Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Romans
John ChrysostomHom. Rom. 9 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
9.0
Οὐκ ἐγράφη δὲ δι' αὐτὸν µόνον, ὅτι ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· ἀλλὰ καὶ δι' ἡµᾶς, οἷς µέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡµῶν ἐκ νεκρῶν.
9.1
Πολλὰ καὶ µεγάλα περὶ τοῦ Ἀβραὰµ εἰπὼν, καὶ περὶ τῆς πίστεως αὐτοῦ καὶ τῆς δικαιοσύνης καὶ τῆς παρὰ τοῦ Θεοῦ τιµῆς, ἵνα µὴ λέγῃ ὁ ἀκροατὴς, Καὶ τίπρὸς ἡµᾶς; ἐκεῖνος γάρ ἐστιν ὁ δικαιωθείς· ἵστησιν ἡµᾶς ἐγγὺς τοῦ πατριάρχου πάλιν. Τοσαύτη τῶν πνευµατικῶν λόγων ἡ δύναµις. Τὸν γὰρ ἐξ ἐθνῶν, τὸν ἄρτι προσελθόντα, τὸν οὐδὲν ἐργασάµενον, οὐ µόνον τοῦ Ἰουδαίου τοῦ πιστοῦ οὐδὲν ἔφησεν ἔλαττον ἔχειν, ἀλλ' οὐδὲ τοῦ πατριάρχου· µᾶλλον δὲ, εἰ χρή τι θαυµαστὸν εἰπεῖν, καὶ πολλῷ πλέον. Τοσαύτη γὰρ ἡµῶν ἡ εὐγένεια, ὡς τὴν ἐκείνου πίστιν τῆς ἡµετέρας τύπον εἶναι. Καὶ οὐκ εἶπεν, Εἰ δὲ ἐκείνῳ ἐλογίσθη, εἰκὸς ὅτι καὶ ἡµῖν, ἵνα µὴ ποιήσῃ αὐτὸ συλλογισµόν· ἐξ αὐθεντίας δὲ τῶν θείων φθέγγεται νόµων, καὶ τῆς Γραφῆς ἀπόφασιν αὐτὸ ὅλον ποιεῖ.∆ ιὰ τί γὰρ ἐγράφη, φησὶν, ἀλλ' ἢ ἵνα µάθωµεν, ὅτι καὶ ἡµεῖς οὕτω δικαιούµεθα; τῷ γὰρ αὐτῷ Θεῷ πεπιστεύκαµεν ὑπὲρ τῶν αὐτῶν πραγµάτων, εἰ καὶ µὴ ἐπὶ τῶν αὐτῶν προσώπων. Εἰπὼν δὲ τὴν πίστιν ἡµῶν, λέγει καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ἄφατον, ἣν ἀεὶ περιστρέφει, τὸν σταυρὸν εἰς µέσον φέρων· ὃ καὶ νῦν ἐδήλωσεν εἰπών· Ὃς παρεδόθη διὰ τὰ παραπτώµατα ἡµῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡµῶν. Ὅρα πῶς τὴν αἰτίαν εἰπὼν τοῦ θανάτου, τὴν αὐτὴν καὶ ἀπόδειξιν ἀναστάσεως ποιεῖται.∆ ιὰ τί γὰρ ἐσταυρώθη, φησίν; Οὐ δι' οἰκείαν ἁµαρτίαν· καὶ δῆλον ἐκ τῆς ἀναστάσεως. Εἰ γὰρ ἦν ἁµαρτωλὸς, πῶς ἀνέστη; εἰ δὲ ἀνέστη, εὔδηλον ὅτι ἁµαρτωλὸς οὐκ ἦν· εἰ δὲ ἁµαρτωλὸς οὐκ ἦν, πῶς ἐσταυρώθη;∆ ι' ἑτέρους. Εἰ δὲ δι' ἑτέρους, πάντως ἀνέστη. Ἵνα γὰρ µὴ λέγῃς, Πῶς τοσούτοις ἁµαρτήµασιν ὄντες ὑπεύθυνοι δυνάµεθα δικαιωθῆναι; ἔδειξε τὸν πάντα ἀπαλείψαντα τὰ ἁµαρτήµατα, ἵνα καὶ ἐκ τῆς πίστεως τοῦ Ἀβραὰµ, δι' ἧς ἐδικαιώθη, καὶ ἐκ τῆς τοῦ πάθους τοῦ σωτηρίου, δι' οὗτῶν ἁµαρτηµάτων ἀπηλλάγηµεν, βεβαιώσῃ τὸν λόγον. Εἰπὼν δὲ αὐτοῦ τὸν θάνατον, λέγει καὶ τὴν ἀνάστασιν. Οὐ γὰρ διὰ τοῦτο ἀπέθανεν, ἵνα ὑπευθύνους ἔχῃ κολάσει, καὶ καταδίκους, ἀλλ' ἵνα εὐεργετήσῃ· ἐπὶ τούτῳ γὰρ καὶ ἀπέθανε καὶ ἀνέστη, ἵνα δικαίους ἐργάσηται.∆ ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωµεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Τί ἐστιν, Εἰρήνην ἔχωµεν; Τινὲς µέν φασιν, ὅτι Μὴ δὴ στασιάζωµεν φιλονεικοῦντες τὸν νόµον εἰσαγαγεῖν· ἐµοὶ δὲ δοκεῖ περὶ πολιτείας ἡµῖν λοιπὸν διαλέγεσθαι. Ἐπειδὴ γὰρ πολλὰ περὶ πίστεως διαλεχθεὶς καὶ τῆς διὰ τῶν ἔργων δικαιοσύνης, αὐτὴν προὔθηκεν· ἵνα µή τις νοµίσῃ ῥᾳθυµίας ὑπόθεσιν εἶναι τὰ λεγόµενα, φησίν· Εἰρήνην ἔχωµεν· τουτέστι, Μηκέτι ἁµαρτάνωµεν, µηδὲ πρὸς τὰ πρότερα ἐπανερχώµεθα· τοῦτο γάρ ἐστι πόλεµον ἔχειν πρὸς τὸν Θεόν. Καὶ πῶς δυνατὸν, φησὶ, τὸ µηκέτι ἁµαρτάνειν; Πῶς τὸ πρότερον ἐγένετο δυνατόν; Εἰ γὰρ τοσούτων ὄντες ὑπεύθυνοι, πάντων ἀπηλλάγηµεν διὰ τοῦ Χριστοῦ, πολλῷ µᾶλλον ἐν οἷς ἐσµεν µεῖναι δι' αὐτοῦ δυνησόµεθα. Οὐ γάρ ἐστιν ἴσον µὴ οὖσαν εἰρήνην λαβεῖν, καὶ δοθεῖσαν κατασχεῖν, ἐπειδήπερ ἡ κτῆσις τῆς φυλακῆς χαλεπώτερον· ἀλλ' ὅµως γέγονε τὸ χαλεπώτερον εὔκολον, καὶ εἰς ἔργον ἐξέβη. Οὐκοῦν ἔσται καὶ τὸ εὐκολώτερον ἡµῖν εὐκατόρθωτον, ἂν ἐχώµεθα τοῦ καὶ ἐκεῖνα ἡµῖν ἠνυκότος. Ἐνταῦθα δὲ οὐ τὸ εὔκολον αἰνίττεσθαί µοι δοκεῖ µόνον, ἀλλὰ καὶ τὸ εὔλογον. Εἰ γὰρ αὐτὸς ἡµᾶς κατήλλαξεν ἐκπεπολεµωµένους, εὔλογον µένειν ἐπὶ τῆς καταλλαγῆς, καὶ ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀµοιβὴν, ἵνα µὴ δόξῃ σκαιοὺςκαὶ ἀγνώµονας κατηλλαχέναι τῷ Πατρί.∆ ι' αὐτοῦ γὰρ, φησὶ, καὶ τὴν προσαγωγὴν ἐσχήκαµεν τῇ πίστει. Εἰ τοίνυν µακρὰν ὄντας προσήγαγε, πολλῷ µᾶλλον ἐγγὺς γενοµένους καθέξει.
