Homilies on Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
8.0
Τί οὖν ἐροῦµεν Ἀβραὰµ τὸν πατέρα ἡµῶν εὑρη κέναι κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰµ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχηµα, ἀλλ' οὐ πρὸς τὸν Θεόν.
8.1
Εἰπὼν, ὅτι ὑπόδικος ἐγένετο ὁ κόσµος τῷ Θεῷ, καὶ ὅτι πάντες ἥµαρτον, καὶ ὅτι οὐκ ἔνι σωθῆναι ἑτέρως, ἀλλ' ἢ διὰ πίστεως, σπουδάζει δεῖξαι λοιπὸν, ὅτιοὐδὲ αἰσχύνης ἡ σωτηρία αὕτη, ἀλλὰ καὶ δόξης λαµπρᾶς αἰτία, καὶ µείζονος τῆς διὰ τῶν ἔργων. Ἐπειδὴ γὰρ τὸ µετ' αἰσχύνης σώζεσθαι εἶχέ τινα καὶ ἀθυµίαν, καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν λοιπόν· καίτοι γε καὶ ἤδη αὐτὸ ᾐνίξατο, οὐ σωτηρίαν µόνον, ἀλλὰ καὶ δικαιοσύνην καλέσας·∆ ικαιοσύνη γὰρ Θεοῦ, φησὶν, ἐν αὐτῷ ἀποκαλύπτεται· ὁ γὰρ οὕτω σωζόµενος, ὡς δίκαιος µετὰ παῤῥησίας σώζεται. Καὶ οὐ δικαιοσύνην µόνον, ἀλλὰ καὶ ἔνδειξιν Θεοῦ· Θεὸς δὲ ἐν τοῖς ἐνδόξοις ἐνδείκνυται καὶ λαµπροῖς καὶ µεγάλοις. Πλὴν ἀλλὰ καὶ ἐκ τῶν προκειµένων αὐτὸ κατασκευάζει, κατὰ ἐρώτησιν προάγων τὸν λόγον, ὅπερ ἀεὶ ποιεῖν εἴωθε σαφηνείας τε ἕνεκεν καὶ τοῦ θαῤῥεῖντοῖς λεγοµένοις. Καὶ γὰρ καὶ ἀνωτέρω οὕτω πεποίηκε, Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; λέγων· καὶ, Τί οὖν προκατέχοµεν περισσόν; καὶ πάλιν, Ποῦ ἡ καύχησις; ἐξεκλείσθη· καὶ ἐνταῦθα, Τί οὖν ἐροῦµεν Ἀβραὰµ τὸν πατέρα ἡµῶν; Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον Ἰουδαῖοι, ὅτι ὁ πατριάρχης καὶ τῷ Θεῷ φίλος περιτοµὴν ἐδέξατο πρῶτος, βούλεται δεῖξαι, ὅτι καὶ ἐκεῖνος ἐκπίστεως ἐδικαιώθη· ὅπερ ἦν περιουσία νίκης πολλῆς. Τὸ µὲν γὰρ ἔργα µὴ ἔχοντα ἐκ πίστεως δικαιωθῆναί τινα, οὐδὲν ἀπεικός· τὸ δὲ κοµῶντα ἐν κατορθώµασι µὴ ἐντεῦθεν, ἀλλ' ἀπὸ πίστεως γενέσθαι δίκαιον, τοῦτο ἦν τὸ θαυµαστὸν καὶ µάλιστα τῆς πίστεως τὴν ἰσχὺν ἐµφαῖνον.∆ ιὸ δὴ τοὺς ἄλλους παρα δραµὼν πάντας, ἐπὶ τοῦτον ἀνάγει τὸν λόγον. Πατέρα δὲ αὐτὸν κατὰ σάρκα ἐκάλεσεν, ἐκβάλλων αὐτοὺς τῆς πρὸς αὐτὸν γνησίας συγγενείας, καὶ προοδοποιῶν τοῖς ἔθνεσι τὴν πρὸς αὐτὸν ἀγχιστείαν. Εἶτά φησιν· Εἰ γὰρ Ἀβραὰµ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχηµα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Εἰπὼν οὖν, ὅτι δικαιοῖ περιτοµὴν ἐκ πίστεως ὁ Θεὸς, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως, καὶ κατασκευάσας αὐτὸ ἱκανῶς ἐν τοῖς ἔµπροσθεν, καὶ διὰ τοῦἈβραὰµ µειζόνως αὐτὸ δείκνυσιν ἢ ἐπηγγείλατο, καὶ ποιεῖ τὴν µάχην τῇ πίστει πρὸς τὰ ἔργα, καὶ τὸν ἀγῶνα ὅλον περὶ τὸν δίκαιον ἵστησι· καὶ οὐχ ἁπλῶς.∆ ιὸ καὶ σφόδρα σεµνύνει προπάτορα καλῶν, καὶ ἀνάγκην αὐτοῖς ἐπιτιθεὶς τοῦ πείθεσθαι ἐν πᾶσιν αὐτῷ. Μὴ γάρ µοι τὸν Ἰουδαῖον εἴπῃς, φησὶ, µηδὲ τὸν δεῖνα καὶ τὸν δεῖνα ἀγάγῃς εἰς µέσον· ἐγὼ γὰρ ἐπὶ τὴν κορυφὴν ἁπάντων, καὶ ὅθεν ἡ περιτοµὴ τὴν ἀρχὴν ἔλαβεν, ἄνειµι. Εἰ γὰρ Ἀβραὰµ ἐξ ἔργων ἐδικαιώθη, φησὶν, ἔχει καύχηµα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Ἀσαφὲς τὸ εἰρηµένον· οὐκοῦν ἀναγκαῖον αὐτὸ ποιῆσαι σαφέστερον.∆ ύο γάρ ἐστι καυχήµατα, τὸ µὲν ἀπὸ τῶν ἔργων, τὸ δὲ ἀπὸ τῆς πίστεως. Εἰπὼν τοίνυν, Εἰ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχηµα, ἀλλ' οὐ πρὸς τὸν Θεὸν, ἔδειξεν, ὅτι καὶ ἀπὸ πίστεως δύναιτ' ἂν ἔχειν καύχηµα, καὶ πολλῷ µεῖζον. Ἡ γὰρ πολλὴ τοῦ Παύλου δύναµις ἐν τούτῳ µάλιστα δείκνυται, ὅτι εἰς τοὐναντίον περιέτρεψε τὸ προκείµενον, καὶ ὅπερ εἶχεν ἡ διὰ τῶν ἔργων σωτηρία, τὸ καυχᾶσθαι καὶ παῤῥησιάζεσθαι, τοῦτο ἔδειξε πολλῷ πλέον τῆς πίστεως ὄν. Ὁ µὲν γὰρ ἐν τοῖς ἔργοις καυχώµενος, τοὺς οἰκείους ἔχει προβάλλεσθαι πόνους· ὁ δὲ ἐπὶ τῷ πιστεῦσαι τῷ Θεῷ καλλωπιζόµενος, πολλῷ µείζονα καυχήσεως ἀφορµὴν ἐπιδείκνυται, ἅτε δοξάσας καὶ µεγαλύνας τὸν Κύριον. Ἃ γὰρ οὐχ ὑπηγόρευσεν ἡ φύσις τῶν ὁρωµένων, ταῦτα ἀπὸ τῆς πίστεως καταδεξάµενος τῆς εἰς αὐτὸν, καὶ τὴν γνησίαν ἀγάπην τὴν περὶ αὐτὸνἐπεδείξατο, καὶ τὴν δύναµιν αὐτοῦ λαµπρῶς ἀνεκήρυξε. Τοῦτο δὲ γενναιοτάτης ψυχῆς καὶ φιλοσόφου γνώµης καὶ ὑψηλῆς διανοίας. Τὸ µὲν γὰρ µὴ κλέψαι µηδὲ φονεῦσαι, καὶ τῶν τυχόντων ἐστί· τὸ δὲ πιστεῦσαι, ὅτι τὰ ἀδύνατα δύναται Θεὸς, µεγαλοφυοῦς τινος δεῖται ψυχῆς, καὶ σφόδρα περὶ αὐτὸν διακειµένης· καὶ γὰρ ἀγάπης γνησίας τοῦτο σηµεῖόν ἐστι. Τιµᾷ µὲν γὰρ τὸν Θεὸν καὶ ὁ τὰς ἐντολὰς πληρῶν, πολλῷ δὲ µειζόνως οὗτος ὁ διὰ τῆς πίστεως φιλοσοφῶν· ἐκεῖνος µὲν γὰρ ὑπήκουσεν αὐτῷ, οὗτος δὲ τὴν προσήκουσαν ἔλαβε περὶ αὐτοῦ δόξαν, καὶ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως µειζόνως ἐδόξασε καὶ ἐθαύµασεν. Ἐκεῖνο µὲν οὖν τὸ καύχηµα τοῦ κατορθοῦντός ἐστι, τοῦτο δὲ τὸν Θεὸν δοξάζει, καὶ ὅλον ἐστὶν αὐτοῦ· καυχᾶται γὰρ ἐπὶ τῷ περὶ αὐτοῦ µεγάλα φαντάζεσθαι, ἅπερ εἰς τὴν ἐκείνου διαβαίνει δόξαν.∆ ιὰ τοῦτό φησι, πρὸς τὸν Θεὸν ἔχειν αὐτὸν τὸ καύχηµα· οὐ διὰ τοῦτο δὲ µόνον, ἀλλὰ καὶ δι' ἕτερον. Καυχᾶται γὰρ πάλιν ὁ πιστὸς, οὐχ ὅτι τὸν Θεὸν ἐφίλησε µόνον γνησίως, ἀλλ' ὅτι καὶ πολλῆς παρ' αὐτοῦ τιµῆς ἀπήλαυσε καὶ ἀγάπης. Ὥσπερ γὰρ αὐτὸς αὐτὸν ἠγάπησε µεγάλα περὶ αὐτοῦ φαντασθείς· τοῦτο γὰρ ἀγάπης δεῖγµα· οὕτω καὶ ὁ Θεὸς αὐτὸν ἐφίλησε µυρίοις ὑπεύθυνον ὄντα, οὐχὶ κολάσεως ἀπαλλάξας µόνον, ἀλλὰ καὶ δίκαιον ἐργασάµενος, Ἔχει τοίνυν καυχᾶσθαιὡς µεγάλης καταξιωθεὶς ἀγάπης. Τί γὰρ ἡ Γραφὴ λέγει; Ἐπίστευσεν Ἀβραὰµ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τῷ δὲ ἐργαζοµένῳ ὁ µισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείληµα. Οὐκοῦν τοῦτο µεῖζον, φησίν; Οὐδαµῶς· καὶ γὰρ τῷ πι στεύοντι λογίζεται· οὐκ ἂν δὲ ἐλογίσθη, εἰ µὴ καὶ αὐτός τι εἰσήνεγκεν.
8.2
Ὥστε καὶ οὗτος ὀφειλέτην ἔχει τὸν Θεὸν, καὶ οὐ τῶν τυχόντων ὀφειλέτην, ἀλλὰ µεγάλων καὶ ὑψηλῶν πραγµάτων.∆ εικνὺς γὰρ αὐτοῦ τὴν µεγαλόνοιαν καὶ τὴν πνευµατικὴν διάνοιαν, οὐχ ἁπλῶς εἶπε, Τῷ πιστεύοντι, ἀλλὰ, Τῷ πιστεύοντι ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ. Λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ πεισθῆναι καὶ πληροφορηθῆναι, ὅτι δύναται ὁ Θεὸς τὸν ἐν ἀσεβείᾳ βεβιωκότα τοῦτον ἐξαίφνης οὐχὶ κολάσεωςἐλευθερῶσαι µόνον, ἀλλὰ καὶ δίκαιον ποιῆσαι, καὶ τῶν ἀθανάτων ἐκείνων ἀξιῶσαι τιµῶν. Μὴ τοίνυν νοµίσῃς τοῦτον ἐλαττοῦσθαι, ἐπειδὴ ἐκείνῳ οὐ κατὰ χάριν λογίζεται. Αὐτὸ γὰρ τοῦτο µάλιστα ποιεῖ τὸν πιστὸν εἶναι λαµπρὸν, τὸ τοσαύτης ἀπολαῦσαι χάριτος, τὸ τοιαύτην πίστιν ἐπιδείξασθαι. Καὶ ὅρα καὶ τὴν ἀντίδοσιν µείζονα. Ἐκείνῳ µὲν γὰρ µισθὸς δίδοται, τούτῳ δὲ δικαιοσύνη· πολὺ δὲ µείζων µισθοῦ δικαιοσύνη· πολλῶν γάρ ἐστι µισθῶν περιεκτικωτάτη ἀντίδοσις ἡ δικαιοσύνη.∆ είξας τοίνυν ἀπὸ τοῦ Ἀβραὰµ τοῦτο, καὶ τὸν∆ αυῒδ ἐπάγει λοιπὸν ψηφιζόµενον τοῖς εἰρηµένοις. Τί οὖν φησιν ὁ∆ αυῒδ, καὶ τίνα µακαρίζει; τὸν ἐν ἔργοις κοµῶντα, ἢ τὸν χάριτος ἀπολελαυκότα, τὸν ἀφέσεως καὶ δωρεᾶς τετυχηκότα; Μακαριότητα δὲ ὅταν εἴπω, τὴν κορυφὴν λέγω τῶν ἀγαθῶν ἁπάντων. Ὥσπερ γὰρ µισθοῦ πλέον ἡ δικαιοσύνη, οὕτω δικαιοσύνης πλέον ὁ µακαρισµός.∆ είξας τοίνυν τὴν δικαιοσύνην βελτίω, οὐ τῷ τὸν Ἀβραὰµ αὐτὴν εἰληφέναι µόνον, ἀλλὰ καὶ ἀπὸ λογισµῶν( Ἔχει γὰρ καύχηµα, φησὶν, ἀλλ' οὐ πρὸς τὸν Θεόν)· καὶ ἑτέρῳ τρόπῳ πάλιν αὐτὴν ἀποφαίνει σεµνοτέραν, τὸν∆ αυῒδ εἰσάγων αὐτῇ ψηφιζόµενον· καὶ γὰρ οὗτος, φησὶ, τὸν οὕτω δικαιωθέντα µακαρίζει λέγων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνοµίαι. Καὶ δοκεῖ µὲν οὐ προσήκουσαν παράγειν µαρτυρίαν· οὐδὲ γὰρ εἶπε· Μακάριοι ὧν ἡ πίστις εἰς δικαιοσύνην ἐλογίσθη· ποιεῖ δὲ αὐτὸ ἑκὼν, οὐκ ἀγνοῶν, ἵνα πλείονα δείξῃ τὴν ὑπερβολήν. Εἰ γὰρ µακάριος οὗτος ὁ λαβὼν ἄφεσιν ἀπὸ χάριτος, πολλῷ µᾶλλον ὁ δικαιωθεὶς, καὶ ὁ πίστιν ἐπιδειξάµενος. Ὅπου δὲ µακαρισµὸς, αἰσχύνη πᾶσα ἀνῄρηται, καὶ πολλὴ ἡ δόξα· ἐπίτασις γάρ ἐστι καὶ µισθῶν καὶ δόξης ὁ µακαρισµός.∆ ιὰ τοῦτο, ὃ µέν ἐστιν ἐκείνου πλεονέκτηµα, ἄγραφον τίθησιν, εἰπών· Τῷ γὰρ ἐργαζοµένῳ ὁ µισθὸς οὐ λογίζεται κατὰ χάριν· ὃ δέ ἐστι τοῦ πιστοῦ προτέρηµα, τοῦτο δι' ἐγγράφου µαρτυρίας κατασκευάζει, λέγων· Καθὼς εἶπε∆ αυΐδ· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνοµίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁµαρτίαι. Τί γὰρ λέγεις, φησὶν, ὅτι οὐ κατὰ ὀφείληµα, ἀλλὰ κατὰ χάριν λαµβάνεις τὴν ἄφεσιν; Ἀλλ' ἰδοὺ, οὗτός ἐστιν ὁ µακαριζόµενος· οὐκ ἂν δὲ αὐτὸν ἐµακάρισεν, εἰ µὴ καὶ δόξης εἶδεν ἀπολαύοντα πολλῆς. Καὶ οὐ λέγει· Ἡ ἄφεσις οὖν αὕτη ἐπὶ τὴν περιτοµήν· ἀλλὰ τί; Ὁ µακαρισµὸς οὖν οὗτος( ὅπερ πλέον ἦν) ἐπὶ τὴν περιτοµὴν, ἢ ἐπὶ τὴν ἀκροβυστίαν; Ζητεῖται γὰρ λοιπὸν τὸ ἀγαθὸν τοῦτο καὶ µέγα µετὰ τίνος ἕστηκεν, ἆρα µετὰ τῆς περιτοµῆς, ἢ µετὰ τῆς ἀκροβυστίας. Καὶ ὅρα τὴν ὑπερβολήν· δείκνυσι γὰρ αὐτὸ οὐ µόνον οὐ φεῦγον τὴν ἀκροβυστίαν, ἀλλὰ καὶ ἐµφιλοχωροῦν αὐτῇ πρὸ τῆς περιτοµῆς. Ἐπειδὴ γὰρ ὁ µακαρίζων καὶ αὐτὸς ἐµπερίτοµος ἦν ὁ∆ αυῒδ, καὶ ἐµπεριτόµοις διελέγετο, ὅρα πῶς ἐφιλονείκησεν ὁ Παῦλος εἰς τὸν ἀκρόβυστον ἀγαγεῖντὸ εἰρηµένον. Συνάψας γὰρ τῇ δικαιοσύνῃ τὸν µακαρισµὸν, καὶ δείξας ἀµφότερα ἓν, ζητεῖ πῶς ἐδικαιώθη ὁ Ἀβραάµ. Εἰ γὰρ ὁ µακαρισµὸς τοῦ δικαίου, ἐδικαιώθη δὲ ὁ Ἀβραὰµ, ἴδωµεν πῶς ἐδικαιώθη, ἀκρόβυστος ὢν ἢ ἐµπερίτοµος. Ἀκρόβυστος, φησί. Πῶς οὖν ἐλογίσθη; ἐν περιτοµῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτοµῇ, ἀλλ' ἐν ἀκροβυστίᾳ καὶ λέγοµεν γὰρ, ὅτι ἐλογίσθη τῷ Ἀβραὰµ ἡ πίστις εἰς δικαιοσύνην. Ἀνωτέρω τὴν Γραφὴν εἰπὼν( Τί γὰρ ἡ Γραφὴ λέγει; φησίν. Ἐπίστευσεν Ἀβραὰµ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην), ἐνταῦθα καὶ τὴν τῶν λεγόντων προσλαµβάνει κρίσιν λοιπὸν, καὶ δείκνυσιν ἐντῇ ἀκροβυστίᾳ τὴν δικαιοσύνην γεγενηµένην. Εἶτα ἀπὸ τούτων ἀντίθεσιν ἑτέραν ἀνακύπτουσαν λύει· εἰ γὰρ ἀκρόβυστος ὢν, φησὶν, ἐδικαιώθη, τίνος ἕνεκεν ἐπεισῆλθεν ἡ περιτοµή; Σηµεῖον ἔλαβε, φησὶ, καὶ σφραγῖδα τῆς δικαιοσύνης τῆς διὰ τῆς πίστεως τῆς, ἡνίκα ἦν ἀκρόβυστος, γενοµένης αὐτῷ. Εἶδες πῶς ἔδειξεν ὡς ἐν τάξει παρασίτων τοὺς Ἰουδαίους ὄντας; ἢ καὶ τούτους τοὺς ἐν ἀκροβυστίᾳ ἐκείνοις προσεῤῥιµµένους; Εἰ γὰρ ἐδικαιώθη µὲν ἀκρόβυστος ὢν καὶ ἐστεφανώθη, ὕστερον δὲ τὴν περιτοµὴν ἔλαβεν, ὕστερον δὲ ἐπεισῆλθον οἱ Ἰουδαῖοι, οὐκοῦν τῶνἀκροβύστων πρῶτόν ἐστι πατὴρ ὁ Ἀβραὰµ τῶν διὰ τῆς πίστεως αὐτῷ προσηκόντων, καὶ τότε τῶν ἐν περιτοµῇ· διπλοῦς γάρ ἐστι πρόγονος. Εἶδες τὴν πίστιν λάµπουσαν; Ἕως γὰρ ἦλθεν αὕτη, οὐκ ἐδικαιώθη ὁ πατριάρχης. Εἶδες τὴν ἀκροβυστίαν οὐδὲν ἐµποδίζουσαν; Καὶ γὰρ ἀκρόβυστος ἦν, καὶ οὐκ ἐκωλύθη δικαιωθῆναι. Ὑστέρα ἄρα τῆς πίστεως ἡ περιτοµή.
