Ἐπείπερ εἷς ὁ Θεός. Τουτέστιν, ὁ αὐτὸς καὶ τούτων κἀκείνων∆ εσπότης. Εἰ δὲ τὰ παλαιά µοι λέγεις, καὶ τότε κοινὰ τὰ τῆς προνοίας ἦν, εἰ καὶ διαφόρως· καὶ γάρ σοι νόµος ἐδόθη γραπτὸς, κἀκείνοις νόµος φυσικὸς, καὶ οὐδὲν ἔλαττον εἶχον, εἴ γε ἐβούλοντο, ἀλλὰ καὶ νικᾷν ἠδύναντο· διὸ καὶ ἐπήγαγε, τοῦτο αὐτὸ αἰνιττόµενος· Ὃς δικαιώσει περιτοµὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως· τῶν ἔµπροσθεν περὶ ἀκροβυστίας καὶ περιτοµῆς εἰρηµένων αὐτοὺς ἀναµνήσας, δι' ὧν ἔδειξεν οὐδεµίαν οὖσαν διαφοράν. Εἰ δὲ τότε οὐδεµία ἦν διαφορὰ, πολλῷ µᾶλλον νῦν· ὅπερ καὶ σαφέστερον κατασκευάζων νῦν, ἀπέδειξεν ὁµοίως ἑκάτερον τῆς πίστεως δεόµενον. Νόµον οὖν καταργοῦµεν, φησὶ, διὰ τῆς πίστεως; Μὴ γένοιτο· ἀλλὰ νόµον ἱστῶµεν. Εἶδες σύνεσιν ποικίλην καὶ ἄφατον; Αὐτῷ γὰρ τῷ εἰπεῖν, Ἱστῶµεν, ἔδειξεν οὐχ ἑστῶτα, ἀλλὰ καταλελυµένον. Καὶ ὅρα τῆς Παύλου δυνάµεως τὴν ὑπερβολὴν, καὶ µεθ' ὅσης κατασκευάζει περιουσίας ἃ βούλεται.∆ είκνυσι γὰρ ἐνταῦθα οὐ µόνον οὐ λυµαινοµένην τῷ νόµῳ τὴν πίστιν, ἀλλὰ καὶ βοηθοῦσαν αὐτῷ, ὥσπερ οὖν καὶ αὐτὸν τῇ πίστει προοδοποιοῦντα. Καθάπερ γὰρ αὐτὸς προλαβὼν αὐτῇ ἐµαρτύρησε· Μαρτυρουµένη γὰρ ὑπὸ τοῦ νόµου καὶ τῶν προφητῶν, φησίν· οὕτω καὶ αὐτὴ αὐτὸν ἀτονοῦντα ἔστησε. Καὶ πῶς ἔστησε, φησί; τί ἦν τοῦ νόµου τὸ ἔργον, καὶ τίνος ἕνεκεν ἅπαντα ἔπραττεν; Ὥστε δίκαιον ποιῆσαι τὸν ἄνθρωπον. Ἀλλ' ἐκεῖνος µὲν τοῦτο οὐκ ἴσχυσε· Πάντες γὰρ, φησὶν, ἥµαρτον· ἡ πίστις δὲ ἐλθοῦσα αὐτὸ κατώρθωσεν· ὁµοῦ γάρ τις ἐπίστευσε καὶ ἐδικαιώθη. Οὐκοῦν ἔστησε τοῦ νόµου τὸ θέληµα, καὶ δι' ὃ πάντα ἔπραττεν ἐκεῖνος, τοῦτο αὕτη εἰς τέλος ἤγαγεν. Οὐκ ἄρα αὐτὸν κατήργησεν, ἀλλ' ἀπήρτισε. Τρία τοίνυν ἐνταῦθα ἀπέδειξε, καὶ ὅτι χωρὶς νόµου δυνατὸν δικαιωθῆναι, καὶ ὅτι τοῦτο οὐκ ἴσχυσεν ὁ νόµος, καὶ ὅτι ἡ πίστις αὐτῷ οὐ µάχεται. Ἐπειδὴ γὰρ τοῦτο µάλιστα τοὺς Ἰουδαίους ἐθορύβει, τὸ δοκεῖν ἀπεναντίας αὐτῷ τὴν πίστιν εἶναι, δείκνυσι πλέον οὗ βούλεται ὁ Ἰουδαῖος, οὐ µόνον οὐκοὖσαν ἐναντίαν, ἀλλὰ καὶ σφόδρα σύµµαχόν τε καὶ συνεργὸν οὖσαν· ὃ µάλιστα ἐπόθουν ἀκοῦσαι.
7.5
Ἀλλ' ἐπειδὴ µετὰ τὴν χάριν ταύτην, δι' ἧς ἐδικαιώθηµεν, καὶ πολιτείας χρεία, ἀξίαν ἐπιδειξώµεθα τῆς δωρεᾶς τὴν σπουδήν· ἐπιδειξόµεθα δὲ, ἂν τὴν µητέρα τῶν ἀγαθῶν τὴν ἀγάπην µετὰ πολλῆς φυλάττωµεν τῆς σπουδῆς. Ἀγάπη δέ ἐστιν, οὐ ψιλὰ ῥήµατα οὐδὲ προσρήσεις ἁπλῶς, ἀλλὰ προστασία καὶ δι' ἔργων ἐπίδειξις· οἷον, τὸ πενίαν λύειν, τὸ νοσοῦσι συναµύνειν, τὸ κινδύνων ἀπαλλάττειν, τὸ ἐν περιστάσεσιν οὖσι παρίστασθαι, τὸ κλαίειν µετὰ κλαιόντων, τὸ χαίρεινµετὰ χαιρόντων· καὶ γὰρ καὶ τοῦτο ἀγάπης· καίτοι δοκεῖ µικρὸν εἶναι τοῦτο, τὸ χαίρειν µετὰ χαιρόντων· σφόδρα µέντοι µέγα ἐστὶ καὶ φιλοσόφου δεόµενον γνώµης· καὶ πολλοὺς ἂν εὕροιµεν τὸ µὲν πικρότερον ἀνύοντας, πρὸς τοῦτο δὲ ἀτονοῦντας· πολλοὶ γὰρ κλαίουσι µὲν µετὰ κλαιόντων, οὐκέτι δὲ καὶ µετὰ χαιρόντων χαίρουσιν, ἀλλὰ δακρύουσιν ἑτέρων χαιρόντων· ὅπερ ἐστὶ βασκανία καὶ φθόνος. Οὐ τοίνυν µικρὸν κατόρθωµα, τοῦ ἀδελφοῦ χαίροντος