9.2
Σὺ δέ µοι σκόπει πῶς πανταχοῦ τὰ δύο τίθησι, καὶ τὰ παρ' αὐτοῦ καὶ τὰ παρ' ἡµῶν. Ἀλλὰ τὰ µὲν αὐτοῦ ποικίλα καὶ πολλὰ καὶ διάφορα· καὶ γὰρ ἀπέθανε δι' ἡµᾶς, καὶ κατήλλαξεν ἡµᾶς, καὶ προσήγαγε, καὶ χάριν ἔδωκεν ἄφατον· ἡµεῖς δὲ τὴν πίστιν εἰσηνέγκαµεν µόνον· διό φησιν, Ἐν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαµεν. Ποίαν, εἰπέ µοι, χάριν; Τὸ καταξιωθῆναι τῆς τοῦ Θεοῦ γνώσεως, τὸ τῆς πλάνης ἀπαλλαγῆναι, τὸ τὴν ἀλήθειαν ἐπιγνῶναι, τὸ πάντων ἐπιτυχεῖν τῶν διὰ τοῦ βαπτίσµατος ἀγαθῶν· εἰς τοῦτο γὰρ ἡµᾶς προσήγαγεν, ἵνα ταῦτα λάβωµεν τὰ δῶρα· οὐδὲ γὰρ ἁπλῶς ἵνα ἁµαρτηµάτων ἄφεσις γένηται καὶ ἀπαλλαγὴ µόνον, ἀλλ' ἵνα καὶ µυρίων ἀπολαύσωµεν ἀξιωµάτων. Καὶ οὐδὲ ἐν τούτοις ἔστη, ἀλλὰ καὶ ἕτερα ἐπηγγείλατο, τὰ ἀπόῤῥητα ἐκεῖνα καὶ νοῦν καὶ λόγον ὑπερβαίνοντα ἀγαθά.∆ ιόπερ ἀµφότερα τέθεικε· τῷ µὲν γὰρ εἰπεῖν, Τὴν χάριν, τὰ παρόντα ἐδήλωσεν ἅπερ ἐλάβοµεν· τῷ δὲ εἰπεῖν, Καὶ καυχώµεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, τὰ µέλλοντα ἐξεκάλυψεν ἅπαντα. Καὶ καλῶς εἶπεν, Ἐν ᾗ ἑστήκαµεν. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ χάρις· οὐκ ἔχει τέλος, οὐκ οἶδε πέρας, ἀλλὰ καὶ ἐπὶ µείζονα ἀεὶ πρόεισιν· ὅπερ ἐπ' ἀνθρώπων οὐκ ἔνι. Οἷόν τι λέγω· ἔλαβέ τις ἀρχὴν καὶ δόξαν καὶ δυναστείαν, ἀλλ' οὐχ ἕστηκεν ἐπὶ ταύτης διηνεκῶς, ἀλλὰ ταχέως αὐτῆς ἐκπίπτει, κἂν µὴ ἄνθρωπος ἀφέληται, θάνατος ἐπελθὼν ἀφαιρήσεται πάντως. Τὰ δὲ τοῦ Θεοῦ οὐ τοιαῦτα· οὔτε γὰρ ἄνθρωπος, οὐ χρόνος, οὐ περίστασις πραγµάτων, οὐκ αὐτὸς ὁ διάβολος, οὐχ ὁ θάνατος ἐπελθὼν ἐκβαλεῖν αὐτῶν ἡµᾶς δυνήσεται· ἀλλ' ὅταν ἀποθάνωµεν, τότε ἀκριβέστερον αὐτὰ κατέχοµεν, καὶ πλειόνων ἀεὶ προϊόντες ἀπολαύοµεν. Ὥστε εἰ διαπιστεῖς τοῖς µέλλουσιν, ἀπὸ τῶν παρόντων καὶ ὧν ἔλαβες ἤδη, καὶ ἐκείνοις πίστευε.∆ ιὰ γὰρ τοῦτο εἶπε, Καὶ καυχώµεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, ἵνα µάθῃς οἵαν ψυχὴν τὸν πιστὸν ἔχειν δεῖ. Οὐδὲ γὰρ ὑπὲρ τῶν δεδοµένων µόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν µελλόντων ὡς δεδοµένων πεπληροφορῆσθαι χρή· καυχᾶται γάρ τις ἐπὶ τοῖς ἤδη παρασχεθεῖσιν. Ἐπεὶ οὖν καὶ ἡ τῶν µελλόντων ἐλπὶς οὕτω βεβαία καὶ σαφὴς, ὡς ἡ τῶν δεδοµένων, καὶ ἐπ' ἐκείνῃ, φησὶν, ὁµοίως καυχώµεθα· διὰ τοῦτο καὶ δόξαν αὐτὰ ἐκάλεσεν. Εἰ γὰρ εἰς τὴν τοῦ Θεοῦ συντελεῖ δόξαν, πάντως ἐκβήσεται, εἰ καὶµὴδι' ἡµᾶς, ἀλλὰ δι' αὐτόν. Καὶ τί λέγω, φησὶν, ὅτι τὰ µέλλοντα ἀγαθὰ ἄξια καυχήσεως; Αὐτὰ µὲν οὖν τὰ παρόντα κακὰ ἱκανὰ ἡµᾶς καλλωπίσαι, καὶ ποιῆσαι ἐν αὐτοῖς ἐναβρύνεσθαι· διὸ καὶ ἐπήγαγεν· Οὐ µόνον δὲ, ἀλλὰ καὶ καυχώµεθα ἐν ταῖς θλίψεσιν. Ἐννόησον τοίνυν ἡλίκα τὰ µέλλοντα, ὅταν καὶ ἐπὶ τοῖς δοκοῦσιν εἶναι λυπηροῖς µέγα φρονῶµεν. Τοσαύτη ἡ τοῦ Θεοῦ δωρεὰ, καὶ οὕτως οὐδὲν αὐτῆς ἀηδές. Ἐπὶ µὲν γὰρ τῶν ἔξωθεν πραγµάτων οἱ µὲν ἀγῶνες πόνον ἔχουσι καὶ ὀδύνην καὶ ταλαιπωρίαν, οἱ δὲ στέφανοι καὶ τὰ ἔπαθλα τὴν ἡδονὴν κοµίζουσιν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ τῶν ἐπάθλων τὰ παλαίσµατα οὐχ ἧττον ἡµῖν ἡδίω. Ἐπειδὴ γὰρ πολλοὶ µὲν οἱ πειρασµοὶ τότε ἦσαν, ἡ δὲ βασιλεία ἐν ἐλπίσι, καὶ τὰ µὲν δεινὰ ἐν χερσὶ, τὰ δὲ χρηστὰ ἐν προσδοκίᾳ, τοῦτο δὲ τοὺςἀσθενεστέρους ἐξέλυσε, καὶ πρὸ τῶν στεφάνων ἤδη δίδωσιν αὐτοῖς τὰ βραβεῖα, λέγων ὅτι καὶ ἐν ταῖς θλίψεσι δεῖ καυχᾶσθαι. Καὶ οὐκ εἶπε,∆ εῖ καυχᾶσθαι ὑµᾶς, ἀλλὰ, Καυχώµεθα, φησὶν, ἡµεῖς, ἐν τῷ οἰκείῳ προσώπῳ παραίνεσιν εἰσάγων. Εἶτα ἐπειδὴ ἐδόκει ξένον εἶναι καὶ παράδοξον τὸ εἰρηµένον, εἰ τὸν λιµῷ παλαίοντα, καὶ ἐν ἁλύσει καὶ ἐν βασάνοις ὄντα, καὶ ὑβριζόµενον καὶὀνειδιζόµενον καυχᾶσθαι δεῖ, κατασκευάζει λοιπὸν αὐτό· καὶ τὸ δὴ µεῖζον, ὅτι ἄξια καυχήσεως εἶναί φησιν, οὐ δι' ἐκεῖνα τὰ µέλλοντα µόνον, ἀλλὰ καὶ δι' αὐτὰ τὰ παρόντα· καὶ γὰρ αὐταὶ καθ' ἑαυτὰς αἱ θλίψεις ἀγαθὸν πρᾶγµά ἐστι. Τίνος ἕνεκεν; Ὅτι εἰς ὑποµονὴν ἀλείφουσι.∆ ιόπερ εἰπὼν, Καυχώµεθα ἐν ταῖς θλίψεσι, καὶ τὴν αἰτίαν προσέθηκε, λέγων· Εἰδότες, ὅτι ἡ θλῖψις ὑποµονὴν κατεργάζεται. Ὅρα πάλιν τὴν φιλονεικίαν Παύλου, πῶς εἰς τὸ ἐναντίον περιτρέπει τὸν λόγον. Ἐπειδὴ γὰρ αἱ θλίψεις µάλιστα ἀπαγορεύειν ἐποίουν ὑπὲρ τῶν µελλόντων αὐτοὺς, καὶ εἰς ἀπόγνωσιν ἐνέβαλλον, λέγει ὅτι δι' αὐτὰς µὲν οὖν ταύταςχρὴ θαῤῥεῖν, καὶ µὴ ἀπογινώσκειν τὰ µέλλοντα. Ἡ γὰρ θλῖψις ὑποµονὴν κατεργάζεται, φησὶν, ἡ δὲ ὑποµονὴ δοκιµὴν, ἡ δὲ δοκιµὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Οὐ γὰρ µόνον οὐκ ἀναιρετικαὶ τῆς τοιαύτης ἐλπίδος αἱ θλίψεις, ἀλλὰ καὶ κατασκευαστικαί. Ἔχει µὲν γὰρ καὶ πρὸ τῶν µελλόντων µέγιστον καρπὸν τὴν ὑποµονὴν ἡ θλῖψις, καὶ τὸ δόκιµον ποιεῖν τὸν πειραζόµενον· συντελεῖ δέ τι καὶ πρὸς τὰ µέλλοντα· τὴν γὰρ ἐλπίδα ἀκµάζειν ἐν ἡµῖν ποιεῖ. Οὐδὲν γὰρ οὕτω χρηστὰ ἐλπίζειν παρασκευάζει, ὡς ἀγαθὸν συνειδός.