8.3
Καὶ τί θαυµάζεις εἰ τῆς πίστεως ἡ περιτοµὴ, ὅπου γε καὶ τῆς ἀκροβυστίας; Οὐχ ὑστέρα δὲ µόνον τῆς πίστεως, ἀλλὰ καὶ σφόδρα αὐτῆς καταδεεστέρα, καὶ τοσοῦτον, ὅσον σηµεῖον τοῦ πράγµατος οὗπέρ ἐστι σηµεῖον· οἷον ὅσον ἡ σφραγὶς τοῦ στρατιώτου. Καὶ τίνος ἕνεκεν σφραγῖδος ἐδεῖτο, φησίν; Οὐκ αὐτὸς ἐδεῖτο. Τίνος οὖν ἕνεκεν αὐτὴν ἐδέξατο; Εἰς τὸ γενέσθαι αὐτὸν πατέρα κοινὸν καὶ τῶν πιστευόντων δι' ἀκροβυστίας, καὶ τῶν ἐν περιτοµῇ· ἀλλ' οὐχ ἁπλῶς τῶν ἐν περιτοµῇ· διὸ καὶ ἐπάγει· Τοῖς οὐκ ἐκ περιτοµῆς µόνον. Εἰ γὰρ τῶν ἀκροβύστων, οὐκ ἐπειδὴ ἀκρόβυστός ἐστι, διὰ τοῦτό ἐστι πατὴρ, καίτοι γε ἐν ἀκροβυστίᾳ δικαιωθεὶς, ἀλλ' ἐπειδὴ τὴν πίστιν αὐτοῦἐζήλωσαν, πολλῷ µᾶλλον τῶν ἐµπεριτόµων οὐκ ἔσται διὰ τὴν περιτοµὴν πρόγονος, εἰ µὴ προσγένοιτο καὶ ἡ πίστις. Περιτοµὴν γὰρ ἔλαβεν, ἵνα ἑκάτεροι, φησὶν, αὐτὸν ἔχωµεν πρόγονον, καὶ οἱ ἀκρόβυστοι µὴ ἀπώσωνται τοὺς ἐµπεριτόµους. Ὁρᾷς πῶς οὗτοι προπάτορα ἔσχον αὐτὸν πρῶτοι; Εἰ δὲ σεµνὸν ἡ περιτοµὴ, ὅτι κηρύττει τὴν δικαιοσύνην, οὐ µικρὰν καὶ ἡ ἀκροβυστία προεδρίαν ἔχει πρὸ τῆς περιτοµῆς αὐτὴν δεξαµένη· τότε οὖν αὐτὸν δυνήσῃ προπάτορα ἔχειν, ὅταν στοιχήσῃς τοῖς ἴχνεσι τῆς πίστεως, καὶ µηδὲ φιλονεικῇς µηδὲ στασιάζῃς τὸν νόµον ἐπεισάγων. Ποίας, εἰπέ µοι, πίστεως; Τῆς ἐν τῇ ἀκροβυστίᾳ. Πάλιν καταστέλλει τὸ φύσηµα τὸ Ἰουδαϊκὸν, ἀναµιµνήσκων τοῦ χρόνου τῆς δικαιοσύνης. Καὶ καλῶς εἶπε, Τοῖς ἴχνεσιν, ἵνα ὁµοίως ἐκείνῳ πιστεύσῃς εἰς νεκρῶν ἀνάστασιν σωµάτων. Καὶ γὰρ καὶ ἐκεῖνος περὶ τοῦτο τὴν πίστιν ἐπεδείξατο· ὥστε εἰ τὴν ἀκροβυστίαν ἐκβάλλεις, µάνθανε σαφῶς, ὅτι οὐδέν σοι οὐδὲ τῆς περιτοµῆς ὄφελος. Ἂν γὰρ µὴ τοῖς ἴχνεσιν ἀκολουθήσῃς τῆς πίστεως, κἂν µυριάκις ᾖς ἐµπερίτοµος, οὐκ ἔσῃ τοῦ Ἀβραὰµ ἔκγονος· ἐπεὶ καὶ τὴν περιτοµὴν διὰ τοῦτο ἔλαβεν, ἵνα σὲ ὁ ἐν ἀκροβυστίᾳ µὴ ἐκβάλλῃ. Μὴ δὴ καὶ ἐκεῖνον τοῦτο ἀπαίτει· σοὶ γὰρ τὸ πρᾶγµα βοήθεια γέγονεν, οὐκ ἐκείνῳ. Ἀλλὰ σηµεῖον αὐτὸ δικαιοσύνης, φησί. Καὶ τοῦτο διὰ σὲ, ἐπεὶ νῦν οὐδὲ τοῦτό ἐστι· τότε γὰρ σὺ τῶν σωµατικῶν ἔχρῃζες σηµείων, νῦν δὲ οὐ χρεία τούτων. Ἀπὸ γὰρ τῆς πίστεως, φησὶν, οὐκ ἦν δυνατὸν αὐτοῦ καταµαθεῖν τῆς ψυχῆς τὴν ἀρετήν;∆ υνατὸν µὲν ἦν, σὺ δὲ καὶ ταύτης ἔχρῃζες τῆς προσθήκης. Ἐπειδὴ γὰρ τῆς ψυχῆς τὴν ἀρετὴν οὐκ ἐζήλωσας οὐδὲ ἰδεῖν ἠδυνήθης, ἐδόθη σοι ἡ αἰσθητὴ περιτοµὴ, ἵνα ἐµµελετήσας τῷ σωµατικῷ τούτῳ, κατὰµικρὸν χειραγωγηθῇς καὶ ἐπὶ τὴν τῆς ψυχῆς φιλοσοφίαν, καὶ µετὰ πολλῆς αὐτὴν ὑποδεξάµενος τῆς σπουδῆς ὡς ἀξίωµα µέγιστον, παιδευθῇς µιµεῖσθαι καὶαἰδεῖσθαι τὸν πρόγονον. Καὶ τοῦτο οὐκ ἐν τῇ περιτοµῇ µόνον ὁ Θεὸς κατεσκεύασεν, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, οἷον θυσίαις λέγω καὶ σάββασι καὶ ἑορταῖς. Ὅτι γὰρ διὰ σὲ περιτοµὴν ἔλαβεν, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γὰρ, ὅτι σηµεῖον ἔλαβε καὶ σφραγῖδα, καὶ τὴν αἰτίαν τίθησι, λέγων· Εἰς τὸ γενέσθαι αὐτὸν πατέρα περιτοµῆς, τούτοις τοῖς καὶ τὴν νοητὴν προσλαµβάνουσιν· ὡς ἐὰν ταύτην µόνον ἔχῃς, οὐδέν σοι γενήσεται πλέον. Σηµεῖον γὰρ τότε τοῦτό ἐστιν, ὅταν τὸ πρᾶγµα, οὗ τοῦτό ἐστι σηµεῖον, φαίνηται παρὰ σοὶ, τουτέστιν ἡ πίστις· ὡς, ἂν µὴ ταύτην ἔχῃς, οὐδὲ τὸ σηµεῖον λοιπὸν εἶναι σηµεῖον δύναται. Τίνος γὰρ ἔσται σηµεῖον, τίνος δὲ σφραγὶς, οὐκ ὄντος τοῦ σφραγιζοµένου; ὡς ἂν εἰ καὶ βαλάντιον ἐπιδεικνύεις ἡµῖν σφραγῖδα ἔχον, µηδενὸς ἔνδον ἀποκειµένου· ὥστε καταγέλαστος ἡ περιτοµὴ, τῆς πίστεως ἔνδον οὐκ οὔσης. Εἰ γὰρ δικαιοσύνης ἐστὶ σηµεῖον, δικαιοσύνην δὲ οὐκ ἔχεις, οὐδὲ σηµεῖον ἔχεις.∆ ιὰ γὰρ τοῦτο ἔλαβες σηµεῖον, ἵνα τὸ πρᾶγµα ἐπιζητῇς, οὗ τὸ σηµεῖον ἔχεις· ὡς, εἴ γε ἔµελλες αὐτὸ χωρὶς τούτου ἐπιζητεῖν, οὐκ ἂν ἐδέησέ σοι τούτου. Οὐ τοῦτο δὲ κηρύττει µόνον ἡ περιτοµὴ, τὴν δικαιοσύνην, ἀλλὰ καὶ τὴν ἐν ἀκροβυστίᾳ δικαιοσύνην. Οὐδὲν οὖν ἄλλο κηρύττει ἡ περιτοµὴ, ἀλλ' ὅτι οὐ χρεία περιτοµῆς. Εἰ γὰρ οἱ ἐκ νόµου, κληρονόµοι· κεκένωται ἡ πίστις, καὶ κατήργηται ἡ ἐπαγγελία. Ἔδειξεν, ὅτι ἀναγκαία ἡ πίστις, ὅτι πρεσβυτέρα περιτοµῆς, ὅτι νόµου ἰσχυροτέρα, ὅτι συνίστησι νόµον. Εἰ γὰρ πάντες ἥµαρτον, ἀναγκαία· εἰ ἀκρόβυστος ὢν ἐδικαιώθη, πρεσβυτέρα· εἰ διὰ νόµου ἐπίγνωσις ἁµαρτίας, χωρὶς δὲ νόµου πεφανέρωται, ἰσχυροτέρα· εἰ µαρτυρεῖται ὑπὸ τοῦ νόµου καὶ τὸν νόµον ἵστησιν, οὐκ ἐναντία, ἀλλὰ φίλη καὶ σύµµαχος.∆ είκνυσι πάλιν καὶ ἑτέρωθεν, ὅτι οὐδὲ δυνατὸν ἦν διὰ νόµου τὴν κληρονοµίαν λαβεῖν· καὶ παραβαλὼν αὐτὴν τῇ περιτοµῇ, καὶ λαβὼν τὰ νικητήρια, ἀντεπεξάγει πάλιν αὐτὴν τῷ νόµῳ, οὕτω λέγων· Εἰ γὰρ οἱ ἐκ νόµου, κληρονόµοι, κεκένωται ἡ πίστις. Ἵνα γὰρ µή τις λέγῃ, ὅτι καὶ πίστιν δυνατὸν ἔχειν καὶ νόµον τηρῆσαι, δείκνυσιν ὅτι ἀµήχανον. Ὁ γὰρ ἐχόµενος τοῦ νόµου ὡς σώζοντος, ἀτιµάζει τῆς πίστεως τὴν δύναµιν.∆ ιό φησι· Κεκένωται ἡ πίστις· τουτέστιν, οὐ χρεία τῆς κατὰ χάριν σωτηρίας· οὐδὲ γὰρ δύναται τὴν ἰσχὺν τὴν ἑαυτῆς ἐπιδείξασθαι· καὶ κατήργηται ἡ ἐπαγγελία. Καὶ γὰρ ὁ Ἰουδαῖος ἴσως ἂν εἴποι· Τί γάρ µοι χρεία πίστεως; Οὐκοῦν εἰ τοῦτο ἀληθὲς, µετὰ τῆς πίστεως καὶ τὰ τῆς ἐπαγγελίας ἀνῄρηται.