χαίρειν, ἀλλὰ καὶ θατέρου µεῖζον· τάχα δὲ οὐ τοῦ κλαίειν µόνον µετὰ κλαιόντων, ἀλλὰ καὶ τοῦ παραστῆναι ἐν κινδύνοις µεῖζον. Πολλοὶ γοῦν κινδυνεύουσι µὲν συνεκινδύνευσαν, εὐδοκιµούντων δὲ ἐδήχθησαν· τοσαύτη ἡ τῆς βασκανίας τυραννίς. Καίτοι τὸ µὲν πόνων ἐστὶ καὶ ἱδρώτων, τοῦτο δὲ προαιρέσεως καὶ γνώµης µόνον· ἀλλ' ὅµως τὸ χαλεπώτερον ὑποµείναντες πολλοὶ, τὸ εὐκολώτερον τούτου οὐκ ἤνυσαν, ἀλλὰ τήκονται καὶ ἀπόλλυνται, ὅταν ἑτέρους εὐδοκιµοῦνταςἴδωσιν, ὅταν Ἐκκλησίαν ὠφελουµένην ὁλόκληρον, ἢ λόγῳ ἢ καὶ ἑτέρῳ τινὶ τρόπῳ· οὗ τί χεῖρον γένοιτ' ἄν; Οὐδὲ γὰρ τῷ ἀδελφῷ λοιπὸν, ἀλλὰ καὶ τῷ θελήµατι τοῦ Θεοῦ ὁ τοιοῦτος µάχεται. Τοῦτο οὖν ἐννοήσας, παῦσαι τῆς νόσου, καὶ εἰ µὴ τὸν πλησίον βούλει, σαυτὸν γοῦν ἀπάλλαξον τῶν µυρίων κακῶν. Τί πόλεµον ἐπεισάγεις σου τοῖς λογισµοῖς; τί θορύβου τὴν ψυχὴν πληροῖς; τί χειµῶνα ἐργάζῃ; τί τὰ ἄνω κάτω ποιεῖς; πῶς δυνήσῃ διακείµενος οὕτως, ἁµαρτιῶν ἄφεσιν αἰτῆσαι; Εἰ γὰρ τοῖς τὰ εἰς αὐτοὺς µὴ συγχωροῦσιν οὐδὲ αὐτὸς ἀφίησι τὰ ἁµαρτήµατα, τοῖς τοὺς οὐδὲν ἠδικηκότας ἀδικεῖν ἐπιχειροῦσι ποίαν ἄφεσιν δώσει; Ἐσχάτης γὰρ τοῦτο πονηρίας ἀπόδειξις· οἱ τοιοῦτοι µετὰ τοῦ διαβόλου πολεµοῦσι τὴν Ἐκκλησίαν· τάχα δὲ καὶ πολλῷ χεῖρον· τὸν µὲν γὰρ καὶ φυλάττεσθαι δυνατὸν, οὗτοι δὲ προσωπεῖον φιλίας ὑποδύντες, λάθρᾳ τὴν πυρὰν ἀνάπτουσιν, ἑαυτοὺς προτέρους εἰς τὴνκάµινον ἐµβάλλοντες, καὶ νοσοῦντες νόσον οὐ µόνον ἐλεηθῆναι µὴ δυναµένην, ἀλλὰ καὶ πολὺν τὸν γέλωτα ἔχουσαν. Τί γὰρ ὠχριᾷς, εἰπέ µοι, καὶ τρέµεις καὶ περιδεὴς ἕστηκας; τί γέγονε δεινόν; ὅτι λαµπρὸς ὁ ἀδελφὸς καὶ περιφανὴς καὶ εὐδόκιµος; Οὐκοῦν στεφανοῦσθαί σε δεῖ καὶ χαίρειν καὶ τὸν Θεὸν δοξάζειν, ὅτι τὸ µέλος τὸ σὸν λαµπρὸν καὶ περιφανές· ἀλλὰ ἀλγεῖς, ὅτι ὁ Θεὸς δοξάζεται. Ὁρᾷς ποῦ τείνει ὁ πόλεµος; Ἀλλ' οὐχ ὅτι ὁ Θεὸς, φησὶν, ἀλλ' ὅτι ὁ ἀδελφὸς δοξάζεται. Ἀλλὰ διὰ τούτου πρὸς τὸν Θεὸν ἀναβαίνει ἡ δόξα· οὐκοῦν καὶ ὁ παρὰ σοῦ πόλεµος. Ἀλλ' οὐ τοῦτό µε λυπεῖ, φησὶν, ἀλλὰ δι' ἐµοῦ τὸν Θεὸν ἐβουλόµην δοξάζεσθαι. Οὐκοῦν χαῖρε εὐδοκιµοῦντος τοῦ ἀδελφοῦ, καὶ δοξάζεται καὶ διὰ σοῦ πάλιν ὁ Θεὸς, καὶ πάντες ἐροῦσιν· Εὐλογητὸς ὁ Θεὸς ὁ τοιούτους ἔχων οἰκέτας, φθόνου παντὸς ἀπηλλαγµένους, τοῖς ἀλλήλων συνηδοµένους καλοῖς. Καὶ τί λέγω τὸν ἀδελφόν; Εἰ γὰρ καὶ πολέµιος ἦν καὶ ἐχθρὸς, ὁ δὲ Θεὸς δι' αὐτοῦ ἐδοξάζετο, φίλον ἔδει ποιήσασθαι διὰ τοῦτο· σὺ δὲ τὸν φίλον ἐχθρὸν ποιεῖς, ἐπειδὴ ὁ Θεὸς δοξάζεται διὰ τῆς εὐδοκιµήσεως ἐκείνου. Κἂν µὲν τὸ σῶµά τις θεραπεύσῃ τὸ σὸν κακῶς ἔχον, κἂν ἐχθρὸς ᾖ, τῶν πρώτων αὐτὸν ἡγήσῃ φίλων εἶναι λοιπόν· τὸν δὲ τοῦ Χριστοῦ τὸ σῶµα καλλωπίζοντα, τουτέστι τὴν Ἐκκλησίαν, καὶ φίλον ὄντα, ἐχθρὸν ἡγῇ; Καὶ πῶς ἂν ἑτέρως τὸν πρὸς τὸν Χριστὸν ἐπεδείξω πόλεµον;∆ ιὰ τοῦτο κἂν σηµεῖά τις ποιῇ, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν χαµευνίαν ἐπιδείξηται, καὶ πρὸς τοὺς ἀγγέλους διὰ ταύτης τῆς ἀρετῆς φθάσῃ, πάντων ἔσται ἐναγέστερος, τοῦτο ἔχων τὸ ἐλάττωµα, καὶ µοιχοῦ καὶ πόρνου καὶ λῃστοῦ καὶ τυµβωρύχου παρανοµώτερος.