9.3
Οὐδεὶς γοῦν τῶν ὀρθῶς βεβιωκότων ἀπιστεῖ περὶ τῶν µελλόντων, ὥσπερ οὖν τῶν ἠµεληµένων πολλοὶ πονηρῷ πιεζόµενοι συνειδότι, οὐδὲ κρίσινοὐδὲ ἀντίδοσιν εἶναι βούλονται. Τί οὖν; ἐν ἐλπίσιν ἡµῖν τὰ ἀγαθά; Ἐν ἐλπίσι µὲν, ἀλλ' οὐκ ἀνθρωπίναις, αἳ διαπίπτουσι καὶ καταισχύνουσι πολλάκις τὸν ἐλπίσαντα, τοῦ προσδοκηθέντος προΐστασθαι τελευτήσαντος, ἢ ζῶντος µεταβληθέντος. Ἀλλ' οὐ τὰ ἡµέτερα τοιαῦτα, ἀλλὰ βεβαία καὶ ἀκίνητος ἡ ἐλπίς. Ὁ γὰρ ἐπαγγειλάµενος ἀεὶ ζῇ, ἡµεῖς τε οἱ µέλλοντες αὐτῶν ἀπολαύσεσθαι, κἂν ἀποθάνωµεν, ἀναστησόµεθα πάλιν, καὶ οὐδὲν ὅλως ἐστὶν ὃ δύναταιἡµᾶς καταισχῦναι, ὡς εἰκῆ καὶ µάτην καὶ ἐπὶ σαθραῖς ἐπαρθέντας ἐλπίσιν. Ἀπαλλάξας τοίνυν αὐτοὺς ἱκανῶς ἀµφισβητήσεως ἁπάσης διὰ τούτων τῶν ῥηµάτων, οὐχ ἵστησι µέχρι τῶν παρόντων τὸν λόγον, ἀλλὰ καὶ τὰµέλλοντα πάλιν ἐπάγει, εἰδὼς τοὺς ἀσθενεστέρους καὶ τὰ παρόντα ζητοῦντας, καὶ οὐκ ἀρκουµένους τούτοις. Καὶ πιστοῦται αὐτὰ ἀπὸ τῶν ἤδη δοθέντων. Ἵνα γὰρ µή τις λέγῃ, Τί οὖν, εἰ µὴ βούλεται ἡµῖν χαρίσασθαι ὁ Θεός; ὅτι µὲν γὰρ δύναται καὶ µένει καὶ ζῇ, πάντες ἴσµεν· πόθεν δὲ, ὅτι καὶ βουλήσεται; Ἀπὸ τῶν ἤδη γεγενηµένων. Ποίων γεγενηµένων; Τῆς ἀγάπης, ἢν περὶ ἡµᾶς ἐπεδείξατο. Τί ποιήσας, φησί; Πνεῦµα ἅγιον δούς.∆ ιόπερ εἰπὼν, Ἡ ἐλπὶς οὐ καταισχύνει, ἐπήγαγε τὴν ἀπόδειξιν τούτου, λέγων, Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡµῶν. Καὶ οὐκ εἶπε,∆ έδοται, ἀλλ' Ἐκκέχυται ἐν ταῖς καρδίαις ἡµῶν, τὸ δαψιλὲς ἐµφαίνων. Ὃ γὰρ µέγιστον ἦν δῶρον, τοῦτο ἔδωκεν, οὐκ οὐρανὸν καὶ γῆν καὶ θάλατταν, ἀλλ' ὃ τούτων ἁπάντων τιµιώτερον ἦν, καὶ ἀγγέλους ἐξ ἀνθρώπων καὶυἱοὺς Θεοῦ καὶ ἀδελφοὺς τοῦ Χριστοῦ κατεσκεύαζε. Τί δέ ἐστι τοῦτο; Τὸ Πνεῦµα τὸ ἅγιον. Εἰ δὲ οὐκ ἐβούλετο µεγάλοις ἡµᾶς µετὰ τοὺς πόνους στεφάνοις δωρήσασθαι, οὐκ ἂν πρὸ τῶν πόνων τοσαῦτα ἔδωκεν ἀγαθά· νῦν δὲ τὸ θερµὸν αὐτοῦ τῆς ἀγάπης δείκνυται ἐντεῦθεν, ὅτι οὐκ ἠρέµα καὶ κατὰ µικρὸν ἡµᾶς ἐτίµησεν, ἀλλ' ἀθρόον τὴν πηγὴν τῶν ἀγαθῶν ἐξέχεε, καὶταῦτα πρὸ τῶν ἀγώνων, Ὥστε κἂν µὴ σφόδρα ᾖς ἄξιος, µὴ ἀπογίνωσκε, ἔχων µεγάλην συνήγορον τοῦ δικάζοντος τὴν ἀγάπην.∆ ιὰ γὰρ τοῦτο καὶ αὐτὸς εἰπὼν, Ἡ ἐλπὶς οὐ καταισχύνει, οὐ τοῖς ἡµετέροις κατορθώµασιν, ἀλλὰ τῇ ἀγάπῃ τοῦ Θεοῦ τὸ πᾶν ἀνέθηκεν. Εἰπὼν δὲ τοῦ Πνεύµατος τὴν δόσιν, µεταβαίνει πάλιν λοιπὸν ἐπὶ τὸν σταυρὸν, λέγων οὕτως· Ἔτι γὰρ ὁ Χριστὸς, ὄντων ἡµῶν ἀσθενῶν, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολµᾷ ἀποθανεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡµᾶς ὁ Θεός. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ γὰρ ὑπὲρ ἀνδρὸς ἐναρέτου οὐκ ἂν ἕλοιτό τις ταχέως ἀποθανεῖν, ἐννόησον τοῦ∆ εσπότου σου τὴν ἀγάπην, ὅταν µὴ ὑπὲρ ἐναρέτων αὐτὸς, ἀλλ' ὑπὲρ ἁµαρτωλῶν καὶ ἐχθρῶν φαίνηται σταυρωθείς· ὅπερ καὶ µετὰ ταῦτά φησιν· Ὅτι, εἰ, ἁµαρτωλῶν ἡµῶν ὄντων, Χριστὸς ὑπὲρ ἡµῶν ἀπέθανε, πολλῷ οὖν µᾶλλον, δικαιωθέντες νῦν ἐν τῷ αἵµατι αὐτοῦ, σωθησόµεθα δι' αὐτοῦ ἀπὸτῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγηµεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ µᾶλλον καταλλαγέντες σωθησόµεθα ἐν τῇ ζωῇ αὐτοῦ. Καὶ δοκεῖ µὲν ταυτολογία εἶναι τὰ εἰρηµένα, οὐκ ἔστι δὲ τῷ µετὰ ἀκριβείας προσέχοντι. Σκόπει δέ· Βούλεται πιστώσασθαι περὶ τῶν µελλόντων αὐτούς· καὶ πρῶτον µὲν ἀπὸ τῆς τοῦ δικαίου γνώµης ἐντρέπει, εἰπὼν, ὅτι ἐπληροφορήθη κἀκεῖνος, Ὅτι ὃ ἐπήγγελται Θεὸς, δυνατός