8.4
Ὅρα ἐν πᾶσιν αὐτοῖς ἄνωθεν ἀπὸ τοῦ πατριάρχου µαχόµενον.∆ είξας γὰρ ἐκεῖθεν τὴν δικαιοσύνην τῇ πίστει συγκεκληρωµένην, δείκνυσι καὶ τὴν ἐπαγγελίαν ὁµοίως. Ἵνα γὰρ µὴ λέγῃ ὁ Ἰουδαῖος· Τί γάρ µοι µέλει, εἰ διὰ πίστεως ἐδικαιώθη Ἀβραάµ; λέγει ὁ Παῦλος, ὅτι Οὐδὲ τὸ σοὶ διαφέρον, ἡ ἐπαγγελία τῆς κληρονοµίας δύναται εἰς ἔργον ἐλθεῖν ἐκείνης χωρίς· ὃ µάλιστα αὐτοὺς ἐκφοβεῖ. Ποίαν δὲ ἐπαγγελίαν, φησί; Τὸ κληρονόµον αὐτὸν εἶναι τοῦ κόσµου, καὶ ἐν αὐτῷ πάντας ἐνευλογεῖσθαι. Καὶ πῶς κατήργηται ἡ ἐπαγγελία αὕτη, φησίν· Ὅτι ὁ νόµος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόµος, οὐδὲ παράβασις. Εἰ δὲ ὀργὴν κατεργάζεται καὶ παραβάσει ὑπευθύνους ποιεῖ, εὔδηλον ὅτι καὶ κατάρᾳ· οἱ δὲ κατάρᾳ καὶ τιµωρίᾳ καὶ παραβάσει ὄντες ὑπεύθυνοι, οὗτοι οὐ κληρονοµεῖν ἄξιοι, ἀλλὰ τοῦ δίκην διδόναι καὶ ἐκβάλλεσθαι. Τί οὖν γίνεται; Ἔρχεται ἡ πίστις ἐφελκοµένη τῇ χάριτι, ὥστε τὴν ἐπαγγελίαν εἰς ἔργον ἐξελθεῖν, Ὅπου γὰρ χάρις, συγχώρησις· ὅπου δὲ συγχώρησις, οὐδεµία κόλασις· κολάσεως δὲ ἀνῃρηµένης, καὶ δικαιοσύνης ἐπιγενοµένης ἀπὸ τῆς πίστεως, οὐδὲν τὸ κωλύον κληρονόµους ἡµᾶς γενέσθαι τῆς ἐπαγγελίας τῆς ἀπὸτῆς πίστεως.∆ ιὰ τοῦτο οὖν ἐκ πίστεως, φησὶν, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ παντὶ τῷ σπέρµατι, οὐ τῷ ἐκ τοῦ νόµου µόνον, ἀλλὰ καὶ τῷἐκ πίστεως Ἀβραὰµ, ὅς ἐστι πατὴρ πάντων ἡµῶν. Ὁρᾷς, ὅτι οὐ τὸν νόµον ἵστησι µόνον ἡ πίστις, ἀλλὰ καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐκ ἀφίησι διαπεσεῖν· ὁ δὲ νόµος τοὐναντίον καὶ τὴν πίστιν καταργεῖ παρὰ καιρὸν τηρούµενος, καὶ τὴν ἐπαγγελίαν κωλύει;∆ ιὰ τούτων δείκνυσιν οὐ µόνον οὐ περιττὴν τὴν πίστιν, ἀλλὰ καὶ οὕτως ἀναγκαίαν, ὡς µηδὲ εἶναι ταύτης ἄνευ σωθῆναι. Ὁ µὲν γὰρ νόµος ὀργὴν ποιεῖ· πάντες γὰρ αὐτὸν παρέβησαν· αὕτη δὲ οὐδὲ συστῆναι τὴν ὀργὴν ἀφίησι τὴν ἀρχήν· Οὗ γὰρ οὐκ ἔστι, φησὶ, νόµος οὐδὲ παράβασις. Εἶδες πῶς οὐ µόνον γενοµένην ἀφανίζει τὴν ἁµαρτίαν, ἀλλ' οὐδὲ φυῆναι αὐτὴν ἀφίησι;∆ ιὰ τοῦτό φησι· Κατὰ χάριν. Εἰς τὸ τί; Οὐκ εἰς τὸ καταισχυνθῆναι, ἀλλ', Εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρµατι.∆ ύο τίθησιν ἐνταῦθα τὰ ἀγαθὰ, ὅτι καὶ βέβαια τὰ διδόµενα, καὶ παντὶ τῷ σπέρµατι, τοὺς ἐξ ἐθνῶν συνεισάγων, καὶ δεικνὺς Ἰουδαίους ἐκτὸς ὄντας, ἂνπρὸς τὴν πίστιν φιλονεικήσωσι. Τοῦτο γὰρ βέβαιον µᾶλλον ἢ ἐκεῖνο· οὐ γὰρ ζηµιοῖ ἡ πίστις, µὴ φιλονείκει, ἀλλὰ καὶ κινδυνεύοντά σε ἐκ τοῦ νόµου διασώζει. Εἶτα ἐπειδὴ εἶπε, Παντὶ τῷ σπέρµατι, διορίζει ποίῳ σπέρµατι. Τῷ ἐκ τῆς πίστεως, φησὶ, συνάπτων τὴν πρὸς τὰ ἔθνη συγγένειαν, καὶ δεικνὺς, ὅτι οὐδὲ δύνανται φρονεῖν ἐπὶ τῷ Ἀβραὰµ οἱ µὴ πιστεύοντες ὁµοίως ἐκείνῳ. Ἰδοὺ καὶ τρίτον ἡ πίστις ἄλλο εἰργάσατο· τὴν γὰρ συγγένειαν τὴν πρὸς τὸν δίκαιον ἀκριβεστέραν ἐποίησε, καὶ πλειόνων ἐκγόνων ἀπέφηνε πρόγονον· διὸ οὐδὲ ἁπλῶς εἶπεν, Ἀβραὰµ, ἀλλὰ, Τοῦ πατρὸς ἡµῶν τῶν πιστῶν. Εἶτα καὶ τῇ µαρτυρίᾳ ἐπισφραγίζων τὸ εἰρηµένον, Καθὼς γέγραπται, φησὶν, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Εἶδες ταῦτα ἄνωθεν οἰκονοµούµενα; Τί οὖν, φησὶν, εἰ περὶ τῶν Ἰσµαηλιτῶν ἢ τῶν Ἀµαληκιτῶν ἢ τῶν Ἀγαρηνῶνταῦτα λέγει; Τοῦτο µὲν οὖν προϊὼν σαφέστερον δείκνυσιν οὐ περὶ ἐκείνων εἰρηµένον· τέως δὲ ἐφ' ἕτερον ἐπείγεται, δι' οὗ καὶ αὐτὸ τοῦτο δείκνυσιν, ὁριζόµενος τῆς τοιαύτης συγγενείας τὸν τρόπον, καὶ µετὰ πολλῆς αὐτὸ τῆςµεγαλονοίας κατασκευάζων. Τί γάρ φησι; Κατέναντι οὗ ἐπίστευσε Θεοῦ· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ ὁ Θεὸς οὐκ ἔστι µερικὸς Θεὸς, ἀλλὰ πάντων πατὴρ, οὕτω καὶ αὐτός. Καὶ πάλιν, Ὥσπερ ὁ Θεὸς πατήρ ἐστιν οὐ κατὰ τὴν φυσικὴν συγγένειαν, ἀλλὰ κατ' οἰκείωσιν πίστεως, οὕτω καὶ αὐτός· ἡ γὰρ ὑπακοὴ ποιεῖ πατέρα πάντων ἡµῶν. Ἐπειδὴ γὰρ οὐδὲν ἐνόµιζον εἶναι ταύτην τὴν συγγένειαν, τὴν παχυτέραν ἐκείνην κατασχόντες, δείκνυσι ταύτην κυριωτέραν, ἐπὶ τὸν Θεὸν τὸνλόγον ἀναγαγών. Καὶ µετὰ τούτων κἀκεῖνο ἐµφαίνει, ὅτι καὶ ἀµοιβὴν τῆς πίστεως ταύτην ἔλαβεν· ὥστε ἂν µὴ τοῦτο ᾖ, κἂν πάντων ᾖ πατὴρ τῶν τὴν γῆν οἰκούντων, τὸ, Κατέναντι, οὐκ ἔχει χώραν, ἀλλ' ἠκρωτηρίασται ἡ τοῦ Θεοῦ δωρεά· τὸ γὰρ κατέναντι, ὁµοίως ἐστί. Ποῦ γὰρ θαυµαστὸν, εἰπέ µοι, τῶν ἐξ αὐτοῦ πατέρα εἶναι; τοῦτο γὰρ ἕκαστος κέκτηται τῶν ἀνθρώπων. Τὸ γὰρ παράδοξον ἐκεῖνό ἐστιν, οὓς οὐκ εἶχεν ἐκ φύσεως, τούτους ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς λαβεῖν.