7.6
Καὶ ἵνα µή τις ὑπερβολὴν καταγνῷ τοῦ λόγου, ἐκεῖνο ἂν ἡδέως ἐροίµην ὑµᾶς· Εἰ πῦρ καὶ δίκελλάν τις λαβὼν, τοῦτον καθῄρει καὶ ἐνεπίµπρα τὸν οἶκον καὶ τουτὶ κατέσκαπτε τὸ θυσιαστήριον, οὐκ ἂν λίθοις ἕκαστος αὐτὸν ἔβαλλετῶν παρόντων ὡς ἐναγῆ καὶ παράνοµον; Τί οὖν, ἂν τοῦ πυρὸς τούτου δαπανητικωτέραν τις φέρῃ φλόγα, τὴν βασκανίαν λέγω, οὐχὶ λίθων οἰκοδοµὰς καθαιροῦσαν, οὐδὲ χρυσοῦνθυσιαστήριον κατασκάπτουσαν, ἀλλὰ τὸ πολὺ καὶ τῶν τοίχων καὶ τοῦ θυσιαστηρίου τιµιώτερον, τῶν διδασκάλων τὴν οἰκοδοµὴν ἀνατρέπουσαν καὶλυµαινοµένην, ποίας ἂν εἴη συγγνώµης ἄξιος; Μὴ γάρ µοι λεγέτω τις, ὅτι πολλάκις ἐπιχειρήσας οὐκ ἴσχυσεν· ἀπὸ γὰρ τῆς γνώµης τὰ πράγµατα κρίνεται· ἐπεὶ καὶ ὁ Σαοὺλ ἀπέκτεινε τὸν∆ αυῒδ, εἰ καὶ µὴ ἐπέτυχεν. Οὐκ ἐννοεῖς, εἰπέ µοι, ὅτι τοῖς προβάτοις ἐπιβουλεύεις τοῦ Χριστοῦ, τῷ ποιµένι πολεµῶν, καὶ τοῖς προβάτοις, ὑπὲρ ὧν καὶ τὸ αἷµα ἐξέχεεν ὁ Χριστὸς, καὶ πάντα καὶ ποιεῖν καὶ πάσχειν ἡµᾶς ἐκέλευσεν; οὐκ ἀναµιµνήσκεις σαυτὸν, ὅτι ὁ µὲν∆ εσπότης σου τὴν δόξαν τὴν σὴν ἐζήτησε, καὶ οὐχὶ τὴν ἑαυτοῦ, σὺ δὲ οὐ τὴν τοῦ∆ εσπότου ζητεῖς, ἀλλὰ τὴν ἑαυτοῦ; Καίτοι εἰ τὴν ἐκείνου ἐζήτεις, τότε ἂν καὶ τῆς σῆς ἐπέτυχες· τὴν δὲ σὴν ζητῶν πρὸ τῆς ἐκείνου, οὐδὲ ταύτης ἀπολαύσῃ ποτέ. Τίς οὖν ἔσται θεραπεία τούτου; Κοινῇ πάντες εὐξώµεθα, καὶ µίαν ὑπὲρ αὐτῶν ἀνενέγκωµεν φωνὴν, ὡς ὑπὲρ τῶν ἐνεργουµένων. Καὶ γὰρ οὗτοι ἀθλιώτερον διάκεινται ἐκείνων, ὅσῳ καὶ προαιρέσεώς ἐστιν ἡ µανία. Εὐχῆς γὰρ δεῖται τὸ νόσηµα τοῦτο καὶ πολλῆς τῆς δεήσεως. Εἰ γὰρ ὁ µὴ φιλῶν τὸν ἀδελφὸν, ἐὰν χρήµατα κενώσῃ, κἂν ἐν µαρτυρίῳ διαλάµψῃ, οὐδὲν ἀνύει πλέον· ὁ καὶ πολεµῶν τῷ µηδὲν ἠδικηκότι ἐννόησον πόσης ἂν εἴη τιµωρίας ἄξιος. Οὗτος καὶ Ἑλλήνων χείρων. Εἰ γὰρ τὸ φιλεῖν τοὺς φιλοῦντας οὐδὲν πλέον ἡµᾶς ἀφίησιν ἐκείνων ἔχειν, ὁ τοῖς φιλοῦσι βασκαίνων ποῦ στήσεται, εἰπέ µοι; Καὶ γὰρ τοῦ πολεµεῖν χεῖρόν ἐστι τὸ βασκαίνειν. Ὁ µὲν γὰρ πολεµῶν, τῆς αἰτίας λυθείσης δι' ἣν ὁ πόλεµος, καὶ τὴν ἔχθραν κατέλυσεν· ὁ δὲ βάσκανος οὐδέποτε ἂν γένοιτο φίλος. Καὶ ὁ µὲν τὴν µάχην φανερὰν ἐπιδείκνυται, ὁ δὲ συνεσκιασµένην· καὶ ὁ µὲν αἰτίαν πολλάκις ἔχει εἰπεῖν εὔλογον τοῦ πολέµου, ὁ δὲ οὐδὲν ἕτερον ἢ µανίαν καὶ γνώµην σατανικήν. Τίνι οὖν ἄν τις τὴν τοιαύτην παραβάλοι ψυχήν; ποίᾳ ἐχίδνῃ; ποίᾳ ἀσπίδι; ποίῳ σκώληκι; τίνι κανθάρῳ; Οὔτε γὰρ ἐναγέστερον, οὔτε πονηρότερόν τι τῆς τοιαύτης ψυχῆς. Τοῦτο γὰρ, τοῦτο τὰς Ἐκκλησίας ἀνέτρεψε, τοῦτο τὰς αἱρέσεις ἔτεκε, τοῦτο ἀδελφικὴν ὥπλισε χεῖρα, καὶ αἵµατι δικαίου δεξιὰν βαπτισθῆναι ἐποίησε, καὶ νόµους ἀνέσπασε φύσεως, καὶ τῷ θανάτῳ τὰς θύρας ἀνέῳξε, καὶ τὴν ἀρὰν ἐκείνην εἰς ἔργον ἤγαγε, καὶ οὔτε ὠδίνων οὔτε γονέων οὔτε ἄλλου τινὸςἀναµνησθῆναι τὸν ἄθλιον εἴασεν ἐκεῖνον, ἀλλ' οὕτως αὐτὸν ἐξεβάκχευσε καὶ εἰς τοσοῦτον ἤγαγεν οἶστρον, ὡς καὶ τοῦ Θεοῦ παρακαλοῦντος καὶ λέγοντος, Πρὸς σὲἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ, µηδὲ οὕτως ἐνδοῦναι. Καίτοι γε καὶ τοῦ ἐγκλήµατος αὐτὸν ἀφῆκε, καὶ τὸν ἀδελφὸν ὑπέταξεν· ἀλλ' ὅµως οὕτως ἀνίατον τὸ νόσηµα τοῦτο, ὡς καὶ µυρίων φαρµάκων ἐπικειµένων, τὴν οἰκείαν ἀναβλύζειν σηπεδόνα. Τίνος