ἐστι καὶ ποιῆσαι· ἔπειτα ἀπὸ τῆ ς χάριτος τῆς δοθείσης, εἶτα ἀπὸ τῶν θλίψεων, ὅτι ἱκαναὶ εἰς ἐλπίδα ἡµᾶς ἀγαγεῖν· καὶ ἀπὸ τοῦ Πνεύµατος πάλιν, οὗπερ ἐλάβοµεν· λοιπὸν δὲ καὶ ἀπὸ τοῦ θανάτου καὶ τῆς ἡµετέρας κακίας τῆς ἔµπροσθεν τοῦτο κατασκευάζει. Καὶ δοκεῖ µὲν, ὅπερ ἔφθην εἰπὼν, ἓν εἶναι τὸ εἰρηµένον, εὑρίσκεται δὲ καὶ δύο καὶ τρία καὶ πολλῷ πλείονα ὄντα· πρῶτον µὲν, ὅτι ἀπέθανε· δεύτερον δὲ, ὅτι ὑπὲρ ἀσεβῶν· τρίτον δὲ, ὅτι κατήλλαξεν, ὅτι ἔσωσεν, ὅτι ἐδικαίωσεν, ὅτι ἀθανάτους ἐποίησεν, ὅτι υἱοὺς εἰργάσατο καὶ κληρονόµους. Οὐ τοίνυν ἀπὸ τοῦ θανάτου µόνον ἰσχυρίζεσθαι χρὴ, φησὶν, ἀλλὰ καὶ ἀπὸ τοῦ δοθέντος ἡµῖν διὰ τοῦ θανάτου· καίτοι γε εἰ καὶ τεθνήκει µόνον ὑπὲρ ἡµῶν τοιούτων ὄντων, µέγιστον ἦν δεῖγµα ἀγάπης τὸ γεγενηµένον· ὅταν δὲ φαίνηται καὶ ἀποθνήσκων δωρούµενος, καὶ τοιαῦτα δωρούµενος καὶ τοιούτοις οὖσι, πᾶσαν ὑπερβολὴν ἀποκρύπτει τὰ γεγενηµένα, καὶ τὸνσφόδρα ἀναίσθητον εἰς πίστιν ἄγει. Οὐδὲ γὰρ ἄλλος ἐστὶν ὁ µέλλων σώζειν ἡµᾶς, ἀλλ' ἐκεῖνος ὁ οὕτω φιλήσας ἁµαρτωλοὺς ὄντας, ὡς καὶ ἑαυτὸν ἐκδοῦναι. Εἶδες πόσην ἔχει τὸ χωρίον τοῦτο κατασκευὴν πρὸς τὴν τῶν µελλόντων ἐλπίδα; Πρὸ µὲν γὰρ τούτου, δύο δύσκολα ἦν πρὸς σωτηρίαν ἡµῖν, τὸ καὶ ἁµαρτωλοὺς εἶναι, καὶ διὰ τοῦ θανάτου τοῦ∆ εσπότου δεῖν σωθῆναι· ὅπερ καὶ ἀπίθανον ἦν πρὶν ἢ γενέσθαι, καὶ πολλῆς δεόµενον τῆς ἀγάπης ἵνα γένηται· νυνὶ δὲ ἐπειδὴ ταῦτα ἐξέβη, τὰ λειπόµενα εὐκολώτερα· καὶ γὰρ φίλοι γεγόναµεν, καὶ θανάτου λοιπὸν οὐ δεῖ. Ὁ τοίνυν τῶν ἐχθρῶν οὕτω φεισάµενος, ὥστε µὴ φείσασθαι τοῦ Παιδὸς, φίλων ὄντων οὐ προστήσεται, ὅτε λοιπὸν οὐδὲ τοῦ τὸν Παῖδα ἐκδοῦναι χρεία, Ἢγὰρ διὰ τὸ µὴ βούλεσθαί τις, ἢ διὰ τὸ µὴ δύνασθαι, κἂν βούληται, πολλάκις οὐ σώζει· ὧν οὐδὲν ἔστιν εἰπεῖν ἐπὶ τοῦ Θεοῦ, ἐξ ὧν τὸν Υἱὸν ἐξέδωκεν. Ὅτι δὲ καὶ δύναται, καὶ αὐτὸ ὁµοίως ἀπέδειξεν ἐξ ὧν ἁµαρτωλοὺς ὄντας ἐδικαίωσε. Τί οὖν λοιπὸν τὸ κωλύον ἐστὶ τυχεῖν τῶν µελλόντων ἡµᾶς; Οὐδέν. Εἶτα πάλιν, ἵνα µὴ ἁµαρτωλοὺς καὶ ἐχθροὺς καὶ ἀσθενεῖς ἀκούσας καὶ ἀσεβεῖς, µέλλῃς αἰσχύνεσθαι καὶ ἐρυθριᾷν, ἄκουσον τί φησιν· Οὐ µόνον δὲ, ἀλλὰ καὶ καυχώµενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ νῦν τὴν καταλλαγὴν ἐλάβοµεν. Τί ἐστιν, Οὐ µόνον δέ; Οὐ µόνον ἐσώθηµεν, φησὶν, ἀλλὰ καὶ καυχώµεθα δι' αὐτὸ τοῦτο, δι' ὃ νοµίζει τις ἡµᾶς ἐγκαλύπτεσθαι. Τὸ γὰρ ἐν τοσαύτῃ πονηρίᾳ ζῶντας ἡµᾶς σωθῆναι, τοῦ σφόδρα ἀγαπηθῆναι παρὰ τοῦ σώζοντος µέγιστον σηµεῖόν ἐστιν. Οὐ γὰρ δι' ἀγγέλων ἢ ἀρχαγγέλων, ἀλλὰ δι' αὐτοῦ τοῦ Μονογενοῦς ἔσωσεν. Ὥστε καὶ τὸ σῶσαι, καὶ τὸ τοιούτους ὄντας σῶσαι, καὶ τὸ διὰ τοῦ Μονογενοῦς τοῦτο ποιῆσαι, καὶ οὐδὲ ἁπλῶς διὰ τοῦ Μονογενοῦς, ἀλλὰ διὰ τοῦαἵµατος αὐτοῦ, µυρίους ἡµῖν καυχήσεως πλέκει στεφάνους. Οὐδὲν γὰρ ἴσον εἰς δόξης λόγον καὶ παῤῥησίας τοῦ φιλεῖσθαι παρὰ τοῦ Θεοῦ καὶ τοῦ φιλεῖν αὐτὸν τὸν ἀγαπῶντα. Τοῦτο τοὺς ἀγγέλους ποιεῖ λαµπροὺς, τοῦτο τὰς ἀρχὰς καὶ τὰς δυνάµεις, τοῦτο βασιλείας µεῖζον· διὰ τοῦτο καὶ Παῦλος πρὸ τῆς βασιλείας τοῦτο ἐτίθει· διὰ τοῦτο καὶ τὰς ἀσωµάτους µακαρίζω δυνάµεις, ὅτι καὶ φιλοῦσιν αὐτὸν, καὶ πάντα ὑπακούουσιν. Ἐντεῦθεν γοῦν αὐτοὺς καὶ ὁ προφήτης ἐθαύµαζε, λέγων·∆ υνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ· ἐντεῦθεν καὶ τὰ Σεραφὶµ ὁ Ἡσαΐας ἀνεκήρυττε, τὴν µεγάλην αὐτῶν ἐνδεικνύµενος ἀρετὴν ἐκ τοῦ ἑστάναι πλησίον τῆς δόξης ἐκείνης, ὅπερ µεγίστηςἀγάπης σηµεῖον ἦν.