8.5
Ὥστε εἰ βούλει πιστεῦσαι, ὅτι ἐτιµήθη ὁ πατριάρχης, πίστευσον, ὅτι πάντων ἐστὶ πατήρ. Εἰπὼν δὲ, Κατέναντι οὗ ἐπίστευσε Θεοῦ, οὐκ ἔστη µέχρι τούτου, ἀλλὰ καὶ ἐπήγαγε· Τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ µὴ ὄντα ὡς ὄντα· ἤδη τὸν περὶ τῆς ἀναστάσεως προκαταβαλλόµενος λόγον. Καὶ εἰς τὸ προκείµενον δὲ αὐτῷ χρήσιµος ἦν. Εἰ γὰρ δυνατὸν αὐτῷ νεκροὺς ζωοποιῆσαι, καὶ τὰ µὴ ὄντα ὡς ὄντα παραγαγεῖν, δυνατὸν αὐτῷ καὶ τοὺς µὴ τεχθέντας ἐξ αὐτοῦ ποιῆσαι παῖδας αὐτοῦ.∆ ιὰ τοῦτο οὐδὲ εἶπε, Καὶ παράγοντος τὰ οὐκ ὄντα ὡς ὄντα, ἀλλὰ, Καλοῦντος, τὴν πλείονα εὐκολίαν δηλῶν. Ὥσπερ γὰρ ἡµῖν εὔκολον τὰ ὄντα καλέσαι, οὕτως αὐτῷ ῥᾴδιον, καὶ πολλῷ ῥᾷον, τὰ µὴ ὄντα ὑποστήσασθαι. Εἰπὼν δὲ τοῦ Θεοῦ τὴν δωρεὰν µεγάλην οὖσαν καὶ ἄφατον, καὶ περὶ τῆς δυνάµεως αὐτοῦ διαλεχθεὶς, δείκνυσι καὶ τοῦ Ἀβραὰµ τὴν πίστιν ἀξίαν οὖσαντῆς δωρεᾶς, ἵνα µὴ νοµίσῃς αὐτὸν εἰκῆ τετιµῆσθαι. Καὶ τὸν ἀκροατὴν δὲ ἀναστήσας, ἵνα µὴ θορυβῆται, µηδὲ ἀµφιβάλλῃ ὁ Ἰουδαῖος καὶ λέγῃ, Καὶ πῶς δυνατὸν τοὺς οὐκ ὄντας παῖδας γενέσθαι παῖδας; µετάγει τὸν λόγον ἐπὶ τὸν πατριάρχην, καί φησιν· Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρηµένον· Οὕτως ἔσται τὸ σπέρµα σου. Πῶς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσε; Παρ' ἐλπίδα τὴν ἀνθρωπίνην, ἐπ' ἐλπίδι τῇ τοῦ Θεοῦ.∆ είκνυσι γὰρ καὶ τὸ µεγαλεῖον τοῦ πράγµατος, καὶ οὐκ ἀφίησιν ἀπιστηθῆναι τὸ λεγόµενον· ἅπερ ἐναντία ἀλλήλοις ἐστὶν, ἀλλ' ἡ πίστις αὐτὰ συνεκέρασεν. Εἰ δὲ περὶ ἐκείνων ἔλεγε τῶν ἐκ τοῦ Ἰσραὴλ, περιττὸς οὗτος ὁ λόγος· ἐκεῖνοι γὰρ οὐ κατὰ πίστιν, ἀλλὰ κατὰ φύσιν ἐτέχθησαν. Ἀλλὰ καὶ τὸν Ἰσαὰκ εἰς µέσον ἄγει· οὐ γὰρ ὑπὲρ ἐκείνων ἐπίστευσε τῶν ἐθνῶν, ἀλλὰ τοῦ ἀπὸ τῆς στείρας γυναικὸς ἐσοµένου. Εἰ τοίνυν µισθός ἐστι τὸ πατέρα πολλῶν ἐθνῶν γενέσθαι, ἐκείνων τῶν ἐθνῶν ὑπὲρ ὧν ἐπίστευσε δῆλον ὅτι. Ἵνα γὰρ µάθῃς, ὅτι περὶ τούτων φησὶν, ἄκουσον τῶν ἑξῆς· Καὶ µὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ ἑαυτοῦ σῶµα νενεκρωµένον, ἑκατονταέτης που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς µήτρας τῆς Σάῤῥας. Εἶδες πῶς τίθησι καὶ τὰ κωλύµατα, καὶ τὴν ὑψηλὴν τοῦ δικαίου γνώµην πάντα ὑπερβαίνουσαν; Παρ' ἐλπίδα, φησὶ, τὸ ἐπαγγελθέν. Τοῦτο κώλυµα πρῶτον· οὐδὲ γὰρ εἶχεν αὐτὸς ἕτερον Ἀβραὰµ οὕτω λαβόντα παῖδα ἰδεῖν. Οἱ µὲν γὰρ µετ' αὐτὸν, εἰς αὐτὸν ἔβλεπον· ἐκεῖνος δὲ εἰς οὐδένα, ἀλλ' εἰς τὸν Θεὸν µόνον· διὸ καὶ, Παρ' ἐλπίδα, ἔλεγεν. Εἶτα τὸ σῶµα νενεκρωµένον· δεύτερον τοῦτο· καὶ ἡ νέκρωσις τῆς µήτρας Σάῤῥας· τοῦτο καὶ τρίτον καὶ τέταρτον. Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ. Οὐδὲ γὰρ ἀπόδειξιν ἔδωκεν, οὔτε σηµεῖον ἐποίησεν ὁ Θεὸς, ἀλλὰ ῥήµατα ἦν ψιλὰ µόνον, ἐπαγγελλόµενα ἅπερ οὐχ ὑπισχνεῖτο ἡ φύσις. Ἀλλ' ὅµως Οὐ διεκρίθη, φησίν. Οὐκ εἶπεν, ὅτι Οὐκ ἠπίστησεν, ἀλλ', Οὐ διεκρίθη· τουτέστιν, οὐδὲ ἐνεδοίασεν, οὐδὲ ἀµφέβαλε, καὶ τοσούτων ὄντων τῶν κωλυµάτων. Ἀπὸ τούτων µανθάνοµεν, ὅτι κἂν µυρία ὁ Θεὸς ἀδύνατα ἐπαγγέλληται, µὴ καταδέξηται δὲ ὁ ἀκούων, οὐ τῆς τῶν πραγµάτων φύσεώς ἐστιν ἡ ἀσθένεια, ἀλλὰ τῆς ἀνοίας τῆς τοῦ µὴ δεχοµένου. Ἀλλ' ἐνεδυναµώθη τῇ πίστει. Ὅρα Παύλου φιλοσοφίαν. Ἐπειδὴ γὰρ περὶ τῶν ἐργαζοµένων καὶ τῶν πιστευόντων ἦν ὁ λόγος, δείκνυσι τὸν πιστεύοντα ἐργαζόµενον µᾶλλον ἢ ἐκεῖνον, καὶ πλείονοςδεόµενον δυνάµεως καὶ πολλῆς τῆς ἰσχύος, καὶ οὐ τὸν τυχόντα ὑποµένοντα πόνον. Καὶ γὰρ ἐξευτέλιζον τὴν πίστιν ὡς οὐκ ἔχουσαν πόνον. Πρὸς τοῦτο τοίνυν ἱστάµενος δείκνυσιν, ὅτι οὐ µόνον ὁ σωφροσύνην κατορθῶν ἢ ἄλλο τι τῶν τοιούτων, ἀλλὰ καὶ ὁ πίστιν ἐπιδεικνύµενος, δυνάµεωςδεῖται πλείονος. Ὥσπερ γὰρ ἐκεῖνος χρείαν ἔχει ἰσχύος, ἵνα τοὺς τῆς ἀκολασίας διακρούσηται λογισµούς· οὕτω καὶ οὗτος χρείαν ἔχει δυνατῆς ψυχῆς, ἵνα τὰς τῆς ἀπιστίας ἐξωθήσηται ἐννοίας. Πῶς οὖν ἐγένετο ἰσχυρός; Τῇ πίστει, φησὶν, οὐ λογισµοῖς τὸ πρᾶγµα ἐπιτρέψας· ἐπεὶ ἂν κατέπεσε. Πῶς δὲ αὐτὴν τὴν πίστιν κατώρθωσε;∆ οὺς δόξαν τῷ Θεῷ, φησὶ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Ἄρα τὸ µὴ περιεργάζεσθαι, δοξάζειν ἐστὶ τὸν Θεὸν, ὥσπερ οὖν τὸ περιεργάζεσθαι, πληµµελεῖν. Εἰ δὲ τὰ κάτω περιεργαζόµενοι καὶ ζητοῦντες οὐ δοξάζοµεν, πολλῷ µᾶλλον τὴν τοῦ∆ εσπότου γέννησιν πολυπραγµονοῦντες, ὡς ὑβρίζοντες τὰἔσχατα πεισόµεθα. Εἰ γὰρ τὸν τύπον τῆς ἀναστάσεως οὐ χρὴ ζητεῖν, πολλῷ µᾶλλον τὰ ἀπόῤῥητα ἐκεῖνα καὶ φρικτά. Καὶ οὐκ εἶπε πιστεύσας ἁπλῶς, ἀλλὰ, Πληροφορηθείς. Τοιοῦτον γὰρ ἡ πίστις, τῆς ἀπὸ λογισµῶν ἀποδείξεως, σαφεστέρα, καὶ µᾶλλον πείθει· οὐ γὰρ ἔστι λογισµὸν ἕτερον ἐπ εισελθόντα αὐτῇ διασαλεῦσαι λοιπόν. Ὁ µὲν γὰρ λόγοις πειθόµενος καὶ µεταπεισθῆναι δύναται· ὁ δὲ τῇ πίστει βεβαιούµενος ἀπετείχισε λοιπὸν αὐτοῦ τὴν ἀκοὴν τοῖς λυµαινοµένοις αὐτὴν λόγοις. Εἰπὼν τοίνυν, ὅτι ἀπὸ πίστεως ἐδικαιώθη, δείκνυσιν, ὅτι καὶ ἐδόξασε τὸν Θεὸν ἀπὸ τῆς πίστεως· ὃ βίου µάλιστά ἐστιν ἴδιον. Λαµψάτω γὰρ ὑµῶν τὸ φῶς ἔµπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑµῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑµῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ τοῦτο τῆς πίστεως ὂν ἐφάνη. Πάλιν δὲ ὥσπερ τὰ ἔργα δεῖται δυνάµεως, οὕτω καὶ ἡ πίστις. Ἐνταῦθα µὲν γὰρ πολλάκις καὶ τὸ σῶµα µερίζεται τὸν ἱδρῶτα· ἐκεῖ δὲ τῆς ψυχῆς γυµνῆς ἐστι τὸ κατόρθωµα. Ὥστε µείζων ὁ πόνος, ὅταν µηδὲ τὸν διανεµόµενον πρὸς αὐτὴν ἔχῃ τοὺς ἀγῶνας.