γὰρ ἕνεκεν ἀλγεῖς, ὦ πάντων ἀθλιώτερε σύ; ὅτι ἐτιµήθη ὁ Θεός; Ἀλλὰ τοῦτο γνώµης σατανικῆς. Ἀλλ' ὅτι παρευδοκίµησεν ὁ ἀδελφός; Ἀλλ' ἔξεστι καὶ σοὶ πάλιν αὐτὸν παραδραµεῖν. Ὥστε εἰ βούλει νικῆσαι, µὴ σφάξῃς µηδὲ ἀνέλῃς, ἀλλ' ἄφες µένειν ἵνα τηρῆται τῶν παλαισµάτων ἡ ὑπόθεσις, καὶ νίκησον ζῶντα· οὕτω γάρ σοι λαµπρὸς ὁ στέφανος ἔµελλεν ἔσεσθαι· νυνὶ δὲ ἀνελὼν, µείζονα κατὰ σαυτοῦ τῆς ἥττης τὴν ψῆφον ἐκφέρεις. Ἀλλ' οὐδὲν τούτων ἡ βασκανία οἶδε. Τίνος δὲ ἕνεκεν καὶ δόξης ἐρᾷς ἐν ἐρηµίᾳ τοσαύτῃ; οὗτοι γὰρ µόνοι τότε τὴν γῆν ᾤκουν. Ἀλλ' οὐδὲ τοῦτο αὐτὸν ἐπέσχεν, ἀλλὰ πάντα ἀπὸ τῆς ψυχῆς ῥίψας, ἵστατο µετὰ τοῦ διαβόλου καὶ παρετάττετο· καὶ γὰρ ἐκεῖνος ἦν ὁ στρατηγῶν τότε µετὰ τοῦ Κάϊν. Ἐπειδὴ γὰρ οὐκ ἤρκεσεν αὐτῷ τὸ γενέσθαι θνητὸν τὸν ἄνθρωπον, καὶ τῷ τρόπῳ τοῦ θανάτου µείζονα τὴν τραγῳδίαν ἐπεχείρει ποιῆσαι, καὶἀνέπειθεν ἀδελφοκτόνον γενέσθαι· ἠπείγετο γὰρ καὶ ὤδινεν ἰδεῖν τὴν ἀπόφασιν εἰς ἔργον ἐκφεροµένην ὁ µηδέποτε ἐκ τῶν ἡµετέρων κορεννύµενος κακῶν. Ὥσπερ ἂν εἴ τις δεσµώτην ἔχων ἐχθρὸν, ἀπόφασιν δεξάµενον ἰδὼν, πρὶν ἢ τὴν πόλιν ἐξελθεῖν, ἐπείγοιτο καὶ ἔνδον σφαττόµενον ἰδεῖν, καὶ µηδὲτὸν προσήκοντα ἀναµένοι καιρόν· οὕτω δὴ καὶ ὁ διάβολος τότε. Καίτοι γε ἀκούσας, ὅτι εἰς γῆν ἀπελεύσεται ὁ ἄνθρωπος, ὤδινέ τι πλέον ἰδεῖν, υἱὸν πρὸ πατρὸς τελευτῶντα, καὶ ἀδελφὸν ἀδελφὸν ἀναιροῦντα, καὶ ἄωρονκαὶ βιαίαν σφαγήν.
7.7
Εἶδες πρὸς πόσα ὑπηρέτησεν ὁ φθόνος; πῶς τὴν ἀκόρεστον τοῦ διαβόλου γνώµην ἐνέπλησε, καὶ τοσαύτην αὐτῷ παρέθηκε τράπεζαν, ὅσην ἰδεῖν ἐπεθύµησεν ἐκεῖνος; Φεύγωµεν τοίνυν τὸ νόσηµα. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸ πῦρ ἐκεῖνο διαφυγεῖν τὸ ἡτοιµασµένον τῷ διαβόλῳ, µὴ ταύτης ἀπαλλαγέντας τῆς ἀῤῥωστίας· ἀπαλλαγησόµεθα δὲ, ἂν ἐννοήσωµεν πῶς τε ἡµᾶς ἠγάπησε, καὶ ἀλλήλους ἐκέλευσεν ἀγαπᾷν ὁ Χριστός. Πῶς οὖν ἡµᾶς ἠγάπησε; Τὸ αἷµα τὸ τίµιον ἔδωκεν ὑπὲρ ἡµῶν ἐχθρῶν ὄντων καὶ τὰ µέγιστα ἠδικηκότων. Τοῦτο καὶ σὺ ποίησον ἐπὶ τοῦ ἀδελφοῦ· διὰ γὰρ τοῦτο, φησὶν, Ἐντολὴν καινὴν δίδωµι ὑµῖν, ἵνα οὕτως ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑµᾶς. Μᾶλλον δὲ οὐδὲ οὕτω τὸ µέτρον ἵσταται· αὐτὸς γὰρ ὑπὲρ τῶν ἐχθρῶν τοῦτο ἐποίησεν. Ἀλλ' οὐ βούλει τὸ αἷµα δοῦναι τὸ σαυτοῦ ὑπὲρ τοῦ ἀδελφοῦ; Τί οὖν καὶ τὸ ἐκείνου ἐκχέεις, ἐκ διαµέτρου παρακούων τῆς ἐντολῆς; Καίτοι αὐτὸς µὲν ὅπερ ἐποίησεν, οὐκ ἐξ ὀφειλῆς· σὺ δὲ, ἂν ποιῇς, ὀφειλὴν λοιπὸν πληροῖς· ἐπεὶ καὶ ἐκεῖνος ὁ τὰ µύρια τάλαντα λαβὼν, καὶ τὰ ἑκατὸν δηνάρια ἀπαιτῶν, οὐ διὰ τοῦτο ἐκολάζετο µόνον, ὅτι ἀπῄτει, ἀλλ' ὅτι οὐδὲ τῇ εὐεργεσίᾳγέγονε βελτίων, οὐδὲ ἄρξαντος τοῦ δεσπότου κατηκολούθησε, καὶ τὸ χρέος ἀπέδωκε· καὶ γὰρ χρέος ἦν λοιπὸν τὸ παρὰ τοῦ δούλου γενόµενον, εἴ γε ἐγένετο. Καὶ γὰρ ἅπαντα ἅπερ ποιοῦµεν, ὀφειλὴν πληροῦντες ποιοῦµεν.