9.4
Ζηλώσωµεν τοίνυν καὶ ἡµεῖς τὰς ἄνω δυνάµεις, καὶ µὴ µόνον ἐγγὺς τοῦ θρόνου στῆναι σπουδάσωµεν, ἀλλὰ καὶ ἔνοικον αὐτὸν ἔχειν τὸν ἐπὶ τοῦθρόνου καθήµενον. Ἐκεῖνος µὲν γὰρ καὶ µισοῦντας ἐφίλησε, καὶ φιλῶν διατελεῖ· καὶ γὰρ Τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Σὺ δὲ φιλοῦντα γοῦν ἀγάπησον· φιλεῖ γάρ. Καὶ πῶς, φησὶν, ὁ φιλῶν γέενναν καὶ κόλασιν καὶ τιµωρίαν ἠπείλησε;∆ ι' αὐτὸ τοῦτο τὸ φιλεῖν· καὶ γὰρ ἐκκόπτων σου τὴν πονηρίαν, καὶ ὥσπερ τινὶ χαλινῷ τῷ φόβῳ κατέχων σου τὴν ἐπὶ τὰ χείρω ῥύµην, πάντα ποιεῖ καὶ πραγµατεύεται, καὶ διὰτῶν χρηστῶν καὶ διὰ τῶν λυπηρῶν ἀναστέλλων σε τῆς ἐπὶ τὰ κάτω φορᾶς, καὶ πρὸς ἑαυτὸν ἐπανάγων καὶ ἀπάγων κακίας πάσης, ἣ γεέννης ἐστὶ χαλεπωτέρα. Εἰ δὲ γελᾷς ἐπὶ τοῖς εἰρηµένοις, καὶ µυριάκις ἐν πονηρίᾳ ζῇν ἐθέλεις, ἢ µίαν κολάζεσθαι ἡµέραν, θαυµαστὸν οὐδέν· καὶ γὰρ καὶ τοῦτό σου τῆς ἀτελοῦς γνώµης σηµεῖον, καὶ τῆς µέθης καὶ τῆς ἀνιάτου νόσου· ἐπεὶ καὶ τὰ παιδία τὰ µικρὰ ὅταν ἴδῃ τὸν ἰατρὸν ἢ πῦρ ἢ τοµὴν ἐπάγοντα, φεύγει καὶ ἀποπηδᾷ ὀλολύζοντα καὶ σπαραττόµενα, καὶ µᾶλλον αἱρεῖταιδιηνεκεῖ σηπεδόνι σώµατος ἐναπολέσθαι, ἢ πρόσκαιρον ὑποµείναντα πόνον, τῆς µετὰ ταῦτα ἀπολαύειν ὑγείας. Οἱ δὲ νοῦν ἔχοντες ἴσασιν, ὅτι τὸ νοσεῖν τοῦ τέµνεσθαι χαλεπώτερον, ὥσπερ οὖν τὸ κακῶς εἶναι τοῦ κολάζεσθαι χεῖρον· τὸ µὲν γὰρ θεραπεύεσθαι καὶ ὑγιαίνειν ἐστὶ, τὸ δὲ ἀπόλλυσθαι καὶ ἐν ἀῤῥωστίᾳ εἶναι διηνεκεῖ. Ὅτι δὲ ἀῤῥωστίας ὑγεία βέλτιον, παντί που δῆλον· ἐπεὶ καὶ τοὺς λῃστὰς, οὐχ ὅταν διορύττωνται τὰς πλευρὰς, δακρύειν ἄξιον, ἀλλ' ὅταν διορύττωσι τοίχους καὶ φονεύωσιν. Εἰ γὰρ βέλτιον ψυχὴ σώµατος, ὥσπερ οὖν καὶ βέλτιον, ταύτης ἀπολλυµένης, µᾶλλον στένειν δίκαιον καὶ ὀδύρεσθαι· εἰ δὲ µὴ αἰσθάνοιτο, καὶ ταύτῃ µειζόνως αὐτὴν πενθεῖν δεῖ. Καὶ γὰρ τοὺς ἐρῶντας ἀκόλαστον ἔρωτα τῶν πυρεττόντων χαλεπῶς µᾶλλον ἐλεεῖν ἄξιον, καὶ τοὺς µεθύοντας τῶν βασανιζοµένων. Καὶ εἰ ταῦτα χαλεπώτερα, φησὶ, διὰ τί µᾶλλον αὐτὰ αἱρούµεθα; Ὅτι πολλοῖς τῶν ἀνθρώπων, κατὰ τὴν παροιµίαν, ἀρέσκει τὰ χείρω, καὶ ταῦτα αἱροῦνται, τὰ ἀµείνω παρατρέχοντες. Ὅπερ καὶ ἐν ἐδέσµασιν ὁρᾷν ἔστι, καὶ ἐν πολιτείαις, καὶ ἐν ζήλοις βίων, καὶ ἐν ἡδονῆς ἀπολαύσει, καὶ ἐν γυναιξὶ, καὶ ἐν οἰκίαις, καὶ ἐν ἀνδραπόδοις, καὶἐν ἀγροῖς, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων γινόµενον. Τί γὰρ ἥδιον, εἰπέ µοι, γυναιξὶν ἢ ἄῤῥεσι µίγνυσθαι; γυναιξὶν ἢ ἡµιόνοις; Ἀλλ' ὅµως πολλοὺς εὑρήσοµεν γυναῖκας µὲν παρατρέχοντας, ἀλόγοις δὲ µιγνυµένους, καὶ ἀῤῥένων σώµασιν ἐνυβρίζοντας, καίτοι τὰ κατὰ φύσιν τῶνπαρὰ φύσιν ἡδίω. Ἀλλ' ὅµως εἰσὶ πολλοὶ τὰ καταγέλαστα καὶ ἀηδῆ καὶ κόλασιν ἔχοντα ὡς ἡδέα διώκοντες. Ἐκείνοις γὰρ ἡδέα ταῦτα εἶναι δοκεῖ, φησίν. Ἀλλὰ δι' αὐτὸ µὲν οὖν τοῦτο ἂν εἶεν ἄθλιοι, ὅτι καὶ ἡδέα νοµίζουσιν εἶναι τὰ οὐχ ἡδέα. Οὕτω καὶ τὴν κόλασιν τῆς ἁµαρτίας χείρω τίθενται· οὐκ ἔστι δὲ, ἀλλὰ τοὐναντίον ἅπαν. Εἰ γὰρ κακὸν ἦν τοῖς ἁµαρτάνουσιν, οὐκ ἂν προσέθηκε κακοῖς κακὰ ὁ Θεὸς, οὐδὲ χείρους ἂν αὐτοὺς ποιῆσαι ἐθέλησεν· ὁ γὰρ πάντα ποιῶν, ὥστε σβεσθῆναι τὴν κακίαν, οὐκ ἂν αὐτὴν ηὔξησεν. Οὐκ ἄρα τὸ κολάζεσθαι κακὸν τῷ πληµµελοῦντι, ἀλλὰ τὸ οὕτως ἔχοντα µὴ κολάζεσθαι, ὥσπερ οὖν τὸ τὸν ἀῤῥωστοῦντα µὴ θεραπεύεσθαι. Οὐδὲν γὰρ οὕτω κακὸν ὡς ἐπιθυµία ἄτοπος· ἄτοπον δὲ ὅταν εἴπω, καὶ τὴν τῆς τρυφῆς λέγω, καὶ τὴν τῆς δόξης τῆς ἀκαίρου, καὶ τὴν τῆς δυναστείας, καὶ τὴν ἁπάντων ἁπλῶς τῶν ὑπὲρ τὴνχρείαν πραγµάτων. Ὁ γὰρ τοιοῦτος ὁ τὸν ὑγρὸν καὶ διαλελυµένον ζῶν βίον, δοκεῖ µὲν πάντων εἶναι µακαριώτερος, πάντων δέ ἐστιν ἀθλιώτερος, δεσποίνας χαλεπὰςκαὶ τυράννους ἐπεισάγων αὐτοῦ τῇ ψυχῇ.∆ ιὰ τοῦτο ἐπίπονον ὁ Θεὸς ἡµῖν τὸν πάροντα ἐποίη σε βίον, ἵνα ἐκείνης ἡµᾶς ἀπαλλάξῃ τῆς δουλείας, καὶ εἰς καθαρὰν ἐλευθερίαν ἀγάγῃ· διὰ τοῦτο καὶ κόλασιν ἠπείλησε, καὶ πόνους συνεκλήρωσεν ἡµῶν τῇ ζωῇ, τὸ χαῦνον ἐπισφίγγων. Οὕτω γοῦν καὶ οἱ Ἰουδαῖοι, ὅτε µὲν τῷ πηλῷ καὶ τῇ πλινθουργίᾳ προσδεδεµένοι ἦσαν, καὶ ἐπιεικεῖς ἦσαν, καὶ τὸν Θεὸν ἐκάλουν συνεχῶς, ὅτε δὲἐλευθερίας ἀπήλαυσαν, καὶ ἐγόγγυζον, καὶ παρώξυναν τὸν∆ εσπότην, καὶ µυρίοις ἑαυτοὺς περιέπειρον κακοῖς. Τί οὖν, φησὶν, ἂν εἴποις πρὸς τοὺς ὑπὸ θλίψεως περιτραπέντας πολλάκις; Ὅτι οὐ τῆς θλίψεως ἔργον ἡ περιτροπὴ, ἀλλὰ τῆς ἀσθενείας τῆς ἐκείνων. Οὐδὲ γὰρ, εἴ τις στόµαχον ἄῤῥωστον ἔχων, µὴ δέχοιτο πικρὸν φάρµακον δυνάµενον αὐτὸν καθᾶραι, ἀλλὰ καὶ ἐπιτρίβοιτο, οὐ τὸ φάρµακοναἰτιασόµεθα, ἀλλὰ τὴν ἀῤῥωστίαν τοῦ µέλους, ὥσπερ οὖν καὶ ἐνταῦθα τὴν εὐκολίαν τῆς γνώµης. Καὶ γὰρ ὁ ὑπὸ θλίψεως περιτρεπόµενος, πολλῷ µᾶλλον ὑπὸ ἀνέσεως τοῦτο πείσεται· εἰ γὰρ δεδεµένος πίπτει( τοῦτο γὰρ ἡ θλῖψις), πολλῷ µᾶλλον λελυµένος· εἰ σφιγγόµενος περιτρέπεται, πολλῷ µᾶλλον χαυνούµενος. Καὶ πῶς δυνήσοµαι, φησὶ, µὴ περιτραπῆναι θλιβόµενος; Ἂν ἐννοήσῃς ὅτι, κἂν θέλῃς κἂν µὴ θέλῃς, οἴσεις τὸ ἐπενεχθέν· ἀλλ' ἂν µὲν εὐχαρίστως, κερδανεῖς τὰ µέγιστα, ἂν δὲ ἀποδυσπετῶν καὶ ἀλύων καὶ δυσφηµῶν, οὔτε τὴν συµφορὰν ἐλάττω ταύτῃ ποιήσεις, καὶ µεῖζονἐργάσῃ τὸ κλυδώνιον. Ταῦτα οὖν ἐννοοῦντες, ὃ τῆς ἀνάγκης ἐστὶ, ποιῶµεν τῆς προαιρέσεως εἶναι τῆς ἡµετέρας· οἷόν τι λέγω· Παῖδά τις ἀπέβαλε γνήσιον, τὴν οὐσίαν ἕτερος ἅπασαν· ἂν ἐννοήσῃς, ὅτι λυθῆναι µὲν τὸ γεγενηµένον οὐκ ἔνι, ἔνι δέ τι καρπώσασθαι καὶ ἐκ τῆς ἀνιάτου συµφορᾶς τὸ γενναίως ἐνεγκεῖν τὸ συµβὰν, καὶ ἀντὶτῶν ῥηµάτων τῶν δυσφήµων εὐφηµίαν ἀνενέγκῃς τῷ∆ εσπότῃ, οὕτω τὰ ἀβουλήτως ἐπενεχθέντα κακὰ, προαιρέσεως ἔσται σοι κατορθώµατα. Εἶδες υἱὸν ἁρπαγέντα ἄωρον; Εἰπὲ, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Εἶδες οὐσίαν κενωθεῖσαν; Εἰπὲ, Γυµνὸς ἐξῆλθον ἐκ κοιλίας µητρός µου, γυµνὸς καὶ ἀπελεύσοµαι. Εἶδες πονηροὺς εὐπραγοῦντας, καὶ δικαίους δυσηµεροῦντας καὶ µυρία πάσχοντας δεινὰ, οὐκ ἔγνως δὲ τῶν γενοµένων εὑρεῖν τὴν αἰτίαν; Εἰπὲ, Κτηνώδης ἐγενόµην παρὰ σοὶ, πλὴν ἐγὼ διαπαντὸς µετὰ σοῦ. Εἰ δὲ καὶ τὴν αἰτίαν ζητεῖς, ἐννόησον ὅτι ἔστησεν ἡµέραν, καθ' ἢν µέλλει κρίνειν τὴν οἰκουµένην, καὶ πᾶσαν ἐκβαλεῖς ἀπορίαν· τὴν γὰρ ἀξίαν τότε ἕκαστος ἀπολήψεται, ὥσπερ ὁ Λάζαρος καὶ ὁ πλούσιος. Ἀναµνήσθητι τῶν ἀποστόλων· καὶ γὰρ ἐκεῖνοι µαστιζόµενοι καὶ ἐλαυνόµενοι καὶ µυρία πάσχοντες, ἔχαιρον ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόµατος τοῦ Χριστοῦ ἀτιµασθῆναι. Καὶ σὺ τοίνυν ἂν ἀῤῥωστήσῃς, φέρε γενναίως, καὶ τῷ Θεῷ χάριτας ὡµολόγει, καὶ οὕτω τὸν αὐτὸν ἐκείνοις λήψῃ µισθόν. Πῶς δὲ ἐν ἀῤῥωστίᾳ ὢν καὶ ὀδύναις δυνήσῃ τῷ∆ εσπότῃ χάριν εἰδέναι; Ἂν φιλῇς αὐτὸν γνησίως. Εἰ γὰρ εἰς κάµινον ἐµπεσόντες οἱ παῖδες οἱ τρεῖς, καὶ ἐν δεσµωτηρίοις ὄντες ἕτεροι καὶ ἐν µυρίοις ἄλλοις κακοῖς, οὐ διέλιπον εὐχαριστοῦντες· πολλῷ µᾶλλον οἱ ἐν νόσοις ὄντες καὶ ἐν ἀῤῥωστίαις χαλεπαῖς κατεχόµενοι τοῦτο δυνήσονται ποιεῖν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν, ὃ µὴ νικᾷ πόθος· ὅταν δὲ καὶ Θεοῦ πόθος ᾖ, πάντων ἐστὶν ὑψηλότερος, καὶ οὔτε πῦρ, οὐ σίδηρος, οὐ πενία, οὐκ ἀῤῥωστία, οὐ θάνατος, οὐκ ἄλλο τι τῶν τοιούτωνφανεῖται δεινὸν τῷ τοιοῦτον κεκτηµένῳ τὸν ἔρωτα, ἀλλὰ πάντων καταγελάσας, πρὸς τὸν οὐρανὸν πτήσεται, καὶ τῶν ἐκεῖ διατριβόντων οὐδὲν ἔλαττονδιακείσεται, οὐδὲν ἕτερον ὁρῶν, οὐκ οὐρανὸν, οὐ γῆν, οὐ θάλατταν, ἀλλὰ πρὸς ἓν µόνον κάλλος τεταµένος τὸ τῆς δόξης ἐκείνης· καὶ οὔτε τὰ λυπηρὰ αὐτὸν τοῦ παρόντος ταπεινῶσαι δυνήσεται βίου, οὔτε ἐπᾶραι καὶ φυσῆσαι τὰ χρηστὰ καὶ ἡδονὴν ἔχοντα. Ἐρασθῶµεν τοίνυν τοῦτον τὸν ἔρωτα( τούτου γὰρ ἴσον οὐδὲν) καὶ διὰ τὰ παρόντα, καὶ διὰ τὰ µέλλοντα· µᾶλλον δὲ πρὸ τούτων, δι' αὐτὴν τὴν τοῦ ἔρωτος φύσιν· ἀπαλλαγησόµεθα γὰρ καὶ τῶν κατὰ τὸν παρόντα βίον καὶ τῶν κατὰ τὸν µέλλοντα αἰῶνα κολαστηρίων, καὶ τῆς βασιλείας ἀπολαυσόµεθα. Πλὴν οὔτε γεέννης ἀπαλλαγὴ, οὔτε βασιλείας ἀπόλαυσις, µέγα τι πρὸς τὸ λεχθήσεσθαι µέλλον· τούτων γὰρ ἁπάντων µεῖζον τὸ τὸν Χριστὸν ἐρώµενον ἔχειν ὁµοῦ καὶ ἐραστήν. Εἰ γὰρ ἐπ' ἀνθρώπων τοῦτο συµβαῖνον πάσης ἡδονῆς ἐστιν ἀνώτερον, ὅταν ἐπὶ Θεοῦ τὰ ἀµφότερα ἐκβαίνῃ, ποῖος λόγος, ποία διάνοια παραστῆσαιδυνήσεται τὴν µακαριότητα ταύτης τῆς ψυχῆς; Οὐκ ἔστιν οὐδεµία ἄλλη, ἀλλ' ἡ πεῖρα µόνη. Ἵν' οὖν διὰ τῆς πείρας µάθωµεν τὴν πνευµατικὴν ταύτην εὐφροσύνην καὶ τὸν µακάριον βίον καὶ τὸν θησαυρὸν τῶν µυρίων ἀγαθῶν, πάντα ἀφέντεςἐκείνης ἐχώµεθα τῆς ἀγάπης, καὶ εἰς εὐφροσύνην ἡµετέραν καὶ εἰς δόξαν τοῦ ποθουµένου Θεοῦ· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Μονογενεῖ καὶ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς σύµπαντας αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note