8.6
Εἶδες πῶς πάντα, ἅπερ ἦν ἔργων, ἔδειξε µετὰ πλείονος περιουσίας τῇ πίστει προσόντα, οἷον τὸ καυχᾶσθαι πρὸς τὸν Θεὸν, τὸ δυνάµεως δεῖσθαι καὶ πόνου, τὸ δοξάζειν πάλιν τὸν Θεόν; Εἰπὼν δὲ, Ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι, δοκεῖ µοι καὶ περὶ τῶν µελλόντων προαναφωνεῖν· οὐ γὰρ τὰ παρόντα ἐπηγγείλατο µόνον, ἀλλὰ καὶ τὰ µέλλοντα· ταῦτα γὰρ τύπος ἐκείνων. Ἄρα ἀσθενοῦς διανοίας τὸ µὴ πιστεύειν, καὶ µικρᾶς καὶ ταλαιπώρου. Ὥστε ὅταν ἡµῖν ἐγκαλῶσι τὴν πίστιν τινὲς, ἀντεγκαλῶµεν ἡµεῖς τὴν ἀπιστίαν αὐτοῖς, ὡς ταλαιπώροις καὶ µικροψύχοις καὶ ἀνοήτοις καὶ ἀσθενέσιν καὶὄνων οὐδὲν ἄµεινον διακειµένοις. Ὥσπερ γὰρ τὸ πιστεύειν ὑψηλῆς καὶ µεγαλοφυοῦς ψυχῆς· οὕτω τὸ ἀπιστεῖν ἀλογωτάτης καὶ εὐτελοῦς καὶ πρὸς τὴν τῶν κτηνῶν ἄνοιαν κατενηνεγµένης.∆ ιόπερ ἐκείνους ἀφέντες, τὸν πατριάρχην ζηλώσωµεν, καὶ δοξάσωµεν τὸν Θεὸν, καθάπερ ἐκεῖνος ἔδωκεν αὐτῷ δόξαν. Τί δέ ἐστιν, Ἔδωκεν αὐτῷ δόξαν; Ἐνενόησεν αὐτοῦ τὴν δικαιοσύνην, τὴν ἄπειρον δύναµιν· καὶ τὴν προσήκουσαν περὶ αὐτοῦ ἔννοιαν λαβὼν, οὕτως ἐπληροφορήθη περὶ τῶν ὑποσχέσεων.∆ οξάσωµεν τοίνυν αὐτὸν καὶ ἡµεῖς καὶ διὰ πίστεως καὶ διὰ ἔργων, ἵνα καὶ µισθὸν λάβωµεν τὸ παρ' αὐτοῦ δοξασθῆναι· Τοὺς δοξάζοντας γάρ µε δοξάσω, φησί. Καίτοι εἰ καὶ µηδεὶς ἔκειτο µισθὸς, αὐτὸ τοῦτο δόξα ἦν τὸ καταξιωθῆναι δοξάσαι Θεόν. Εἰ γὰρ εἰς βασιλέας εὐφηµίας λέγοντες ἄνθρωποι, αὐτῷ τούτῳ καλλωπίζονται µόνῳ, κἂν µηδὲν ᾖ καρπώσασθαι ἕτερον· ἐννόησον πόσης ἂν εἴη δόξης τὸ δι' ἡµᾶς τὸν∆ εσπότην δοξάζεσθαι τὸν ἡµέτερον, ὥσπερ οὖν καὶ κολάσεως τὸ ποιεῖν αὐτὸν βλασφηµεῖσθαι δι' ἡµᾶς· καίτοι καὶ τοῦτο αὐτὸ τὸ δοξάζεσθαι, δι' ἡµᾶς βούλεται γίνεσθαι· αὐτὸς γὰρ οὐ δεῖται τοῦ πράγµατος. Πόσον γὰρ οἴει τὸ µέσον εἶναι Θεοῦ καὶ ἀνθρώπων; ἆρα ὅσον ἀνθρώπων καὶ σκωλήκων; Ἀλλ' οὐδὲν οὐδέπω εἴρηκα, καὶ τοσοῦτον τὸ µέσον θείς· οὐδὲ γὰρ εἰπεῖν δυνατὸν ὅσον. Ἆρ' οὖν θελήσεις σὺ παρὰ σκώληξιν δόξαν ἔχειν µεγάλην καὶ λαµπράν; Οὐδαµῶς. Εἰ τοίνυν ὁ δόξης ἐρῶν σὺ οὐκ ἂν θελήσαις τοῦτο· ὁ τοῦ πάθους ἀπηλλαγµένος τούτου, καὶ τοσοῦτον ἀνώτερος ὢν, πῶς ἂν ἐδεήθη τῆς παρὰ σοῦ δόξης; Ἀλλ' ὅµως καὶ µὴ δεόµενος, φησὶν αὐτῆς ἐφίεσθαι διὰ σέ. Εἰ γὰρ γενέσθαι δοῦλος ὑπέµεινε διὰ σὲ, τί θαυµάζεις, εἰ καὶ τῶν ἄλλων ἀντέχεται τῆς αὐτῆς ἕνεκεν ὑποθέσεως; Οὐδὲν γὰρ ἡγεῖται ἀνάξιον ἑαυτοῦ, ὅπερ ἂν πρὸς τὴν σωτηρίαν φέρῃ τὴν ἡµετέραν. Ταῦτα οὖν εἰδότες, φεύγωµεν ἁµαρτίαν πᾶσαν, δι' ἧς αὐτὸς βλασφηµεῖται. Ὡς γὰρ ἀπὸ προσώπου ὄφεως, φησὶ, φεῦγε ἀπὸ ἁµαρτίας. Ἐὰν προσέλθῃς πρὸς αὐτὴν, δήξεταί σε· οὐδὲ γὰρ αὐτὴ πρὸς ἡµᾶς ἔρχεται, ἀλλ' ἡµεῖς πρὸς αὐτὴν αὐτοµολοῦµεν. Ὁ γὰρ Θεὸς καὶ τοῦτο κατεσκεύασεν ὥστε µὴ τυραννίδι περιγίνεσθαι τὸν διάβολον· ἦ γὰρ ἂν οὐδεὶς ἔστη πρὸς τὴν ἰσχὺν ἐκείνου.∆ ιὰ τοῦτο αὐτὸν ἀπῴκισεν ὥσπερ λῃστήν τινα καὶ τύραννον· κἂν µή τινα λάβῃ γυµνὸν καὶ ἔρηµον εἰς τὰς αὐτοῦ καταδύσεις, οὐ τολµᾷ ἐπελθεῖν· ἂν µὴ τὴν ἔρηµον ὁδεύοντας ἡµᾶς ἴδῃ, οὐ θαῤῥεῖ προσελθεῖν· ἔρηµος δὲ καὶ διαβόλου τόπος οὐδὲν ἕτερον ἢ ἡ ἁµαρτία.∆ εῖ τοίνυν ἡµῖν τοῦ θυρεοῦ τῆς πίστεως, τῆς περικεφαλαίας τοῦ σωτηρίου, τῆς µαχαίρας τοῦ πνεύµατος· οὐχ ἵνα µὴ πάθωµεν µόνον κακῶς, ἀλλ' ἵνα, κἂν ἐπιπηδῆσαι θελήσῃ, τὴν κεφαλὴν ἀποτέµωµεν ἐκείνου· δεῖ συνεχῶν ἡµῖν εὐχῶν, ἵνα συντριβῇ ὑπὸ τοὺς πόδας ἡµῶν. Ἀναίσχυντος γάρ ἐστι καὶ µιαρὸς, καὶ ταῦτα κάτωθεν µαχόµενος· ἀλλ' ὅµως καὶ οὕτω νικᾷ. Τὸ δὲ αἴτιον, ὅτι οὐ σπουδάζοµεν ἡµεῖς ὑψηλότεροι τῶν ἐκείνου γενέσθαι πληγῶν· οὐδὲ γὰρ οἷός τέ ἐστιν ἐπαρθῆναι µέγα, ἀλλὰ κάτω σύρεται. Καὶ τούτου τύπος ὁ ὄφις. Εἰ δὲ ἐξ ἀρχῆς οὕτως αὐτὸν ἔταξεν ὁ Θεὸς, πολλῷ µᾶλλον νῦν. Εἰ δὲ ἀγνοεῖς τί ποτέ ἐστι τὸ κάτωθεν µάχεσθαι, ἐγώ σοι καὶ ἑρµηνεῦσαι τοῦ πολέµου τούτου τὸν τρόπον πειράσοµαι. Τί ποτ' οὖν ἐστι τὸ κάτωθεν µάχεσθαι; Τὸ ἀπὸ τῶν κάτω πυκτεύειν πραγµάτων, ἀπὸ τῆς ἡδονῆς, ἀπὸ τοῦ πλούτου, ἀπὸ τῶν βιωτικῶν ἁπάντων.∆ ιὰ τοῦτο, ἂν ἴδῃ τινὰ πρὸς τὸν οὐρανὸν πετόµενον, πρῶτον µὲν οὐδὲ ἐπιπηδῆσαι πρὸς αὐτὸν δυνήσεται· δεύτερον δὲ, κἂν ἐπιχειρήσῃ, ταχέως πεσεῖται· οὐ γὰρ ἔχει πόδας, µὴ φοβηθῇς· οὐκ ἔχει πτερὰ, µὴ δείσῃς· ἐπὶ τῆς γῆς σύρεται, καὶ τοῖς ἐν τῇ γῇ πράγµασι. Μηδὲν οὖν σοι πρὸς τὴν γῆν ἔστω κοινὸν, καὶ οὐδὲ πόνου δεήσει. Οὐδὲ γὰρ οἶδε τὴν ἐξ ἐναντίας µάχην, ἀλλ' ὥσπερ ὄφις ταῖς ἀκάνθαις ἐγκρύπτεται τῇ ἀπάτῃ τοῦ πλούτου συνεχῶς ἐµφωλεύων. Κἂν ἐκτέµῃς τὰς ἀκάνθας, φεύξεται ῥᾳδίως δειλὸς γενόµενος, κἂν ἐπᾴδειν εἰδῇς αὐτῷ τὰς θείας ἐπῳδὰς, τρωθήσεται εὐθέως. Εἰσὶ γὰρ ἡµῖν, εἰσὶν ἐπῳδαὶ πνευµατικαὶ, τὸ ὄνοµα τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ τοῦ σταυροῦ δύναµις. Αὕτη ἡ ἐπῳδὴ οὐχὶ τῶν χηραµῶν ἐξάγει µόνον, καὶ εἰς πῦρ ἐµβάλλει τὸν δράκοντα, ἀλλὰ καὶ τραύµατα ἰᾶται. Εἰ δὲ καὶ πολλοὶ λέγοντες οὐκ ἰάθησαν, παρὰ τὴν αὐτῶν ὀλιγοπιστίαν, οὐ παρὰ τὴν ἀσθένειαν τοῦ λεχθέντος· ἐπεὶ καὶ τὸν Ἰησοῦν οἱ µὲν ὤθουν καὶ ἔθλιβον, καὶ οὐδὲν ἐκέρδαινον· ἡ δὲ αἱµοῤῥοοῦσα οὐδὲ τοῦ σώµατος ἁψαµένη, ἀλλ' αὐτοῦ τοῦ κρασπέδου µόνον, χρονίους ἔστησεν αἱµάτων πηγάς. Τοῦτο τὸ ὄνοµα καὶ δαίµοσι φοβερὸν καὶ πάθεσι καὶ νοσήµασι. Τούτῳ τοίνυν καλλωπιζώµεθα, τούτῳ τειχίζωµεν ἑαυτούς. Οὕτω καὶ ὁ Παῦλος ἐγένετο µέγας, καίτοι τῆς αὐτῆς φύσεως ἡµῖν κἀκεῖνος ἦν, ἀλλ' ἡ πίστις αὐτὸν ἄλλον ἀντ' ἄλλου πεποίηκε, καὶ τοσαύτη ἦν ἡπεριουσία, ὡς καὶ τὰ ἱµάτια αὐτοῦ πολλὴν ἔχειν ἰσχύν. Ποίας οὖν ἂν εἴηµεν ἀπολογίας ἄξιοι, εἴ γε ἐκείνων µὲν καὶ αἱ σκιαὶ καὶ τὰ ἱµάτια θάνατον ἤλαυνον, ἡµῶν δὲ οὐδὲ αἱ εὐχαὶ τὰ πάθη καταστέλλουσι; Τί οὖν τὸ αἴτιον; Πολλὴ τῆς γνώµης ἡ δια φορά· ὡς τά γε τῆς φύσεως ἴσα καὶ κοινά· καὶ γὰρ ὁµοίως ἡµῖν καὶ ἐτέχθη καὶ ἐτράφη, καὶ τὴν γῆν ᾤκησε, καὶ ἀέρα ἀνέπνευσεν· ἀλλὰ τὰ ἄλλα πολὺ µείζων ἡµῶν ἦν καὶ βελτίων, τὸν ζῆλον, τὴν πίστιν, τὴν ἀγάπην. Μιµησώµεθα τοίνυν αὐτὸν, δῶµεν καὶ δι' ἡµῶν φθέγξασθαι τῷ Χριστῷ· ἐπιθυµεῖ µᾶλλον τοῦτο ἡµῶν αὐτὸς, καὶ διὰ τοῦτο τὸ ὄργανον κατεσκεύασε τοῦτο, καὶ οὐ θέλει µένειν ἄχρηστον αὐτὸ καὶ ἀργὸν, ἀλλ' ἀεὶ µετὰ χεῖρας ἔχειναὐτὸ βούλεται. Τί τοίνυν οὐ παρασκευάζεις ἕτοιµον αὐτὸ τῇ τοῦ τεχνίτου χειρὶ, ἀλλὰ χαλᾷς τὰς νευρὰς, καὶ µαλακωτέρας ποιεῖς τῇ τρυφῇ, καὶ ἄχρηστον ὅληνκατασκευάζεις αὐτῷ τὴν κιθάραν, δέον ἐπισφίγγειν καὶ νευροῦν τὰ µέλη, καὶ ἐπιστύφειν τῷ ἅλατι τῷ πνευµατικῷ; Ἂν γὰρ οὕτως ἡρµοσµένην αὐτὴν ἴδῃ, ἠχήσει καὶ διὰ τῆς ἡµετέρας ψυχῆς ὁ Χριστός. Τοιούτου δὲ γενοµένου, καὶ ἀγγέλους ὄψει σκιρτῶντας καὶ ἀρχαγγέλους καὶ τὰ Χερουβίµ. Γενώµεθα τοίνυν ἄξιοι τῶν χειρῶν τῶν ἀµώµων· παρακαλέσωµεν αὐτὸν καὶ εἰς τὴν ἡµετέραν κροῦσαι καρδίαν· µᾶλλον δὲ οὐδὲ παρακλήσεως δεῖται· µόνον ἀξίαν αὐτὴν κατασκεύασον τῆς ἁφῆς ἐκείνης, καὶ αὐτὸς ἐπιδραµεῖταί σοι πρότερος. Εἰ γὰρ ὑπὲρ τῶν µελλόντων ἐπιτρέχει( οὔπω γὰρ τῷ Παύλῳ τοιούτῳ γεγενηµένῳ τὸ ἐγκώµιον ὕφανεν), ὅταν ἀπηρτισµένον ἴδῃ, τί οὐκ ἐργάσεται; Ἂν δὲ Χριστὸς ἠχήσῃ, καὶ τὸ Πνεῦµα ἐπιπτήσεται πάντως, καὶ ἐσόµεθα τοῦ οὐρανοῦ βελτίους, οὐχ ἥλιον ἔχοντες ἐνεστιγµένον τῷ σώµατι καὶ σελήνην, ἀλλὰ τὸν ἡλίου καὶ σελήνης καὶ ἀγγέλων∆ εσπότην ἐνοικοῦντα καὶ ἐµπεριπατοῦντα ἡµῖν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα νεκροὺς ἀναστήσωµεν, οὐδὲ λεπροὺς ἵνα καθάρωµεν, ἀλλ' ἵνα τὸ πάντων τούτων σηµεῖον µεῖζον ἐπιδειξώµεθα, τὴν ἀγάπην. Ὅπου γὰρ ἂν ᾖ τοῦτο τὸ καλὸν, εὐθέως καὶ ὁ Υἱὸς ἐφίσταται µετὰ τοῦ Πατρὸς, καὶ ἡ τοῦ Πνεύµατος ἐπιφοιτᾷ χάρις. Οὗ γὰρ ἐὰν ὦσι, φησὶ, δύο ἢ τρεῖς συνηγµένοι εἰς τὸ ἐµὸν ὄνοµα, ἐκεῖ εἰµι ἐν µέσῳ αὐτῶν. Ὃ πολλῆς διαθέσεώς ἐστι καὶ τῶν σφόδρα φιλούντων, τοὺς φιλουµένους ἑκατέρωθεν ἔχειν. Καὶ τίς οὕτως ἄθλιος, φησὶν, ὡς µὴ βούλεσθαι τὸν Χριστὸν ἔχειν µέσον; Ἡµεῖς οἱ πρὸς ἀλλήλους στασιάζοντες. Καὶ τάχα µου καταγελάσεταί τις καὶ ἐρεῖ, Τί λέγεις; ὁρᾷς πάντας ἡµᾶς ὑπὸ τοῖς αὐτοῖς τείχεσιν ὄντας, ὑπὸ τὸν αὐτὸν τῆς ἐκκλησίας σηκὸν, ὑπὸ τὴν αὐτὴν µάνδραν µεθ' ὁµονοίας ἑστῶτας, οὐδέναµαχόµενον, ὑπὸ τῷ αὐτῷ ποιµένι κοινῇ βοῶντας, κοινῇ τῶν λεγοµένων ἀκροωµένους, κοινῇ τὰς εὐχὰς ἀναπέµποντας, καὶ µάχης µέµνησαι καὶ στάσεως; Μάχης µέµνηµαι, καὶ οὐ µαίνοµαι οὐδὲ ἐξέστηκα. Ὁρῶ µὲν γὰρ ἃ ὁρῶ, καὶ οἶδα ὅτι ὑπὸ τὸν σηκὸν τὸν αὐτόν ἐσµεν καὶ τὸν ποιµένα.∆ ιὰ τοῦτο δὲ µάλιστα θρηνῶ, ὅτι τοσούτων ἡµᾶς συναγόντων πραγµάτων, στασιάζοµεν. Καὶ ποίαν στάσιν, φησὶν, εἶδες ἐνταῦθα; Ἐνταῦθα µὲν οὐδεµίαν· ἐπειδὰν δὲ διαλυθῶµεν, ὁ δεῖνα τὸν δεῖνα κατηγορεῖ, ἕτερος ὑβρίζει φανερῶς, ἄλλος βασκαίνει, πλεονεκτεῖ καὶ ἁρπάζει. καὶ βιάζεται ἕτερος, ἄλλος ἐρᾷ κακῶς, ἄλλος µυρίους ῥάπτει δόλους. Καὶ εἰ τὰς ψυχὰς ἡµῶν ἐκκαλύψαι ἐνῆν, τότε ἂν εἴδετε ταῦτα πάντα ἀκριβῶς, καὶ ἔγνωτε ὅτι οὐ µαίνοµαι.
8.8
Οὐχ ὁρᾶτε ἐν τοῖς στρατοπέδοις, ὅτι εἰρήνης µὲν οὔσης, τὰ ὅπλα ἀποθέµενοι, γυµνοὶ καὶ ἄφρακτοι εἰς τὸ τῶν πολεµίων στρατόπεδον διαβαίνουσιν; Ὅταν δὲ φράττωνται ὅπλοις, καὶ φυλακαὶ καὶ προφυλακαὶ καὶ ἄγρυπνοι νύκτες, καὶ πυρὰ καίεται διηνεκὴς, οὐκέτι εἰρήνη τὸ τοιοῦτον, ἀλλὰ πόλεµος. Τοῦτο καὶ ἐφ' ἡµῶν ἔστιν ἰδεῖν· καὶ γὰρ ἀλλήλους φυλαττόµεθα καὶ δεδοίκαµεν καὶ πρὸς τὸ οὖς ἕκαστος τῷ πλησίον διαλεγόµεθα, κἂν παραγενόµενον ἕτερον ἴδωµεν, σιγῶµεν καὶ ἐκτοῦ µέσου συστέλλοµεν ἅπαντα· ὅπερ οὐκ ἔστι θαῤῥούντων, ἀλλὰ σφόδρα φυλαττοµένων. Ἀλλὰ ταῦτα ποιοῦµεν, φησὶν, οὐχ ὥστε ἀδικῆσαι, ἀλλ' ὥστε µὴ ἀδικηθῆναι.∆ ιὰ τοῦτο πενθῶ, ὅτι µεταξὺ ζῶντες ἀδελφῶν, φυλακῆς δεόµεθα πρὸς τὸ µὴ ἀδικηθῆναι, καὶ πυρὰ καίοµεν τοσαῦτα, καὶ φυλακὰς καὶ προφυλακὰς τίθεµεν. Τὸ δὲ αἴτιον, πολὺ τὸ ψεῦδος, πολὺς ὁ δόλος, πολλὴ τῆς ἀγάπης ἡ ἀναίρεσις, καὶ πόλεµος ἄσπονδος.∆ ιά τοι τοῦτο πολλοὺς εὕροι τις ἂν Ἕλλησι θαῤῥοῦντας µᾶλλον ἢ Χριστιανοῖς· καίτοι πόσης ἂν εἴη αἰσχύνης ἄξια ταῦτα; πόσων δακρύων, πόσων οἰµωγῶν; Καὶ τί πάθω, φησί; δυστροπός ἐστιν ὁ δεῖνα καὶ µοχθηρός. Καὶ ποῦ τὰ τῆς φιλοσοφίας τῆς σῆς; ποῦ δὲ οἱ νόµοι οἱ ἀποστολικοὶ οἱ κελεύοντες ἀλλήλων τὰ βάρη βαστάζειν; Εἰ γὰρ ἀδελφῷ χρήσασθαι οὐκ οἶδας, πότε δυνήσῃ χρήσασθαι ἀλλοτρίῳ καλῶς; εἰ τὸ µέλος τὸ σὸν οὐκ ἐπίστασαι µεταχειρίσασθαι, πότε τὸν ἔξωθεν ἐπισπάσασθαι δυνήσῃ καὶ συνάψαι ἑαυτῷ; Ἀλλὰ τί πάθω; Σφόδρα δυσχερῶς ἔχω πρὸς δακρύων ἐπιῤῥοὴν, ἐπεὶ πηγὰς ἂν ἀφῆκα δαψιλεῖς ἀπὸ τῶν ὀφθαλµῶν, κατὰ τὸν προφήτην ἐκεῖνον, µυρίους πολέµους ἐπὶτοῦ πεδίου τούτου βλέπων ἐκείνων χαλεπωτέρους. Ὁ µὲν γὰρ βαρβάρους ἐπιόντας ὁρῶν, ἔλεγε, Τὴν κοιλίαν µου ἀλγῶ· ἐγὼ δὲ ὑφ' ἑνὶ στρατηγῷ παραταττοµένους βλέπων, εἶτα κατ' ἀλλήλων ἱσταµένους καὶ δάκνοντας καὶ σπαράττοντας τὰ ἀλλήλων µέλη, τοὺς µὲνδιὰ χρήµατα, τοὺς δὲ διὰ δόξαν, τοὺς δὲ ἁπλῶς καὶ εἰκῆ καταγελῶντας καὶ καταχλευάζοντας, καὶ µυρία τραύµατα ἀλλήλοις ἐπάγοντας, καὶ νεκροὺς τῶν ἐνπολέµῳ χαλεπωτέρους, καὶ τὸ τῶν ἀδελφῶν ὄνοµα ψιλὸν µόνον λοιπὸν ὂν, οὐδὲ ἔχω τινὰ ἄξιον τῆς τραγῳδίας ταύτης ἐπινοῆσαι θρῆνον. Αἰδέσθητε τοίνυν, αἰδέσθητε τὴν τράπεζαν ταύτην, ἧς κοινωνοῦµεν ἅπαντες, τὸν δι' ἡµᾶς σφαγέντα Χριστὸν, τὸ θῦµα τὸ ἐπ' αὐτῆς κείµενον. Λῃσταὶ κοινωνοῦντες ἁλῶν, οὐκέτι εἰσὶ λῃσταὶ πρὸς οὓς ἂν κοινωνήσωσιν, ἀλλὰ µεταβάλλει τὸν τρόπον ἡ τράπεζα, καὶ τοὺς τῶν θηρίωνἀγριωτέρους προβάτων ἡµερωτέρους ποιεῖ· ἡµεῖς δὲ τοιαύτης τραπέζης µετέχοντες, τοιαύτης κοινωνοῦντες τροφῆς, ὁπλιζόµεθα κατ' ἀλλήλων, δέον κατὰ τοῦ πᾶσιν ἡµῖν πολεµοῦντος διαβόλουτοῦτο ποιεῖν.