∆ ιὸ καὶ αὐτὸς ἔλεγεν· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσµεν· ἃ γὰρ ὠφείλοµεν ποιῆσαι, ἐποιήσαµεν. Κἂν ἀγάπην τοίνυν ἐπιδειξώµεθα, κἂν χρήµατα δῶµεν τοῖς δεοµένοις, ὀφειλὴν πληροῦµεν· οὐχ ὅτι κατῆρξεν αὐτὸς εὐεργεσιῶν µόνον, ἀλλ' ὅτι καὶ τὰ αὐτοῦ διανέµοµεν, ἄν ποτε δῶµεν. Τί τοίνυν ἀποστερεῖς σεαυτὸν ὧν αὐτός σε βούλεται κύριον εἶναι;∆ ιὰ τοῦτο γάρ σοι ἐκέλευσεν αὐτὰ δοῦναι ἑτέρῳ, ἵνα σὺ αὐτὰ ἔχῃς. Ἕως µὲν γὰρ µόνος κατέχεις, οὐδὲ αὐτὸς ἔχεις· ὅταν δὲ ἑτέρῳ δῷς, τότε καὶ αὐτὸς ἔλαβες. Ἆρά τι τούτου τοῦ φίλτρου γένοιτ' ἂν ἴσον; Αὐτὸς ἐξέχεε τὸ αἷµα ὑπὲρ τῶν ἐχθρῶν, ἡµεῖς δὲ οὐδὲ χρήµατα ὑπὲρ τοῦ εὐεργέτου· αὐτὸς τὸ αἷµα τὸ ἑαυτοῦ, ἡµεῖς δὲ οὐδὲ χρήµατα τὰ οὐχ ἡµῶν· αὐτὸς πρὸ ἡµῶν, ἡµεῖς δὲ οὐδὲ µετ' αὐτόν· αὐτὸς ὑπὲρ τῆς ἡµετέρας σωτηρίας, ἡµεῖς δὲ οὐδὲ ὑπὲρ τῆς ἡµετέρας ὠφελείας· οὐδὲ γὰρ αὐτῷ τι γίνεται πλέον ἐκ τῆς ἡµετέρας φιλανθρωπίας, ἀλλὰ τὸ πᾶν εἰς ἡµᾶς περιίσταται κέρδος.∆ ιὰ γὰρ τοῦτο καὶ κελευόµεθα αὐτὰ δοῦναι, ἵνα µὴ αὐτῶν ἐκπέσωµεν ἡµεῖς. Ὥσπερ γὰρ εἰ παιδίῳ τις ἀργύριον δῴη µικρῷ, κελεύει κατέχειν σφοδρῶς, ἢ καὶ τῷ οἰκέτῃ δοῦναι φυλάττειν, ὥστε µὴ ἐξεῖναι ἁρπάσαι τῷ βουλοµένῳ· οὕτω δὴ καὶ ὁ Θεὸς ποιεῖ.∆ ὸς γὰρ τῷ δεοµένῳ, φησὶν, ἵνα µὴ ἁρπάσῃ τις αὐτὰ ἀπὸ σοῦ, οἷον ἢ συκοφάντης, ἢ διάβολος, ἢ κλέπτης, ἢ µετὰ πάντας ὁ θάνατος. Ἕως µὲν γὰρ ἂν αὐτὸς αὐτὰ κατέχῃς, οὐκ ἀσφαλῶς κατέχεις· ἐὰν δὲ ἐµοὶ αὐτὰ δῷς διὰ τῶν πενήτων, ἐγώ σοι φυλάττω µετὰ ἀκριβείας ἅπαντα, καὶ ἐν καιρῷ τῷ προσήκοντι µετὰ πολλῆς αὐτὰ ἀποκαταστήσωτῆς περιουσίας. Οὐ γὰρ ἵνα ἀφέλωµαι λαµβάνω, ἀλλ' ἵνα πλείονα ποιήσω, ἵνα ἀκριβέστερον φυλάξω, ἵνα κατ' ἐκεῖνόν σοι αὐτὰ τηρήσω τὸν χρόνον, καθ' ὃν οὐδεὶς ὁδανείζων οὐδὲ ὁ ἐλεῶν ἐστι. Τί οὖν γένοιτ' ἂν ἡµῶν ὠµότερον µετὰ τοιαύτας ὑποσχέσεις µὴ ἀνεχοµένων αὐτῷ δανείζειν; Τοιγάρτοι διὰ τοῦτο ἔρηµοι καὶ γυµνοὶ καὶ πένητες πρὸς αὐτὸν ἀπερχόµεθα, τὰ πιστευθέντα οὐκ ἔχοντες, ὅτι µὴ τῷ πάντων αὐτὰ ἀκριβέστερονφυλάττοντι παρακατατιθέµεθα.∆ ιὸ καὶ τὴν ἐσχάτην δώσοµεν δίκην. Τί γὰρ καὶ ἐγκαλούµενοι δυνησόµεθα εἰπεῖν ὑπὲρ τῆς ἀπωλείας ἑαυτῶν; ποίαν πρόφασιν προβαλέσθαι; τίνα ἀπολογίαν; Τίνος γὰρ ἕνεκεν οὐκ ἔδωκας; ἀπιστεῖς, ὅτι λήψῃ πάλιν; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; ὁ γὰρ τῷ µὴ δεδωκότι δοὺς, πῶς οὐ πολλῷ µᾶλλον µετὰ τὸ λαβεῖν δώσει; Ἀλλὰ τέρπει σε αὐτῶν ἡ ὄψις; Οὐκοῦν πολλῷ µᾶλλον διὰ τοῦτο δὸς, ἵνα ἐκεῖσε τέρψῃ µειζόνως, ὅτε οὐδεὶς αὐτὰ ἀφαιρήσεται· ὡς νῦν γε κατέχων καὶ µυρία πείσῃ δεινά. Καθάπερ γὰρ κύων, οὕτως ἐνάλλεται τοῖς πλουτοῦσιν ὁ διάβολος, ὥσπερ ψωµὸν ἢ πλακοῦντα παιδίου κατέχοντος ἀποσπάσαι θέλων.∆ ῶµεν τοίνυν αὐτὰ τῷ Πατρί. Κἂν ἴδῃ τοῦτο ὁ διάβολος γενόµενον, ἀναχωρήσει πάντως· ἀναχωρήσαντος δὲ ἐκείνου, τότε σοὶ µετὰ ἀσφαλείας αὐτὰ ὁ πατὴρ δώσει πάντα, ὅταν µὴ δύνηται ἐνοχλεῖν ἐκεῖνος κατὰ τὸν αἰῶνα τὸν µέλλοντα. Ὡς νῦν γε τῶν µικρῶν παιδίων τῶν ὑπὸ κυνιδίων ἐνοχλουµένων οὐδὲν διαφέρουσιν οἱ πλουτοῦντες, πάντων ὑλακτούντων περὶ αὐτοὺς, σπαραττόντων, ἑλκόντων οὐκ ἀνθρώπων µόνον, ἀλλὰ καὶπαθῶν ἀνελευθέρων, γαστριµαργίας, µέθης, κολακείας, ἀσελγείας ἁπάσης. Κἂν µὲν δανείζειν δέῃ, τοὺς πολὺ διδόντας περιεργαζόµεθα, καὶ τοὺς εὐγνώµονας περισκοποῦµεν· ἐνταῦθα δὲ τοὐναντίον ποιοῦµεν· τὸν µὲν εὐγνωµονοῦντα Θεὸν καὶ οὐχὶ ἑκατοστὴν, ἀλλὰ ἑκατονταπλασίονα παρέχοντα ἀφίεµεν, τοὺς δὲ οὐκ ἀποδώσοντας ἡµῖν οὐδὲ τὸ κεφάλαιον, τούτους ἐπιζητοῦµεν.
7.8
Τί γὰρ ἡµῖν ἡ γαστὴρ ἀποδώσει τὰ πλείονα καταναλίσκουσα; Κόπρον καὶ φθοράν. Τίδὲ ἡ κενοδοξία; Φθόνον καὶ βασκανίαν. Τί δὲ ἡ φειδωλία; Φροντίδα καὶ µέριµναν. Τί δὲ ἡ ἀσέλγεια; Γέενναν καὶ σκώληκα ἰοβόλον. Οὗτοι γὰρ τῶν πλουτούντων οἱ χρεῶσται, τούτους τοῦ κεφαλαίου τοὺς τόκους καταβάλλοντες, τὰ ἐνταῦθα κακὰ καὶ τὰ προσδοκώµενα δεινά. Τούτοις οὖν, εἰπέ µοι, δανείσοµεν ἐπὶ τοσαύτῃ κολάσει, καὶ οὐ πιστεύσοµεν αὐτὰ τῷ Χριστῷ τῷ τὸν οὐρανὸν προτείνοντι, τὴν ζωὴν τὴν ἀθάνατον, τὰ ἀπόῤῥητα ἀγαθά; καὶ ποίαν ἕξοµεν ἀπολογίαν; Τίνος γὰρ ἕνεκεν οὐ δίδως τῷ καὶ δώσοντι πάντως, καὶ πλείονα δώσοντι; Τάχα, ὅτι διὰ πολλοῦ δίδωσι χρόνου; Καίτοι γε καὶ ἐνταῦθα δίδωσιν· ἀψευδὴς γάρ ἐστιν ὁ λέγων, Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑµῖν. Εἶδες φιλοτιµίας ὑπερβολήν; Ἐκεῖνά σοι, φησὶ, τετήρηνται καὶ οὐ µειοῦνται, ταῦτα δὲ τὰ ἐνταῦθα ἐν τάξει προσθήκης καὶ περιουσίας δίδωµι. Χωρὶς δὲ τούτων καὶ τὸ διὰ µακροῦ λαβεῖν τοῦ χρόνου πλεονάζει σοι τὸν πλοῦτον· ὁ γὰρ τόκος γίνεται πλείων. Καὶ γὰρ ἐπὶ τῶν δανειζοµένων τοῦτο ὁρῶµεν τοὺς δανειστὰς ποιοῦντας προθυµότερον τοῖς µετὰ πολὺν καταβάλλουσι χρόνον δανείζοντας. Ὁ µὲν γὰρ εὐθέως τὸ πᾶν ἀποδοὺς ἐνέκοψε τοῦ τόκου τὸν δρόµον· ὁ δὲ ἐπὶ πλείονα κατασχὼν χρόνον, καὶ τὴν ἐργασίαν πλείω πεποίηκεν Εἶτα ἐπὶ ἀνθρώπων µὲν οὐ δυσχεραίνοµεν τὴν ἀναβολὴν, ἀλλὰ καὶσοφιζόµεθα αὐτὴν πλείω γενέσθαι, ἐπὶ Θεοῦ δὲ οὕτω µικροψύχως διακεισόµεθα, ὡς διὰ τοῦτο ὀκνεῖν καὶ ἀναδύεσθαι; καίτοι γε, ὅπερ ἔφην, καὶ ἐνταῦθα δίδωσι, καὶ µετὰ τῆς εἰρηµένης αἰτίας καὶ ἕτερόν τι µεῖζον οἰκονοµῶν ἐκεῖ ταµιεύεται τὸ πᾶν. Τὸ γὰρ µέγεθος τῶν διδοµένων, καὶ τὸ κάλλος τῆς δωρεᾶς ἐκείνης ὑπερβαίνει τῆς παρούσης ζωῆς τὴν εὐτέλειαν. Οὐδὲ γὰρ δυνατὸν ἐν σώµατι φθαρτῷ καὶ ἐπικήρῳ τοὺς ἀµαράντους ἐκείνους δέξασθαι στεφάνους, οὐδὲ ἐν τῇ παρούσῃ διαγωγῇ, καὶ θορυβώδει καὶταραχῆς γεµούσῃ καὶ πολλὰς ἐχούσῃ τροπὰς, τὴν ἀκίνητον ἐκείνην καὶ ἀτάρακτον λῆξιν καταλαβεῖν. Σὺ δὲ, εἰ µέν τίς σοι χρυσίον ὀφείλων ἐν ἀλλοτρίᾳ διατρίβοντι γῇ, καὶ οὔτε οἰκέτας ἔχοντι, οὔτε δυναµένῳ εἰς τὴν οἰκίαν µετακοµίσαι, δώσειν ἐπηγγέλλετοτὸ δάνεισµα, µυρία ἂν παρεκάλεσας, ὥστε µὴ ἐπὶ τῆς ξένης, ἀλλ' οἴκοι µᾶλλον αὐτὰ καταβαλεῖν· τὰ δὲ πνευµατικὰ ἐκεῖνα καὶ ἀπόῤῥητα ἐνταῦθα ἀξιοῖς λαβεῖν; καὶ πόσης ταῦτα ἀνοίας; Ἂν µὲν γὰρ ἐνταῦθα λάβῃς, φθαρτὰ λήψῃ πάντως· ἂν δὲ ἐκεῖνον τὸν καιρὸν ἀναµείνῃς, ἄφθαρτα ἀποδώσει σοι καὶ ἀκήρατα· ἂν ἐνταῦθα λάβῃς, µόλιβδον ἔλαβες· ἂν δὲ ἐκεῖ, χρυσὸν δόκιµον. Πλὴν οὐδὲ τῶν ἐνταῦθά σε ἀπεστέρησε. Μετὰ γὰρ ἐκείνης τῆς ὑποσχέσεως καὶ ἑτέραν τέθεικεν οὕτω λέγων, ὅτι Πᾶς ὁ τῶν ἐκεῖ πραγµάτων ἐρῶν, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονοµήσει. Εἰ δὲ οὐ λαµβάνοµεν ἑκατονταπλασίονα, ἡµεῖς αἴτιοι µὴ δανείζοντες τῷ δυναµένῳ τοσοῦτον δοῦναι· ἐπεὶ οἵ τε δόντες ἅπαντες τοσαῦτα ἔλαβον, καίτοι γε ὀλίγα δόντες. Τί γὰρ µέγα ἔδωκεν ὁ Πέτρος, εἰπέ µοι; οὐχὶ δίκτυον διεῤῥωγὸς καὶ κάλαµον καὶ ἄγκιστρον µόνον; Ἀλλ' ὅµως αὐτῷ τὰς οἰκίας τῆς οἰκουµένης ἀνέῳξεν ὁ Θεὸς, καὶ γῆν καὶ θάλατταν ἥπλωσε, καὶ πάντες αὐτὸν εἰς τὰ αὑτῶν ἐκάλουν· µᾶλλον δὲ τὰ αὑτῶν πωλοῦντες πρὸς τοὺς ἐκείνου ἔφερον πόδας, οὐδὲ εἰς χεῖρας ἐµβάλλοντες( οὐ γὰρ ἐτόλµων), τοσαύτην µετὰ τῆς δαψιλείας καὶ τὴντιµὴν αὐτῷ ἀπονέµοντες. Ἀλλ' ἐκεῖνος Πέτρος ἦν, φησί. Καὶ τί τοῦτο, ἄνθρωπε; οὐδὲ γὰρ Πέτρῳ ἐπηγγείλατο ταῦτα µόνον, οὐδὲ εἶπε, Σὺ δὲ, ὦ Πέτρε, ἑκατονταπλασίονα λήψῃ µόνος, ἀλλὰ, Πᾶς ὅστις ἀφῆκεν οἰκίαν ἢἀδελφοὺς, ἑκατονταπλασίονα λήψεται. Οὐδὲ γὰρ προσώπων οἶδε διαφορὰν, ἀλλὰ πραγµάτων κατορθώµατα. Ἀλλὰ παιδίων µε χορὸς περιέστηκε, φησὶ, καὶ ἐπιθυµῶ πλουτοῦντας αὐτοὺς καταλιπεῖν. Τίνος οὖν ἕνεκεν πένητας αὐτοὺς ποιοῦµεν; Ἂν µὲν γὰρ αὐτοῖς τὰ πάντα ἀφῇς, πάλιν ἐπισφαλεῖ φυλακῇ τὰ σὰ πάντα ἐπέτρεψας· ἂν δὲ τὸν Θεὸν αὐτοῖς καταλίπῃς συγκληρονόµον καὶ ἐπίτροπον, θησαυροὺς µυρίους κατέλιπες, Ὥσπερ γὰρ ὅταν ἑαυτοὺς ἐκδικῶµεν, ὁ Θεὸς ἡµῖνοὐκ ἀµύνει, ὅταν δὲ αὐτῷ παραχωρῶµεν, πλεῖον ἢ προσδοκῶµεν γίνεται· οὕτω καὶ ἐπὶ τῶν χρηµάτων, ἂν ἡµεῖς αὐτὰ µεριµνῶµεν, ἐκεῖνος ἀποστήσεται τῆς ὑπὲρ αὐτῶν προνοίας· ἂν δὲ αὐτῷ τὸ πᾶν ἐπιῤῥίψωµεν, καὶ αὐτὰ καὶ τοὺς παῖδας ἐν πάσῃ καταστήσει τῇ ἀσφαλείᾳ. Καὶ τί θαυµάζεις, εἰ ἐπὶ Θεοῦ τοῦτο γίνεται; καὶ γὰρ ἐπὶ ἀνθρώπων τοῦτο συµβαῖνον ἴδοι τις ἄν. Ἂν µὲν γὰρ µηδένα παρακαλέσῃς τῶν προσηκόντων τελευτῶν ἐπὶ τὴν τῶν παίδων πρόνοιαν, αἰσχύνεται καὶ ἐρυθριᾷ πολλάκις καὶ ὁ σφόδραβουλόµενος αὐτοµάτως ἐπιπηδῆσαι τούτῳ· ἂν δὲ ῥίψῃς ἐπ' αὐτὸν τὴν φροντίδα, ἅτε τιµηθεὶς µεγίστῃ τιµῇ, µεγίστην καὶ αὐτὸς ἀποδώσει τὴν ἀµοιβήν.
7.9
Εἰ τοίνυν βούλει καταλιπεῖν πλοῦτον τοῖς παιδίοις σου πολὺν, κατάλιπε τοῦ Θεοῦ τὴν πρόνοιαν. Ὁ γὰρ, µηδὲν σοῦ ποιήσαντος, καὶ ψυχὴν δοὺς καὶ σῶµα διαπλάσας καὶ ζωὴν χαρισάµενος, ὅταν ἴδῃ τοσαύτην ἐπιδεικνύµενον φιλοτιµίαν, καὶ τὰἐκείνων αὐτῷ διανέµοντα µετ' ἐκείνων, πῶς οὐ πάντα αὐτοῖς ἀνοίξει πλοῦτον; Εἰ γὰρ Ἠλίας ὀλίγῳ τραφεὶς ἀλεύρῳ, ἐπειδὴ εἶδε τὴν γυναῖκα ἐκείνην τῶν παιδίων αὐτὸν προτιµήσασαν, ἅλωνας καὶ ληνοὺς ἐπὶ τοῦ δωµατίου τῆςχήρας ἔδειξεν· ἐννόησον ὁ τοῦ Ἠλία∆ εσπότης πόσην ἐπιδείξεται φιλοφροσύνην. Μὴ τοίνυν τοῦτο σκοπῶµεν, ὅπως πλουσίους καταλίπωµεν τοὺς παῖδας, ἀλλ' ὅπως ἐναρέτους. Ἂν µὲν γὰρ τῷ πλούτῳ θαῤῥῶσιν, οὐδενὸς ἐπιµελήσονται ἄλλου, ὡς ἔχοντες συσκιάσαι τὴν τῶν τρόπων κακίαν ἀπὸ τῆς τῶν χρηµάτων περιουσίας· ἂν δὲ ἴδωσιν ἑαυτοὺς τῆς ἐκεῖθεν παραµυθίας ὄντας ἐρήµους, πάντα ἐργάσονται ὥστε διὰ τῆς ἀρετῆς πολλὴν τῇ πενίᾳ τὴν παραµυθίαν εὑρέσθαι. Μὴ τοίνυν καταλίπῃς πλοῦτον, ἵνα καταλίπῃς ἀρετήν. Καὶ γὰρ ἐσχάτης ἀλογίας ζῶντας µὲν µὴ ποιεῖν κυρίους αὐτοὺς ἁπάντων τῶν ὄντων, τελευτήσαντας δὲ πολλὴν τῇ τῆς νεότητος εὐκολίᾳ παρέχειν τὴν ἄδειαν. Καίτοι γε ζῶντες µὲν δυνησόµεθα καὶ εὐθύνας ἀπαιτεῖν, καὶ κακῶς τοῖς οὖσι κεχρηµένους σωφρονίζειν καὶ χαλινοῦν· τελευτήσαντες δὲ ἂν µετὰ τῆς ἡµετέρας ἐρηµίας καὶ τῆς νεότητος καὶ τὴν ἀπὸ τοῦ πλούτου παράσχωµεν ἐξουσίαν, εἰς µυρίους ὠθήσοµεν κρηµνοὺςτοὺς ἀθλίους καὶ ταλαιπώρους ἐκείνους, πῦρ ἐπεµβάλλοντες πυρὶ, καὶ ἔλαιον ἐπιστάζοντες καµίνῳ χαλεπῇ. Ὥστε, εἰ βούλει µετὰ ἀσφαλείας καταλιπεῖν πλουσίους, κατάλιπε τὸν Θεὸν ὀφειλέτην αὐτοῖς, καὶ αὐτῷ ἐγχείρισον τὸ γραµµατεῖον αὐτῶν. Αὐτοὶ µὲν γὰρ τὰ χρήµατα ἂν λάβωσιν, οὐδὲ ὅτῳ δώσουσιν ἴσασιν, ἀλλὰ πολλοῖς περιτεύξονται καὶ συκοφάνταις καὶ ἀγνώµοσιν· ἂν δὲ σὺ προλαβὼν αὐτὰ τῷ Θεῷ δανείσῃς, ἄσυλος µένει λοιπὸν ὁ θησαυρὸς, καὶ µετὰ πολλῆς ἔσται τῆς εὐκολίας ἡ ἀπόδοσις. Καὶ γὰρ χάριν ἔχει καὶ ὃ ὀφείλει καταβάλλων ἡµῖν ὁ Θεὸς, καὶ τοὺς δανειστὰς τοὺς αὑτοῦ καὶ τῶν οὐ δεδανεικότων ἥδιον ὁρᾷ, καὶ οἷς µάλισταὀφείλει, τούτους µάλιστα φιλεῖ. Ὥστε εἰ βούλει φίλον αὐτὸν ἔχειν διηνεκῶς, πολλῶν αὐτὸν κατάστησον χρεώστην. Οὐδὲ γὰρ οὕτω χαίρει δανειστὴς ὀφειλέτας ἔχων, ὡς ὁ Χριστὸς εὐφραίνεται δανειστὰς ἔχων· καὶ οἷς µὲν µηδὲν ὀφείλει, τούτους καὶ ἀποφεύγει, οἷς δὲ ὀφείλει, τούτοις καὶ ἐπιτρέχει. Πάντα τοίνυν ποιῶµεν, ὥστε αὐτὸν χρεώστην ἔχειν· ὁ γὰρ καιρὸς οὗτός ἐστιν ὁ τῶν δανεισµάτων, καὶ νῦν ἐν χρείᾳ καθέστηκεν. Ἂν τοίνυν µὴ δῷς αὐτῷ νῦν, οὐ δεήσεταί σου µετὰ τὴν ἐντεῦθεν ἀποδηµίαν. Ἐνταῦθα γὰρ διψῇ, ἐνταῦθα πεινᾷ· διψῇ δὲ, ἐπειδὴ τὴν σὴν διψῇ σωτηρίαν· διὰ τοῦτο γὰρ καὶ προσαιτεῖ, διὰ τοῦτο καὶ γυµνὸς περιέρχεται, πραγµατευόµενός σοι ζωὴν ἀθάνατον. Μὴ τοίνυν αὐτὸν περιίδῃς· οὐ γὰρ τραφῆναι βούλεται, ἀλλὰ θρέψαι, οὐκ ἐνδυθῆναι, ἀλλ' ἐνδῦσαι καὶ τὸ ἱµάτιον ἐκεῖνό σοι κατασκευάσαι τὸ χρυσοῦν, τὴν στολὴν τὴν βασιλικήν. Οὐχ ὁρᾷς καὶ τῶν ἰατρῶν τοὺς κηδεµονικωτέρους, ὅταν τοὺς κάµνοντας λούωσιν, ὅτι καὶ αὐτοὶ λούονται, καίτοι µὴ δεόµενοι; Οὕτω καὶ αὐτὸς διὰ σὲ τὸν κάµνοντα πάντα ποιεῖ.∆ ιὰ τοῦτό σε οὐδὲ µετὰ βίας ἀπαιτεῖ, ἵνα πολλήν σοι δῷ τὴν ἀµοιβήν· ἵνα µάθῃς, ὅτι οὐ χρείαν ἔχων ἀπαιτεῖ, ἀλλὰ τὴν σὴν διορθούµενος χρείαν.∆ ιὰ τοῦτο καὶ ἐν εὐτελεῖ σχήµατί σοι προσέρχεται, καὶ τὴν δεξιὰν ἐκτείνων· κἂν ὀβολὸν δῷς, οὐκ ἀποστρέφεται, κἂν ἀτιµάσῃς, οὐκ ἀφίσταται, ἀλλὰ πάλιν σοι πρόσεισιν· ἐρᾷ γὰρ σφόδρα, ἐρᾷ τῆς σωτηρίας τῆς ἡµετέρας. Καταφρονήσωµεν τοίνυν τῶν χρηµάτων, ἵνα µὴ καταφρονηθῶµεν ὑπὸ τοῦ Χριστοῦ· καταφρονήσωµεν τῶν χρηµάτων, ἵνα καὶ αὐτῶν ἐπιτύχωµεν τῶν χρηµάτων. Ἂν µὲν γὰρ αὐτὰ φυλάσσωµεν ἐνταῦθα, ἀπολοῦµεν αὐτὰ πάντως καὶ ἐνταῦθα καὶ ἐκεῖ· ἂν δὲ διανείµωµεν αὐτὰ µετὰ δαψιλείας πολλῆς, ἐν ἑκατέρᾳ τῇ ζωῇ πολλῆς ἀπολαυσόµεθα τῆς εὐπορίας. Ὁ τοίνυν βουλόµενος γενέσθαι πλούσιος, γενέσθω πένης, ἵνα γένηται πλούσιος· ἀναλισκέτω, ἵνα συλλέξῃ· σκορπιζέτω, ἵνα συναγάγῃ. Εἰ δὲ καινὰ ταῦτα καὶ παράδοξα, τὸν σπείροντα σκόπει, καὶ λογίζου ὅτι οὐδὲ ἐκεῖνος δυνήσεται ἑτέρως πλείω συναγαγεῖν, ἂν µὴ τὰ ὄντα σκορπίσῃ καὶτὰ ἕτοιµα πρόηται. Σπείρωµεν τοίνυν καὶ ἡµεῖς, καὶ γεωργήσωµεν τὸν οὐρανὸν, ἵνα µετὰ πολλῆς ἀµήσωµεν τῆς δαψιλείας, καὶ τῶν αἰωνίων ἐπιτύχωµεν ἀγαθῶν, χάριτικαὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note