∆ ιά τοι τοῦτο ἡµεῖς µὲν ἀσθενέστεροι, ἐκεῖνος δὲ ἰσχυρότερος καθ' ἑκάστην γίνεται τὴν ἡµέραν. Οὐ γὰρ µετ' ἀλλήλων φραττόµεθα κατ' ἐκείνου, ἀλλὰ µετ' ἐκείνου κατ' ἀλλήλων ἱστάµεθα, καὶ αὐτῷ στρατηγῷ πρὸς τὰς τοιαύτας χρώµεθα παρατάξεις, δέον αὐτῷ µόνῳ πολεµεῖν. Νυνὶ δὲ ἐκεῖνον ἀφέντες, κατὰ τῶν ἀδελφῶν τὰ τόξα τείνοµεν. Ποῖα τόξα, φησί; Τὰ ἀπὸ γλώττης καὶ στόµατος. Οὐδὲ γὰρ ἀκόντια καὶ βέλη µόνον, ἀλλὰ καὶ ῥήµατα πολὺ τῶν βελῶν πικρότερα ἐργάζεται τραύµατα. Καὶ πῶς δυνησόµεθα τοῦτον καταλῦσαι τὸν πόλεµον, φησίν; Ἂν ἐννοήσῃς, ὅτι τὸν ἀδελφὸν λέγων κακῶς, βόρβορον ἀπὸ τοῦ στόµατός σου προχέεις, ἂν ἐννοήσῃς, ὅτι τὸ µέλος τοῦ Χριστοῦ διαβάλλεις, ὅτι τὰςσάρκας κατεσθίεις τὰς σὰς, ὅτι τὸ δικαστήριόν σοι πικρότερον ποιεῖς τὸ φοβερὸν ἐκεῖνο καὶ ἀδέκαστον, ὅτι τὸ βέλος οὐ τὸν πληγέντα, ἀλλὰ σὲ τὸν τοξεύσαντα ἀναιρεῖ. Ἀλλ' ἠδίκησέ τι καὶ κακῶς ἐποίησε; Στέναξον, µὴ κακῶς εἴπῃς· δάκρυσον, µὴ διὰ τὴν σὴν ἀδικίαν, ἀλλὰ διὰ τὴν ἀπώλειαν τὴν ἐκείνου, καθὼς καὶ ὁ σὸς∆ εσπότης τὸν Ἰούδαν ἐδάκρυσεν, οὐκ ἐπειδὴ αὐτὸςἐσταυροῦτο, ἀλλ' ἐπειδὴ ἐκεῖνος προεδίδου. Ὕβρισέ σε καὶ ἐλοιδόρησε; Παρακάλεσον τὸν Θεὸν ὥστε ἵλεων αὐτῷ γενέσθαι ταχέως. Ἀδελφός ἐστι σὸς, τὰς αὐτάς σοι ἔλυσεν ὠδῖνας· µέλος ἐστὶ σὸν, ἐπὶ τὴν αὐτὴν ἐκλήθη τράπεζαν. Ἀλλὰ πλέον ἐπεµβαίνει µοι, φησίν. Οὐκοῦν µείζων καὶ πλείων ὁ µισθός. Ταύτῃ µάλιστα τὸν θυµὸν ἀφεῖναι δίκαιον, ἐπειδὴ καιρίαν ἐδέξατο τὴν πληγὴν, ἐπειδὴ ἔτρωσεν αὐτὸν ὁ διάβολος.
8.9
Μὴ τοίνυν ἐπιπλήξῃς καὶ σὺ, µηδὲ καταβάλῃς σαυτὸν µετ' ἐκείνου· ἕως µὲν γὰρ ἂν ἕστηκας, δύνασαι κἀκεῖνον διασῶσαι· ἂν δὲ σαυτὸν καταῤῥήξῃς διὰ τοῦ ἀνθυβρίσαι, τίς ὑµᾶς ἀναστήσει λοιπόν; ἐκεῖνος ὁ τρωθείς; Ἀλλ' οὐ δυνήσεται κείµενος. Ἀλλὰ σὺ ὁ πεσὼν µετ' ἐκείνου; Καὶ πῶς, οὐκ ἀρκέσας σεαυτῷ χεῖρα δοῦναι, ἰσχύσεις ἑτέρῳ; Στῆθι τοίνυν γενναίως, καὶ τὴν ἀσπίδα προβαλλόµενος, καὶ νεκρὸν ὄντα ἕλκυσον ἀπὸ τῆς µάχης τὸν σὸν ἀδελφὸν διὰ τῆς µακροθυµίας. Ἔτρωσεν αὐτὸν ὁ θυµός; Μὴ τρώσῃς καὶ σὺ, ἀλλὰ καὶ τὸ πρότερον ἔκβαλε βέλος. Ἂν γὰρ οὕτως ἀλλήλοις ὁµιλῶµεν, ταχέως πάντες ὑγιεῖς ἐσόµεθα· ἂν δὲ κατ' ἀλλήλων ὁπλιζώµεθα, οὐδὲ τοῦ διαβόλου χρεία λοιπὸν πρὸς τὴν ἡµετέραν ἀπώλειαν. Ἅπας µὲν γὰρ ὁ πόλεµος χαλεπὸς, µάλιστα δὲ ὁ ἐµφύλιος. Οὗτος δὲ καὶ τοῦ ἐµφυλίου χαλεπώτερος, ὅσῳ µείζονα τῆς πολιτείας ἡµῖν τὰ δικαιώµατα, µᾶλλον δὲ καὶ τῆς συγγενείας αὐτῆς. Ἀπέκτεινέ ποτε τὸν Ἄβελ ὁ ἀδελφὸς, καὶ αἷµα ἐξέχεε συγγενικόν· ἀλλ' οὗτος ἐκείνου παρανοµώτερος ὁ φόνος, ὅσῳ καὶ τὰ τῆς ἀγχιστείας µείζω, καὶ τὰ τοῦ θανάτου χαλεπώτερα. Ἐκεῖνος µὲν γὰρ τὸ σῶµα ἔτρωσε, σὺ δὲ κατὰ τῆς ψυχῆς τὸ ξίφος ἠκόνησας. Ἀλλ' ἔπαθες πρῶτος κακῶς; Ἀλλ' οὐ τὸ παθεῖν, ἀλλὰ τὸ ποιῆσαι κακῶς, τοῦτό ἐστι τὸ παθεῖν κακῶς. Σκόπει δέ· ἔσφαξεν ὁ Κάϊν, ἐσφάγη ὁ Ἄβελ· τίς οὖν ἦν ὁ νεκρός; Ὁ µετὰ τὸν θάνατον βοῶν· Φωνὴ γὰρ, φησὶ, τοῦ αἵµατος Ἄβελ τοῦ ἀδελφοῦ σου βοᾷ πρός µε· ἢ ὁ ἐν τῷ ζῇν τρέµων καὶ δεδοικώς; Οὗτος γὰρ, οὗτος νεκροῦ παντὸς ἐλεεινότερος ἦν. Εἶδες πῶς βέλτιον τὸ ἀδικεῖσθαι, κἂν µέχρι φόνου τις χωρῇ; Μάθε πῶς χεῖρον τὸ ἀδικεῖν, κἂν µέχρις αἵµατός τις ἰσχύσῃ. Ἔπληξε καὶ κατέβαλε τὸν ἀδελφὸν ἐκεῖνος, ἀλλ' ὁ µὲν ἐστεφανοῦτο, ὁ δὲ ἐκολάζετο· ἀνῃρέθη καὶ ἐσφάγη παρὰ τὸ δίκαιον ὁ Ἄβελ, ἀλλ' ὁ µὲν τελευτῶν κατηγόρει καὶ ἀνῄρει καὶ ἐχειροῦτο· ὁ δὲ καὶ ζῶν ἐσίγα καὶ ᾐσχύνετο καὶ ἡλίσκετο, καὶ τοὐναντίον οὗπερ ἤθελε κατεσκεύαζεν. Ἀνῄρει γὰρ, ἐπειδὴ ἀγαπώµενον εἶδε, προσδοκῶν καὶ τῆς ἀγάπης ἐκβάλλειν αὐτόν· ἐπέτεινε δὲ τὸ φίλτρον µειζόνως, καὶ ἀποθανόντα µᾶλλον ὁ Θεὸς αὐτὸν ἐπεζήτει, Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; λέγων. Οὐ γὰρ ἔσβεσας τὸν πόθον τῷ φθόνῳ, ἀλλ' ἀνῆψας µᾶλλον· οὐκ ἠλάττωσας τὴν τιµὴν τῇ σφαγῇ, ἀλλ' ἐπέτεινας πλέον. Πρὸ τούτου µὲν γάρ σοι καὶ ὑπέταξεν αὐτὸν ὁ Θεός· ἐπειδὴ δὲ αὐτὸν ἀνεῖλες, καὶ τετελευτηκώς σε τιµωρήσεται· τοσοῦτον ἐµοὶ παρ' αὐτοῦ τὸ φίλτρον. Τίς οὖν ἦν ὁ καταδικασθείς; ὁ κολάζων, ἢ ὁ κολαζόµενος; ὁ τοσαύτης ἀπολαύων παρὰ τῷ Θεῷ τιµῆς, ἢ ὁ καινῇ τινι καὶ παραδόξῳ διδόµενος τιµωρίᾳ; Οὐκ ἐφοβήθης αὐτὸν ζῶντα, φησίν· οὐκοῦν φοβήθητι τελευτήσαντα· οὐκ ἔτρεµες µέλλων ἐπάγειν τὸ ξίφος· ληφθήσῃ τρόµῳ µετὰ τὸ ἐκχέαι τὸ αἷµα διηνεκεῖ· ζῶν σοι δοῦλος ἦν, καὶ οὐκ ἠνείχου· διὰ τοῦτο τελευτήσας, δεσπότης σοι γέγονε φοβερός. Ταῦτ' οὖν ἐννοοῦντες, ἀγαπητοὶ, φύγωµεν φθόνον, σβέσωµεν κακίαν, ἀγάπην ἀντιδιδόντες ἀλλήλοις, ἵνα τὰ ἐκ ταύτης καρπωσώµεθα ἀγαθὰ, καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν µέλλουσαν ζωὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶναςτῶν αἰώνων. Ἀµήν.